Παρὰ πάντα δὲ ταῦτα, πῶς οὐ δεινῶς ἄγνωμον, αὐτὸν μέν, ὑπὲρ τῆς ἐμῆς σωτηρίας ὑβρισμένον καὶ τεθνηκότα, δόξαν ἑαυτοῦ τὸ πρᾶγμα καλεῖν, ἐμὲ δέ, μὴ γοῦν τοῖς ἴσοις πρὸς ἐκεῖνον χρήσασθαι, ἀλλὰ φανῆναι περὶ τὸν εὖ πεποιηκότα κακόν; Εἶεν», Δημήτριον μὲν οὖν οὕτως ἠγωνισμένον Μαξιμιανὸς δυσχεράνας, δεσμωτηρίῳ καθεῖρξε. Νήπιος! Οὐ γὰρ ἐκεῖνο συνῆκεν, ὡς ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Θεὸς δὲ μειζόνων ἠξίου, καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀμειβόμενος καὶ τοῦ φίλτρου καὶ τῶν θαυμαστῶν ἐκείνων ἀγώνων, καὶ πρὶν ἐντεῦθεν ἀπᾶραι τῶν ἑαυτοῦ μετεδίδου, καὶ ἦν ἰδεῖν θαυμαστὸν δεσμώτην, τῷ δεδέσθαι χαίροντα. Οὕτω δαψιλοῦς ἀπήλαυσε τῆς θείας ἀκτῖνος καὶ τῆς πάντα νοῦν νικώσης εἰρήνης· ἐπεὶ καὶ καρπὸν τοῦ πνεύματος εἶναι χαρὰν καὶ εἰρήνην, ἐδόκει Παύλῳ. Δημητρίῳ δὲ παρ’ ὁντινοῦν, ὧν ἴσμεν, τῶν τοῦ πνεύματος μετῆν ἀγαθῶν. Οὕτω γὰρ συγχαίροντι μὲν ἑαυτῷ τῶν ὑπὲρ Χριστοῦ δυσχερῶν, τῶν τε παρόντων, τῶν τε προσδοκωμένων, ὁ κοινὸς τοῦ γένους ἐχθρὸς βασκήνας, εἰ τὸν ἀγῶνα νικήσει τὸν ὑπὲρ Χριστοῦ, καὶ πειρώμενος διὰ ταῦτα πρὸ τῶν ἄθλων ἀνελεῖν σκορπίον ἐπάγει· καὶ ὁ μέν, εὐθὺς ἐτεθνήκει, Δημητρίου τὸν Χριστὸν ἐπ’ αὐτὸν κινήσαντος. Ἄγγελος δὲ θεόθεν εἰς αὐτὸν ἀφικνεῖται, τοῦτο μὲν στεφάνους αὐτῷ κομίζων καὶ τὴν ἀγαθὴν εἰρήνην, τοῦτο δέ, καὶ πρὸς τοὺς ἔπειτα ἄθλους ἀλείφων, σπεύδοντα καὶ αὐτόν.