Τὰς γὰρ αἰσθήσεις ῥυθμίσας κάλλιστα πάντων ὡς μὴ ταῖς ἐπιθυμίαις ὑπάγεσθαι, μηδ’ ἀπᾴδειν ἔχειν τῷ λογισμῷ τὴν ψυχήν, ἐξ ἀνάγκης καθαρὰν τῶν οὐκ ἀγαθῶν ἔδειξεν ἐννοιῶν καὶ συμπάσης ὑλικῆς προσπαθείας κρείττω παρεσκεύασεν εἶναι, κἀντεῦθεν αὖθις τὸ σῶμα ἀπαθὲς καθάπαξ διέθηκε καὶ δι’ ἀλλήλων ἄμφω καθάρας νεὼν ἑαυτὸν ἀνέδειξε θεῖον καὶ ὄργανον πνεύματος· μόνος γὰρ ὧν ἴσμεν ἢ κομιδῇ γε ἐν ὀλίγοις τὴν τῆς ψυχῆς εὐγένειαν ἀκραιφνεστάτην διὰ βίου παντὸς τετήρηκε καὶ τὸ κατ’ εἰκόνα σαφῶς ἐπεδείξατο, μᾶλλον δὲ εἰκὼν ἀνεφάνη θεοῦ σαφῶς ἐνδειξάμενος ὁποῖον εἶναι κἀν τοῖς ἔργοις τὸν ἀπὸ Χριστοῦ καλούμενον· οἶμαι γὰρ εἴ τις ἐγένετό ποτε ἢ γενήσεται θεοῦ πρὸς ἀνθρώπους φιλοτιμία ἢ ἀρχέτυπον καθαρότητος ἢ κανὼν ἀκριβὴς ἀπαθείας θεόθεν τοῖς ἀνθρώποις ἀναφανείς, τοῦτον εἶναι τὸν μέγαν καὶ τὴν ἐκείνου ψυχὴν τοσοῦτόν σοι παρθενίας ἄγαλμα τὸ τῆς καθαρότητος περιὸν καὶ οὕτω πάντας τῷ ὑπερφυεῖ τῆς ἁγνείας πρὸς ἔκπληξιν ἐνάγεις καὶ θαῦμα καὶ δίδως ἐντεῦθεν, ὥσπερ καὶ δοκεῖν σου τὸ σῶμα μὴ τῶν κάτω, τῶν δ’ οὐρανίων εἶναι σωμάτων καὶ ὧν τὸ ἀπαθὲς ἴδιον, ὥστε ἔξεστιν εἰπεῖν μὴ μόνον τὸν μέγιστον ἐπὶ σωφροσύνῃ Ἰωσὴφ ἐκεῖνον πολλῷ τῷ ὄντι τῇ παρθενίᾳ παρενεγκεῖν, ἀλλὰ καὶ μετὰ θεολόγον τὸν πάνυ τῆς τῆς παρθενίας προσρήσεως ἠξιῶσθαι καὶ μετ’ ἐκεῖνον καὶ σὲ παρθένον καλεῖσθαι, μηδὲ τοῖς ἄλλοις ἐκείνου λειπόμενον, ἐπεὶ καὶ μάλιστα τῶν ἄλλων ἁπάντων θεοφιλής, οἷς ὑπὲρ πάντας τοὺς ἄλλους φιλῶν τὸν Χριστόν, ἐναργέστατον δεῖγμα τῆς πρὸς αὐτὸν ἀγάπης ἐξήνεγκας τὸν θεῖον χρησμόν· ἐπεί γε τῶν λογικῶν αὐτοῦ θρεμμάτων ὡς οὐκ οἶδ’ εἴ τις μελεδωνὸς καὶ προστάτης κατέστης καὶ τῆς εὐσεβείας σφίσι συναγωνιστὴς καὶ συλλήπτωρ κάλλιστα πάντων, τοῖς ἀσεβέσι μὲν πολεμῶν καὶ λόγοις καὶ ἔργοις ἑκάστοτε, μετὰ δὲ τούτων ἱστάμενος καὶ τὴν μὲν ἀχλὺν ἐπικειμένην σφίσι τῆς ἀσεβείας διέχων, τὸν δὲ τῆς δικαιοσύνης πᾶσιν ἐκλάμπων ἥλιον καὶ διὰ τούτων κατασκευάζων τῷ Κυρίῳ λαὸν περιούσιον· ᾔδει γὰρ ἀκριβῶς ὡς τὸ μὲν τῆς καθ’ ἑαυτὸν μόνης σωτηρίας ἀντιποιεῖσθαι τῆς τῶν ἄλλων ἀλογοῦντα, τῶν σμικρῶν ὡς εἰπεῖν καὶ τῆς ἐλασσουμένης μερίδος, τὸ δὲ τοῖς σφετέροις ἀγαθοῖς καὶ τὰ ἑτέρων διώκειν καὶ ὅπως εὖ ἔχοντες ὦσι τὰ πρὸς ἀρετὴν κἀκεῖνα ζητεῖν καὶ πρὸς τὸ ποιεῖν καὶ διδάσκειν, κατὰ τὸν θεῖον χρησμόν, τῶν μεγάλων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ μέγα κτησαμένων ὄνομα· ἀνθ’ ὧν ἑαυτὸν καθάπαξ καὶ ὡς οὐκ οἶδ’ εἴ τις καθάρας, οὐκ ἀνεκτὸν ἡγεῖτο οὐδὲ πρὸς αὐτοῦ μέχρις αὐτοῦ στῆναι τὸ εὖ ποιεῖν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐκάθηρε καὶ πρὸς οὐρανὸν τὸν νοῦν εἰς αὐτὸν μεθίστη, πάντων τῶν γηΐνων ἀλογεῖν ἀναπείθων, ὡς μὴ μόνον μηδένων ὄντων, ἀλλὰ καὶ ὀλέθρων ἀτεχνῶς καθισταμένων ψυχῆς· καὶ τοίνυν ἐντεῦθεν τοὺς πόδας μὲν ἀποστολικούς τινας ἀπέδειξε καὶ ὡραίους, ὡς εὐαγγελιζομένους πᾶσιν εἰρήνην καὶ ἀγαθά, τὰς χεῖρας δὲ ἡγνισμένας μὲν τοῖς ὅλοις καὶ καθαράς, καὶ συμπάσης προσπαθείας κρείττους παντάπασι, τοῦ δὲ θείου βαπτίσματος καὶ τῆς ἐκεῖθεν ἁγιαστίας, ἧς αἴτιοι πᾶσι καθίσταντο, καὶ τῶν μεγάλων τουτωνὶ μυστηρίων ἀξίους ὡς μεταχειρίζουσι τὰ προσήκοντα· πρὸ δέ γε τούτων καὶ μετὰ τούτων τὴν θαυμαστὴν ἐκείνην γλῶσσαν καὶ μόνῳ Χριστῷ κινουμένην κάλαμον γραμματέως ὀξυγράφου καὶ κιθάραν πνεύματος, παντὸς μᾶλλον Ὀρφέως θέλγουσαν καὶ κινοῦσαν ἐπὶ τὰ κρείττω καὶ δι’ ὧν ἐπανελθεῖν περιγίνεται πρὸς τὴν ἑστῶσαν καὶ μένουσαν εὔκλειαν.