Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Το μαρτύριο, η προσωνυμία του μυροβλύτη και η πληρότητα των χαρισμάτων

Εγκωμιάζεται η σωματική ταύτιση του Αγίου με τα πάθη του Χριστού, η οποία τον κατέστησε πηγή μύρων, καθώς και η συγκέντρωση στο πρόσωπό του όλων των πνευματικών αξιωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Τίς γὰρ ἐκείνου μᾶλλον προσῆκε Χριστῷ ἢ ταῖς ὑπὲρ οὐρανὸν ἐκείνου καθαρότησιν ἔπρεπεν, ὅς γε οὕτως ἑαυτὸν καθάρας, ὡς ἀξιόχρεων ἐκείνου διὰ πάντων φανῆναι; ὁ δὲ τοσοῦτον ποιησάμενος λόγον ὡς σωτηρία κοινὴ τοῖς κατ’ ἐκεῖνον γενέσθαι καὶ λόγοις καὶ ἔργοις καὶ τῷ καθ’ ἑαυτὸν παραδείγματι, ἐπεὶ τά γ’ ἐπὶ πᾶσι τούτοις τὸν Χριστοῦ φίλον διὰ πάντων δεικνύς, μὴ μόνον ὑπὲρ ἐκείνου πέπονθεν, καθάπερ ἐκεῖνος ὑπὲρ αὐτοῦ, καὶ τὴν ψυχὴν ἡδέως προήκατο τὴν αὐτοῦ, πρὸς ἐκεῖνον καὶ τὰ ἐκείνου πάντα ὁρῶν, ἀλλὰ καὶ κατ’ αὐτὸν τοῦτον τοῖς ὅλοις τὸ αἷμα ἐξέχεε καὶ τῶν αὐτῶν ἐκείνῳ μελῶν πληγέντων, εἰ καὶ μείζονος οὗτος τῆς πληγῆς ἐπειράθη, ὡσὰν ἔγωγε οἶμαι, οὕτω τοι πάνυ τοι πρὸς Χριστὸν ἐρωτικῶς ἔχων πολλῷ μειζόνως ἐντεῦθεν διπλασιάσῃ τὸ φίλτρον, μείζω καὶ τῶν ἐκείνου ποιήσας, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ἐπαγγελίαν· ἀλλὰ τοῦτο μέντοι τοιοῦτον καὶ οὕτω χάριεν καὶ ὑπερφυὲς καὶ τῆς μεγίστης πρὸς Χριστὸν γνησιότητος δεῖγμα· ἐκεῖνο δέ, πῶς οὐχὶ τῶν ἴσων καὶ τοῦ αὐτοῦ, φασί, γυμνασίου καὶ μηδενὶ τοῦ πρὸς αὐτὸν λειπόμενον, ὧν γε ἔφην εἵνεκα;

Χριστῷ μὲν γὰρ μῦρον τὸ πρόσρημα· μῦρον γάρ, φησι, ἐκκενωθὲν ὄνομά σου, Δημητρίῳ δέ, τοῦ Χριστοῦ ζῶντος ἐν αὐτῷ, οὐ μόνον μῦρον τὸ πρόσρημα, ἀλλὰ καὶ μῦρόν ἐστιν ἀτεχνῶς καὶ μύρων πηγὴ ἀέναα ῥέουσα, ὥστε τὸν οὕτω μὲν ὑπὲρ πάντας φιλοῦντα Χριστὸν καὶ φιλούμενον, οὕτω δὲ ἑαυτὸν παρεσκευακότα, ὡς μὴ μόνον καὶ πλοῦτον καὶ δόξαν καὶ τὰ παρόντα ταυτί, ἀλλὰ καὶ τὰ μέλλοντα καὶ τὴν ψυχὴν αὐτὴν ἑτοίμως ἔχειν προέσθαι ὑπὲρ τῶν ἐκείνῳ δοκούντων, διὰ πάντων καθάπαξ καὶ ἔργων καὶ λόγων καὶ προσρημάτων προσήκειν ἔχειν Χριστῷ καὶ τοῖς ἄλλοις ἅπασι κοινωνεῖν εἰκότως καὶ μάλ’ ἀξίως τοῦ τε Δημητρίου πρὸς θεὸν ὃν ὤδινε πόθου, τοῦ τε πρὸς αὐτὸν αὐτοῦ διακειμένου καὶ ἵλεω· παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, ὡς εἴ γε τῆς εὐσεβείας εἵνεκα καὶ τῆς ἄλλων σωτηρίας καὶ οἷς πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας τοὺς μάρτυρας εἴληφε καὶ νικητὰς ἀνεδείκνυ τὸ αἷμα ἐκχέας καὶ τὴν ψυχὴν προέμενος, πῶς οὐχ ὃ λέγω δῆλον καθίστησι καὶ μάλα σαφῶς βεβαιοῖ, ὡς τὸν Χριστὸν ὑπὲρ πάντας καὶ τὰ ἐκείνου πάντα καὶ ἔπνει καὶ ἐμιμεῖτο, ἀκριβεστάτην εἰκόνα ἑαυτὸν ἀναδείξας ἐκείνου καὶ μάλα ἀξιόχρεων τῆς θείας καὶ ἀρρήτου δόξης καὶ καθαρότητος;

οὕτως, ὦ θεία καὶ ἱερὰ κεφαλή, διὰ πάντων τῶν βελτίστων ὑπὲρ πάντας ἐξέλαμψας καὶ ἃ τοῖς ἄλλοις ἰδίᾳ κόσμος καθέστηκε, ταῦτα πάντα μόνος καὶ μεθ’ ὑπερβολῆς ἐν σεαυτῷ συνειλόχεις· εἰκότως· τὴν γὰρ ψυχὴν ἀπειλικρινημένην καὶ καθαρωτάτην παρασκευάσας καὶ διαυγῆ καὶ μάλα γε ἑτοίμως ἔχουσαν πρὸς τὴν τῆς θείας ἀκτῖνος ὑποδοχήν, πάντων ἐξ ἀνάγκης ἀνεφάνης τῶν ἐκεῖθεν ἀγαθῶν πρυτανεῖον καί, ὃ φύσει πρόσεστι τῷ θεῷ ἀγαθόν, τοῦτο κατὰ χάριν ἐδέξω καὶ δεύτερον φῶς ὥσπερ ἀνίσχεις ταῖς τοῦ πρώτου φωτὸς ἐλλάμψεσι· δῆλον δὲ ἁπάντων μὲν οὖν, ὅσοι τῆς περὶ θεὸν ἑταιρείας, τοῖς μὲν ἀποστόλοις, τοῖς δὲ διδασκάλοις, τοῖς δὲ προφήταις, τοῖς δὲ μάρτυσι τὰ προσρήματα, σοῦ δὲ πέρι οὐκ ἔστιν εἰπεῖν ποιάν τινα δόξαν ἑκτέον καὶ τί δεῖ προσειπεῖν· σοὶ γὰρ ταῦτα μόνῳ προσήκει καὶ ὥσπερ παντοδαπὸς ἅγιος εἶ, ταῖς παντοδαπαῖς τοῦ πνεύματος κοσμούμενος χάρισι κἀξ ἄρα πάντων τῶν τῆς ἀρετῆς μορίων συγκεκραμένος· καὶ γὰρ τὸ μέλλον προεῖπας καὶ τὴν διττὴν νίκην τῷ Νέστορι καὶ τοὺς στεφάνους εὐηγγελίσω καὶ μάρτυς καὶ τῶν θείων πραγμάτων ἀθλητὴς ὑπὲρ πάντας ἀνεφάνης τοὺς ἄλλους, τοσούτῳ μείζων τῶν ἄλλων τούτῳ τῷ μέρει, ὅσῳ καὶ μειζόνων ἢ κατὰ τοὺς ἄλλους τῶν τοῦ πνεύματος χαρισμάτων τετύχηκας· μᾶλλον δὲ ὅσῳ καὶ μαρτύρων ἀνεφάνης συναγωνιστὴς καὶ συσπουδαστὴς καὶ συλλήπτωρ καὶ τῶν στεφάνων καὶ τῆς νίκης σφίσιν αἰτιώτατος· ἀλλὰ μὴν ὅ, τι καὶ διδάσκαλος καὶ ἀπόστολος, ἴσασι πάντες, οἱ τοῖς λόγοις τοῖς σοῖς σεσωσμένοι καὶ τῷ θείῳ προσελθόντες βαπτίσματι, θυσίαν διὰ σοῦ προσενηνοχότες αὑτούς· οὕτω τὸν τῶν ἁγίων σύμπαντα κύκλον ἐν σεαυτῷ δεικνὺς ἔχεις καὶ πάντα τὰ πάντων μόνος καὶ μεθ’ ὑπερβολῆς συλλαβὼν καὶ κοσμήσας, πάντα πάντων ἄριστος εἶ· καὶ μὴν εἰ καὶ τὸ μεθ’ ὑπερβολῆς πάντα τὰ κάλλιστα ἔχειν ἀπῆν, τοῦτο δ’ αὐτὸ μόνον ἁπλῶς, τὸ μόνον πάντα δήπουθεν ἔχειν παρῆν, τοσαύτην ἐξ ἄρα τούτου μόνου δόξαν ἔμελλες ἴσχειν, ὅσην ἅπαντες κέκτηνται· ὅταν δὲ συνάμα γε τούτῳ κακεῖνο προσῇ, πῶς οὐχὶ πᾶσαν ἐπαίνων ὑπερβολὴν ὑπερβαίνεις καὶ μόνος τῶν πάντων αἰτιώτατος εἶ, μὴ μόνον κεφάλαιον καλοκαγαθίας καὶ συμπάσης ἀρετῆς πρυτανεῖον καὶ θεοῦ πρὸς ἀνθρώπους φιλοτιμία καὶ πάντα ταυτὶ τὰ κάλλιστα προσειρῆσθαι, ἀλλὰ καὶ υἱὸς ὑψίστου καὶ τριάδος ἑστία καὶ καθαρὸν τοῦ καθαροῦ πνεύματος ὄργανον καὶ εἰκὼν θεοῦ καὶ θεός;