Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Ο αγγελικός ασπασμός και η αποδοχή του θείου θελήματος

Η αποκάλυψη του μυστηρίου μέσω του αρχαγγέλου, η συνετή εξέταση του τρόπου της ενσάρκωσης από την Παρθένο και η απόλυτη ομολογία της πίστης της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 6

Διὰ ταῦτα μανθάνει πρότερον, καὶ πιστεύει, καὶ βούλεται, καὶ εὔχεται τὸ μυστήριον, πρὶν ὑποστῆναι τὴν λειτουργίαν· ἄλλως τε τοῦ Θεοῦ δεῖξαι βουλομένου τὴν ἀρετὴν τῆς παρθένου· καὶ ὅση μὲν αὐτῇ πρὸς αὐτὸν ἡ πίστις, ὅσον δὲ τὸ φρόνημα τῆς ψυχῆς, εὐγνωμοσύνη πᾶσα καὶ μεγαλοψυχία, τὸν καινότατον λόγον παραδεξαμένης καὶ πιστευσάσης, τὸν μὲν Θεὸν ἀληθῶς εἰς αὐτουργὸν πρόνοιαν τοῦ καθ’ ἡμᾶς πράγματος ἥξειν, αὐτὴν δὲ συνεφάψεσθαι πρὸς τὸ ἔργον, καὶ διακονήσειν ἀρκέσειν αὐτῷ· ἐκεῖνο μὲν γὰρ, τοῦ τὰ μέγιστα πάντων ἑαυτῇ συνειδέναι, καὶ ὧν οὐδ’ ἄν τις εὔξαιτο μείζω, περιφανὴς ἀπόδειξις· τοῦτο δὲ, σαφῶς ἐπισταμένης τὴν θείαν χρηστότητα καὶ φιλανθρωπίαν ἱκανὸν τεκμήριον· ὑπὲρ οὗ μοι δοκεῖ μηδ’ ἀμέσως παρὰ τοῦ Θεοῦ ταυτὶ μυηθῆναι, δικαίως ἂν οὕτω μαθοῦσα ὑπερκοσμίου νοῦ παντὸς μᾶλλον, ἵνα καθαρῶς ἐφ’ ἑαυτῆς, ᾗ περὶ Θεοῦ συνέζη, πίστις ἀναδειχθῇ, καὶ μὴ τὸ πᾶν τῆς τοῦ πείθοντος δυνάμεως λογισθῇ.

Καθάπερ γὰρ τῶν πιστῶν οἱ μὴ τεθεαμένοι μακαριώτεροι τῶν ἰδόντων, οὕτως οἱ δούλοις περὶ τοῦ δεσπότου πεπιστευκότες μᾶλλον εὐγνώμονες, ἢ οὓς αὐτὸς ἀνέπεισεν ὁ Θεός· τὸ δὲ καὶ τῷ μυστηρίῳ τῇ ψυχῇ συνεγνωκέναι μηδὲν ἀπᾷδον· καὶ τοὺς τρόπους οὕτω συμβαίνοντας, ὥστε μηδεμιᾶς ἀνθρωπίνης ἀσθενείας ἐνταῦθα μνησθῆναι, μηδ’ ἀμφιγνοοῦσαν, ὅπως ἔσται, ζητῆσαι, καὶ περὶ τῶν καθαίρειν δυναμένων διαλεχθῆναι, καὶ τοῦ μυσταγωγοῦ ταυτὶ δεηθῆναι, τοῦτο τοίνυν οὐκ οἶδα γενητῆς φύσεως εἰ πρᾶγμα τιθέναι προσῆκεν.

Εἰ γὰρ χερουβὶμ ἦν, εἰ γὰρ σεραφὶμ, εἰ τῶν οὐσιῶν πολὺ καθαρώτερον τούτων, πῶς ἂν ἤνεγκε τὴν φωνήν; πῶς ἂν ταῖς ἐπαγγελίαις ἀκολούθως ἔχειν ᾠήθη; πῶς ἂν ἥρμοσε τῷ μεγέθει τῶν ἔργων τὴν δύναμιν; Καὶ Ἰωάννης μὲν, οὗ ταῖς τοῦ σωτῆρος αὐτοῦ ψήφοις οὐδεὶς ἐγένετο μείζων, οὐδὲ τῶν ὑποδημάτων ἑαυτὸν τῶν ἐκείνου ψαύειν ἠξίωσε, καὶ ταῦτα πτωχεύσαντος. Ἡ δὲ πανάμωμος αὐτὸν τὸν Λόγον, αὐτὴν τὴν ὑπόστασιν τοῦ Θεοῦ, καὶ μήπω κενωθέντος, ἐπὶ τῶν σπλάγχνων αὐτῶν ἐθάρρησεν ἐνεγκεῖν. Τίς εἰμι ἐγὼ, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου; Καὶ ἐν ἐμοὶ, Κύριε, σώσεις τὸν Ἰσραήλ; Καὶ τοιαῦτα τῶν δικαίων ἔστιν ἀκούειν, ἐπ’ ἔργα καλουμένων ἀνθρώποις πολλοῖς καὶ πολλάκις διηνυσμένα. Ἡ δὲ μακαρία παρθένος, οὔτε πρός τι τῶν εἰωθότων, οὔτε φύσει προσῆκον ἐναγομένη, πᾶσαν δὲ νοῦ δύναμιν ὑπερβαῖνον· καὶ τί γὰρ, ἢ τὴν γῆν ἀναγαγεῖν εἰς τὸν οὐρανὸν, καὶ δι’ ἑαυτῆς μεταστήσειν καὶ μετασκευάσειν ἅπαντα; οὐκ ἐσείσθη τὸν λογισμὸν, οὐδ’ ἐλάττω τὴν ψυχὴν εἶδε τοῦ πράγματος· ἀλλ’ ὥσπερ εἴ τις φωτὸς μηνύοι τοῖς ὀφθαλμοῖς τὴν παρουσίαν, οὐδὲν ἠνώχλησε, καὶ τὸν ἥλιον εἴ τις ἀξιοῖ τὴν γῆν ὑπερβάντα τὴν ἡμέραν ποιεῖν, ξένον οὐδὲν ἠξίωσεν, οὕτως ἡ παρθένος, τὸν Θεὸν αὐτὸν ἐνεγκεῖν δυνήσεσθαι πυθομένη καὶ κύειν, οὗ μηδεὶς ἐγένετο τόπος, καινὸν οὐδὲν ἤκουσεν.

Καὶ τὴν μὲν προσλαλιὰν βασάνων χωρὶς οὐ παρέδραμεν, οὐδ’ ἔπαθεν εὔκολον οὐδὲν, οὐδ’ ἐξεχύθη πρὸς τὴν τῶν ἐγκωμίων ὑπερβολὴν, ἀλλ’ ἐπισχοῦσα συνεώρα τὸν ἀσπασμόν· καὶ τὸν τῆς κυήσεως πυνθάνεται τρόπον, καὶ τὰ τοιαῦτα ζητεῖ μανθάνειν. Εἰ δὲ καὶ ἱκανῶς ἔχει καὶ καταλλήλως αὐτὴ τῷ τοσῷδε τῆς διακονίας μεγέθει, καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀκολούθως ἥγνισεν, οὐ προστίθησιν· ἀλλ’ ὃ μὲν πρὸς τὴν φύσιν ἥκει, διαπορεῖ, ὃ δὲ πρὸς τὴν τῆς ψυχῆς ἔρχεται παρασκευὴν, ὑπερβαίνει.

Καὶ τοῦ μὲν παρὰ τοῦ Γαβριὴλ ἀπῄτει τὸν λόγον, ἐκεῖνο δὲ παρ’ ἑαυτῆς ᾔδει. Καὶ τὸ θαρρεῖν, καὶ τὴν παρρησίαν οἴκοθεν εἶχεν, ᾗ φησιν Ἰωάννης, τῆς καρδίας συνηγορούσης. 6. Πῶς ἔσται τοῦτο, φησίν; οὐχ ὅτι καθάρσεως ἔτι δεῖ πλείονος καὶ μείζονος ἐμοὶ τῆς φιλοσοφίας, ἀλλ’ ὅτι παρὰ τοῖς παρθενεύειν προῃρημένοις, ὥσπερ ἐγὼ ζῆν εἱλόμην, οὐκ οἶδε κύειν ἡ φύσις. Πῶς ἔσται τοῦτό, φησιν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Ἐγὼ μὲν τοῦ Θεοῦ πρὸς ὑποδοχὴν ἕτοιμος, καὶ ἱκανῶς ἔχω παρασκευῆς· εἰ δὲ καὶ φύσις ἀκολουθήσει, διδάσκοις ἄν. Καὶ τοίνυν, ἐπεὶ τῆς ξένης κυοφορίας ὁ Γαβριὴλ ἀνεῖπε τὸν τρόπον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ τὰ τοιαῦτα διῆλθεν, ἡ παρθένος οὐκέτι περὶ τῶν εὐαγγελίων ἀμφιγνοεῖ, ὡς μακαρία μὲν ὑπὲρ ὧν διάκονος ὑπῆρξε τῶν οὕτως ὑπερφυῶν, μακαρία δὲ ὑπὲρ ὧν ἐπίστευσεν, ὡς ἄρα πρὸς τὴν διακονίαν ταύτην ἀρκέσει.

Ὅτι γὰρ οὐκ εὐκολίας ταῦτα ἦν. ἀλλὰ τῆς τελεωτάτης φιλοσοφίας καὶ πίστεως καὶ καθαρότητος θαυμαστόν τινα καὶ ἀπόρρητον ἐμήνυσε θησαυρὸν, ἔδειξε τὸ Πνεῦμα τὸ ἅγιον ἐν οἷς, ὅτι παρεδέξατο τὸν λόγον, καὶ τοῖς εὐαγγελίοις ἐπείσθη ῥᾳδίως, μακαρίαν αὐτὴν προσεῖπε. Καὶ γὰρ τὴν Ἰωάννου μητέρα, Πνεύματος ἁγίου πληρωθεῖσαν εὐδαιμονίζουσαν ἔσχε· μακαρία γὰρ, φησίν, ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Ἰδοὺ ἡ δούλη Κυρίου, φησίν.

Εἰκότως δούλη Κυρίου, ἥ γε τοῦ δεσπότου τὴν ἐπιδημίαν ἐπέγνω· καὶ ἐλθόντι καὶ κρούσαντι, φησὶν, εὐθὺς ἀνέῳξε τὴν οἰκίαν, καὶ παρέσχεν ἀληθῶς οἰκῆσαι τὸν μέχρι ἐκείνης ἄοικον ἔτι. Καὶ γὰρ τῷ μὲν Ἀδὰμ, ὑπὲρ οὗ τὸ φαινόμενον ἅπαν ᾠκοδομήθη, πάντων τῶν ἄλλων, ὧν αὐτοῖς ἔδει τυχόντων, μόνῳ πρὸ τῆς Εὔας, οὐχ εὑρέθη βοηθός· τῷ δὲ πάντα παραγαγόντι Λόγῳ, καὶ τὰς καταλλήλους ἀπονείμαντι χώρας, οἰκία, πρὸ τῆς παρθένου, καὶ τόπος οὐκ ἦν. Ἀλλ’ ἐκείνη τοῖς ὀφθαλμοῖς οὐκ ἔδωκεν ὕπνον, οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις, ἕως σκήνωμα καὶ τόπον εὗρεν αὐτῷ. Ταύτας γὰρ τῆς πανάγνου δεῖ νομίζειν εἶναι φωνὰς, τῇ γλώσσῃ τοῦ Δαϋὶδ εἰρημένας, ὅτι πατὴρ ἦν τοῦ γένους ἐκεῖνος αὐτῇ· καθάπερ καὶ δι’ Ἀβραὰμ τῷ Μελχισεδὲκ Παῦλος εἶπεν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ὢν, δεκάτας ἔδωκεν ὁ Λευΐ. Ἐκεῖνο δὲ, τὸ πάντων μεγίστον καὶ ὑπερφυὲς, ὅτι μηδὲ προειρημένον αὐτῇ, μηδὲ γνοῦσα πρότερον, οὕτω πρὸς τὸ μυστήριον ἑτοίμως ἔσχε καὶ καταλλήλως, ὥστε τὸν Θεὸν ἀθρόον παραγενόμενον, ἧ προσῆκεν, ὑποδεδέχθαι ἑστώσῃ καὶ παρεσκευασμένῃ καὶ γρηγορούσῃ ψυχῇ.

7. Καὶ τοῦτον γὰρ αὐτῇ τὸν εἰκότα καὶ γιγνόμενον ἀπήντησε λόγον, ἵν’ εἰδῶσιν ἄνθρωποι πάντες τὴν εὐγνωμοσύνην, ᾗ συνέζησεν ἡ μακαρία παρθένος, ὡς καινή τις ἦν καὶ κρείττων φύσεως ἀνθρωπίνης, καὶ νοῦ παντὸς παρήλλαξε δύναμιν, ἣ, μηδενὸς αὐτῇ τῶν μελλόντων ἐπ’ αὐτὴν ἥξειν ἐπηγγελμένου, καὶ ὧν ἐκείνης ἦν μόνης μετέχειν, ἀπὸ τῶν κοινῶν τούτων δώρων θεόθεν ἀνθρώποις εἴτε ὑπηργμένων, εἴτε μελλόντων, οὕτω θαυμαστὸν ἐν τῇ ψυχῇ τὸ περὶ αὐτὸν ἐξέκαυσε φίλτρον. Ἐπεὶ καὶ Ἰὼβ θαυμάζεται, οὐ τοῦ καρτερεῖν πληττόμενος μᾶλλον, ἢ τοῦ μηδὲν εἰδὼς τῶν ἐσομένων ὑπὲρ τῶν ἀγώνων αὐτῷ· τὸν γὰρ ἴσον ἐκείνη τρόπον, ἑαυτὴν ἀξίαν παρέσχε τῶν ὑπὲρ λόγον, ὧν οὐκ ᾔδει, χαρίτων. Καὶ νυμφὼν ἦν, οὐ προσδοκήσασα τὸν νυμφίον· καὶ οὐρανὸς ἦν, ἀγνοοῦσα τοῦ ἡλίου τὴν ἐξ αὐτῆς ἐσομένην ἀνατολήν.