ἔστι μὲν γὰρ, ὅτι πάντων αἴτιος, ἁπάντων δεσπότης· ἔστι δὲ καὶ τρόπον ἕτερον, καθ’ ὃν καὶ ἀνθρώπων ἄνθρωπος ἄρχει, διὰ τοὺς νόμους, ὅτι τὰ δοκοῦντα μηνύσας, τὰ μὲν δι’ ἑαυτοῦ καὶ τῶν μαθητῶν, τὰ δὲ διὰ τῶν ἐκείνους ἐκδεξαμένων, ὑπακούοντας ἔχει καὶ πειθομένους τοὺς ἐπεγνωκότας αὐτοῦ τὴν ἰσχύν. τὴν μὲν οὖν πρώτην ἀρχὴν, κἂν πάντα γένῃ κἂν πάντα τολμήσῃς, οὐκ ἂν ἀνέλοις, οὐ γὰρ ἔστιν ὅπως οὐκ ἔσται τῶν ὄντων αὐτὸς ποιητὴς καὶ νεύματι τὸ πᾶν ἄγων· τὴν δὲ δευτέραν, ἀφ’ ἡμῶν συνισταμένην, καὶ πάνυ. ἡγοῦ δὲ μὴ κουφότερον ἁμαρτάνειν, ταύτην ἀναιρῶν, ἢ τὴν ἑτέραν, καὶ τοὺς νόμους λύων, ἢ τὴν δημιουργίαν ἐπέχων, εἰ σοὶ τοῦτο ἐξῆν· μηδὲ γὰρ παρὰ τῷ θεῷ ταύτην ἐκείνης ἐλάττονος εἶναι λόγου, ἀλλ’ εἴ τις ἀκριβῶς σκοποίη, ποτέραν βούλεται μᾶλλον, τὴν δευτέραν εὑρήσει, καθ’ ὅσον ταύτης ἕνεκα τὴν πρώτην ἐζήτησε, καὶ ἵνα τῆς ἀνθρώπου γνώμης κρατήσῃ καὶ ἃ βούλεται πείσῃ καὶ τὴν προαίρεσιν παραστήσηται, τὸν οὐρανὸν ἐποίησε καὶ τὸ ὁρώμενον ἅπαν καὶ τοῦτον αὐτὸν τὸν ἄνθρωπον, καὶ αὐτὸς τούτου χάριν ἄνθρωπος ἦν καὶ πληγῆναι καὶ ἀποθανεῖν ἐδέξατο καὶ τῶν ἄλλων μετέσχε τῶν ἀνθρωπίνων, ἵνα τούτους ἐν τῇ γῇ δυνηθῇ φυτεῦσαι τοὺς νόμους, καὶ ὁ κόσμος ἅπας ὥσπερ δημιουργὸν οὕτω καὶ μόνον ἔχῃ νομοθέτην αὐτὸν.