Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Κατὰ ζηλωτῶν (Νόθος)

Νικόλαος Καβάσιλας

Η υπεροχή του θείου νόμου και η τιμωρία της ιεροσυλίας

Προβάλλεται η αιώνια ισχύς των θείων εντολών έναντι των ανθρώπινων επιταγών και καταδικάζεται ως αλαζονεία η αθέτησή τους. Επίσης, παρατίθενται βιβλικά παραδείγματα που τεκμηριώνουν τη θεία δίκη κατά της πλεονεξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 8

Παρὰ πάντα δὲ ταῦτα πρὸς τὰ πράγματα συγκεχωρήσθω δύνασθαί τι καὶ τὸν θεὸν, καὶ μὴ πάντα τῆς ἡμετέρας ἐξηρτῆσθαι σοφίας, ἀλλ’ εἶναί τι ταῖς πόλεσι καὶ παρὰ τῆς ἐκείνου προνοίας, ὥστε συνεστάναι μὲν καὶ καλῶς ἔχειν οἷς ἐστιν εὔνους, διαφθείρεσθαι δὲ οἷς ἀπεχθάνεται. εἰ δὴ τοῦτο πιστεύεις, πῶς ἀδικῶν καὶ ἱεροσυλῶν ὠφελεῖν νομίζεις τὰς πόλεις, εἰ μὴ τῆς γνώμης τὸν θεὸν ἡγῇ κοινωνὸν, καὶ, ὅ φησιν ὁ προφήτης, ὑπέλαβες ἀνομίαν; ἀκούεις τὸν Ἀνανίαν, ἃ τῶν ἱερῶν ἀπέλαυσε· τὸν Χαρμῆ· τὸν Ἠλεὶ· τοὺς ἐκείνου παῖδας· μὴ πάντα ἐκεῖνα μῦθος; ἢ ψήφου κύριος καὶ νῦν οὐκ αὐτός ἐστιν ὁ τότε περὶ τῶν ἱερῶν ἐκείνοις δικάσας; ἢ μετέγνωκεν, ἐφ’ οἷς ἐκείνων κατακεχειροτόνηκε τῶν ἀνδρῶν; ἢ τῶν μὲν κατέγνω θάνατον, σὲ δὲ θαυμάσει καὶ ἐπαινέσει τῶν αὐτῶν ὑπεύθυνον ὄντα; τούτων οὐδὲν ἂν εἴποι τις, εἰ μὴ μαίνεται. ὅταν δὲ τὸ τοῦ Σωτῆρος ἐνθυμηθῶ, ὅτι τῶν ἄλλων ἁπάντων ἁμαρτημάτων λόγοις ἀπάγων, τοῖς τὸ ἱερὸν ἀδικήσασιν οὐ παρῄνεσεν οὐδ’ ἤλεγξε μόνον, ἀλλὰ καὶ ἐπῆλθεν ὀργῇ, καὶ ἐπιπεσὼν καὶ μαστίξας ἐξέβαλε τοῦ τεμένους, ἐκεῖνο φημὶ χρῆναι πιστεύειν, θαυμαστήν τινα δίκην τοῖς ἱεροσύλοις ἀποκεῖσθαι, καὶ οἵα τῶν πονηρῶν οὐδενί. τοῦτο καὶ ἐπὶ τοῦ Χαρμῆ σημᾶναι βουλόμενος, ἥμαρτεν ὁ λαός, φησιν, ἁμαρτίαν μεγάλην, τὴν ἱεροσυλίαν οὕτω καλῶν.

Ἔστι τοίνυν ὑπὸ τοῦ θεοῦ μισούμενον ἀπολαῦσαί τι χρηστὸν τῶν αὐτῶν τούτων πραγμάτων, δι’ ἃ μισεῖται καὶ πολεμεῖται, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας; καὶ τίς ἂν εἴποι; τοὺς δὲ πλεονέκτας οὐκ ἐπὶ τοῦ μέλλοντος μόνον ἀνάγκη δυστυχεῖν, ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν χρείαν, ὑπὲρ ἧς αἱροῦνται παρανομεῖν, ματαίαν αὐτοῖς ὁ Χριστὸς εἶναί φησι τὴν σπουδὴν· ὁρᾶτε γάρ, φησι, καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ. ταῦτα οὐκ ἔνι διαπεσεῖν οὐδ’ εἰρῆσθαι μάτην, οὐδὲ ἐψεῦσθαι τὰς τῆς ἀληθείας προῤῥήσεις, ἀλλὰ ἀνάγκη πᾶσα μηδένα πλεονέκτην καὶ πονηρὸν ἄνθρωπον διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν ἀμείνονος τυχεῖν τῆς ζωῆς, ταύτης δὴ τῆς παρούσης, ἢ μακροτέρας, οὐκ ἰδιώτην μόνον, ἀλλὰ καὶ ἄρχοντα· καὶ ὥσπερ οὐδένα ἄνδρα, οὕτως οὐδ’ οἰκίαν ὁλόκληρον, οὐ πόλιν, οὐκ ἔθνος ἅπαν· ὁ οὐρανὸς γάρ, φησι, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. οὔκουν ἅπας στρατιώτης καὶ πᾶσα ναῦς καὶ πᾶν ὅπλον ταῖς πόλεσιν ὄφελος ἔχει, ἀλλ’ ὅσα ἐκ τῶν δικαίων καὶ ὧν οὐδεὶς ἐμέμψατο τοῖς κτησαμένοις οὐδ’ ἐπηράσατο καὶ θεὸν ἐμαρτύρατο καὶ δίκας ἐκάλεσε τιμωρούς.

τὰ δ’ οὕτω κτηθέντα κακῶς, καὶ ὧν ἡγήσατο παρανομία καὶ ἱεροσυλία καὶ δάκρυα μηδὲν ἠδικηκότων ἀνθρώπων, τίς οὕτως ἀσύνετος καὶ θείων καὶ ἀνθρωπίνων ἀνόητος, ὥστε νομίσαι λυσιτελεῖν ἢ μικρὰ λυμαίνεσθαι τοῖς χρωμένοις;

Ὅτε τοίνυν οὔτε τὸ κοινὸν ὠφελεῖς οὐδὲν, καὶ σαυτὸν ἀπόλλυς ἀνθ’ ὅτου πονηρὸς εἶ, καὶ τοὺς τοῦ θεοῦ καταπατεῖς νόμους, οὓς μετὰ τοσαύτης εἰσήνεγκε σπουδῆς καὶ πανταχόθεν συνεκρότησε καὶ ἐκύρωσεν, οὐ μετὰ ἀνθρώπων γενόμενος μόνον, ἀλλὰ καὶ πρὶν εἰς τὴν γῆν κατελθεῖν, οὐκ οἶσθ’ ὅσης ἐστὶ τὸ πρᾶγμα τόλμης; οὐ συνορᾷς τί μὲν τὸ σὸν, τί δ’ ἐκεῖνος καθ’ οὗ νομοθετεῖς; εἰ καὶ σοὶ δικάζοντι καθάπερ τῷ Πιλάτῳ τότε παριστάμενον εἶδες, ὡς ἂν ὑφέξοντα λόγον, ἆρ’ ἂν ἤνεγκας τὴν θέαν; οὐ κατέδυς, οὐκ ἂν ἐπεθύμησας αὐτίκα διαστῆναι σοὶ τὴν γῆν; τί οὖν τὰ ἴσα τολμᾷς; καὶ γὰρ εἰς εὐθύνας ἄγεις καὶ δοκιμάζεις τοὺς νόμους καὶ κρίνεις αὐτὸν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ, φησι, καθάπερ ἐκεῖνος, καὶ καταψηφίζῃ μὲν ὧν ἐκεῖνος ἔθηκεν ἀχρηστίαν, ἀντεισάγεις δὲ τὰ δοκοῦντα. καὶ οὐδεὶς ἐνταῦθα μαρτύρεται τὸν οὐρανὸν οὐδὲ προσδοκᾷ σκηπτοὺς οὐδὲ ἄγγελον αὐτίκα μάλα, καθάπερ τὸν Ἡρῴδην τότε, τοὺς καταφρονητὰς μετιόντα.

καίτοι πολλῷ γε χείρω τῶν ἐκείνῳ τετολμημένων τὰ σὰ· ὁ μὲν γὰρ ἐπελάθετο τοῦ θεοῦ, σὺ δὲ μνημονεύεις ἐφ’ ὕβρει· καὶ ὁ μὲν οὐκ ἐδόξασε, σὺ δὲ ἠτίμωκας· κακεῖνος μὲν, εἰ καὶ πρὸς τὴν τοῦ δήμου βοὴν δέον οὐκ ἠγανάκτησεν οὐδ’ ἀπεπήδησεν οὐδ’ εἶπεν ὅσον αὐτοῦ θεοῦ τε τὸ μέσον, ἀλλὰ καθῆστο τὴν ψῆφον δεχόμενος, ὡς δὴ τῶν προσηκόντων τυγχάνων, τῷ γε σεμνὸν ἡγήσασθαι καὶ κόσμιον ἑαυτῷ τὴν αὐτοῦ φωνὴν οὐκ ἀνθρώπου θεοῦ δὲ νομισθῆναι φωνὴν, τὰ τοῦ θεοῦ τῶν ἀνθρωπίνων προὐτίθει, καὶ τὸν θεὸν ἐτίμα τοῦτο τὸ μέρος· σὺ δὲ, δι’ ὧν τοὺς τοῦ θεοῦ νόμους ἐκβάλλων τοὺς σαυτοῦ κυροῖς, τῆς τοῦ θεοῦ φωνῆς ἀνθρώπου φωνὴν προτέραν ἡγούμενος δῆλος εἶ, καὶ νομίζεις οὐδὲν ἁμαρτάνειν, ὅτι μὴ τὰς δίκας αὐτίκα δίδως, μηδὲ πάρεστιν ὁ λαμβάνων μηδὲ τράπεζαν σκωλήκων τὸ σῶμα ὁρᾷς, ἀγνοῶν ὡς ἔστι καὶ γένος ἄλλο σκωλήκων ἀποκείμενον τῶν παρανόμων τοῖς ἐκεῖνο διαφυγοῦσι.

Σὺ δὲ, καὶ εἰ μηδὲν ἀπήντα τοῖς τετολμημένοις δεινὸν, πάσης γεέννης καὶ σκότους καὶ τῶν ἐσχάτων κακῶν τὴν τόλμαν αὐτὴν εἰκότως ἂν ἡγοῦ δεινοτέραν. σκέψαι γὰρ, ὅσης ἐστὶ κακοδαιμονίας ἄνθρωπον οὕτως ἀρθῆναι καὶ φυσηθῆναι καὶ τὴν κοινὴν ἀγνοῆσαι φύσιν, ὥσθ’ ὅτι παρὰ τῶν ὁμοφύλων ἄρχων ἤκουσεν, αὐτῷ περὶ τῆς δικαιοσύνης καὶ τῆς ἀρχῆς τῶν ἀνθρωπίνων ἀμφισβητεῖν τῷ θεῷ, μᾶλλον δὲ φανερῶς ἐπανίστασθαι καὶ τῶν πραγμάτων ἐκβάλλειν τό γ’ ἐπ’ αὐτῷ. καὶ οὐ γράψῃ τὸν λόγον ὑπερβολῆς· τὸ γὰρ λύειν τοὺς νόμους, αὐτόν ἐστι παύειν τῆς ἀρχῆς τὸν θέντα τοὺς νόμους. καὶ ἵνα μάθῃς, παρελθέτω τις εἰς πόλιν ἣν ἄγεις καὶ τὰ μὲν ἄλλα τιμάτω καὶ σεβέτω καὶ πᾶσαν ἐπιδεικνύσθω περὶ σὲ τὴν αἰδῶ, τῶν μέντοι πολιτῶν ἐάτω μηδένα τῶν ὑπὸ σοῦ προσταττομένων φροντίζειν, μηδ’ εἰς ἔργον ἄγειν μηδὲν, μηδ’ οἷς αὐτὸς ἐπέτρεψας τὰ τῆς πόλεως τὰ δοκοῦντα συγχωρείτω περαίνειν, ἀλλ’ οἷς αὐτὸς τίθεται καὶ ἃ νομίζει, τούτοις τὸν δῆμον παρασκευαζέτω προσέχειν τὸν νοῦν· λέγοις ἄν, εἴ τι σοὶ τῆς ἀρχῆς ὑπελείφθη; ἀλλ’ οὐκ ἂν εὕροις, ὑπήκοος γὰρ ἡ πόλις οὐκέτι. ταὐτὰ δὴ ταῦτα καὶ σὺ ποιῶν, τὸν θεὸν τῆς ἀρχῆς ἀποστερεῖς.

ἔστι μὲν γὰρ, ὅτι πάντων αἴτιος, ἁπάντων δεσπότης· ἔστι δὲ καὶ τρόπον ἕτερον, καθ’ ὃν καὶ ἀνθρώπων ἄνθρωπος ἄρχει, διὰ τοὺς νόμους, ὅτι τὰ δοκοῦντα μηνύσας, τὰ μὲν δι’ ἑαυτοῦ καὶ τῶν μαθητῶν, τὰ δὲ διὰ τῶν ἐκείνους ἐκδεξαμένων, ὑπακούοντας ἔχει καὶ πειθομένους τοὺς ἐπεγνωκότας αὐτοῦ τὴν ἰσχύν. τὴν μὲν οὖν πρώτην ἀρχὴν, κἂν πάντα γένῃ κἂν πάντα τολμήσῃς, οὐκ ἂν ἀνέλοις, οὐ γὰρ ἔστιν ὅπως οὐκ ἔσται τῶν ὄντων αὐτὸς ποιητὴς καὶ νεύματι τὸ πᾶν ἄγων· τὴν δὲ δευτέραν, ἀφ’ ἡμῶν συνισταμένην, καὶ πάνυ. ἡγοῦ δὲ μὴ κουφότερον ἁμαρτάνειν, ταύτην ἀναιρῶν, ἢ τὴν ἑτέραν, καὶ τοὺς νόμους λύων, ἢ τὴν δημιουργίαν ἐπέχων, εἰ σοὶ τοῦτο ἐξῆν· μηδὲ γὰρ παρὰ τῷ θεῷ ταύτην ἐκείνης ἐλάττονος εἶναι λόγου, ἀλλ’ εἴ τις ἀκριβῶς σκοποίη, ποτέραν βούλεται μᾶλλον, τὴν δευτέραν εὑρήσει, καθ’ ὅσον ταύτης ἕνεκα τὴν πρώτην ἐζήτησε, καὶ ἵνα τῆς ἀνθρώπου γνώμης κρατήσῃ καὶ ἃ βούλεται πείσῃ καὶ τὴν προαίρεσιν παραστήσηται, τὸν οὐρανὸν ἐποίησε καὶ τὸ ὁρώμενον ἅπαν καὶ τοῦτον αὐτὸν τὸν ἄνθρωπον, καὶ αὐτὸς τούτου χάριν ἄνθρωπος ἦν καὶ πληγῆναι καὶ ἀποθανεῖν ἐδέξατο καὶ τῶν ἄλλων μετέσχε τῶν ἀνθρωπίνων, ἵνα τούτους ἐν τῇ γῇ δυνηθῇ φυτεῦσαι τοὺς νόμους, καὶ ὁ κόσμος ἅπας ὥσπερ δημιουργὸν οὕτω καὶ μόνον ἔχῃ νομοθέτην αὐτὸν.

τοῦτο τοὺς ἀποστόλους εἰς τὴν οἰκουμένην ἤγαγε πᾶσαν, καὶ τοὺς πόνους αὐτοῖς καὶ τοὺς συνεχεῖς θανάτους ἡδεῖς ἐποίησεν· οὐ γὰρ ὑπὲρ δογμάτων ἠγωνίζοντο μόνον, ἀλλ’ οὐδὲν ἧττον καὶ βίου σώφρονος, ὡς οὐδὲν ὄφελος ἐκείνων τούτου χωρίς. τὸ δὲ κατὰ λόγον βιοῦν ἀπὸ τῶν νόμων, ὧν τοὺς μὲν ἔθηκαν αὐτοὶ παρὰ τοῦ θεοῦ μαθόντες, τοὺς δὲ μετ’ ἐκείνους οἱ τῶν ἐκκλησιῶν ποιμένες, ταῖς ἐκείνων ἀκολουθήσαντες γνώμαις. ὧν ἁπάντων εἷς ὁ Χριστὸς νομοθέτης, ὁ πρὸς αὐτοὺς εἰπὼν· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. ὅτε τοίνυν, τὴν ἀρχὴν ταύτην καὶ τὴν δεσποτείαν ὁ μὲν θεὸς ἵν’ ἔχῃ, τοσαῦτα ἐποίησεν, ὑμεῖς δὲ ῥᾳδίως λύετε καὶ πρᾶγμα ποιεῖν ἀσφαλὲς νομίζετε καὶ κινδύνων ἀπηλλαγμένον, τίνα καταλείπετε ἀπονοίας καὶ θράσους ὑπερβολήν; θήσω, φησὶ, τὸν θρόνον μου ἐν ταῖς νεφέλαις· δέδοικά σε, μὴ τὴν ἐκείνου νόσον νοσῇς.

Εἰσὶ δὲ οἵ φασιν ἀπολογούμενοι τὸν καιρὸν ἤδη τῶν τοῦ θεοῦ νόμων ἐξήκειν, χρῆναι μὲν γάρ ποτε κυρίους εἶναι, νῦν δὲ οὐκέτι· καὶ, ὡς ἔοικεν, ὁ μὲν Σωτὴρ τὸν παλαιὸν ἔπαυσε νόμον τελεωτέρῳ νόμῳ τῷ ἑαυτοῦ, οὗτοι δὲ τὸν ἐκείνου τοῖς ἑαυτῶν. εἰ μὲν οὖν καὶ βάπτισμα εἰσάγουσι καὶ αἷμα ἕτερον, δεικνύτωσαν καὶ θεὸν ἄλλον· εἰ δὲ τὸ ὕδωρ τοῦτο στέργουσι καὶ τὴν θυσίαν ταύτην καιρὸν ἔχειν ἔτι φασὶν, οἱ νόμοι ταῦτα σῴζουσι· κἂν τούτους ῥίψῃς, τῶν μυστηρίων οὐδὲν ὀνήσῃ, ὁ γὰρ παρανομεῖν ἐγνωκὼς εἰκῇ μεμύηται. καὶ οὕτως οὐδὲν κωλύει πάντα τὸν χριστιανισμὸν ἐκ μέσου γενέσθαι παρὰ τὰς ψήφους ταύτας τῶν ἀνδρῶν τουτωνί. οὐχ ὁρῶ δὲ τίνα ταύτην φασὶν εἶναι τὴν ἀκαιρίαν. —πολλὴ πανταχοῦ νῦν ἡ μοχθηρία, φησὶ, τὸ χρηστὸν δὲ ὀλίγον. —καὶ μὴν ἐπ’ αὐτῶν τῶν πρώτων τοῦ νόμου κηρύκων ἡ οἰκουμένη πολλῷ χεῖρον εἶχεν, καὶ ἀθεΐαν ἅπασα καὶ πονηρίαν ἐνόσει τὴν ἐσχάτην, ἀλλ’ ὅμως ἐκήρυττον, καὶ ὁ Σωτὴρ ἔπεμπεν αὐτοὺς καθάπερ βαπτίζειν ἅπαντας, οὕτω καὶ διδάσκειν κελεύσας πάντα τὸν νόμον τηρεῖν. καὶ αὐτὸς δὲ πηνίκα εἰς τὴν γῆν ἦλθε καὶ τοὺς νόμους εἶπε τούτους; ὅτε, φησὶν, ἐπλεόνασεν ἡ ἁμαρτία. τοῦτο μὲν γὰρ ἀκόλουθον, εἴ τις τὸν τὴς νόσου καιρὸν ἰατρῶν καὶ φαρμάκων εἶναι νομίζει καιρὸν, καὶ τοσοῦτο μᾶλλον, ὅσον ἐκείνη χείρων.

τὸ δὲ νοσοῦντας φεύγειν τὸν δυνάμενον θεραπεύειν, μόνων ἂν εἴη τῶν τὴν γνώμην ἐλαυνομένων, οὓς δήσαντες πρότερον ἰατρῶν παῖδες, ἔπειτα χρῶνται πρὸς τὸ τῇ τέχνῃ δοκοῦν. οὐ τοίνυν παρανομίας γένοιτ’ ἂν καιρὸς οὐδὲ εἷς, οὐδ’ ἀωρία νόμου, ἀλλὰ καὶ ἱεροσυλία καὶ ἀδικία καὶ τῶν πονηριῶν ἑκάστη κακὸν ἂν εἴη, καὶ οὐκ ἔστιν ὅπως ἢ ἀνθ’ ὅτου τολμώμενον λύσει τὰς μέμψεις ἢ κουφοτέρας ἐργάσεται τὰς τιμωρίας τοῖς τολμηταῖς.

Καὶ μὴν Ἐπιφάνιός, φησι, καὶ πρὸ τούτου Δαυὶδ ᾠήθησάν ποτε χρῆναι τῆς ἄγαν δικαιοσύνης ἀμελῆσαι καὶ τῆς ἀκριβείας ὑφεῖναι τῶν νόμων· καὶ ὁ μὲν, οὐδὲν ἑαυτῷ προσῆκον, τῶν ἱερῶν ἔφαγεν ἄρτων, ὁ δὲ τὸν Ἰωάννου πλοῦτον δόλῳ λαβὼν εἰς τὰς τῶν πενήτων ἔῤῥιψε χεῖρας. τί οὖν ἀδικοῦμεν, εἰ τῶν αὐτῶν μὲν αἰτιῶν, τῶν αὐτῶν δὲ καιρῶν ἐπιστάντων, ἐκεῖνα ποιοῦμεν, ἅπερ ἄνδρες δίκαιοι καὶ θεοῦ γέμοντες, οὓς εἰκὸς καὶ ταῦτα δρᾶσαι παρὰ τοῦ θεοῦ κινουμένους; —οὐκ ἄρα ἐκεῖνοι τῶν δικαίων οὐδ’ ὁτιοῦν κατεφρόνησαν οὐδὲ νόμους ἔλυσαν· οὔτε γὰρ ἐκεῖνος ἐσύλησεν οὔτε οὗτος ἥρπασεν, ὡς ἂν τοῦ κεκτημένου δόντος λαβόντες. ὡσθ’ ᾧ μόνῳ διαφέρει τὸ καλῶς λαβεῖν τοῦ κακῶς, λέγω δὴ μὴ κλέπτοντα μηδ’ ἀπατῶντα μηδὲ βιαζόμενον, ἀλλὰ συγχωρούντων τῶν ἐχόντων, τοῖς μὲν ὑπὸ σοῦ πεπραγμένοις οὐ μέτεστιν οἷς δὲ ἐποίησαν ἐκεῖνοι καὶ μάλα πρόσεστιν· οὕτως ἀνομοίως τοὺς ἄνδρας μιμῇ καὶ τοσοῦτον ἀπέχεις ἰέναι διὰ τῶν αὐτῶν ἐκείνοις, εἴ γε αὐτὸς ἐκίνησεν αὐτοὺς ἐπὶ ταῦτα καὶ προὔτρεψεν ὁ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ἄρτων ἐκείνων καὶ κοινὸς ἁπάντων δεσπότης. ὃ περὶ τῶν ἀνδρῶν ἀσφαλῶς ἀνάγκη πεπεῖσθαι, καὶ μὴ παρ’ ἑαυτῶν ἐλθεῖν ἐπὶ ταῦτα νομίζειν αὐτοὺς. ἦ γὰρ ἂν σαφῶς ἠδίκουν καὶ δίκας ὤφειλον· νῦν δὲ ἐπῃνέθησαν.

οὐδὲ γὰρ εἰ τἄλλα μὲν ἦσαν πάντα χρηστοὶ, τοῦτο δὲ παρηνόμουν τὸ μέρος, σεμνόν τι πρᾶγμα τὴν παρανομίαν ἀπέφαινον καὶ δόξαν αὐτῇ περιετίθεσαν ἀγαθὴν ἀντὶ τῆς προσηκούσης· τοὐναντίον μὲν οὖν, αὐτοὶ τῶν ἐκεῖθεν ἐκληρονόμουν κακῶν, καθάπερ οὐδ’ ἐν οἷς κατώρθουν, ὡς δόξης τινὸς μετέδοσαν τῇ δικαιοσύνῃ καὶ τοῖς νόμοις εἴποι τις ἂν εὖ φρονῶν, ἀλλ’ ἔμπαλιν ἀπ’ ἐκείνων ἦν αὐτοῖς τὸ σεμνὸν· οὐδεὶς γὰρ τοῦ κανόνος εὐθύτερος γένοιτ’ ἂν, οὐδὲ τοῦ δικαίου σεμνότερος. ὅθεν οὐκ ἀπὸ τῶν ἐνίοις εἰργασμένων τοὺς νόμους κρινοῦμεν, ἀλλ’ ἀπὸ τῶν νόμων ἑκάστου πράξεις δοκιμάσομεν, καὶ τούτῳ τῷ κανόνι τοὺς ὀρθῶς βιοῦντας εἰσόμεθα καὶ τοὺς μοχθηροὺς· καὶ ἀγαθὸν μὲν ἄνθρωπον καλέσομεν ᾧ δικαιοσύνης καὶ νόμων ἐμέλησεν ἑκάστοτε, πονηρὸν δὲ πάλιν ὃς ἂν ἁλοίη παρανομῶν, κἂν τὸν ἄλλον βίον ἔχῃ δεῖξαι χρηστόν. ὁ δὲ μακάριος Παῦλος κἂν ἄγγελος ᾖ, φησιν, — Ἀλλὰ ταῦτ’ ἐστὶ τὰ παραδείγματα, ἃ μὴ καλῶς συνιδόντας μηδὲ σκεψαμένους τῶν ἱερέων ἐνίους πείθει ῥᾳδίως παρανομεῖν. τῶν γὰρ ἱερῶν νόμων κελευόντων τὰς τῶν ἱερέων ἀρχαιρεσίας μὴ ποιεῖσθαι μισθοῦ, καὶ πρὸ τούτων τοῦ Σωτῆρος προῖκα διδόναι τὴν χάριν, αὐτοὶ πιπράσκοντες οὐ νομίζουσιν ἀδικεῖν, ὅτι τὸ τίμημα καλῶς, φασιν, ἀναλίσκουσι.