Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Δεύτερος (συνέχεια): Η χάρη του Βαπτίσματος, το μαρτύριο και η πνευματική μεταμόρφωση

Αναπτύσσεται η δωρεά της βαπτισματικής χάριτος ως άμεση αίσθηση του Θεού, η οποία εμπνέει τον θείο έρωτα και εξηγεί τον υπερφυή ζήλο των μαρτύρων, παραθέτοντας ιστορικά παραδείγματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 14

Καὶ τοῦτο Παῦλος δεικνύς· «Ἀπεθάνετε, φησί, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Καὶ ὁ μακάριος Ἰωάννης· «Οὔπω ἐφανερώθη τί ἐσμεν· ὅταν δὲ φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Διὰ ταῦτα νῦν τελείως μὲν τὴν δύναμιν τῆς ζωῆς ταύτης οὐκ ἔνεστι γνῶναι, οὐδὲ αὐτοὺς δήπου τοὺς μακαρίους· ἀλλὰ τὸ πλεῖστον ὁμολογοῦσιν ἀγνοεῖν, καὶ ἐν αἰνίγματι καὶ ἐν ἐσόπτρῳ καὶ ἐκ μέρους γινώσκειν, καὶ ἃ δὲ δύνανται γινώσκειν, οὐδὲ ταῦτα ἔνι λόγῳ φανῆναι.

Ἀλλ’ ἔστι μὲν αἴσθησις αὐτῶν καὶ γνῶσις τοῖς γε καθαροῖς τὴν καρδίαν· ῥῆμα δὲ ἢ λόγον, ὃς ἐφαρμόσει τοῖς ἐγνωσμένοις καὶ τοῦ μακαρίου πάθους γένοιτ’ ἂν σημεῖον τοῖς ἀγνοοῦσιν, ἀμήχανον εὑρεῖν. Καὶ γάρ ἐστιν ὧν ἤκουσεν ὁ ἀπόστολος, εἰς τὸν παράδεισον καὶ τρίτον οὐρανὸν ἁρπαγείς· «ἄρρητα ῥήματα, φησίν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἃ δὲ καὶ γινώσκεται καὶ ῥηθῆναι δύναται τῆς ζωῆς, καὶ τῶν ἀφανῶν ἀπόδειξιν ἔχει, τὰ τοῖς μεμυημένοις κατωρθωμένα· τὸ καινὸν ἦθος τῶν λουσαμένων οἳ τὴν τάξιν ἔσωσαν, ἡ ὑπερφυὴς ἀρετὴ καὶ τοὺς ἀνθρωπίνους νικῶσα νόμους, ἧς οὔτε σοφίαν, οὔτε γυμνασίαν, οὐ τὸ πεφυκέναι οὔτε ἄλλο ὁτιοῦν ἔστιν αἰτιᾶσθαι τῶν ἀνθρωπίνων.

Ἥ τε γὰρ ψυχὴ πρὸς τοιαῦτα προὐθυμήθη, οἷα μηδ’ ἀναπλάσαι ῥάδιον ἦν ἀνθρώποις· τό τε σῶμα τὴν προθυμίαν οὐκ ἔσβεσεν, ἀλλὰ πόνων ἠνέσχετο τοσούτων, ὅσων ἐπεθύμησεν ἡ ψυχή· καίτοι καὶ ψυχῆς καὶ σώματος δύναμις ὥρισται, καὶ πρὸς πάντα πόνον οὔτε ταύτην οὔτε ἐκείνην ἑστάναι δυνατόν, ἀλλ’ ἔστιν οὓς δυνηθεῖσαι νικῆσαι ἐπὶ τῶν ἄλλων, ἡ μὲν ἀπεῖπε, τὸ δὲ ἐλύθη. Τῶν δὲ μακαρίων ψυχῶν ἐκείνων οὐδὲν ἐκράτησεν, ἀλλ’ ὅσαπερ ἂν ἀλγηδόνων εἴδη καὶ πόνων οὐδ’ αὐτονομία πλάσαι λογισμῶν, τοσούτων ἠνέσχοντο καὶ πρὸς τοσαῦτα ἐκαρτέρησαν.

Καὶ οὔπω λέγω τὸ καινότατον. Οἵ γε οὐδὲ ἠνέσχοντο οὐδὲ ἐκαρτέρησαν· οὐ γὰρ ἐλπίδι μεγίστων ἄθλων καὶ ζωῆς ἀμείνονος τὴν παροῦσαν περιεῖδον, λέγω κρίσει τινὶ καὶ λογισμῷ πρὸς ταύτην ἀφιγμένοι τὴν τόλμαν, καὶ ἐνεγκόντες μέν, ἀηδῶς δέ, καθάπερ οἱ νοσοῦντες ἰατροῦ πῦρ καὶ μάχαιραν· ἀλλὰ τοῦτό ἐστι τὸ καινότατον· ὅτι τὰς πληγὰς αὐτὰς ἐφίλουν, αὐτῶν ὠρέγοντο τῶν πόνων, αὐτὸν ποθεινὸν ἡγοῦντο τὸν θάνατον, καὶ εἰ μηδὲν ἄλλο προὔκειτο. Οἱ μὲν γὰρ ξίφους ἐπεθύμησαν καὶ στρεβλώσεων καὶ θανάτου, καὶ γενομένοις ἐπὶ τῆς πείρας μείζων ἦν ἡ προθυμία· οἱ δὲ διὰ βίου κακοπαθεῖν καὶ πονεῖν καὶ πόρρω πάσης ἀνέσεως ζῆν, καὶ τοῦτο τρυφὴν νομίζειν τὸ καθ’ ἡμέραν ἀποθνήσκειν καὶ ἠκολούθησε τὸ σῶμα καὶ ἐβοήθησε κατὰ τῶν σωματικῶν ἀγωνιζομένοις νόμων. Καὶ ταῦτα οὐ δύο καὶ τρεῖς καὶ εἴκοσιν, οὐδὲ ἄνδρες μόνον οὐδ’ οἱ ἐν ἡλικίᾳ μόνον, ἀλλὰ μυρίοι μὲν καὶ πλῆθος ἀριθμοῦ κρεῖττον, γένος δὲ ἑκάτερον, ἡλικία δὲ πᾶσα ὁμοίως.

Τοῦτο δὲ μάλιστα δῆλον ἐγένετο ἐπὶ τῶν μαρτύρων. Τούτων γὰρ καὶ οἱ πρὸ τῶν διωγμῶν πιστοί, καὶ οἷς ἐπ’ αὐτῶν τῶν διωγμῶν τὴν ἀληθινὴν ζωὴν ὁ Χριστὸς ἐνέθηκεν, ἅμα τε ἐπεδείκνυντο τοῖς διώκταις τὴν εἰς Χριστὸν πίστιν καὶ ἀνεῖπον τοὔνομα καὶ ἐπεθύμουν ἀποθνήσκειν, καὶ μιᾷ βοῇ τοὺς δημίους ἐξεκαλοῦντο καθάπερ ἐπί τι φαινόμενον ἀγαθόν, ὁμοίως καὶ γυναῖκες καὶ κόραι καὶ ἄνδρες καὶ παῖδες καὶ πᾶν ἐπιτήδευμα καὶ πᾶς βίος.

Δεῖ γὰρ καὶ τοῦτο προσθεῖναι· ὅτι μικρὰν οὐδὲ τοῦτο διαφορὰν εἰσάγει τῷ γένει. Καὶ γὰρ οὐχ ὁμοίως ἂν πρὸς ἀγῶνας ἔχοι καὶ πόνους ὅ τε ζῶν ἐν ἱδρῶσι καὶ ᾧ βίος ἐστὶν ἀνειμένος· καὶ ξίφος καὶ θάνατον οὐ τοῖς αὐτοῖς ἂν ὀφθαλμοῖς ἴδοι στρατιώτης καὶ αὐλητής. Τούτων οὐδὲν ἐκώλυσε τὴν θαυμαστὴν ἐκείνην φοράν, οὐδὲ προσέστη τῷ μὴ πάντας ὁμοίως εἰς αὐτὴν ἀφικέσθαι τῆς φιλοσοφίας τὴν κορυφήν· ἀλλ’ ὅτι μία ἦν ἡ πάντας τίκτουσα καὶ πλάττουσα δύναμις, πάντες τὸν ἔσχατον τῆς ἀρετῆς κατειλήφεσαν ὅρον καὶ τὸ ἀγαθὸν ἐτίμησαν καὶ ἐφίλησαν ὑπὲρ τὸ εἰκὸς τῆς φύσεως, οἵ γε ὑπὲρ αὐτοῦ καὶ ψυχῶν αὐτῶν ὑπερεῖδον. Καὶ γὰρ καὶ γυναῖκες τῶν ἐπὶ σκηνῆς καὶ ἄνδρες διεφθαρμένοι καὶ τοιοῦτον πλῆθος τόν τε λόγον ἐδέχοντο τῆς κοινῆς ἡμῶν σωτηρίας καὶ μετεσκευάζοντο καὶ μετεπλάττοντο τὴν καλὴν ἁρμονίαν ἁρμοζόμενοι, καὶ οὕτως ἀθρόον καὶ οὕτω ῥαδίως, ὥσπερ προσωπεῖον ἀμείβοντες.

Συνέβη δὲ πολλοῖς καὶ μὴ λουσαμένοις εἰς τοῦτον τελέσαι τὸν χορόν, οὓς ὕδατι μὴ βαπτισθέντας ὑπὸ τῆς Ἐκκλησίας, αὐτὸς ἐβάπτισεν ὁ νυμφίος τῆς Ἐκκλησίας. Πολλοῖς μὲν οὖν καὶ νεφέλην ἔδωκε καὶ ὕδωρ ἐκ γῆς αὐτόματον καὶ οὕτως ἐβάπτισε· τοὺς πλείους δὲ ἀφανῶς ἀνέπλασεν. Ὥσπερ γὰρ «τὸ ὑστέρημα τοῦ Χριστοῦ» τὰ μέλη τῆς Ἐκκλησίας, Παῦλος καὶ εἴ τις κατ’ ἐκεῖνον, «ἀναπληροῖ», οὕτως οὐδὲν ἀπᾷδον, εἰ τὸ ὑστέρημα τῆς Ἐκκλησίας ἡ κεφαλὴ τῆς Ἐκκλησίας ἀναπληρώσει. Εἰ γάρ ἐστιν ἅττα μέλη τῇ κεφαλῇ δοκεῖ βοηθεῖν, πόσῳ δικαιότερον, ὧν ἐλλείπει τοῖς μέλεσιν, αὐτὴν προσθεῖναι τὴν κεφαλήν. Καὶ ταῦτα μὲν τοῦτον ἂν ἔχοι τὸν τρόπον· ἀναληπτέον δ’ ἂν εἴη τὸν λόγον.

Ταύτην μὲν οὖν τὴν δύναμιν, ᾗ τὴν τόλμαν ἐτόλμησαν καὶ τὴν προθυμίαν προὐθυμήθησαν, καὶ εἰς τέλος ἀγαγεῖν ἃ προὐθυμήθησαν ἐδυνήθησαν, ὡς οὐκ ἔστιν εὑρεῖν ἐν τῇ φύσει τῶν ἀνθρώπων, οὐκ ἂν οὐδὲ λόγου δέοι δεικνύναι· λοιποῦ δὲ ὄντος ἐξ ἀνάγκης αἰτίαν τούτων τιθέναι τὴν τοῦ βαπτίσματος χάριν, ζητῶμεν ἔτι τὸν τρόπον ὅπως ταῦτα αὐτοὺς εἰργάσατο τὸ λουτρόν.

Φανερὸν μὲν οὖν ὡς ἄρα ἐρώντων ἦσαν οἱ πόνοι καὶ οἱ ἀγῶνες ἐκεῖνοι, καὶ τὰ Χριστοῦ βέλη καὶ φίλτρα πρὸς ταύτην αὐτοὺς ἐξήγαγε τὴν καινοτομίαν· τί δὲ τῶν ἐρώντων τὸ αἴτιον, καὶ τί παθόντες οὕτως ἐφίλησαν, καὶ πόθεν τὸ πῦρ ἐδέξαντο τοῦτο, σκοπῶμεν ἤδη.

Ὅτι Θεοῦ αἴσθησιν ἐναργῆ τινα τοῖς βαπτιζομένοις παρέχει τὸ βάπτισμα, δι’ ἧς οἱ ἅγιοι τὰ πάντων μέγιστα κατώρθωσαν. Καὶ γάρ ἐστι μὲν τὸ εἰδέναι τοῦ φιλεῖν αἴτιον, καὶ τοῦτο ἐκεῖνο τίκτει, καὶ οὐκ ἔστι λαβεῖν ἔρωτα τῶν καλῶν οὐδενὸς μὴ καταμαθόντα ὡς ἔχει κάλλους· ἐπεὶ δὲ τὸ εἰδέναι τοῦτο συμβαίνει μὲν μάλιστα καὶ τελείως, συμβαίνει δὲ ἀτελῶς ἔχειν, εἰκὸς ἂν εἴη καὶ τὸ φίλτρον ὁμοίως ἔχειν· καὶ τῶν καλῶν καὶ ἀγαθῶν, ἃ μὲν γινώσκεται τελείως, καὶ φιλεῖται τελείως καὶ ὥσπερ τοσῷδε κάλλει προσῆκε, τῶν δὲ μὴ σφόδρα φανερῶν, τοῖς ἐρῶσι καὶ ὁ ἔρως ἀσθενῶς ἔχει.

Οὐκοῦν ἐκεῖνο γίνεται δῆλον, ὡς ἐπίγνωσίν τινα Θεοῦ καὶ αἴσθησιν αὐτοῖς ἐνέθηκε τὸ λουτρόν, καὶ τὸν καλὸν σαφῶς ἔγνωσαν, καὶ τῆς ὥρας ᾔσθοντο, καὶ ἐγεύσαντο τοῦ κάλλους ἐκείνου· λέγω δὴ πείρᾳ τινὶ τελεώτερον ἢ διδασκαλία δύναται γνωρίσαι καταμαθόντες.

Διττῆς γὰρ ἡμῖν τῆς τῶν πραγμάτων γνώσεως οὔσης, τῆς μὲν ἣν ἄν τις ἀκοῇ τύχοι λαβών, τῆς δὲ ἣν δι’ ἑαυτοῦ καταμάθοι· ἐκείνως μὲν οὐκ αὐτοῦ τοῦ πράγματος ἁπτόμεθα, ἀλλ’ ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς λόγοις ὁρῶμεν, καὶ οὐδ’ ἀκριβῶς αὐτοῦ τοῦ εἴδους εἰκόνι· καὶ γὰρ ἀμήχανον αὐτῷ παντάπασιν ὅμοιον εὑρεῖν ἐν τοῖς οὖσι, ᾧ παραδείγματι χρησαμένοις εἰς τὴν ἐκείνου γνῶσιν ἀρκέσει· τὸ δὲ πεῖραν λαβεῖν αὐτοῖς ἐστὶ τοῖς πράγμασιν ἐντυχεῖν.

Ὅθεν ἐνταῦθα μὲν αὐτὸ τὸ εἶδος τῇ ψυχῇ προσβάλλει καὶ τὴν ἐπιθυμίαν ἀνίστησι καθάπερ ἴχνος τῷ κάλλει σύμμετρον· ἐκεῖ δὲ τῆς μὲν ἰδέας αὐτῆς τῆς ἰδίας τοῦ πράγματος ἀπολειφθέντες, ἐξ ὧν δὲ κοινωνεῖ τοῖς ἄλλοις ἀσαφῆ τινα καὶ ἀμυδρὰν εἰκόνα λαβόντες αὐτοῦ, ταύτῃ μετροῦμεν τὸν περὶ τὸ πρᾶγμα πόθον· ὅθεν οὐ φιλοῦμεν ὅσον ἐκεῖνο φιλητόν, οὐδὲ πάσχομεν ὅσον ἐκεῖνο δύναται δρᾶν.

Καθάπερ γὰρ διάφορον εἶδος τῆς οὐσίας ἑκάστου, καὶ διάφορον ἐντίθησι τῇ ψυχῇ λόγον, οὕτω καὶ φίλτρον· οὐκοῦν ἡ τοῦ Σωτῆρος ἐν ἡμῖν ἀγάπη, ὅταν μὲν οὐδὲν ἐπιδείξηται καινὸν οὐδ’ ὑπερφυές, δῆλοι καθέσταμεν ὡς ἄρα μόναις ἐνετύχομεν ταῖς περὶ αὐτοῦ φωναῖς, ἐξ ὧν πῶς μὲν ἂν γένοιτο γνῶναι καλῶς, ᾧ μηδὲν ὅμοιόν ἐστιν εὑρεῖν, οὐδ’ ὃ κοινὸν αὐτῷ καὶ τοῖς ἄλλοις, οὐδὲ πρὸς ὃ παράδειγμα ἀναφέρεται, οὐδ’ οἷς ἐκεῖνος παράδειγμα; πῶς δὲ καταμαθεῖν μὲν τὸ κάλλος, φιλῆσαι δὲ τοῦ κάλλους ἀξίως;

Οἷς δὲ τοιοῦτος ἐγένετο πόθος, ὥστε τῆς φύσεως μὲν ἐκστῆναι, μείζω δὲ καὶ προθυμηθῆναι καὶ δυνηθῆναι ἢ προσῆκεν ἀνθρώποις ἐνθυμηθῆναι, τούτους αὐτοὺς αὐτὸς ἔτρωσεν ὁ νυμφίος, αὐτὸς ἐνῆκεν ἀκτῖνά τινα τοῦ κάλλους τοῖς ὀφθαλμοῖς. Τὸ γὰρ μέγεθος τοῦ τραύματος μηνύει τὸ βέλος, καὶ ὁ πόθος τὸν τρώσαντα δείκνυσιν.

Ὅτι ἀδύνατον ἦν λόγοις νουθετούμενον μόνον τὸν ἄνθρωπον τελειωθῆναι. Καὶ τούτῳ διήνεγκε τῆς Παλαιᾶς ἡ Καινὴ Διαθήκη καὶ τοῦτ’ ἄμεινον εἶχεν, ὅτι τότε μὲν λόγος ἦν ὁ παιδεύων, νῦν δὲ αὐτὸς παρὼν ὁ Χριστὸς ἄρρητόν τινα τρόπον διατίθησι καὶ πλάττει τὰς τῶν ἀνθρώπων ψυχάς. Λόγῳ γὰρ καὶ διδασκαλίᾳ καὶ νόμοις οὐκ ἐνῆν ἀφικέσθαι τοὺς ἀνθρώπους εἰς τὸ ζητούμενον τέλος· εἰ γὰρ ἐνῆν λόγοις, οὐκ ἂν ἐδέησεν ἔργων καὶ τούτων ὑπερφυῶν, Θεοῦ σαρκουμένου καὶ σταυρουμένου καὶ ἀποθνήσκοντος.

Τοῦτο δὲ δῆλον ἐγένετο ἐξ ἀρχῆς, ἐξ αὐτῶν τῶν πατέρων ἡμῖν τῆς εὐσεβείας τῶν ἀποστόλων. Πάσης γὰρ ἀπολελαυκότες διδασκαλίας, καὶ ταῦτα αὐτοῦ τοῦ Σωτῆρος, καὶ θεαταὶ γενόμενοι πάντων, καὶ ὧν κατέθετο τῇ φύσει χαρίτων καὶ ὧν ἠνέσχετο ὑπὲρ τῶν ἀνθρώπων καὶ ὡς ἀποθανὼν ἀνεβίω καὶ ὡς κατειλήφει τὸν οὐρανόν, καὶ ταῦτα πάντα καταμαθόντες, ὅμως οὐδὲν καινὸν οὐδὲ γενναῖον οὐδὲ πνευματικὸν οὐδὲ τοῦ παλαιοῦ βέλτιον ἐπεδείξαντο, ἕως ἐβαπτίσαντο. Γενομένου δὲ αὐτοῖς τοῦ βαπτίσματος καὶ τοῦ Παρακλήτου ταῖς ψυχαῖς αὐτῶν ἐμπεσόντος, αὐτοί τε ἐγένοντο καινοὶ καὶ ζωῆς ἐπελάβοντο καινῆς, καὶ τοῖς ἄλλοις ἡγήσαντο, καὶ τὸν περὶ Χριστὸν πόθον καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ἀνῆψαν. Εἰ γὰρ καὶ τῷ ἡλίῳ παρῆσαν καὶ διαίτης ἐκοινώνουν καὶ λόγων, ἀλλ’ ἦν αἴσθησις αὐτοῖς τῆς ἀκτῖνος οὔπω, μὴ δεξαμένοις τὸ πνευματικὸν ἐκεῖνο λουτρόν.

Τὸν ἴσον δὴ τρόπον καὶ τοὺς ἁγίους ἑξῆς ἅπαντας ἐτελείωσεν ὁ Θεός· καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἐφίλησαν, οὐ λόγοις παρακληθέντες ψιλοῖς, ἀλλὰ τῇ τοῦ λουτροῦ δυνάμει διατεθέντες, αὐτοῦ πλάττοντος καὶ διατιθέντος τοῦ φιλουμένου· ὃς «κτίζει καρδίαν καθαράν», καὶ «ἀφαίρεται μὲν τὴν λιθίνην, δίδωσι δὲ καρδίαν σαρκίνην», τὴν ἀναισθησίαν ἐκβάλλων, καὶ γράφει μέν, ἀλλ’ ᾗ φησι Παῦλος· «οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις», καὶ οὐ νόμον ἁπλῶς, ἀλλὰ τὸν νομοθέτην αὐτὸν αὐτὸς ἑαυτόν.

Τοῦτο δὲ καὶ πολλοῖς τῶν ἁγίων φανερώτατα διεδείχθη, οὓς μήτε λόγοις τἀληθὲς μαθεῖν δυνηθέντας μήτε θαύμασι τὴν τοῦ κηρυττομένου δύναμιν ἐπιγνόντας, χριστιανοὺς ἀκριβεῖς ἀθρόον ἀπέδειξε δεξάμενον τὸ λουτρόν.

Πορφύριος γοῦν ὁ μακάριος ἐπὶ τῶν καιρῶν γενόμενος ἐκείνων, ἐν οἷς ὁ τοῦ Χριστοῦ νόμος πάσης ἐκράτει τῆς οἰκουμένης, καὶ τῆς μὲν φωνῆς τῶν κηρύκων ἤκουσαν ἄνθρωποι πάντες, τρόπαια δὲ μαρτυρικοῖς ἀγῶσιν ἐπήγνυτο πανταχοῦ, φωνῆς λαμπρότερον τῷ Χριστῷ τὴν ἀληθῆ θεότητα μαρτυροῦντα· καὶ μυρίων μὲν ἀκούσας λόγων, τοσούτων δὲ ἀριστέων καὶ θαυμάτων γενόμενος θεατής, ὅμως ἔμενε πλανώμενος καὶ τὸ ψεῦδος τῆς ἀληθείας ἔμπροσθεν ἄγων· ἐπεὶ δὲ ἐβαπτίσθη, καὶ τοῦτο παίζων, οὐ χριστιανὸς ἦν εὐθὺς μόνον ἀλλὰ καὶ εἰς αὐτὸν τὸν τῶν μαρτύρων ἐτέλεσε χορόν. Καὶ γὰρ μῖμος ὤν, καὶ τοῦτ’ αὐτὸ ποιούμενος ἔργον, ἐτόλμησε καὶ ταύτην τὴν τόλμαν, ὡς δὴ γέλωτα κινήσων, καὶ προσέπαιξε τὸ λουτρόν, καὶ ἐβάπτισεν ἑαυτὸν εἰς ὕδωρ καθείς, ἐπὶ τοῦ θεάτρου τὴν Τριάδα ἀναβοήσας. Καὶ οἱ μὲν ἐγέλων, οἷς ἐπεδείκνυτο τὸ δρᾶμα, τῷ δὲ οὐκέτι γέλως ἦν, οὐδὲ σκηνὴ τὰ παρόντα, ἀλλ’ ὡς ἀληθῶς γέννησις καὶ ἀνάπλασις καὶ τοῦτ’ αὐτὸ ὅπερ ἐστὶ τὸ μυστήριον. Ἐξῆλθε γὰρ ἀντὶ μίμου, ψυχὴν ἔχων μαρτυρικήν, σῶμα γενναῖον, ὥσπερ εἰς φιλοσοφίαν ἠσκημένον καὶ πόνους, γλῶσσαν ἐφελκομένην ἀντὶ γέλωτος τυράννου θυμόν· καὶ οὕτως ἐσπούδασεν ὁ διὰ βίου παίζων ἐκεῖνος, καὶ οὕτω περὶ τὸν Χριστὸν προὐθυμήθη, ὥστε πολλῶν ἀνασχόμενος βασάνων, ἡδέως ἀπέθνησκεν ἵνα μηδὲ τῇ γλώττῃ προδῷ τὸ φίλτρον.

Οὕτω καὶ Γελάσιος τὸν Χριστὸν ἐφίλησε καὶ τοῦτον ἔγνω τὸν τρόπον. Καὶ ὡς ἔοικε, προσῆλθε μὲν ἑκάτερος ἐχθρῶς ἔχων καὶ πολεμίως· ἐπεὶ δὲ τὸν ὀφθαλμὸν αὐτῷ τῆς ψυχῆς ἀνέωξεν ὁ πολεμούμενος καὶ τὴν οἰκείαν ἔδειξεν ὥραν, ἐξέστη τε εὐθὺς ἐπὶ τῷ κάλλει καὶ τὴν ἐναντιωτάτην ἐπεδείξατο γνώμην, καὶ ἦν ἐραστὴς ἀντὶ πολεμίου. Καὶ γὰρ ἔκστασις ἦν ὁ ἔρως ἐκεῖνος, ὅτι τοὺς ἁλόντας ἐκτὸς τῶν ἀνθρωπίνων ἤγαγεν ὅρων· καὶ τοῦτο δεικνὺς ὁ προφήτης· «Ἐκστήσονται, φησί, πολλοὶ ἐπὶ σοί», ἐν οἷς περὶ τοῦ σταυροῦ καὶ τοῦ θανάτου πρὸς τὸν Χριστὸν διαλεγόμενος ἔφη· «ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ τὸ κάλλος σου ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων».

Ἀρδαλίων δὲ ὁ γενναῖος ἐβαπτίσθη μὲν καὶ αὐτός, ἀντὶ παιδιᾶς ἄλλης τοῦτο χαριζόμενος τοῖς θεωμένοις· καὶ γὰρ ἦν γέλωτος τεχνίτης καὶ τοιούτων τινῶν ἡδονῶν τοῖς συνοῦσι δημιουργός. Ἐβαπτίσθη δὲ οὐ συμβόλοις οὐδὲ εἰκόσι τὸ πάθος μιμησάμενος τοῦ Σωτῆρος, ἀλλ’ αὐτοῖς τοῖς πράγμασι. Καὶ γὰρ τὴν καλὴν ὁμολογίαν καὶ τὴν τῶν μαρτύρων ὑπεκρίνατο καρτερίαν· καὶ ἀνηρτήθη μὲν ἐπὶ τοῦ ξύλου γυμνός, παίζων ὑπὸ παιζόντων· ἐπεὶ δὲ ἀνεῖπε τὸν Χριστὸν καὶ ᾔσθετο τῶν πληγῶν, ἀθρόον μετέβαλε, καὶ ἡ ψυχὴ τῇ φωνῇ συνέβη, καὶ ἡ γνώμη τοῖς πλάσμασιν ἠκολούθει· καὶ ἦν ἀληθῶς ὃ παίζων ἑαυτὸν ἐκάλει, χριστιανός, καὶ γίνεται πληγῶν παιζόντων καὶ φωνῆς πεπλασμένης ἔργον τοσοῦτον· καὶ τὸν Χριστὸν ὅτι φιλεῖν εἶπεν, εὐθὺς ἐφίλει, τοῦ ἔρωτος πυρὸς δίκην ἀπὸ τοῦ στόματος ἐπ’ αὐτὴν εἰσπνεύσαντος τὴν καρδίαν. Καὶ τοῖς μὲν ἄλλοις «τὸ ἀγαθὸν ἀπὸ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας» ἐπὶ τὸ στόμα χωρεῖ, Ἀρδαλίονι δὲ ὁ θησαυρὸς ἄνω ποταμῶν ἐπὶ τὴν καρδίαν ἀπὸ τοῦ στόματος ἦλθεν.

Ὢ τῆς ἀρρήτου τοῦ Χριστοῦ δυνάμεως! Οὐ γὰρ εὐεργετήσας οὐδὲ μεταδοὺς στεφάνων, οὐδὲ τοῦτο γοῦν χρηστῶν αὐτὸν ἐξαρτήσας ἐλπίδων, ἀλλὰ τῶν πληγῶν καὶ τῆς ἀτιμίας λαβὼν κοινωνόν, οὕτως εἷλε καὶ ἀνηρτήσατο, ὥστε ἔπεισε μὲν ἃ πρότερον οὐδὲ ἀκούων ἀνεκτῶς εἶχεν, ἐξέστησε δὲ συνηθείας ἀθρόον, ἣν μακρὸς αὐτῷ συνέτηξε χρόνος· μετέστησε δὲ πρὸς τὴν ἐναντιωτάτην ἕξιν τὴν γνώμην, ἀπὸ τοῦ πάντων κακίστου καὶ πονηροτάτου πρὸς τὸ βέλτιστον ἁπάντων μεταγαγών· οὔτε γὰρ μίμου φαυλότερον γένοιτ’ ἂν οὐδὲν οὔτε φιλοσοφώτερον μάρτυρος.

Τούτοις τί κοινὸν καὶ τῷ φυσικῷ λόγῳ; τίνα ἀκολουθίαν ἔχει, πληγὰς καὶ ἀτιμίαν ἔρωτα τίκτειν, καὶ ὑπὲρ ὧν φεύγειν τὸν χριστιανισμὸν καὶ τὸν πιστὸν ἀκόλουθον ἦν, διὰ τούτων ἑλεῖν καὶ χειρώσασθαι τὸν ἐχθρόν; καὶ οἷς ἐχθρὸς ἦν· τίς γὰρ ἂν ὀδυνώμενος χαίροι; τούτοις πεῖσαι φιλεῖν τὸν μεμελετηκότα μισεῖν, καὶ φίλον καὶ σπουδαστὴν ἀντὶ πολεμιωτάτου καὶ διώκτου παρασκευάσαι γενέσθαι;

Εἶεν. Πρὸς ταῦτα τοίνυν ὁ μὲν λόγος τῆς διδασκαλίας οὐδὲν φαίνεται δυνηθείς, τὸ δὲ πᾶν ἡ τοῦ βαπτίσματος εἰργάσατο δύναμις. Καὶ γὰρ καὶ τῶν λόγων ἤκουσεν Ἀρδαλίων τῆς κοινῆς ἡμῶν σωτηρίας, καὶ θαυμάτων οὐκ ἦν ἀθέατος, πολλῶν ἐπ’ αὐτοῦ παρρησιασαμένων μαρτύρων· ἀλλ’ ἦν οὐδὲν ἧττον ἔτι τυφλώττων καὶ τῷ φωτὶ πολεμῶν, ἕως ἐβαπτίσατο, τὰ στίγματα τοῦ Χριστοῦ δεξάμενος καὶ τὴν καλὴν ὁμολογίαν ὁμολογήσας. Τοῦτο γάρ ἐστιν ὁ τοῦ βαπτίσματος ὅρος, Χριστοῦ μιμήσασθαι τὴν ἐπὶ τοῦ Πιλάτου μαρτυρίαν καὶ τὴν μέχρι σταυροῦ καὶ θανάτου περὶ αὐτῆς καρτερίαν· μιμήσασθαι δὲ ἔστι μὲν διὰ τῶν εἰκόνων καὶ τῶν συμβόλων τούτων τῶν ἱερῶν, ἔστι δὲ αὐτοῖς τοῖς πράγμασι μετὰ κινδύνων τὴν θρησκείαν ἐπιδειξαμένους, καιροῦ καλοῦντος.

Πολλῶν γὰρ ἐκ τοῦ παντὸς αἰῶνος ἐπινοηθέντων νοσοῦντι τῷ γένει φαρμάκων, μόνος ὁ τοῦ Χριστοῦ θάνατος τὴν ἀληθινὴν ζωὴν καὶ τὴν εὐεξίαν ἐδυνήθη κομίσαι. Καὶ τούτου χάριν αὐτὸ τὸ τὴν καινὴν γέννησιν γεννηθῆναι καὶ τὸν μακάριον βίον βιῶναι καὶ πρὸς ὑγείαν διατεθῆναι, οὐδέν ἐστιν ἕτερον ἢ τὸ πιεῖν τοῦ φαρμάκου τούτου, καὶ ὡς οἷόν τέ ἐστιν ἀνθρώποις ὁμολογῆσαι τὴν ὁμολογίαν καὶ τοῦ Πάθους ἀνασχέσθαι καὶ ἀποθανεῖν τὸν θάνατον. Αὕτη ἐστὶν ἡ τοῦ καινοῦ νόμου δύναμις, οὕτω γεννᾶται χριστιανός, τοῦτον τὸν τρόπον εἰς τὴν θαυμαστὴν ἀφικνεῖται φιλοσοφίαν, ἔργων μὲν τῶν ἀρίστων ἐπειλημμένος, πίστιν δὲ ἀκίνητον ἔχων, οὐ πειθοῦς ἀνάγκῃ πιστεύων οὐδὲ νόμοις ἄγων τὸ ἦθος, ἀλλὰ δυνάμει Θεοῦ καὶ τοῦτο κἀκεῖνο δεχόμενος καὶ δι’ ἀμφοῖν εἰς τὸ μακάριον Χριστοῦ μορφούμενος εἶδος. «Οὐ γὰρ ἐν λόγοις, φησίν, ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει», καί· «Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι».

Διὰ ταῦτα καὶ πνευματικὸς μὲν οὗτος ὁ νόμος, ὅτι τὸ Πνεῦμα τὸ πᾶν ἐργάζεται, γραπτὸς δὲ ἐκεῖνος, ὅτι μέχρι τῶν γραμμάτων ἔστη καὶ τῶν φωνῶν· ἀνθ’ ὧν καὶ σκιὰ μὲν καὶ εἰκὼν ἐκεῖνος, πρᾶγμα δὲ καὶ ἀλήθεια τὰ παρόντα· οἱ γὰρ λόγοι καὶ τὰ γράμματα πρὸς αὐτὸ τὸ εἶναι τῶν πραγμάτων εἰκόνος ἔχουσι λόγον. Ταῦτα πρὶν εἰς ἔργον ἐκβῆναι, πολλοῖς πρότερον χρόνοις τῇ γλώττῃ τῶν προφητῶν ἐμήνυσεν ὁ Θεός· «Διαθήσομαι, φησί, διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν», ἀλλὰ τίνα ταύτην; «Αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα· τιθεὶς τοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν καὶ ἐν ταῖς καρδίαις αὐτῶν γράψω αὐτούς»· οὐ διὰ φωνῆς ῥυθμίζων, ἀλλ’ αὐτὸς ἀμέσως ὁ νομοθέτης· «Οὐ γὰρ διδάξουσιν ἔτι, φησίν, ἕκαστος τὸν πλησίον αὐτοῦ· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.» Τούτου τυχὼν τοῦ νόμου καὶ Δαβὶδ τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν, ὅτι· «Ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος»· «Ἐγὼ ἔγνωκα» φησίν, πεῖραν αὐτὸς λαβών, οὐ διδασκόντων ἄλλων ἀκούσας. Ὅθεν ἐπὶ τὰ ἴσα καὶ τοὺς ἄλλους ἐνάγων· «Γεύσασθε, φησί, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος»· καίτοι πολλοῖς τὴν χρηστότητα Θεοῦ καὶ παντοδαποῖς ὁ μακάριος ἀνύμνησε λόγοις· ὁ δέ, ὡς οὐ δυναμένων ἐνδέξασθαι τὰ ὄντα τῶν λόγων, ἐπὶ τὴν πεῖραν τῶν ὑμνουμένων αὐτοὺς καλεῖ τοὺς ἀκροωμένους.

Ταύτην τὴν πεῖραν τὸ λουτρὸν ἐντίθησι ταῖς τῶν βαπτιζομένων ψυχαῖς, καὶ γνωρίζει τῷ δημιουργήματι τὸν δημιουργόν, τῷ νῷ τὴν ἀλήθειαν, τῇ ἐπιθυμίᾳ τὸν μόνον ἐπιθυμητόν. Διὰ τοῦτο καὶ μέγας ὁ πόθος καὶ τὸ φίλτρον ἄρρητον καὶ ὁ ἔρως ὑπερφυής, ὅτι οὐκ ἔστιν οὗ δεῖ, καὶ πάντα συμβαίνει, καὶ οὐδὲν ἀπᾴδει, καὶ πρός γε πᾶσά ἐστιν ὑπερβολή. Σκοπῶμεν γάρ.

Ἐπιθυμίαν ταῖς ψυχαῖς ἐνέθηκεν ὁ Θεός, ἂν μέν του δέῃ, τυγχάνειν τοῦ ἀγαθοῦ, νοῆσαι δεῆσαν, τῆς ἀληθείας· καὶ ταῦτα ποθοῦμεν καθαρὰ δήπου, τὸ μὲν ἀγαθὸν τοῦ κακοῦ, τοῦ ψεύδους δὲ τὴν ἀλήθειαν· οὐ γάρ τις ἀπατώμενος χαίρει, οὐδ’ ἂν ἡσθείη πλανώμενος καὶ κακῷ περιτυγχάνων ἀντ’ ἀγαθοῦ. Τούτων ἐπιθυμοῦσιν οὐδὲ πώποτε ἐγένετο τυχεῖν καθαρῶς, ἀλλὰ τὸ παρ’ ἡμῖν ἀγαθὸν καὶ τὸ ἀληθές, οὐ τοῦτό ἐστιν ὃ καλεῖται μᾶλλον ἢ τοὐναντίον· ὅθεν οὐδὲ ἡ τῆς ἀγάπης ἐνταῦθα δύναμις, οὐδὲ ἡ τῆς χαρᾶς, ἐν ἡμῖν δῆλον ἦν ὁπόση τις ἦν, ἃ φιλεῖν ἔδει καὶ οἷς χαίρειν ἦν μὴ παρόντων· οὐδὲ ὁ τοῦ πόθου δεσμὸς γνώριμος οὐδὲ τὸ πῦρ ὅσον, ἦν γὰρ τὸ ποθούμενον οὐδαμοῦ.

Τοῖς δὲ γευσαμένοις τοῦ Σωτῆρος αὐτὸ πάρεστι τὸ ποθούμενον, πρὸς ὃν ὁ ἀνθρώπινος ἔρως ὥσπερ εἰς κανόνα τινὰ καὶ ὅρον κατεσκευάσθη τὸ ἐξ ἀρχῆς, καθάπερ θησαυρὸς οὕτω μέγας, οὕτως εὐρύς, ὡς Θεὸν ὑποδέξασθαι δυνηθῆναι.

Ταῦτ’ ἄρα καὶ πάντων τυγχάνουσι τῶν ἐν τῷ βίῳ καλῶν οὐδείς ἐστι κόρος, οὐδ’ ἵστησιν οὐδὲν τὴν ἐπιθυμίαν, ἀλλ’ ἔτι διψῶμεν ὥσπερ εἰ μηδενὶ παρῆμεν ὧν ἐποθοῦμεν. Ἡ γὰρ τῶν ἀνθρωπίνων ψυχῶν δίψα ἀπείρου δεῖταί τινος ὕδατος· ὁ δὲ κόσμος οὗτος πεπερασμένος ἀρκέσαι δὴ πῶς δύναιτ’ ἄν; καὶ τοῦτό ἐστιν ὅπερ ὁ Κύριος αἰνίττεται πρὸς τὴν Σαμαρείτιδα λέγων· «Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ’ ἂν πίοι ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα». Τοῦτο γάρ ἐστι τὸ ὕδωρ ὃ τὴν ἐπιθυμίαν ἵστησι τῶν ἀνθρωπίνων ψυχῶν· «Χορτασθήσομαι γάρ, φησίν, ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου». Καὶ γὰρ ὀφθαλμὸς μὲν κατεσκευάσθη οἷος πρὸς τὸ φῶς ἀρκέσαι, καὶ ἀκοὴ πρὸς ἤχους, καὶ ἕκαστον οἷς ἁρμόττει· ψυχῆς δὲ ἐπιθυμία πρὸς τὸν Χριστὸν ἵεται μόνον· καὶ τὸ κατάλυμα τοῦτό ἐστιν αὐτῇ, ὅτι καὶ ἀγαθὸν καὶ ἀλήθεια καὶ ὁτιοῦν ὧν ἐστιν ἔρως, μόνος ἐστί.

Τούτων ἕνεκα καὶ κωλύει τοὺς τυχόντας οὐδὲν φιλεῖν ὅσον ἔρωτος ἐξ ἀρχῆς ταῖς ψυχαῖς ἐνετέθη, καὶ χαίρειν ὅσον δύναται χαίρειν ἡ φύσις, καὶ εἴ τι προσέθηκεν αὐτοῖς ἀρετὴ καὶ τὸ τῆς ἀναγεννήσεως ὕδωρ. Ἐπὶ μὲν γὰρ τῶν ἐν τῷ βίῳ καλῶν οὔτε τὸν ἔρωτα οὔτε τὴν χαρὰν ἐνεργὸν εἶναι δυνατόν, ψευδομένων τὴν ἐπωνυμίαν· εἰ γάρ τι καὶ δοκεῖ καλόν, φαῦλόν ἐστιν εἴδωλον τοῦ ἀληθοῦς.

Ἐνταῦθα δέ, οὐδενὸς ὄντος ὃ κωλύσει, θαυμαστὸν καὶ ἄρρητον διαδείκνυται τὸ φίλτρον καὶ ἡ χαρὰ οὐδ’ ὅση μηνύσαι· μάλιστα μὲν ὅτι πρὸς ἑαυτὸν ἑκάτερον τῶν παθῶν τούτων ἔταξεν ὁ Θεός, ἵνα αὐτὸν μὲν φιλῶμεν, αὐτῷ δὲ χαίρωμεν μόνῳ· καὶ ἔστιν ἀκόλουθον, οἶμαι, λόγον τινὰ πρὸς τὸ ἄπειρον ἀγαθὸν ἐκεῖνο σῴζειν, καὶ τοῦτον ὡς εἰπεῖν τὸν τρόπον σύμμετρον εἶναι.

Σκοπῶμεν δὴ τὸ μέγεθος ὅσον, ἔπειτα τῆς ὑπερβολῆς κἀκεῖνο σημεῖον. Πάντων γὰρ ὧν ὑπῆρξεν εἰς ἡμᾶς ἀγαθῶν, μόνην ἀμοιβὴν ἡγεῖται τὸ φίλτρον, καὶ τοῦτο παρ’ ἡμῶν εἰ λάβοι, λύει τὸ χρέος· ὃ τοίνυν ἀπείρων ἐστὶν ἀντίρροπον ἀγαθῶν παρά γε Θεῷ δικαστῇ, πῶς οὐχ ὑπερφυές; Πρόδηλον δὲ ὅτι τῇ τῆς ἀγάπης ὑπερβολῇ παντάπασιν ἐφάμιλλος ἡ χαρά, καὶ τῷ φίλτρῳ συμβαίνει διὰ πάντων τὸ γάννος καὶ ἀκολουθεῖ μεγίστῳ μέγιστον.

Φαίνεται τοίνυν ταῖς ἀνθρωπίναις ψυχαῖς ἀγάπης καὶ χαρᾶς μεγάλην τινὰ καὶ θαυμαστὴν ἀποκεῖσθαι παρασκευή, καὶ παρόντος τοῦ ὡς ἀληθῶς χαρίεντος καὶ ἀγαπητοῦ τηνικαῦτα τελέως ἐνεργὸν εἶναι· καὶ τοῦτό ἐστιν ὅπερ χαρὰν ὁ Σωτὴρ πεπληρωμένην καλεῖ.

Διὰ ταῦτα καὶ τοῦ Πνεύματος ἐπιδημήσαντος ὁτῳοῦν καὶ τῶν αὑτοῦ μεταδόντος, τῶν ἀνασχόντων ἐκεῖθεν καρπῶν τὰ πρώτην ἔχοντα τάξιν ἀγάπη ἐστὶ καὶ χαρά· «Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, φησίν, ἀγάπη, χαρά». Τὸ δὲ αἴτιον, ὅτι τοῦτο πρῶτον αἴσθησιν ἑαυτοῦ παρέχει ταῖς ψυχαῖς ἐπιδημῶν ὁ Θεός· αἰσθανομένοις δὲ τοῦ ἀγαθοῦ, καὶ φιλεῖν καὶ χαίρειν ἀνάγκη.

Ἐπεὶ καὶ σωματικῶς φανεὶς τοῖς ἀνθρώποις τοῦτο πρῶτον παρ’ ἡμῶν ἀπῄτει, τὴν ἐπίγνωσιν τὴν ἑαυτοῦ, καὶ τοῦτο ἐδίδασκε, καὶ τοῦτο εἰσῆγεν εὐθύς, μᾶλλον δὲ διὰ τοῦτο μέχρις αἰσθήσεως ἦλθε καὶ ὑπὲρ τούτου τὸ πᾶν εἰργάσατο· καὶ γὰρ «εἰς τοῦτο, φησί, γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ», ἀλήθεια δὲ ἄρα αὐτὸς ἦν, μονονοὺ λέγων· «ἵνα ἐμαυτὸν ἀναδείξω». Τοῦτο καὶ νῦν ποιεῖ τοῖς βαπτιζομένοις ἐπιδημῶν, καὶ μαρτυρεῖ τῇ ἀληθείᾳ, τὸ μὲν δοκοῦν ἀγαθὸν ἐκβάλλων, τὸ δὲ ἀληθὲς εἰσάγων καὶ προδεικνὺς καί, ὅ φησιν αὐτός, «αὐτὸς ἑαυτὸν αὐτοῖς ἐμφανίζων».

Ταῦτα δὲ ὡς ἀληθῆ, καὶ τὸ λουτρὸν οἱ λούμενοι τοῦτο Θεοῦ τινα δέχονται πεῖραν φαίνεται μὲν ᾗπερ ἔφην ἀπὸ τῶν πραγμάτων αὐτῶν· εἰ δὲ δεῖ καὶ μαρτυριῶν, πολλῶν καὶ θεοφιλῶν ὄντων καὶ τὰ μεγάλα παρ’ αὐτῷ δυνηθέντων οἳ μαρτυροῦσι, μάλιστα πάντων ὃς ἀντὶ πάντων παρελθὼν ἀρκέσειεν ἂν Ἰωάννης, ὁ φαιδροτέραν μὲν τῆς ἀκτῖνος τὴν ψυχὴν ἔχων, λαμπροτέραν δὲ χρυσοῦ τὴν φωνήν.

Δεῖ δὲ αὐτὰ τῆς ἀγαθῆς γλώσσης ἀναγνῶναι τὰ ῥήματα. «Τί δέ ἐστι· ‘τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα’; Σαφέστερον μὲν τοῦτο ἐδείκνυτο ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ Πνεύματι καθαιρομένη, καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθα τὴν αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμποιεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον ἀλλὰ καὶ ἀπὸ τῆς λαμπήδονος τῆς ἡλιακῆς, οὕτω δὴ καὶ ἡ ψυχή, καθαιρομένη καὶ ἀργύρου παντὸς λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ‘ἀπὸ τῆς δόξης’ τοῦ Πνεύματος ‘εἰς δόξαν’ τὴν ἐγγινομένην καὶ τοιαύτην, οἵαν εἰκὸς ‘ἀπὸ Κυρίου Πνεύματος’.» Καὶ μετ’ ὀλίγα· «Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον οὗ καὶ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἄν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαί, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν· βασιλέως γὰρ ἱμάτια καὶ τοῖς λησταῖς φοβερά. Θέλεις ἰδεῖν καὶ τοῦ σώματος λάμπουσαν ταύτην; ‘Ἀτενίσαντες, φησίν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου’.

Ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν· ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου τότε εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώματον· καὶ καθάπερ πυραυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὸ πλησίον ἀπορρέοντα καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. Διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴμοι. Καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρόν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας οὐδὲ τὰ λεγόμενα ἴσμεν διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὑτὴ γὰρ ἡ δόξα ἡ ἀπόρρητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει· λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας.» Ἡ ἀπὸ ἁγίου βαπτίσματος ἐγγινομένη τῇ ψυχῇ.

Οὐκοῦν οὐ μέχρι τοῦ διανοηθῆναι καὶ λογίσασθαι καὶ πιστεῦσαι τὸν Θεὸν τοὺς βαπτιζομένους ἔξεστι γνῶναι, ἀλλά τι καὶ μεῖζον καὶ τοῦ πράγματος ἐγγίον ἐν τοῖς ὕδασι τούτοις ἔστιν εὑρεῖν. Τὴν γὰρ ἀστραπὴν ἐκείνην Θεοῦ τιθέναι γνῶσιν ἐν διανοίᾳ, καὶ λόγου τινὰ δᾳδουχίαν εἶναι νομίζειν, οὐκ ἂν εἴη λόγον σῶζον· ὅτε τὴν μὲν ἀφανίζεσθαι συμβαίνει μετὰ μίαν καὶ δευτέραν ἡμέραν ὄχλων καὶ θορύβων τοῖς μεμυημένοις περιχεθέντων· τὴν πίστιν δὲ οὐδείς ἐστιν ὃς ἠγνόησε μεριμνήσας, ἐν οὕτω καὶ ταῦτα χρόνῳ βραχεῖ· ἀλλ’ ἔστι καὶ πράγματα ἔχειν καὶ θεολογεῖν εἰδέναι καλῶς, καὶ τὸ μεῖζον, πάθεσι προσκειμένους εἶναι πονηροῖς καὶ τὸν τῆς σωτηρίας καὶ τῆς ἀληθοῦς φιλοσοφίας λόγον οὐκ ἀγνοεῖν. Ὅθεν δῆλον αἴσθησιν ἄμεσον εἶναί τινα ταῦτα τοῦ Θεοῦ, τῆς ἐκεῖθεν ἀκτῖνος τῆς ψυχῆς αὐτῆς ἀφανῶς ἁπτομένης.

Ταύτης σύμβολα τῆς ἀκτῖνος, ἃ τὸ λουτρὸν ἐκδέχεται. Πάντα γὰρ λαμπρότητος γέμει· λαμπάδες, ὠδαί, χορεῖαι, θρίαμβοι, οὐδὲν ὅ τι μὴ φαιδρόν. Ἐσθὴς πᾶσα μὲν λάμπουσα καὶ πρὸς φωτὸς θέαν ἐσκευασμένη· ἡ δὲ πρὸς τῇ κεφαλῇ καὶ αὐτὸ γράφει τὸ Πνεῦμα καὶ τῆς αὐτοῦ παρουσίας αἴνιγμα φέρει τὸ σχῆμα· καὶ γὰρ εἰς εἰκόνα γλώσσης πεποίηται, καθάπερ οἷόν τε καὶ ἱμάτιον τῇ κεφαλῇ σώζειν καὶ τὸ σχῆμα τοῦτο κομίζειν, ἐν ᾧ τὸ Πνεῦμα τοὺς ἀποστόλους ἐξ ἀρχῆς ἐφάνη βαπτίζον· ἐπεὶ καὶ τοῦτο τοῦ σώματος αὐτῶν τηνικαῦτα κατέσχε τὸ μέρος, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς ἑκάστου πῦρ ἰδεῖν ἐν σχήματι γλώσσης, ἵν’, οἶμαι, τῷ τῆς γλώσσης εἴδει τῆς καθόδου μηνύσῃ τὴν πρόφασιν· ὅτι τὸν συγγενῆ λόγον ἑρμηνεῦσον ἐλήλυθε καὶ διδάξον ἀγνοοῦσι. τοῦτο γάρ ἐστι γλώσσης, ἣ τἄνδον ἐκφέρει, τῶν ἀφανῶν τοῦ νοῦ κινημάτων ἄγγελος οὖσα.

Καὶ γὰρ ὁ μὲν τὸν γεγεννηκότα, τὸν δὲ τὸ Πνεῦμα κηρύττει· «Ἐγὼ γάρ, φησίν, ἐδόξασά σε», πρὸς τὸν Πατέρα, καὶ «οὗτος ἐμὲ δοξάσει», τὸν Παράκλητον λέγων ἀντὶ τούτων μὲν οὖν ἐκείνοις ἐν τούτῳ φαίνεται τῷ τύπῳ.

Τὸ σύμβολον δὲ ἡμῖν εἰς ἐκεῖνο φέρει τὸ θαῦμα τὸν λογισμὸν καὶ τὴν ἡμέραν ἐκείνην τὴν καλήν, ἣ τοῦ βαπτίσματος τὴν πρώτην εἶδε καταβολήν, ἵν’ εἰδῶμεν ὡς οἱ μὲν οἷς ἐπῆλθε πρώτοις τὸ Πνεῦμα, τοῖς ἑξῆς μετέδοσαν, καὶ οὗτοι τοῖς μετ’ ἐκείνους, καὶ μέχρις ἡμῶν ἦλθε βαδίζον· καὶ οὐκ ἐπιλείψει τὸ δῶρον, ἕως ἂν ἡμῖν αὐτὸς ἐναργῶς ὁ χορηγὸς ἐπιστῇ. Τότε μὲν οὖν τοῖς μακαρίοις ὁ Δεσπότης καθαρὰν αἴσθησιν ἑαυτοῦ παρέξει τῶν ἐπιπροσθούντων ἀνῃρημένων· νῦν δὲ ὥσπερ ἔξεστι τοῖς σαρκὶ παχείᾳ καλυπτομένοις.

Ταύτης τῆς αἰσθήσεως ἡ ἄρρητος χαρὰ καὶ ἡ ὑπερφυὴς ἀγάπη καρπός· τούτων δὲ τὸ μέγεθος τῶν κατορθωμάτων, καὶ ἡ θαυμαστὴ τῶν ἔργων ἐπίδειξις, καὶ τὸ διὰ πάντων νικῶντας καὶ στεφανηφοροῦντας ἰέναι. Τούτοις γὰρ ὡπλισμένους τοῖς ὅπλοις οὔτε τῶν δεινῶν οὔτε τῶν ἡδέων ἡττηθῆναι δυνατὸν ἦν· καὶ γὰρ ἡ μὲν χαρὰ τῶν ἀνιαρῶν κατεκράτει, τὰ δὲ ἡδέα οὔτε ἑλκῦσαι εἶχεν οὔτε ἐκλῦσαι τοσαύτῃ δυνάμει φίλτρων συνεστῶτας καὶ δεδεμένους.

Τοῦτο τοῦ βαπτίσματος τὸ ἔργον· ἁμαρτιῶν ἀπολῦσαι, ἀνθρώπῳ Θεὸν καταλλάξαι, Θεῷ τὸν ἄνθρωπον εἰσποιῆσαι, ὀφθαλμὸν ταῖς ψυχαῖς ἀνοῖξαι, τῆς θείας ἀκτῖνος γεῦσαι, τὸ σύμπαν εἰπεῖν, πρὸς τὸν μέλλοντα βίον παρασκευάσαι.

Οὐκοῦν εἰκότα ποιοῦμεν, ὄνομα αὐτῷ τιθέμενοι Γέννησιν καὶ ἃ τὸν ἴσον δύναται λόγον, τά τε ἄλλα καὶ ὅτι Θεοῦ γνῶσιν ταῖς ψυχαῖς ἀνατέλλει τῶν τελουμένων. Τὸ δέ ἐστι ζωὴ καὶ κρηπὶς καὶ ῥίζα ζωῆς· τὸ μὲν αὐτοῦ τοῦ Σωτῆρος ὁρισαμένου τὴν αἰώνιον ζωὴν ἐν τῷ «γινώσκειν τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν»· τὸ δὲ πρὸς τὸν Θεὸν τοῦ Σολομῶντος εἰπόντος· «Τὸ ἐπίστασθαί σε, ῥίζα ἀθανασίας».

Εἰ δὲ προσθεῖναι καὶ λογισμόν, τίς οὐκ οἶδε τὸ ἀληθινὸν εἶναι τῶν ἀνθρώπων καὶ περιεῖναι, τοῦτο αὐτὸ εἶναι τὸ λογίζεσθαι καὶ γινώσκειν; Εἰ δὲ ἐν τῷ λογίζεσθαι καὶ γινώσκειν τοῖς ἀνθρώποις ἐστὶ τὸ εἶναι, εἴη ἂν ἐν τῇ πασῶν βελτίστῃ γνώσει καὶ ψεύδους ἀπηλλαγμένῃ· τοῦ δὲ τὸν Θεὸν γινώσκειν, αὐτοῦ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀνοίγοντος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφοντος τοῦ Θεοῦ, τίς ἂν καλλίων γένοιτο γνῶσις καὶ καθαρωτέρα πλάνης ἁπάσης;

Ἡ δέ ἐστι τοῦ βαπτίσματος καρπός. Ἀποδέδεικται ἄρα διὰ τῶν εἰρημένων ἁπάντων, τῆς ἐν Χριστῷ ζωῆς ἀρχὴν καὶ τοῦ εἶναι καὶ ζῆν τοῦς ἀνθρώπους καὶ περιεῖναι τὴν ἀληθῆ ζωὴν καὶ οὐσίαν, τὸ μυστήριον αἴτιον εἶναι. Εἰ δὲ μὴ πᾶσι ταῦτα τοῖς βαπτιζομένοις ἀκολουθεῖ, ἀσθένειαν οὐ προσῆκε καταγνῶναι τοῦ μυστηρίου· τοῖς δὲ τελουμένοις λογιστέον ἐστὶ τὸ πάθος, ἢ μὴ παρασκευασμένοις εὖ πρὸς τὴν χάριν, ἢ προδοῦσι τὸν θησαυρόν. Πόσῳ γὰρ ἀξιώτερον τὴν διαφορὰν ταύτην εἰς αὐτοὺς ἀνάγειν τοὺς τελουμένους, διάφορον τρόπον τῷ βαπτίσματι χρησαμένους, ἢ τὴν τελετήν, μίαν ἐν ἅπασι καὶ τὴν αὐτὴν οὖσαν, τῶν ἐναντίων αἰτιᾶσθαι;

Πρόδηλον γὰρ ὡς οὔτε φύσεως οὔτε ἀσκήσεως ὁ τῶν εἰρημένων ἀγαθῶν σωρός, ἀλλὰ τοῦ βαπτίσματος ἔργον· εἰ δὲ καὶ τοὐναντίον ἐκεῖθεν, πῶς οὐκ ἄτοπον τὸ αὐτὸ καὶ δύνασθαι φωτίζειν καὶ μή, καὶ οὐρανίους ποιεῖν καὶ οὐδὲν τῶν γηίνων ὑψηλωτέρους; ἀλλ’ οὔτε τὸν ἥλιον μεμψόμεθα, οὐδ’ ἂν ὡς ἀφανοῦς καταγνοῖμεν, ὅτι μὴ τὴν ἀκτῖνα πάντες ὁρῶσιν, ἀπὸ δὲ τῶν ὁρώντων τὰς ψήφους οἴσομεν, οὔτε τὸ Φώτισμα εἰκότα ἂν ποιοῖμεν, ἄλλο τι δύνασθαι νομίσαντες ἢ αὐτὸ τοῦτο ὅθεν καλεῖται.