Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος Καβάσιλας

Λόγος Δεύτερος: Ο σκοπός των μυστηρίων και η τελετουργία του Βαπτίσματος

Εξετάζεται η θεολογική τάξη των τριών μυστηρίων, με έμφαση στο άγιο Βάπτισμα. Ερμηνεύονται τα σύμβολα, οι εξορκισμοί, οι ονομασίες του μυστηρίου και η επίκληση της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 14

Λόγος δεύτερος· τίνα συντέλειαν τὸ θεῖον αὐτῇ παρέχεται βάπτισμα. Τὸ μὲν οὖν ἐν τοῖς ἱεροῖς μυστηρίοις τὴν ἱερὰν ζωὴν συνεστάναι ἀπὸ τῶν προτέρων δέδεικται· ἕκαστον δὲ τῶν μυστηρίων ὅπως εἰς τουτονὶ φέρει τὸν βίον, νυνὶ σκοπῶμεν.

Ἔστι μὲν γὰρ ἡ ἐν τῷ Χριστῷ ζωὴ αὐτὸ τὸ συναφθῆναι Χριστῷ· ὃν δ’ ἄρα τρόπον ἑκάστη τελετὴ τοὺς τετελεσμένους τῷ Χριστῷ συνάπτει, λέγωμεν ἤδη. Τίνα τρόπον διὰ τῶν μυστηρίων τῷ Χριστῷ συναπτόμεθα. Ἔστι δὴ Χριστῷ συναφθῆναι διὰ πάντων ἐλθοῦσι δι’ ὧν ὁ Σωτὴρ ἦλθε καὶ πάντα παθοῦσι καὶ γενομένοις ὅσα ἐκεῖνος. Ἐκεῖνος τοίνυν ἡνώθη μὲν αἵματι καὶ σαρκὶ πάσης καθαροῖς ἁμαρτίας· φύσει δὲ ὢν Θεὸς αὐτὸς ἐξ ἀρχῆς, καὶ τοῦτο τεθέωκεν ὃ γέγονεν ὕστερον, τὴν ἀνθρωπείαν φύσιν· τελευτῶν δὲ καὶ ἀπέθανε τῆς σαρκὸς ἕνεκα καὶ ἀνέστη. Δεῖ τοίνυν καὶ τῆς σαρκὸς αὐτῷ μεταλαβεῖν καὶ τῆς θεώσεως μετασχεῖν καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως κοινωνῆσαι τὸν συναφθῆναι ζητοῦντα.

Καὶ δὴ βαπτιζόμεθα μέν, ἵνα τὸν θάνατον ἀποθάνωμεν ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἀναστῶμεν· χριόμεθα δέ, ἵνα τοῦ χρίσματος τοῦ βασιλικοῦ τῆς θεώσεως αὐτῷ γενώμεθα κοινωνοί· σιτούμενοι δὲ τὸν ἱερώτατον ἄρτον καὶ τοῦ θειοτάτου πίνοντες ποτηρίου, αὐτῆς μετέχομεν τῆς σαρκός, αὐτοῦ τοῦ αἵματος, τῶν τῷ Σωτῆρι προσειλημμένων· καὶ τοῦτον τὸν τρόπον συναπτόμεθα τῷ ὑπὲρ ἡμῶν σαρκωθέντι καὶ θεωθέντι καὶ ἀποθανόντι καὶ ἀναστάντι.

Περὶ τῆς τάξεως τῶν μυστηρίων. Τί οὖν μὴ καὶ τὴν αὐτὴν ἐκείνῳ σώζομεν τάξιν, ἀλλ’ ὅθεν ἔληξεν ἀρχόμενοι ἐν οἷς ἐκεῖνος ἤρξατο τελευτῶμεν; Ὅτι κατῆλθεν ἵν’ ἡμεῖς ἀνέλθωμεν, καὶ τῆς αὐτῆς ὑποκειμένης ὁδοῦ, τὸ μὲν ἐκείνου πρᾶγμα κάθοδος ἦν, ἡμεῖς δὲ ἀνερχόμεθα· οὐκοῦν ὥσπερ ἐπὶ κλίμακος, ὅπερ ἔσχατον ἦν ἐκείνῳ κατερχομένῳ, τοῦτο ἡμῖν ἀνιοῦσι γίνεται πρῶτον.

Ἄλλως τε οὐδ’ ἐξῆν ἑτέρως, αὐτῶν ἕνεκα τῶν πραγμάτων. Τὸ μὲν γὰρ βάπτισμα γέννησις· τὸ δὲ μύρον ἐνεργείας καὶ κινήσεως ἐν ἡμῖν ἔχει λόγον· ὁ δὲ τῆς ζωῆς ἄρτος καὶ τὸ ποτήριον τῆς εὐχαριστίας βρῶσίς ἐστι καὶ πόσις ἀληθινή. Οὐκ ἔστι δὲ κινηθῆναι ἢ τραφῆναι πρὶν γεννηθῆναι.

Ἔτι δὲ τὸ μὲν βάπτισμα Θεῷ τὸν ἄνθρωπον καταλλάττει, τὸ δὲ μύρον τῶν ἐκεῖθεν ἀξιοῖ δώρων, ἡ δὲ τραπέζης δύναμις τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὸ αἷμα κοινὰ ποιεῖ τῷ τελουμένῳ. Ἀμήχανον δὲ πρὶν κατηλλάχθαι μετὰ τῶν φίλων ἑστάναι, καὶ ὧν ἐκείνοις προσῆκεν ἀξιοῦσθαι χαρίτων, καὶ τῷ Πονηρῷ καὶ ταῖς ἁμαρτίαις ὑποκειμένους αἵματος πιεῖν καὶ σαρκὸς φαγεῖν τῶν ἀναμαρτήτων. Διὰ ταῦτα λούμεθα πρῶτον, εἶτα χριόμεθα, καὶ οὕτω καθαροὺς καὶ εὐώδεις ἡ τράπεζα δέχεται.

Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Περὶ δὲ τῶν μυστηρίων ἑκάστου σκοπῶμεν ἔτι, τίνα συντέλειαν τῷ ἱερῷ παρέχεται βίῳ, καὶ περὶ τοῦ βαπτίσματος πρώτου ὅσα γε εἰς τὴν ζωὴν ταύτην δύναται φέρειν. Ὅτι τὸ βάπτισμα ἀρχὴ τοῦ εἶναι τοῖς κατὰ Θεὸν ζῶσι· καὶ σημεῖον ἡ τάξις ἣν ἔχει πρὸς τὰ ἄλλα μυστηρία.

Ἔστι τοίνυν τὸ βαπτισθῆναι, αὐτὸ τὸ κατὰ Χριστὸν γεννηθῆναι καὶ λαβεῖν αὐτὸ τὸ εἶναι καὶ ὑποστῆναι μηδὲν ὄντας. Τοῦτο δὲ καταλαβεῖν ἔστι πολλαχόθεν. Πρῶτον μὲν ἀπὸ τῆς τάξεως αὐτῆς, ὅτι τοῦτο πρῶτον μυούμεθα μυστηρίων, καὶ πρὸ τῶν ἄλλων τοῦτο χριστιανοὺς εἰς τὴν καινὴν εἰσάγει ζωήν· δεύτερον τῶν ὀνομάτων ὅθεν αὐτὸ καλοῦμεν· καὶ τρίτον τῶν ἐπ’ αὐτὸ τελουμένων καὶ ᾀδομένων.

Ἡ μὲν οὖν τάξις ἄνωθεν αὕτη· λούσασθαι πρῶτον, εἶτα μύρῳ χρισαμένους εἰς τὴν τράπεζαν ἀφικέσθαι τὴν ἱεράν· ὃ δὴ τεκμήριόν ἐστιν ἐναργές, τοῦ γε ἀρχὴν βίου καὶ ζωῆς βάθρον καὶ τοιαύτας ὑποθέσεις τὸ λουτρὸν εἶναι· ἐπεὶ Χριστὸς αὐτὸς μεθ’ ὧν ὑπὲρ ἡμῶν ἠνέσχετο πάντων καὶ βαπτισθῆναι δεῆσαν, τοῦτο δέχεται πρὸ τῶν ἄλλων.

Ὅτι τὸ βάπτισμα ἀρχή ἐστι τοῦ εἶναι τοῖς κατὰ Θεὸν ζῶσι· καὶ σημεῖον τὰ ὀνόματα ὅθεν αὐτὸ καλοῦμεν. Τὰ δὲ ὀνόματα, πρὸς τί ἂν ἄλλο δύναται φέρειν; Γέννησιν καὶ Ἀναγέννησιν καὶ Ἀνάπλασιν καὶ Σφραγῖδα αὐτὸ καλοῦμεν, καὶ Χάρισμα καὶ Φώτισμα καὶ Λουτρόν· ἃ δὴ πάντα τὸν ἕνα τοῦτον δύναται λόγον, τοῖς κατὰ Θεὸν οὖσι καὶ ζῶσιν, ἀρχὴν εἶναι τοῦ εἶναι τὴν τελετήν.

Ἡ μὲν οὖν Γέννησις ἐπιεικῶς οὐδὲν ἄλλο ἢ τοῦτο δοκεῖ σημαίνειν, καὶ ἡ Ἀναγέννησις καὶ ἡ Ἀνάπλασις ἐκεῖνο προσσημαίνουσαι μόνον· τοὺς νῦν γεννωμένους καὶ πλαττομένους καὶ ἄλλοτε γεννηθῆναι καὶ ἀπολέσαντας τὴν μορφὴν νῦν δευτέρᾳ γεννήσει πρὸς τὸ πρῶτον εἶδος αὖθις ἐπανιέναι· καθάπερ ἀνδριάντος ὕλῃ τὸ εἶδος ἀπολωλεκότος ἀποδιδοὺς ὁ τεχνίτης ἀναγεννᾷ τὴν εἰκόνα καὶ ἀναπλάττει· ἐπεὶ καὶ αὐτὸ ὅ τι ποτέ ἐστιν ἐν ἡμῖν τὸ τοῦ βαπτίσματος ἔργον, εἶδός ἐστι καὶ μορφή. Καὶ γάρ τινα εἰκόνα ἐγγράφει καὶ μορφὴν ἐντίθησι ταῖς ψυχαῖς, συμμόρφους ἀποφαῖνον τοῦ θανάτου καὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος.

Ὑπὲρ οὗ καὶ Σφραγὶς καλεῖται, πρὸς τὴν βασίλειον πλάττον εἰκόνα καὶ τὸ μακάριον εἶδος. Ὅτι δὲ τὸ εἶδος τὴν ὕλην περιβάλλει καὶ ἀφανίζει τὴν ἀμορφίαν, καὶ Ἔνδυμα καλοῦμεν καὶ Βάπτισμα τὸ μυστήριον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος τὸ ἔνδυμα καὶ τὴν σφραγῖδα πρὸς ταὐτὸν φέρειν, νῦν μὲν ἐγγραφῆναι καὶ μορφωθῆναί φησι τὸν Χριστόν, νῦν δὲ περιτεθῆναι χριστιανοῖς ὥσπερ ἱμάτιον, τὸ μὲν Γαλάταις γράφων· «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», καί· «Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος»· τὸ δὲ Κορινθίοις· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Καὶ γὰρ χρυσὸς καὶ ἄργυρος καὶ χαλκός, ἕως μὲν τῷ πυρὶ τακεὶς διαρρεῖ, γυμνὴν παρέχει τὴν ὕλην ὁρᾶν· ὅθεν καὶ χρυσὸς μόνον ἢ χαλκὸς αὐτὸ τοῦτο καλεῖται τὸ τῆς ὕλης ὄνομα. Ἐπειδὰν δὲ ὑπὸ τῶν τυπούντων σιδήρων εἰς τὸ εἶδος συνελαθῇ, οὐκέτι μὲν ἡ ὕλη, τὸ δὲ εἶδος φθάνον, καθάπερ τὰ ἱμάτια πρὸ τῶν σωμάτων ἀπαντᾷ τοῖς ὁρῶσιν· ὅθεν καὶ ὀνόματος ἰδίου τινὸς τυγχάνει· ἀνδριὰς γὰρ ἢ δακτύλιος ἢ ὁτιοῦν τῶν τοιούτων, ἃ τὴν μὲν ὕλην οὐκέτι, τὸ εἶδος δὲ μόνον σημαίνει καὶ τὴν μορφήν.

Διὰ τί βαπτιζομένοις τὰ ὀνόματα τίθενται. Ἴσως δὲ διὰ ταῦτα καὶ ὀνομαστήριός ἐστιν ἡ σωτήριος τοῦ βαπτίσματος ἡμέρα χριστιανοῖς· ὅτι τηνικαῦτα πλαττόμεθα καὶ τυπούμεθα, καὶ εἶδος καὶ ὅρον ἡ ἀνείδεος ἡμῶν καὶ ἀόριστος λαμβάνει ζωή. Ἄλλως τε τῷ γινώσκοντι τὰ ἴδια τότε γινωσκόμενοι πρῶτον καί, ᾗ φησι Παῦλος, «γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ», τὴν σημαντικὴν φωνήν, τὴν ἐπωνυμίαν κατὰ ταύτην ἀκούομεν τὴν ἡμέραν, ὡσὰν τότε γινωσκόμενοι καθαρῶς· τὸ γὰρ τῷ Θεῷ γνωσθῆναι, τοῦτό ἐστιν ὡς ἀληθῶς γνώριμον εἶναι.

Διὰ τοῦτο καὶ περὶ τῶν μηδὲν κοινὸν πρὸς τὴν ζωὴν ταύτην ἐχόντων ὁ Δαβὶδ εἶπεν· «Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.» Ἄγνωστοι γὰρ καὶ ἀφανεῖς οἳ τοῦ φωτὸς ἐκείνου πόρρω κατέστησαν ἑαυτούς. Οὔτε γὰρ τοῖς ὀφθαλμοῖς τοῦ φωτὸς χωρὶς τῶν ὁρᾶσθαι δυναμένων γένοιτ’ ἂν οὐδὲν φανερὸν οὔτε τῷ Θεῷ γνώριμον, ᾧ μὴ δέξασθαι συνέβη τὴν ἐκεῖθεν ἀκτῖνα. Τὸ δὲ αἴτιον ὅτι μηδὲ ἔστιν ὅλως τῇ ἀληθείᾳ, ὃ μὴ δῆλον ἐκείνῳ γίνεται τῷ φωτί· καὶ κατὰ τοῦτον τὸν λόγον, «ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ», καὶ αὖθις τῶν παρθένων τὰς μωρὰς οὐκ εἰδέναι λέγει.

Διὰ ταῦτα τὸ βάπτισμα φώτισμα, ὅτι τὸ ἀληθινὸν εἶναι παρέχον, γνωρίμους καθίστησι τῷ Θεῷ, καὶ πρὸς τὸ φῶς ἄγον ἐκεῖνο τῆς ἀφανοῦς ἀφίστησι πονηρίας. Διὰ τοῦτο καὶ λουτρὸν διότι φώτισμα· οὕτω γὰρ παρέχει τῷ φωτὶ καθαρῶς ὁμιλῆσαι, πάντα μολυσμὸν ὃς τὴν θείαν ἀκτῖνα τῶν ψυχῶν τῶν ἡμετέρων διείργει, καθάπερ τι μεσότοιχον ἐξελόν.

Χάρισμα δὲ ὅτι γέννησις· τῆς γὰρ γεννήσεως τῆς ἑαυτοῦ, τί ἄν τις προεισενέγκοι, ἐπεὶ καθάπερ ἐπὶ τῆς γεννήσεως τῆς φυσικῆς ἔχει, οὐδ’ αὐτὸ τὸ βούλεσθαι προεισάγομεν τῶν ἀπὸ τοῦ βαπτίσματος ἀγαθῶν, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν; βουλόμεθα γὰρ ἃ καὶ ἔστιν ἐνθυμηθῆναι· ταῦτα δὲ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», οὐδὲ λογίσασθαί τις δύναιτ’ ἄν, πρὶν εἰς πεῖραν ἐληλυθέναι.

Ἐλευθερίαν γὰρ ἀκούοντες προκειμένην καὶ βασιλείαν, εὐδαίμονά τινα λογιζόμεθα ζωήν, ἣν ἔξεστιν ἀνθρωπίνους δέξασθαι λογισμούς· τὸ δέ ἐστι παντάπασιν ἄλλο, μεῖζον καὶ τῆς διανοίας καὶ τῆς ἐπιθυμίας τῆς ἡμετέρας.

Χρίσμα δὲ ὅτι τὸν δι’ ἡμᾶς χρισθέντα τὸν Χριστὸν ἐγγράφει τοῖς τελουμένοις, καὶ σφραγίς ἐστιν αὐτὸν ἐνσημαίνουσα τὸν Σωτῆρα. Τὸ γὰρ χρίσμα πανταχοῦ διὰ πασῆς ἀκριβῶς τῆς μορφῆς ἀφιγμένον τοῦ σώματος τοῦ δεξαμένου καὶ προσαρμόσας, αὐτὸν ἐν αὐτῷ φέρει τὸν ἀληλιμμένον ἐνσημανθέντα, καὶ τὸ εἶδος δείκνυσι καὶ σφραγίς ἐστιν ἀτεχνῶς.

Δέδεικται δὲ τοῖς εἰρημένοις, τῇ γεννήσει ταὐτὸν δύνασθαι τὴν σφραγῖδα, καθάπερ καὶ τῇ σφραγῖδι τὸ ἔνδυμα καὶ τὸ βάπτισμα. Ἐπεὶ δὲ καὶ τὸ χάρισμα καὶ τὸ φώτισμα καὶ τὸ λουτρὸν τῇ πλάσει καὶ γεννήσει πρὸς ταὐτὸν φέρει, δῆλον ἐγένετο πᾶσαν τοῦ βαπτίσματος ἐπωνυμίαν τὸ ἓν ἐκεῖνο σημαίνειν ὡς ἄρα γέννησις καὶ τῆς ἐν Χριστῷ ζωῆς ἡμῖν ἐστιν ἀρχὴ τὸ λουτρόν.

Εἰ δὲ καὶ τὰ τελούμενα καὶ λεγόμενα τοῦ μυστηρίου τοῦτον δύναται τὸν λόγον, φανερὸν ἂν εἴη κατὰ μέρος τὴν τελετὴν ἐπιοῦσι. Ὅτι τὸ βάπτισμα ἀρχή ἐστι τοῦ εἶναι τοῖς κατὰ Θεὸν ζῶσι· καὶ σημεῖον τὰ ἐν αὐτῶ λεγόμενα καὶ τελούμενα.

Φαίνεται γὰρ ὁ προσιὼν τῷ μυστηρίῳ, πρὶν τελεσθῆναι, μήπω Θεῷ κατηλλαγμένος, μήπω τῆς ἀρχαίας αἰσχύνης ἀπηλλαγμένος· εὔχεται γὰρ αὐτῷ προσιόντι, πρὶν ἄλλο τι τελέσῃ, τὴν τοῦ κατέχοντος δαίμονος ἀπαλλαγὴν ὁ τελῶν, καὶ οὐ τῷ Θεῷ περὶ αὐτοῦ διαλέγεται μόνον, ἀλλὰ καὶ αὐτῷ ἐπιπεσὼν ἐπιτιμᾷ τῷ τυράννῳ καὶ ἐλαύνει μαστίζων. Ἡ δὲ μάστιξ αὐτῷ «τὸ ὄνομά ἐστι τὸ ὑπὲρ πᾶν ὄνομα».

Τοσοῦτον ἀπέχει ζῶν εἶναι καὶ υἱὸς καὶ κληρονόμος, ὅς γε ἔτι τῷ τυράννῳ δουλεύει· συμβαίνει γὰρ τῷ Πονηρῷ συνόντα Θεοῦ παντελῶς ἀφεστάναι, τὸ δέ ἐστι παντάπασι νεκρὸν εἶναι. Διὰ τοῦτο καὶ ὡς ἂν οὔπω ζωῆς μετειληφότος, προσελθὼν ὁ τελεστὴς ἐμφυσᾷ τῷ προσώπῳ· τὸ γὰρ ἐμφύσημα ἄνωθεν ζωῆς αἴνιγμα.

Καὶ τὰ ἑξῆς δὲ ἀκολούθως ἔχει· πάντα γὰρ τῶν ἄρτι καθισταμένων καὶ τῶν μὲν παρόντων καὶ ἐν χερσὶν ὑπερορώντων, ἐπ’ ἄλλα δὲ μετατιθεμένων. Ἐπείγεται γὰρ κόσμων τοῦ μὲν καταφρονῆσαι, τὸν δὲ τιμῆσαι· καὶ βίον τὸν μὲν ἀπογεγονέναι, τὸν δὲ βιῶναι· καὶ ζωῆς ἡγούμενον τὸν μὲν ἐκ παντὸς τρόπου φεύγειν, τὸν δὲ πάσῃ σπουδῇ διώκειν. Οὐκοῦν δι’ ὧν μὲν ἀποτίθεται τὰ παρόντα, δῆλός ἐστιν ὧν κατεγνώκει, μήπω καὶ νῦν ἀπηλλαγμένος· δι’ ὧν δὲ τὰ δόξαντα καλλίω καὶ ἃ προὔθηκε τῶν παρόντων ἀπὸ τοῦ μυστηρίου τούτου λαμβάνει, δείκνυσι τῷ βαπτισθῆναι τῆς ἐπαινουμένης ἀρχόμενος ζωῆς.

Τὸν γὰρ ἱερὸν εἰσελθὼν οἶκον, τὸν χιτῶνα κατατίθεται καὶ τὰ ὑποδήματα ὑπολύει, τῷ ἱματίῳ καὶ τοῖς ὑποδήμασι, ἃ πρὸς τὴν ζωὴν βοηθεῖ, τὸν πρότερον αἰνιττόμενος βίον. Ἔτι δὲ πρὸς δυσμὰς ἀποβλέπων πνεῦμα τοῦ στόματος ἀποπνεῖ, τῆς ἐν σκότει ζωῆς σημεῖον· χείρας τὲ ἐκτείνει καὶ ὡς παρόντα καὶ ἐπικείμενον τὸν Πονηρὸν ἀπωθεῖται καὶ ὡς μιαροῦ καὶ βδελυροῦ καταπτύει καὶ τὰς ἐχθίστας καὶ ἀπίστους καὶ ὀλέθρου παντὸς αἰτίας ἀρνεῖται σπονδὰς καὶ τὴν φιλίαν τὴν πικρὰν παντάπασι διαλύει καὶ τὴν ἔχθραν ἐπαινεῖ.

Καὶ ἐπεὶ φύγοι τὸ σκότος, ἐπὶ τὴν ἡμέραν τρέχει· καὶ πρὸς τὴν ἔω στραφείς, ζητεῖ τὸν ἥλιον· καὶ λυθεὶς τῶν τοῦ τυράννου χειρῶν, τὸν βασιλέα προσκυνεῖ· καὶ τοῦ νόθου καταγνούς, τὸν γνήσιον ἐπιγινώσκει Δεσπότην καὶ εὔχεται ὑποταγήσεσθαι αὐτῷ καὶ δουλεύσειν ὅλῃ ψυχῇ καὶ πρό γε τούτων ὡς Θεὸν εἰς αὐτὸν πιστεύειν καὶ ἃ περὶ αὐτοῦ προσῆκε γινώσκειν.

Καὶ τοῦτο γὰρ ἀρχὴ τῆς μακαρίας ζωῆς, ἡ ἀληθὴς περὶ Θεοῦ γνῶσις—«Τὸ γὰρ ἐπίστασθαί σε, φησὶ Σολομών, ῥίζα ἀθανασίας»—, ὥσπερ τὸ ἀγνοῆσαι τὸν Θεὸν τὸν θάνατον εἰσήνεγκεν ἐξ ἀρχῆς. Ἐπεὶ γὰρ ὁ Ἀδὰμ τὴν θείαν ἀγνοήσας φιλανθρωπίαν βάσκανον εἶναι ᾠήθη τὸν ἀγαθόν, καὶ τῆς σοφίας ἐπιλαθόμενος λαθεῖν ἐνόμισε τὸν σοφόν, τῷ δραπέτῃ προσετέθη, τὸν Δεσπότην περιιδών, καὶ τὴν ζωὴν ἀφῃρέθη καὶ ὠδυνήθη καὶ ἀπέθανεν· ὅθεν τῷ πρὸς τὴν ζωὴν ἐπειγομένῳ καὶ τὸν Θεόν, ἡγεῖσθαι τὴν περὶ Θεοῦ γνῶσιν πᾶσα ἀνάγκη.

Καὶ τῷ γυμνωθῆναι δὲ καθάπαξ καὶ τὸν τελευταῖον καταθέσθαι χιτῶνα, δείκνυμεν ἄρτι τῆς εἰς τὸν παράδεισον φερούσης ἁπτόμενοι καὶ τὴν ἐνταῦθα ζωήν. Ὁ μὲν γὰρ Ἀδὰμ ἀπὸ τῆς εὐδαίμονος ἐκείνης περιβολῆς ἐπὶ τὴν γύμνωσιν ἐλθών, ἀπὸ ταύτης ἐπὶ τὴν ἀθλίαν ταύτην ἧκε σκευήν. Ἡμεῖς δὲ ἀπὸ τῶν δερματίνων χιτώνων ἐπὶ τὴν γύμνωσιν ἰόντες, καὶ διὰ τοῦ αὐτοῦ βαδίζοντες μέσου δῆλοι καθέσταμεν τὴν αὐτὴν ἐπανιόντες ὁδὸν καὶ πρὸς τὸ ἱμάτιον ἐπειγόμενοι τὸ βασιλικόν, καὶ ὅθεν καὶ δι’ ὧν ἐκεῖνος κατῆλθεν εἰς τὸν κόσμον τοῦτον, ἡμεῖς ἐνθένδεν ἐπανιόντες.

Εἴη δ’ ἂν κἀκείνου σημεῖον τὸ γυμνωθῆναι, τοῦ νῦν καθαρῶς «τῷ ἀληθινῷ φωτὶ» προσιέναι, μηδὲν ἐπιφερομένους, ὅθεν «ἡ σκιὰ τοῦ θανάτου» καὶ ἃ τὴν μακαρίαν ἀκτῖνα τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἀποτειχίζει· καθάπερ τὰ ἱμάτια τειχίον τί ἐστι, μεταξὺ τοῦ φωτὸς τούτου καὶ τῶν σωμάτων.

Καὶ μὴν καὶ ἡ τοῦ ἐλαίου χρίσις γένοιτο μὲν ἄν, καὶ ἄλλου τινὸς οἶμαι σημεῖον, καὶ πρὸς τοῦτο δὲ δύναται φέρειν. Ἐννοῶμεν γὰρ τὴν Ἰακὼβ στήλην ἣν τῷ ἐλαίῳ χρίσας προσήνεγκε τῷ Θεῷ, καὶ τοὺς βασιλέας καὶ τοὺς ἱερέας, αὐτῷ τούτῳ, τῷ κοινῷ καὶ τῷ Θεῷ καθιερωμένους, οἳ σφίσι μὲν αὐτοῖς οὐδαμῶς, τῷ Θεῷ δὲ καὶ τῇ πολιτείᾳ ζῶσι πρὸς ἣν ἐτάχθησαν. Καὶ ἡμεῖς γὰρ τῆς οἰκείας ζωῆς καὶ ἡμῶν αὐτῶν ἐξιστάμεθα τῷ Θεῷ· τόδε ἐστὶ τὸ παλαιὸν ἀποβαλόντας εἶδος, ὁμοίους αὐτῷ γενέσθαι.

Καὶ τὸ σύμβολον οἰκεῖον, καὶ τῇ τῶν χριστιανῶν ἐπωνυμίᾳ πάνυ προσῆκον. Χριόμεθα γάρ, καὶ ᾧ ζητοῦμεν ἐοικέναι Χριστός ἐστι, τῇ θεότητι τὴν ἀνθρωπότητα χρίσας, ἐπεὶ καὶ αὐτοῦ τοῦ χρίσματος αὐτῷ κοινωνοῦμεν· καὶ γὰρ τοῦ χρίσματος ἐκείνου τοῦτο τὸ χρῖσμα σημεῖον, καὶ δείκνυσιν ὁ τελῶν δι’ ὧν ἐπᾴδει χριομένῳ τῷ τελουμένῳ.

Ταῦτα γάρ ἐστιν ἐκεῖνα δι’ ὧν ὁ Δαβὶδ τὴν χρίσιν ἐκείνην ἐμήνυσε καὶ τὴν βασιλείαν· ὁ μὲν γὰρ ἱερεύς· «Χρίεται, φησίν, οὗτος (τὸν τελούμενον λέγων) ἔλαιον ἀγαλλιάσεως»· ὁ δὲ Δαβίδ· «Ἔχρισέ σε, φησίν, ὁ Θεός, πρὸς τὸν Σωτῆρα, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», μετόχους λέγων ἡμᾶς οὓς διὰ φιλανθρωπίαν κοινωνοὺς ποιεῖται τῆς βασιλείας.

Μέχρι μὲν δὴ τούτων οὔπω ζῶμεν· σημεῖα γάρ ἐστι ταῦτα τῷ τελουμένῳ καὶ προτέλειαί τινες καὶ προπαρασκευαὶ τῆς ζωῆς. Ἐπειδὰν δὲ τῷ ὕδατι καλυφθεὶς τρισσῶς ἀναδῇ, τῆς Τριάδος ἐπᾳδομένης, τηνικαῦτα τὸ ζητούμενον ἅπαν ὁ μεμυημένος λαμβάνει καὶ γεννᾶται καὶ πλάττεται τὴν ἡμερινὴν γέννησιν καὶ πλάσιν, ᾗ Δαβὶδ εἶπε, καὶ δέχεται τὴν καλὴν σφραγῖδα καὶ πᾶσαν ἔχει τὴν ζητουμένην εὐδαιμονίαν καὶ γίνεται φῶς, σκότος ὢν πρότερον, καὶ ὑφίσταται μηδὲν ὢν καὶ οἰκειοῦται καὶ υἱοθετεῖται Θεῷ, ἀπὸ δεσμωτηρίου καὶ δουλείας τῆς ἐσχάτης ἐπὶ τὸν βασίλειον ἀγόμενος θρόνον.

Τὸ γὰρ ὕδωρ τοῦτο ζωὴν τὴν μὲν ἀπόλλυσι, τὴν δὲ ἀναδείκνυσι· καὶ τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποπνίγει, τὸν δὲ νέον ἀνίστησι. Τοῦτο δὲ μάλιστα μὲν τοῖς πεπειραμένοις ἀπ’ αὐτῶν τῶν πραγμάτων γίνεται δῆλον, ἔπειτα δὲ καὶ τὰ φαινόμενα τοῦ μυστηρίου τοῦτο δίδωσι δία πάντων εἰκάζειν.

Τῷ γὰρ ὑποδύντα τὸ ὕδωρ ἑαυτὸν ἀφανίσαι δοκεῖ φεύγειν τὴν ἐν τῷ ἀέρι ζωήν· τὸ δὲ φεύγειν τὴν ζωήν, τοῦτό ἐστιν ἀποθνήσκειν· τῷ δ’ αὖθις ἀναδύντα τῷ ἀέρι καὶ τῷ φωτὶ συγγενέσθαι, ζωὴν ἔοικε διώκειν καὶ τυχόντα λαβεῖν.

Διὰ τοῦτο καὶ τὸν δημιουργὸν ἐνταῦθα καλοῦμεν, ὅτι ζωῆς ἀρχὴ τὰ παρόντα καὶ δημιουργία δευτέρα πολλῷ τῆς προτέρας ἀμείνων. Γράφεται γὰρ ἀκριβέστερον ἢ πρότερον ἡ εἰκών, καὶ ὁ ἀνδριὰς εἰς σαφέστερον τὸν θεῖον πλάττεται τύπον.

Διὰ τί μὴ εἰς τὸ ὄνομα τοῦ Θεοῦ ἁπλῶς, ἀλλ’ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος βαπτιζόμεθα. Διὰ τοῦτο καὶ τὸ ἀρχέτυπον νῦν ἔδει καθαρώτερον προτεθῆναι. Τὸν γὰρ Θεὸν ἐπὶ τὸ λουτρὸν οἱ βαπτισταὶ καλοῦντες, οὐ τὸ Θεὸς ὄνομα τὸ κοινὸν τῇ Τριάδι βοῶσιν, ὅπερ οὐκ ἔστι σαφῶς καὶ διακεκριμένως θεολογούντων, ἀλλ’ ἀκριβέστερον καὶ τελεώτερον τὰς ἰδιότητας ἑκάστης τῶν ὑποστάσεων ἀνυμνοῦσι.

Καὶ μὴν καὶ δι’ ἐκεῖνον τὸν λόγον. Εἰ γὰρ καὶ μιᾷ φιλανθρωπίᾳ τὸ γένος ἔσωσεν ἡ Τριάς, ἀλλ’ ὅμως τῶν ὑποστάσεων ἑκάστῃ τῶν μακαρίων ἰδίαν τινὰ λέγεται συντέλειαν εἰσενέγκαι. Ὁ μὲν γὰρ Πατὴρ διήλλακται· ὁ δὲ Υἱὸς διήλλαξε· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον φίλοις ἤδη καταστᾶσι δῶρον ἐγένετο. Καὶ ὁ μὲν ἔλυσεν· ὁ δὲ τὸ λύτρον ἦν ᾧ λελύμεθα· τὸ δὲ Πνεῦμα ἐλευθερία· «Οὗ γὰρ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», Παύλου φωνή. Καὶ ὁ μὲν ἀνέπλασε· τῷ δὲ ἀνεπλάσθημεν· τὸ δὲ Πνεῦμα ἐστὶ τὸ ζωοποιοῦν. Ἐπεὶ καὶ κατὰ τὴν πρώτην δημιουργίαν ἡ Τριὰς ὡς ἐν σκιαῖς ἐγράφετο· ὁ μὲν γὰρ ἔπλασεν· ὁ δὲ χεὶρ ἦν τῷ πλάττοντι· ὁ δὲ Παράκλητος πνεῦμα τὴν ζωὴν ἐμφυσῶντι.

Καὶ τί ταῦτα λέγω; Μόνῳ γὰρ ἐν τούτῳ τῶν θείων ἔργων ὁ Θεὸς ἐκρίθη. Πολλῶν γὰρ ὄντων οἷς ἐκ τοῦ παντὸς αἰῶνος τὴν κτίσιν εὖ πεποίηκεν ὁ Θεός, οὐκ ἂν εὕροις οὐδέν, ὃ πρὸς τὸν Πατέρα ἀναφέρεται μόνον ἢ πρὸς τὸν Υἱὸν ἢ πρὸς τὸ Πνεῦμα, ἀλλὰ πάντα κοινὰ τῆς Τριάδος, ὅτι μιᾷ δυνάμει καὶ προνοίᾳ καὶ δημιουργίᾳ πάντα ποιεῖ.

Ἐπὶ δὲ τῆς οἰκονομίας ᾗ τὸ ἡμέτερον ἀνώρθωσε γένος, καὶ τοῦτο τὸ καινὸν ἐγένετο· καὶ τὴν ἐμὴν σωτηρίαν ἐβουλήθη μὲν ἡ Τριὰς κοινῇ καὶ ὅπως ἂν γένοιτο προὐνοήθη· ἐνεργεῖ δὲ οὐκέτι κοινῇ. Αὐτουργὸς γὰρ οὔτε ὁ Πατὴρ οὔτε τὸ Πνεῦμα, ἀλλὰ μόνος ὁ Λόγος, καὶ μόνος ὁ Μονογενὴς αἵματος ἠνέσχετο καὶ σαρκὸς καὶ ἐπλήγη καὶ ὠδυνήθη καὶ ἀπέθανε καὶ ἀνέστη, δι’ ὧν ἡ φύσις ἀνεβίω καὶ οἷς τὸ βάπτισμα συνέστη, ἡ καινὴ γέννησις καὶ ἀνάπλασις.

Οὐκοῦν ταῖς ὑποστάσεσι διαιροῦντας ἐπὶ τοῦ θείου λουτροῦ τὸν Θεὸν ἔδει καλεῖν, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τὴν ἱερὰν πλάσιν κομιζομένους, ἣ διακεκριμένον τὸν Θεὸν ἀπέδειξε μόνη.

Διὰ τί ἐν τῇ ἐπὶ τοῦ βαπτίσματος ἐπικλήσει οὐ μεμνήμεθα τῆς τοῦ Χριστοῦ οἰκονομίας. Τί οὖν μὴ καὶ τὴν οἰκονομίαν καὶ μάλιστα ταύτην ἐπὶ τοῦ βαπτίσματος ἀνυμνοῦμεν; Πάνυ μὲν οὖν οὐ δι’ ὧν λέγομεν, ἀλλὰ δι’ ὧν πράττομεν. Τὸ γὰρ καταδύντα τρισσῶς ἀναδῦναι, τίς οὐκ οἶδεν ὅτι τὸν τριήμερον θάνατον τοῦ Σωτῆρος εἰσάγει καὶ τὴν ἀνάστασιν, ἃ τέλος ἐστὶ τῆς ὅλης οἰκονομίας;

Καὶ οὐ μάτην οἶμαι τὴν μὲν θεολογίαν βοῶμεν, τὴν δὲ οἰκονομίαν ἐπιδεικνύμεθα σιωπῇ. Τὸ μὲν γὰρ ἦν ἀπ’ ἀρχῆς καὶ εἰς γνῶσιν ἀνθρώποις διὰ τῆς φωνῆς ἀφίκετο μόνης· τὸ δὲ ἐγένετο καὶ ὡράθη τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς καὶ ἀφῆς ἠνέσχετο καὶ χειρῶν· ὅθεν ὁ μακάριος Ἰωάννης, καὶ ἄμφω ταῦτα καὶ τοῦτο κἀκεῖνο περὶ τοῦ διπλοῦ Σωτῆρος γινώσκων, εἶπε μέν· «Ὃ ἦν ἀπαρχῆς, ὃ ἀκηκόαμεν»· ἐπήγαγε δέ· «ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς». Ἔτι δὲ τὴν μὲν θεολογίαν πιστεῦσαι δεῖ μόνον, καὶ ἡ ἐπίδειξις τῆς πίστεως ἐπὶ τῆς φωνῆς—«ἃ γὰρ εἰς δικαιοσύνην, φησί, πιστεύομεν τῇ καρδίᾳ, ταῦτα τῷ στόματι ὁμολογοῦμεν εἰς σωτηρίαν»—, τὴν δὲ οἰκονομίαν καὶ μιμήσασθαι καὶ ἐπὶ τῶν ἔργων δεῖξαι πᾶσα ἀνάγκη· δεῖ γάρ, φησίν, «ἐξακολουθῆσαι τοῖς ἴχνεσι» τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος.

Διὰ ταῦτα τοίνυν ἡ μὲν Τριὰς ἐπὶ τῆς φωνῆς ἐστί, τὸ δὲ πάθος καὶ τὸν θάνατον διὰ τοῦ ὕδατος ἐν τῷ σώματι γράφομεν, τυποῦντες ἡμᾶς αὐτοὺς εἰς τὸ μακάριον εἶδος ἐκεῖνο καὶ τὴν μορφήν. Οὐκ ἄδηλον μὲν οὖν ἐκ τῶν εἰρημένων ὅτι πανταχόθεν τῶν περὶ τὸ βάπτισμα θεωρουμένων, ἀπό τε τῆς τάξεως αὐτῆς, τῶν τε ὀνομάτων ὅθεν αὐτὸ καλοῦμεν, ἀπό τε τῶν ἐν αὐτῷ τελουμένων καὶ ᾀδομένων, ἐκεῖνο γινώσκομεν τὴν ἐν Χριστῷ ζωὴν ἀπὸ τοῦ λουτροῦ τὴν ἀρχὴν τοῦ εἶναι λαμβάνειν. Τί δέ ἐστιν αὐτὸ τὸ εἶναι τὴν ζωήν, λοιπὸν ἂν εἴη σκοπεῖν.