Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 56-69: Καθολικά αίτια, πρόοδοι, ολότητες και μέρη

Εξέταση της δημιουργικής τάξεως, αναίρεση των πολλαπλών παρακτικών αιτίων και της θεωρίας των ολοτήτων που προηγούνται των μερών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 5 από 12

Ἀνάγνωθι τὰ προγεγραμμένα ἡμῖν πρὸς τὸ κηʹ κεφάλαιον καὶ τὰ ἐφεξῆς αὐτοῦ δύο, δι’ ὧν δείκνυται ὅτι οὐ πᾶσα πρόοδος δι’ ὁμοιότητος ἔστιν, ἀλλὰ τριττῆς οὔσης τῆς προόδου, τῆς μὲν φυσικῆς τε ἅμα καὶ ὑπερφυοῦς, τῆς δὲ φυσικῆς μόνον, τῆς δὲ δημιουργικῆς εἴτουν παρακτικῆς, ἐπὶ μὲν τῆς ὑπερφυοῦς οὔθ’ ὁμοιότης οὔτε ἀνομοιότης ἁρμόζει παραλαμβάνεσθαι, ἀλλ’ εἴπερ ἄρα ταὐτότης μὲν κατὰ τὴν οὐσίαν καὶ πάντα τὰ φυσικά τε καὶ ὑπερφυῆ προτερήματα, ἑτερότης δὲ κατὰ τὰς ὑποστάσεις καὶ τὰ κατ’ αὐτὰς ἰδιώματα, ἐπὶ δὲ τῆς φυσικῆς μόνον, ὡς καὶ τῆς καθ’ ἡμᾶς, χώραν ἁπλῶς ἔχουσι λέγεσθαι ταὐτότητές τε κατὰ τὰ αὐτὰ καὶ ἑτερότητες καὶ ὁμοιότητες καὶ ἀνομοιότητες. κατά τε γὰρ τὴν οὐσίαν καὶ ταὐτὸν δυνάμει καὶ ἕτερον ἐνεργείᾳ τὸ γεννώμενον τοῦ γεννῶντος καὶ κατὰ τὴν κατ’ εἶδος ποιότητα· δυνάμει γὰρ ζῷον, ἀλλὰ δὴ καὶ λογικὸν ζῷον, καὶ ἁπλῶς ἄνθρωπος τὸ ἔτι κυοφορούμενον, οὐ μέντοι γέ πω καὶ ἐνεργείᾳ, πρὶν ἢ πρὸς τὴν οἰκείαν ἀνθρώπῳ προελθεῖν τελειότητα. ἐν ταύτῃ δὲ τῇ προόδῳ (καὶ τοῦτο γὰρ νῦν προσθεωρητέον) τὰ ἀνόμοια πρὸ τῶν ὁμοίων ὑφίσταται, ἔμπαλιν ἤπερ οὗτος ἐπὶ πάσης προόδου δεικνύναι βούλεται· οὔπω γὰρ ζῷον τὸ σπέρμα καὶ οὔπω τὸ ἔμβρυον λογικὸν ἀλλ’ ὕστερόν ποτε ταῦτα· καὶ κατὰ ταῦτα ἐξομοιοῦται τὸ γέννημα τῷ γεννήσαντι.

ἐπὶ δέ γε τῆς δημιουργικῆς ἔστι μὲν καὶ ἁπλῶς εἰπεῖν ὅτι τὰ ὅμοια πρὸ τῶν ἀνομοίων ὑφίσταται· πρὸ τῶν αἰσθητῶν γὰρ τὰ νοητὰ καὶ τὰ ἁπλᾶ πρὸ τῶν συνθέτων. ἔστι δέ πως καὶ προϋφιστάμενα τῶν ὁμοιοτέρων ἰδεῖν τὰ μᾶλλον ἀνόμοια· καὶ μαρτυρεῖ Μωσῆς ὁ τὴν γένεσιν τῶν αἰσθητῶν ἐκ θείας διδαχθεὶς ὁμιλίας, πρῶτα γράψας πεποιῆσθαι τὰ κοσμικὰ στοιχεῖα ὕλης λόγον ἐπέχοντα, ἀδιάκριτα τέως καὶ ἄμορφα καὶ ἀνείδεα καὶ ὅλως ἄψυχα καὶ ἀκίνητα, τῆς θείας ὁμοιότητος πάμπαν ἀπολειπόμενα, μετὰ δὲ τὴν τούτων διάκρισιν πρώτην πάλιν τῆς γῆς ἐκφυέναι τὴν φυτικὴν πᾶσαν οὐσίαν, εἶτα καὶ τὴν αἰσθητικὴν καὶ τελευταῖον τὸ λογικὸν πλασθῆναι ζῷον, τὸν ἄνθρωπον, πεποιημένον κατ’ εἰκόνα θεοῦ τοῦ πεποιηκότος καὶ καθ’ ὁμοίωσιν.

Ὅρα οὖν ὅπως τὸ πάντων αἰσθητῶν ὁμοιότατον τῷ θεῷ ζῷον ὑστέραν ἔλαχε πρόοδον, προτέρας δὲ τὰ μᾶλλον ἀνόμοια, καὶ πανταχόθεν ὡς ψεῦδος ἐκβάλλεται τὸ πᾶσαν πρόοδον δι’ ὁμοιότητα εἶναι καὶ τὸ τὰ ὅμοια πρὸ τῶν ἀνομοίων ὑφίστασθαι.

Ἡ τῶν αἰωνίων ἀϊδιότης ἀτελεύτητος μέν, οὐκ ἄναρχος δέ· μόνον γὰρ ἄναρχον τὸ θεῖον, ὃ καὶ πάντων ἐστὶν ἀρχή. ἡ δὲ τῶν ἐν χρόνῳ οὐδ’ ἂν ἀϊδιότης εὐλόγως λέγοιτο μήτε ἄναρχος μήτε ἀτελεύτητος οὖσα, ἢ εἴπερ ἄρα μετὰ διαστίξεως· τῆς ἔστ’ ἂν ὁ χρόνος ὑφεστήκοι.

Πρὸς ἡμᾶς τὸ ἀδύνατον· τῷ γὰρ θεῷ πάντα δυνατά, καθὰ καὶ ὁ ὑπερόντως ὢν λόγος σὰρξ καὶ ὑπὸ χρόνον ἐγένετο, καὶ τὸ ἔμπαλιν ἡ ποτὲ οὖσα φύσις ἡμῶν ἐν αὐτῷ εἰς τὸ ὄντως εἶναι ἀνέδραμε· διὸ καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ Κύριος Ἰησοῦς Χριστὸς καὶ λέγεται καὶ ἐστίν, ὁ καὶ ἀεὶ ὄντως, μᾶλλον δὲ ὑπερόντως ὢν καὶ ποτὲ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονώς.

νϛʹ. Πᾶν τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον καὶ ἀπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως, ἀφ’ ὧν καὶ τὰ δεύτερα παρήγετο ... (54,4-22) Ἡμεῖς οὐχ οὕτως φαμέν, ἀλλὰ πάντα ἀπὸ τῆς μιᾶς καὶ ὑπερτάτης αἰτίας παράγεσθαι τῆς παντουργοῦ καὶ παντοδυνάμου, ἣν οὐδὲ προτέραν ἢ πρώτην ἀξιοῦμεν καλεῖν, ὡς μὴ συνταττομένην ὁπωσοῦν τοῖς παρ’ αὐτῆς παραχθεῖσιν ἀλλ’ ὑπερεξῃρημένην καὶ ὑπερόντως ὑπεροῦσαν. ἐν δὲ τοῖς ἀπ’ αὐτῆς ἢ καὶ μετ’ αὐτὴν τὸ εἶναι λαχοῦσι τὸ πρῶτον τάττεσθαί φαμεν καὶ τὸ δεύτερον, οὐχ ὡς τῶν μὲν αἰτίων ὄντων, τῶν δὲ αἰτιατῶν, ἀλλ’ ὡς τῶν πρώτων ἀμέσως δεχομένων τὰς θείας ἐλλάμψεις καὶ τοῖς ἐφεξῆς εὐτάκτως διαδιδόντων. εἰ δ’ οὕτως αἴτια τὰ πρότερα τῶν μετ’ αὐτὰ βούλοιτό τις καλεῖν ὡς μεταδοτικὰ τῶν ἀπὸ τῆς μιᾶς αἰτίας προϊόντων δώρων, οὐδὲν διοίσει πρὸς τὸν ἡμέτερον λόγον, ἐπεὶ τοῦ εἶναι πᾶσι τοῖς οὖσι μόνος αἴτιος ὁ μόνος πάντα προέχων ἐν ἑαυτῷ κατ’ αἰτίαν καὶ ἀφ’ ἑαυτοῦ παράγων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καὶ ποιῶν ἕκαστον εἶναι ὅπερ ἐστίν, ὡς καὶ ὅλον ἐν ἑαυτῷ συλλαβὼν ὁμοῦ καὶ προέχων τὸ εἶναι, κατὰ τὸν Θεολόγον εἰπεῖν Γρηγόριον· οὗτος δέ ἐστιν ὁ εἷς ἐν τριάδι θεός, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὰ πάντα.

οὕτως οὖν μᾶλλον ποιητέον τὸ πρόβλημα· πᾶν τὸ ὑπὸ τῶν δευτέρων ἐλλαμπόμενον καὶ ἀπὸ τῶν προτέρων ἐλλάμπεται μειζόνως, ἀφ’ ὧν καὶ τὰ δεύτερα ἠλλάμπετο, καὶ τὴν οὐσίαν πάντα καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ἀπὸ τῆς μιᾶς καὶ ὑπερουσίου καὶ πανουσίου οὐσίας ἔχουσι, τῆς ὑπερδυνάμου καὶ παντοδυνάμου δυνάμεως, τῆς ὑπερενεργοῦς καὶ παντενεργοῦς ἐνεργείας τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· τὰ δὲ θεῖα δῶρα καὶ τὰς ἐλλάμψεις πρωτοδότως ἐκεῖθεν δεχόμενα τὰ πρῶτα νοερά τε καὶ νοητὰ τάγματα τοῖς ἑξῆς δευτεροδότως διαπορθμεύουσι, καί εἰσιν αὐτά τε τὰ θεῖα δῶρα καὶ αἱ τούτων διαδοτικαὶ δυνάμεις μειζόνως ἐν τοῖς προτέροις ἢ ἐν τοῖς δευτέροις καὶ τὰς ἐλλάμψεις ἐνεργοῦσιν ἐν τοῖς ὑφ’ ἑαυτὰ μειζόνως τὰ πρότερα μᾶλλον ἢ τὰ δεύτερα.

νζʹ. Πᾶν αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ μετ’ αὐτὸ πλειόνων ἐστὶν ὑποστατικόν ... (54,23-56,16) Μὴ λέγε πᾶν, ὅτι μὴ πολλὰ τὰ αἴτια· εἰ δ’ οὖν, ἴσθι ἑαυτῷ περιπίπτων εἰς ἐναντίωσιν. εἰ γὰρ ἕκαστον τῶν παραγομένων ἕν τι πάντως, ὡς ἐν τῷ πρώτῳ προείρηκας θεωρήματι, τοῦ δὲ ἑνὸς τούτου πολλὰ τὰ αἴτια, ὅσα δηλαδὴ τὰ πρὸ τούτου, ἀνάγκη σοι μὴ μόνον ὅτι πᾶν πλῆθος μετέχει πῃ τοῦ ἑνὸς λέγειν ἀλλὰ καὶ τὸ ἀντίστροφον, ὅτι πᾶν ἕν, οἷον τὸ καθέκαστον, μετέχει πῃ πλήθους, εἴπερ καὶ πᾶν αἰτιατὸν μετέχει πάντων τῶν πρὸ αὐτοῦ πολλῶν ὄντων καὶ κατὰ τοῦτο εἰς πλῆθος ἀναφερομένων· καὶ οὕτως ἔσται σοι καὶ τὸ πλῆθος ἀρχή.

Καὶ ἐκ τῶν ἡμῖν εἰρημένων φανερὸν τὸ ἡμέτερον πόρισμα ὡς οὐδενὸς τῶν ὄντων παρακτικὴ αἰτία ψυχή, ἀλλ’ οὐδὲ νοῦς, ἀλλ’ ἢ ὁ πρῶτος καὶ μόνος καὶ ὑπέρνοος καὶ ὑπερούσιος καὶ παναίτιος θεός, ὃς καὶ τὸ ἓν καὶ τὸ ἀγαθὸν παρ’ ἡμῶν ὑμνεῖται, ὃς καὶ στερήσεων καὶ ἁπλῶς τοῦ μὴ ὄντος ὑποστάτης ἐστί, καθὸ καὶ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα ὕμνηται. εἰ δ’ ἄρα καί τινων, ἀρετῆς καὶ κακίας μόνων, τῶν καὶ ἐφ’ ἡμῖν κειμένων, αἰτιατέον τὴν ψυχὴν καὶ τὸν ἄλλως ὑπὲρ αὐτὴν νοῦν, αἳ οὐχ ὡς οὐσίαι ὑφίστανται, ἀλλὰ συμβεβηκότα καὶ ποιότητες λέγονται. οὕτως οὖν διασκευαστέον τὸ πρόβλημα· τὸ πάντων αἴτιον καὶ πρὸ πάντων ἐνεργεῖ καὶ ἐν πᾶσι καὶ διὰ πάντων καὶ μετὰ πάντα καὶ πάντων ἐστὶν ὑποστατικόν, καὶ οὐ τελειότερον οὐδὲ δυνατώτερον (ἀσύγκριτον γάρ) ἀλλ’ αὐτὸ τὸ παντέλειον καὶ ὑπερτέλειον καὶ παντοδύναμον καὶ ὑπερδύναμον, οὐδὲν δὲ τῶν ἐξ αὐτοῦ τε καὶ μετ’ αὐτὸ ὑποστατικόν τε καὶ παρακτικὸν εἴτουν ποιητικόν ἐστιν αἴτιον. ὅθεν δῆλον ὅτι οὔτε ψυχὴ αἰτία σωμάτων οὔτε νοῦς ψυχῆς ἢ καὶ μετὰ ψυχὴν σωμάτων, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ πανταίτιον καὶ ὑπεράγαθον ἀγαθόν, τὸ ὑπερούσιον ὄν, ὁ ὑπέρνοος νοῦς, ἡ ὑπέρζωος ζωή, ὁ τρισυπόστατος καὶ μόνος θεὸς καὶ νοῦ παντός ἐστι ποιητὴς καὶ πάσης ψυχῆς καὶ πάντων σωμάτων ἐμψύχων τε καὶ ἀψύχων καὶ παντὸς εἴδους καὶ πάσης στερήσεως ὑποστάτης.

τούτου δὲ καὶ πάντα μετέχει τὰ ὄντα ὡς προόντος, εἰ καὶ ἄψυχα εἴη καὶ ἄλογα, τὰ ζῶντα καὶ ἔμψυχα ὡς ζωῆς καὶ πνοῆς, καὶ τὰ λογικά τε καὶ νοερὰ ὡς καὶ λόγου καὶ νοῦ, τὰς αἰτίας προέχοντος, τὰ πάντα ὡς πάντα προόντος καὶ ὑπερόντος καὶ ἀφ’ ἑαυτοῦ ὑπεραγάθως ὑπερβλύζοντος καὶ παράγοντος καὶ αὐτὰ δὴ τὰ μὴ ὄντα ὡς ἀγαθὸς καὶ διὰ τὴν αὐτοῦ ἀγαθότητα ἐν αὐτῷ ὑφεστῶτα καὶ εἰς τὸ εἶναι καλούμενα.

Νοῦ δὲ λέγειν μετέχειν τὸ ἄψυχον καὶ ἄνουν μὴ καὶ ἀνόητον εἴη; θαυμαστὸν εἰ νοῦ μετέχει τὸ ἄψυχον. καὶ νοῇ γὰρ ἄν, εἴ γε τὸ νοῦ μετέχον καὶ νοεῖν ἀνάγκη. ἀλλὰ μὴν τὸ ἄψυχον οὐ νοεῖ, οὐδ’ ἄρα νοῦ μετέχει, εἰ μὴ ἄρα νοῦ λέγοι μετέχειν καὶ τὸ νοεῖσθαι παρὰ τὴν κοινὴν ἔννοιαν.

νηʹ. Πᾶν τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερόν ἐστι τοῦ ὑπὸ ἐλαττόνων παραγομένου ... (56,17-27) Ἐντεῦθεν ἡ πολυθεΐα τὴν πρόφασιν ἔσχεν· εἰ γὰρ πολλὰ τὰ αἴτια, καὶ πολλοὶ θεοί. ἡμεῖς δὲ θεὸν ἕνα σέβοντες ἓν καὶ τὸ πάντων τῶν ὄντων ὑμνοῦμεν αἴτιον τῶν τε ἁπλῶν καὶ τῶν συνθέτων, πάντα παράγον κατὰ μίαν πληρεστάτην καὶ ὑπεροχικὴν δύναμιν, ἣν τοσοῦτον ὑφίεσθαι ἀνάγκη, ὅσον ἂν πλείω τὰ αἴτια ὑποτίθοιντο. εἰ γὰρ τῶν πλειόνων αἰτίων δύναμις πλείων τῆς ἐλασσόνων, καὶ ἔτι μᾶλλον καὶ μάλιστα τῆς τοῦ ἑνός· ἀλλὰ καὶ τὸ αἴτιον ἕν, ἐξ οὗ πάντα πρόεισι, καὶ πᾶσα δόσις ἐκεῖθεν κάτεισιν. εἰ δὲ καὶ διὰ μέσων δίδονται δόσεις ἢ πλειόνων ἢ ἐλασσόνων, ἀλλὰ τὰ μέσα οὐ δίδωσιν, ἀλλὰ μεταδίδωσιν ἃ λαμβάνουσιν ἄνωθεν. ἓν τὸ αἴτιον τὸ πᾶσι πᾶσαν δόσιν διδοῦν εἴτε διὰ πλειόνων μέσων εἴτε δι’ ἐλασσόνων, ὃ καὶ μόνον ἐστὶ θεός.

νθʹ. Πᾶν τὸ ἁπλοῦν κατ’ οὐσίαν ἢ κρεῖττόν ἐστι τῶν συνθέτων ἢ χεῖρον ... (56,28-58,2) Οὐ πᾶν, καθὼς ἐν τοῖς προλαβοῦσι προδιεστειλάμεθα. Ἄκρα τῶν ὄντων κυρίως τὸ πρῶτόν ἐστι καὶ τὸ ἔσχατον. ἀλλ’ εἰ μὲν ἀρχὴ τὸ πρῶτον, ὑπ’ οὐδενὸς παράγεται· εἰ δὲ τὸ πρῶτον ἀπὸ τῆς ἀρχῆς παραχθέν, οὔτε τοῦτο ὑπὸ ἐλασσόνων οὔτε τὸ ἔσχατον· οὐ γὰρ ἓν τὰ ἐλάσσονα. εἰ δὲ τὸ μετὰ τὸ πρῶτον καὶ τὸ πρὸ τοῦ ἐσχάτου εὐθύς, οὐκ ἄκρα ταῦτα πρὸς τὴν ὅλην σειρὰν ἀλλ’ ἐν μέσοις τέτακται. εἰ δὲ πρὸς ἄλλα μεσαίτερα ταῦτα φῂς ἄκρα, τίνα ταῦτα ὄντα καὶ τίνα ἐκεῖνα τὰ μὲν ἄκρα, τὰ δὲ μέσα λέγεις; ἢ οὕτω μόνον ὀνομάζων αὐτὰ δῆλος εἶ μόνας ψιλὰς ἀναπλάττων σχέσεις πραγμάτων ἐρήμους. τάχα δ’ ἂν λέγοις ἄκρα τῶν ὄντων κατὰ τὸ τοῦ νζʹ θεωρήματος πόρισμα τὸν νοῦν καὶ τὴν ὕλην ἤτοι τὰς στερήσεις, τὸν μὲν ἐπὶ τὸ ἄνω, τὴν δ’ ἐπὶ τὸ κάτω. ταῦτα δὲ εἶναι καὶ ἁπλούστατα, ὡς ὑπὸ μόνου τοῦ ἑνὸς παραγόμενα, καὶ τὸν μὲν κρείττω τῶν συνθέτων, τὴν δὲ χείρω, ἧττον δὲ τούτων ἁπλᾶ, καθόσον καὶ μεσαιτέραν λαγχάνειν χώραν, τὴν ψυχὴν καὶ τὸ ἁπλῶς σῶμα, καὶ τούτων τὴν μὲν κρείττω, τὸ δὲ χείρω, ἄμφω δὲ ὑπὸ δύο αἰτίων, τοῦ νοῦ καὶ τοῦ ἑνὸς εἴτουν ἀγαθοῦ, παραγόμενα.

ἔτι δὲ συνθετώτερον τούτων καὶ ἐκ πλειόνων προϊὸν αἰτίων, τῆς ψυχῆς, τοῦ νοῦ, τοῦ ἀγαθοῦ, τὸ ἔμψυχον σῶμα, τούτου τε συνθετώτερόν ἐστι τὸ καὶ ἔμψυχον καὶ αἰσθητικόν, ὧν καὶ κατὰ τὸ χεῖρον ἁπλούστερα τὸ ἀναίσθητον καὶ τὸ παντάπασιν ἄψυχον. ἀλλ’ ἐγὼ σῶμα μὲν ἔμψυχον οἶδα καὶ αἰσθητικὸν τὸ τοῦ ζῴου καὶ σῶμα ἔμψυχον καὶ ἀναίσθητον τὸ φυτὸν καὶ σῶμα παντάπασιν ἄψυχον τὸν λίθον, τὸ ξύλον καὶ τὰ τοιαῦτα, οἷς συντάττω καὶ τὰ στοιχεῖα, σῶμα δὲ ἄλλο παρὰ ταῦτα ἄϋλον δήπου καὶ ὕλην ἄποιον ἄποσον ἀνείδεον, ἁπλῶς στέρησιν, τὰ μὴ καθ’ ἑαυτὰ ὑφεστῶτα, πῶς συντάξω τοῖς οὖσιν οὐ συνορῶ. τὰ δὲ ἐξ ἀφαιρέσεως, ὡς ἂν σὺ φαίης, νοούμενα εἶναι γὰρ δεῖ τὸ ὄν, οὐ μὴ εἶναι· σὺ δ’ οἴκοθεν ἀναπλάττων ταῦτα οὐκ ἀξιόλογός μοι λογίζῃ δημιουργός. οὔκουν οὐδὲ τὸν νοῦν τῆς ψυχῆς οὐδὲ τὴν ψυχὴν τοῦ σώματος οὐδ’ ἄλλο τι ἄλλου παρακτικὸν αἴτιον εἶναι σύμφημί σοι, ἀλλὰ πάντων αἴτιον οἶδα τὸν ἕνα ἐν τριάδι θεόν.

ξʹ. Πᾶν τὸ πλειόνων αἴτιον κρεῖττόν ἐστι τοῦ πρὸς ἐλάττονα τὴν δύναμιν λαχόντος καὶ μέρη παράγοντος ὧν θάτερον ὅλων ὑποστατικόν ἐστιν ... (58,3-15) Εἰ πάντων τὸ ἓν μόνον αἴτιον, οὐδὲν ἕτερον οὔτε πλειόνων οὔτε ἐλασσόνων αἴτιον, πάντα δὲ τὰ ὄντα καλὰ καὶ οὐδὲν ἕτερον ἑτέρου κατὰ τὸ εἶναι κρεῖττον ἢ χεῖρον εἰ μὴ κατὰ ἀρετῆς ἢ κακίας ἀνάληψιν. ἃ δέ φησιν οὗτος ὅλα τουτέστι τὰ ἁπλούστερα καὶ καθολικώτερα, ταῦτα οὐδὲ κυρίως εἰσίν, ὅτι μηδὲ καθ’ ἑαυτὰ ὑφεστήκασιν, ἀλλ’ ἐν τοῖς μερικωτέροις καὶ μάλιστα τοῖς καθ’ ἕκαστα θεωρεῖται. διὸ καὶ Ἀριστοτέλης πρώτας οὐσίας καὶ κυρίως εἶναί φησι τὰ καθ’ ἕκαστα, δευτέρας δὲ λέγεσθαι τὰ γένη καὶ τὰ εἴδη καὶ μᾶλλον τὰ εἴδη ἢ τὰ γένη. εἰ δὲ καὶ σύγκειται τὰ μερικώτερα ἐκ τῶν καθολικωτέρων, ὡς ἐκ μερῶν ὅλα, ὥσπερ τὸ μὲν καθ’ ἕκαστον ἐκ τοῦ εἴδους καὶ τῶν κατ’ αὐτὸ ἰδιωμάτων, τὸ δὲ εἶδος ἐκ τοῦ γένους καὶ τῶν συστατικῶν διαφορῶν, πῶς οὐ μέρη τὰ ἁπλούστερα καὶ καθολικώτερα τῶν συνθετωτέρων καὶ μερικωτέρων. ὥστε καὶ εἰς τοὐναντίον τῷ σοφῷ περιστραφήσεται ἡ ἀπόδειξις.

ξαʹ. Πᾶσα δύναμις ἀμέριστος μὲν οὖσα μείζων ἐστί, μεριζομένη δὲ ἐλάσσων ... (58,16-21) Ἡ θεία δύναμις καὶ μεριζομένη ἀμέριστος μένει καὶ ἀνελάττωτος, καὶ εἰς πλῆθος προϊοῦσα τοῦ κατ’ αὐτὴν ἑνὸς οὐκ ἀφίσταται, ἀλλ’ οὐδὲν ἧττον μία μένει καὶ ἡ αὐτὴ καὶ τελεία καὶ ὅλη. οὗτος δὲ τὰ μὲν θεῖα καὶ λόγον πάντα καὶ διάνοιαν καὶ νοῦν ὑπερβαίνοντα σωματικώτερον ἐκλαμβάνει καὶ παχύτερον καὶ τὰς περὶ τούτων ἀποδείξεις τοιαύτας ἐκ τῶν καθ’ ἡμᾶς παραλαμβάνει, ἐπὶ δὲ τὰ ψευδῆ καὶ ἀνυπόστατα καὶ διανοίας τῆς καθ’ αὑτὸν ἀναπλάσματα τοῖς λεπτοτέροις χρῆται καὶ βαθυτέροις νοήμασιν, ὡς ἀμφοτέρωθεν συναρπάζειν τοὺς ἁπλουστέρους τε καὶ ἀμαθεστέρους. τῶν γὰρ σωμάτων οἱ μερισμοὶ καὶ αἱ διαστάσεις, καθ’ ἃς τὸ μεῖζον καὶ τὸ ἔλαττον θεωρεῖται· τὸ δὲ ἀσώματον πῶς ἂν μερισθείη ἀμέριστον ὄν; καὶ τοῦ ἀδιαστάτου τί ἂν εἴη τὸ μεῖζον ἢ τὸ ἔλαττον; ἀσώματον δὲ ἡ θεία δύναμις, οὐκοῦν καὶ ἀμέριστος καὶ ἀδιάστατος· σῶμα γὰρ εἶναι δεῖ τὸ διαστατόν· οὐκοῦν καὶ ἀναυξὴς καὶ ἀμείωτος καὶ οὔτε μείζων οὔτε ἐλάττων, ἀλλ’ ἴση ἀεί, μᾶλλον δὲ ἡ αὐτή, αὐτὴ ἑαυτῇ.

ξβʹ. Πᾶν πλῆθος ἐγγυτέρω τοῦ ἑνὸς ὂν ποσῷ μέν ἐστι τῶν πορρωτέρω ἔλαττον, τῇ δυνάμει δὲ μεῖζον ... (58,22-32) Ἡ ἀπόδειξις αὕτη ἀπὸ τῶν ὑστέρων προβαίνει, ἀπὸ γὰρ τῶν ἐν ἀριθμοῖς θεωρουμένων· ποσὸν δέ τι ὁ ἀριθμὸς καὶ συμβεβηκός· ἀνάρμοστος δὲ τοῖς ὄντως οὖσιν ἡ ἀπὸ συμβεβηκότος ἀπόδειξις. ἔοικε δὲ καὶ ὡς περὶ ψιλῶν ἀριθμῶν ὁ σοφὸς οὗτος περὶ τῶν θείων διανοεῖσθαι κατὰ τὴν αἵρεσιν τῶν Πυθαγορείων καὶ μηδὲ πάμπαν ἐξῃρημένον τῶν ὄντων τὸ ὑπέρτατον ἓν ὁμολογεῖν. ἐκείνῳ γὰρ τί ἂν ὁμοιότερον ἢ ἀνομοιότερον εἴη τῷ ἀσυγκρίτως πάντων ὑπερανέχοντι; τί δὲ ἐγγύτερον ἢ πορρώτερον τοῦ ἐν αὐτοῖς ὑπεριδρυμένου καὶ πανταχοῦ πᾶσιν ἐπίσης παρόντος κατὰ τὴν ἄφθονον ἑαυτοῦ καὶ ὑπερηπλωμένην μετάδοσιν; εἰ μὴ ἄρα τὴν κατὰ δύναμιν ἐκείνου μετοχὴν διάφορον οὖσαν κατὰ τὰς διαφόρους τούτων δυνάμεις παραλαμβάνομεν εἰς τὴν σύγκρισιν καὶ οὕτω τὰ μὲν ἐγγύτερον ἐκείνου, τὰ δὲ πορρώτερον εἶναι λέγομεν, ὡσαύτως δὲ καὶ ὁμοιότερον καὶ ἀνομοιότερον, καθὸ καὶ ὁ ἄνθρωπος κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν πεποιῆσθαι λέγεται.

Τὸ δὲ καὶ συγγενές τι τῶν ὄντων λέγειν θεῷ τῶν πάντῃ ἀτόπων ἐστίν. ὑπὸ τί γὰρ ἢ ποῖον γένος ἀνάξομεν τὸν θεόν, οὗ τό τί ἐστιν ἢ ὁποῖον τί ἐστιν οὔτ’ εἰπεῖν οὔτ’ ἐννοῆσαι ἔστιν; ἢ πάλιν προφητικῶς εἰπεῖν τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ἵνα τι καὶ συγγενὲς αὐτῷ καθ’ ὁντιναοῦν τρόπον φῶμεν εἶναι;

Οὔκουν ἐγὼ κατ’ ἐπιστήμην τίθεμαι θεολογικὴν τὸ ποσότητας εἴτουν πηλικότητας, πρὸς δὲ καὶ ποιότητας καὶ τοπικάς τινας διαστάσεις ἐπὶ τῆς θείας οὐσίας παραλαμβάνειν, ὅπερ ὁ σοφὸς οὗτος ποιεῖ τὰς θείας ἑνάδας ἤτοι τοὺς κατ’ αὐτὸν θεοὺς ποσῷ μὲν ἐλάττους τῶν νόων λέγων, δυνάμει δὲ μείζους (πηλικότης δέ τις πάντως ἡ δύναμις, ἐπεὶ καὶ τὸ μεῖζον κατὰ πηλικότητα λέγεται), ταύτας δὲ καὶ τῷ ἑνὶ ὁμοιοτέρας καὶ ἐγγυτέρας, ὧν τὸ μὲν ποιότητος ἔμφασιν δίδωσι, τὸ δὲ τοπικῆς διαστάσεως. ἀκόλουθον δ’ αὐτῷ καὶ τὸ ἓν αὐτὸ ποσῷ μὲν ἔλασσον λέγειν τῶν ἑνάδων, δυνάμει δὲ μεῖζον καὶ ὁμοιότερον ταύταις μᾶλλον ἢ τοῖς νόοις, κἀκείνοις ἢ ταῖς ψυχαῖς, καὶ ἐγγύτερον ἄλλοις καὶ ἄλλων πορρώτερον διεστώς, ὅπως ἂν καὶ τὸ ἓν ποσότητί τε καὶ πηλικότητι, ποιότητί τε καὶ τοπικῇ διαστάσει διὰ τῶν κατὰ ταύτας συγκρίσεων ὑποβάλληται, ὧν πάντων κατὰ θεοτελῆ θείας ἐπιστήμης λόγον τὸ θεῖον ὑπερανῴκισται.

ξγʹ. Πᾶν τὸ ἀμέθεκτον διττὰς ὑφίστησι τῶν μετεχομένων τὰς τάξεις, τὴν μὲν ἐν τοῖς ποτὲ μετέχουσι, τὴν δὲ ἐν τοῖς ἀεὶ καὶ συμφυῶς μετέχουσι ... (60,1-19) Ἡ τοῦ ἀμεθέκτου ὑπόθεσις σαφῶς ὑφ’ ἡμῶν προελήλεγκται κατὰ τὸ περιττὸν εἰσενεχθεῖσα ἐν τοῖς παραγεγραμμένοις πρὸς τὸ κγʹ θεώρημα. ταύτης οὖν οὕτως ἐκβεβλημένης οὐδὲν ἄτοπον τὸ θεῖον αὐτὸ λέγειν μεθεκτὸν ἀμερίστως μεριζόμενον καὶ μετεχόμενον ὑπὸ πάντων, καθόσον ἕκαστον αὐτοῦ δύναται μετέχειν, ὡς καὶ τὰ μὲν ἀεί, τὰ δὲ ποτὲ μετέχειν αὐτοῦ, καὶ ταύτην αὐτοῦ τὴν μετουσίαν καθ’ αὑτὴν μὲν ἁπλῆν εἶναι καὶ ἀδιάφορον, πρὸς δὲ τὰ διαφόρως μετέχοντα μὴ διττὴν μόνον ἀλλὰ καὶ πολλοστήν.

Ἤδη δὲ καὶ νῦν σαφῶς συνεκβέβληται καὶ τὸ ὁμοιότερον καὶ τὸ συγγενέστερον· ὥστε μάτην ὁ σοφὸς οὗτος διαπονεῖται περὶ τὰς περιττὰς ταύτας στροφάς τε καὶ ἀνελίξεις τῶν ἀσυστάτων καὶ ἀλογίστων συλλογισμῶν. καὶ μὴν ὁ λόγος τοὐναντίον ἅπαν ἀπαιτεῖ τῷ ἀεὶ ἀμεθέκτῳ τὸ ποτὲ ἀμέθεκτον οἰκειότερον εἶναι καὶ ὁμοιότερον τοῦ ἀεὶ μεθεκτοῦ. εἰ γὰρ ἀνόμοιον τῷ ἀμεθέκτῳ τὸ μεθεκτόν, τὸ ἀεὶ τοιοῦτον ἀνομοιότερον τῷ ἀεὶ μὴ τοιούτῳ τοῦ ποτὲ μὴ τοιούτου, ὥστε τὸ ποτὲ μὲν μεθεκτόν, ποτὲ δὲ ἀμέθεκτον μᾶλλον οἰκεῖον καὶ ὁμοιότερον τῷ ἀμεθέκτῳ ἢ τὸ ἀεὶ μεθεκτόν. καὶ τοῦτο μεσιτεύει τῷ τε ἀεὶ ἀμεθέκτῳ καὶ τῷ ἀεὶ μεθεκτῷ, ᾗ μὲν ἀμέθεκτον τῷ ἀεὶ ἀμεθέκτῳ, ᾗ δὲ μεθεκτὸν τῷ ἀεὶ μεθεκτῷ ὁμοιούμενον, καὶ οὕτως ἐν ἑαυτῷ συνδέον ἀμφότερα.

Ἐκ δὲ τῶν ἡμῖν εἰρημένων πρόδηλον πᾶσι καὶ γνωριμώτατον τοῖς καθαρῶς ὁρῶσι καὶ μὴ πρὸς φανερὰν οὕτω καὶ ὁμολογουμένην ἀλήθειαν ἑκουσίως τυφλώττουσιν, ὡς ἀπὸ τοῦ ἑνὸς καὶ μόνου τοῦ παρ’ ἡμῶν σεβομένου θεοῦ αἱ μεθέξεις πᾶσαι, τοῖς μὲν ἑνουμένοις ἑνώσεις οὖσαι, τοῖς δὲ νόοις νοήσεις, ταῖς δὲ ψυχαῖς καὶ τοῖς ψυχουμένοις ψυχώσεις καὶ τοῖς ὁπωσοῦν οὖσιν οὐσίαι καὶ φύσεις καὶ πᾶσιν ἁπλῶς τοῖς εἴδεσιν αἱ καθ’ αὑτὰ ὑπάρξεις ἑκάστων, ὡς ἐκ μιᾶς πηγῆς, τῆς μιᾶς ἀρχῆς, προχεόμεναι καὶ πάντα ὑφιστῶσαι καὶ ὑπὸ πάντων, ὡς ἕκαστα πέφυκε, μετεχόμεναι, τῶν μὲν ἀϊδίων ἀεί, τῶν δὲ ὑπὸ χρόνον ποτέ. ἐκεῖθεν οὐ στάσις μόνον ἀλλὰ καὶ κίνησις· ἡ μὲν τῶν ἑστώτων, ἡ δὲ τῶν κινουμένων ὑπόστασις· οὐδὲ ταὐτότης μόνον ἀλλὰ καὶ ἑτερότης· οὐ γὰρ πάντα πάντῃ ταὐτά. ἐκεῖθεν ἡ καλλονὴ καὶ ἡ κατ’ αὐτὴν ὁμοιότης, καθ’ ἣν καὶ πάντα εἶναι καλὰ μεμαρτύρηται· αἰσχρότητα δὲ καὶ ἀνομοιότητα στερήσεις ὄντων καὶ ἀποτεύξεις οἶδεν ὁ λόγος καλεῖν ἀλλ’ οὔτι γε τοῖς οὖσι συντάττειν. ἀλλὰ καὶ τὰς στερήσεις ὁ τὴν θεολογίαν πολὺς Διονύσιος ἐκεῖθεν εἰδοποιεῖσθαι τρόπον ἕτερον ἀποφαίνεται.

ξδʹ. Πᾶσα ἀρχικὴ μονὰς διττὸν ὑφίστησιν ἀριθμόν, τὸν μὲν αὐτοτελῶν ὑποστάσεων, τὸν δὲ ἐλλάμψεων ἐν ἑτέροις τὴν ὑπόστασιν κεκτημένων ... (60,20-62,12) Ἡ μονάς, καθὸ μονάς, μία καὶ οὐ πολλαί. καὶ τί δεῖ λέγειν ὡς περὶ πολλῶν τὸ πᾶσα, ὃ πλήθους ἐστὶν ἐμφαντικόν; ἀλλ’ οὐδὲ τῇ ἀρχῇ προσαρμόζει τὸ πᾶσα· μία γὰρ ἡ ἀρχὴ καὶ ἀδιαίρετος καὶ ἀπλήθυντος. ἃ δὲ διῄρηνται ἀπ’ ἀλλήλων καὶ διακέκριται, τὸ τούτων ἄθροισμα, μήτε τοῦ τῆς ἀρχῆς ὀνόματος ἀξιούσθω, μήτε μονὰς ἀλλὰ πλῆθος λεγέσθω. ἀσφαλέστατον οὖν καὶ πάμπαν θεοπρεπέστατον τὴν μίαν λέγειν καὶ μόνην μονάδα πάντων ἀρχήν, τὴν τρισυπόστατον θεότητα, παρ’ ἡμῶν μὲν πιστευομένην, παρ’ ἑαυτῆς δὲ μόνης γινωσκομένην, ὅπως καὶ τὸ ἓν ἡ αὐτὴ καὶ τρία ἐστίν, ἥτις καὶ πάσας τῶν ὄντων τὰς ὑποστάσεις ὑφίστησι καὶ πάσας τὰς ἑαυτῆς ἐλλάμψεις πᾶσιν ἀφθόνως προτείνει, καθόσον ἕκαστα χωρεῖν αὐτὰς δύνανται, καὶ ταύτας οὐκ ἀτελεῖς οὐδὲ δεομένας ὑποστάσεων, ὡς ἡ ἄσοφος σοφία φησίν, ἵνα ἐν αὐταῖς ὑποστῶσι καὶ τελειωθῶσιν, ἀλλὰ τελείας. οὐδὲν γὰρ ἐκεῖθεν ἀτελὲς πρόεισιν ἀλλὰ τέλεια πάντα, καθὸ εἴρηται· πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, ἅπερ ἐστὶν ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν ὁ μὲν διανομεὺς τῶν δώρων ἐστί, τὸ δὲ τελειωτικὸν τῶν δεχομένων ταῦτα.

μᾶλλον οὖν αἱ ὑποστάσεις δέονται τῶν ἐλλάμψεων, ἵνα ἐν αὐταῖς ἢ τηρῶσιν ἣν ἔχωσι τελειότητα ἢ ἀναλάβωσιν ἣν ἀπώλεσαν.

Ἐκ δὲ τῶν ἡμῖν εἰρημένων φανερὸν ὡς αὐτοτελεῖς μὲν ἑνάδες μόναι προῆλθον ἐκ τοῦ ἑνὸς πατρὸς συμφυῶς καὶ προαιωνίως ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἐκ δὲ τοῦ ἑνὸς τούτου τουτέστι τρισυποστάτου θεοῦ δημιουργικῶς παρήχθησαν οἵ τε αὐτοτελεῖς νόες καὶ αἱ τούτων τελειωτικαὶ ἰδιότητες, καθ’ ἃς αὐτοί τε τὴν οἰκείαν νοερὰν τάξιν ἕκαστοι σῴζουσι καὶ πρὸς τὸ θεῖον ὡς ἐφετὸν κατὰ τὸ ἀνάλογον ἀνατείνονται, αἵ τε αὐτοτελεῖς ψυχαὶ καὶ αἱ τούτων ὡσαύτως τελειωτικαὶ ἰδιότητες, καθ’ ἃς αὐταί τέ εἰσιν ἑαυτῶν καὶ τὰ ψυχούμενα ψυχοῦσιν. ἐντεῦθεν δὲ συμποριστέον καὶ τὸ μηδέτερον προϋφεστάναι θἀτέρου, μήτε τοὺς νόας τῶν νοερῶν ἰδιοτήτων μήτε ταύτας τῶν νόων, ὡσαύτως μήτε τὰς ψυχὰς τῶν ψυχώσεων καὶ τῶν ψυχουμένων μήτε ταῦτα τῶν ψυχῶν, εἴ γε μὴ μέλλοι τὰ προϋφεστῶτα μάτην ὑφεστάναι καὶ ἀτελῆ πρὸ τῆς τῶν ὁμοταγῶν ὑποστάσεως εἶναι.

Αὐτοτελεῖς ἑνάδες εἴτουν μονάδες ἀπὸ τοῦ ἑνὸς καὶ μόνου καὶ παντελείου πατρὸς οὐ πολλαί τινες προῆλθον ἀλλ’ ἢ δύο μόναι κατὰ τὸν διττὸν τρόπον τῆς φυσικῆς γονιμότητος, ὁ εἷς καὶ μόνος υἱὸς γεννητῶς καὶ τὸ ἓν καὶ μόνον ἅγιον πνεῦμα ἐκπορευτῶς, ἓν ἑκάτερον ἐξ ἑνὸς καὶ μόνον ἐκ μόνου καὶ τέλειον ἐκ τελείου καὶ πάντα ταὐτὸν τῷ ἐξ οὗ πλὴν τῆς πατρικῆς ἰδιότητος, ἵνα καὶ ὁ πατὴρ μόνος μείνῃ πατὴρ καὶ ὁ υἱὸς μόνος καὶ μόνον υἱὸς καὶ τὸ πνεῦμα μόνον καὶ ἁπλῶς ἕκαστον τῶν τριῶν μονὰς ὄντως ᾖ καὶ μία αὐτοτελὴς καὶ παντέλειος ὑπόστασις, καὶ ταύτῃ μὲν διακρίνωνται ἀλλήλων καὶ τριὰς τὸ σύμπαν νοοῖτο, διὰ δὲ τὴν ἀπαραλλαξίαν καὶ ταὐτότητα τῆς φύσεως καὶ τὸ ἀχώριστον ἀπ’ ἀλλήλων συνάγωνται εἰς ἑνότητα, καὶ οὕτω μονὰς ἡ αὐτὴ καὶ τριὰς οὖσα γνωρίζεται. οὕτως ἡμεῖς καὶ τὴν πολυθεΐαν ἐκκλίνομεν καὶ τὸ πρὸς φύσιν οἰκείαν τῆς θεότητος ἄγονον παραιτούμεθα.

ἐν τούτοις δὲ καὶ τὴν τῆς θεότητος πρόοδον ἑστῶσαν τηροῦντες τἆλλα πάντα ἐκ ταύτης παρῆχθαι πιστεύομεν, τὰ δὲ καὶ παράγεσθαι, τά τε αἰώνια καὶ αὐτοὺς αἰῶνας καὶ τὰ ὑπὸ χρόνον καὶ χρόνον αὐτόν, ὑφίστασθαί τε τὰς ὑποστάσεις καὶ τὰς ἐλλάμψεις εἰς τελείωσιν τούτων προβάλλεσθαι, καθὼς ἡμῖν ἤδη εἴρηται, ἵνα οἱ μὲν νόες αὐτοτελεῖς ὄντες ὑποστάσεις τηρῶσιν τὴν ἐκεῖθεν ἐνδεδομένην αὐτοῖς νοερὰν τελειότητα, αἱ δὲ λογικαὶ ψυχαὶ μὴ πρότερον καθ’ ἑαυτὰς ὑφεστῶσαι πρὸ τῆς τῶν συγκεκληρωμένων αὐταῖς σωμάτων παραγωγῆς, ἀλλ’ οἷον ἐμφύσημα θεῖον ἐλλάμψεις τούτοις αὐτίκα παραγομένοις ἐνδοθεῖσαι ψυχωτικαί τε καὶ τελειωτικαὶ ἑαυτῶν ἀποτελῶσι ταῦτα καὶ οὕτω τελειῶσιν, ἢ εἴπερ ἀπολισθήσασαι καταπέσωσιν εἰς τὸ αὐτὰς τῶν σωμάτων γενέσθαι καὶ οὕτω τὴν αὐτῶν ἀπολέσωσι τελειότητα, δι’ ἐπιστροφῆς ταύτην αὖθις ἐπαναλάβωσιν ἀναπλασθεῖσαι διὰ δευτέρας ἐλλάμψεως τῆς ἐν τῷ θείῳ βαπτίσματι πνευματικῆς τελειώσεως. τὰς δὲ ἀλόγους ψυχὰς καὶ τὴν φυτικὴν εἴ τις βούλοιτο κατὰ τοῦτον καλεῖν ἰνδάλματα ψυχῶν, καλείτω.

ξεʹ. Πᾶν τὸ ὁπωσοῦν ὑφεστὸς ἢ κατ’ αἰτίαν ἔστιν ἀρχοειδῶς ἢ καθ’ ὕπαρξιν ἢ κατὰ μέθεξιν εἰκονικῶς ... (62,13-23) Τὸ μὲν τρισσὸν τῆς ὑπάρξεως παραδεκτέον καὶ ἡμῖν, τὸ δὲ πλῆθος τῶν παραγόντων παραιτητέον, ὡς ἑνὸς ὄντος τοῦ παράγοντος, ἐν ᾧ πάντα πρόεισι κατ’ αἰτίαν καὶ ὃ πᾶσι πάρεστι καὶ ἐνθεωρεῖται εἰκονικῶς καὶ ἐν ᾧ ἕκαστόν ἐστιν ὅ ἐστι καθ’ ὕπαρξιν. ὁ μὲν οὗτος θεὸς κρειττόνως ἐστὶ τὰ πάντα καθὸ καὶ ὑπὲρ τὰ πάντα· ταῦτα δὲ καθ’ αὑτὰ μὲν ἕκαστα καθ’ ὕπαρξίν ἐστιν ἅ ἐστι, πρὸς δὲ τὸν θεὸν χειρόνως.

ξϛʹ. Πάντα τὰ ὄντα πρὸς ἄλληλα ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ταὐτὰ ἢ ἕτερα ... (62,24-31) Ὅλον πρὸ πάντων καὶ ἐν πᾶσι θεωρούμενον καὶ πάντα προέχον καὶ περιλαμβάνον αἰτιωδῶς ῥητέον τὸ θεῖον. τὰ δὲ κατὰ τοῦτον πρὸ τῶν μερῶν ὅλα καὶ ἐν πᾶσι τοῖς μέρεσιν ὡς ἐννοηματικὰ καὶ ἀνυπόστατα παραιτητέον· μόνον δὲ ἴσως ὅλον παραδεκτέον μετὰ τὸ θεῖον τὸ εἰς τὰ οἰκεῖα μέρη διαιρούμενον.

Οὔτε δὲ πάντα τὰ ὄντα ὅλα οὔτε πάντα μέρη, ἀλλὰ τὰ μὲν ὅλα, τὰ δὲ μέρη, οὔτε μὴν πάντα ταὐτὰ οὔτε πάντα ἕτερα, ἀλλὰ τὰ μέν, τὰ δέ, καὶ κατ’ ἄλλο καὶ ἄλλο. Σωκράτης γὰρ καὶ Πλάτων κατὰ μὲν εἶδός τε καὶ γένος ταὐτά (ἄνθρωπος γὰρ καὶ ζῷον ἑκάτερος), κατὰ δὲ ἀριθμὸν ἕτερα (ἄλλος γὰρ καὶ ἄλλος)· ὡσαύτως δὲ καὶ χεὶρ ὡς μὲν πρὸς δακτύλους καὶ πῆχυν καὶ βραχίονα ὅλον, ὡς δὲ πρὸς ὅλον τὸ σῶμα μέρος, ἁπλῶς δὲ αὐτό τι καθ’ αὑτὸ ὅλον ἢ μέρος εἶναι οὐ σύμφαμεν.

ξζʹ. Πᾶσα ὁλότης ἢ πρὸ τῶν μερῶν ἐστιν ἢ ἐκ τῶν μερῶν ἢ ἐν τῷ μέρει ... (64,1-14) Εἴπομεν ἤδη καὶ ἀληθῶς εἴπομεν τὸ ἓν εἶναι, τουτέστι τὸ θεῖον αὐτό, τὸ πρὸ πάντων ὅλον, τὸ πάντα προέχον καὶ περιέχον αἰτιωδῶς καὶ συνέχον κατὰ μίαν ἀμέριστον καὶ ἀδιαίρετον ὁλότητα, ὃ καὶ πᾶσι τοῖς ὁπωσοῦν λεγομένοις ὅλοις ἐνθεωρεῖται παρὸν ἀσχέτως, μεριζόμενον ἀμερίστως καὶ μετεχόμενον ἀμεθέκτως ὑπό τε τῶν ἐκ τῶν μερῶν ὅλων, ὑπό τε τῶν ἐν ἑκάστῳ τῶν μερῶν θεωρουμένων, ὡς καὶ αὐτῶν ἐχόντων μέρη, ὧν αἱ ὁλότητες σχέσεις μόνον εἰσὶν ἐν πράγμασιν, ἔχουσί πως πρὸς ἄλληλα θεωρούμεναι, οὐκ αὐταὶ οὖσαι πράγματα. ὥσπερ οὖν καὶ πάντα τὰ πρός τι λεγόμενα αὐτά, ἅπερ ἐστὶν ἑτέρων, εἶναι ἢ ὁπωσοῦν ἔχειν πρὸς ἕτερα λέγεται, οὕτω δὴ καὶ τὸ μὲν ὅλον πρὸς μέρη λέγεται, ὑπεξῃρημένου τοῦ εἰρημένου πρὸ πάντων ὅλου, ὡς ἐκ πλειόνων μερῶν συνεστώς, τὸ δὲ μέρος ὅλου τινὸς μέρος· ὅλον δέ τι αὐτὸ καθ’ αὑτὸ ἢ μέρος οὐδὲν οὔτ’ ἐστὶν οὔτε λέγεται, ἀλλ’ ἢ κεφαλὴ τυχὸν ὅλη πρὸς τὰ ἑαυτοῦ μέρη ἢ χεὶρ ἢ ποὺς ὅλος ἢ ἄλλο τι τῶν ἐκ μερῶν ὁσονοῦν συντεθειμένων. ματαιοπονεῖ τοιγαροῦν ὁ σοφὸς ὁλότητας τὰς μὴ καθ’ ἑαυτὰς οὔσας ὡς οὔσας ὑποτιθέμενος καὶ περιττῶς ἐν ἀνυπάρκτοις ὡς ἐν πράγμασιν οὖσιν καὶ ὑφεστῶσιν ἀδολεσχῶν.

ξηʹ. Πᾶν τὸ ἐν τῷ μέρει ὅλον μέρος ἐστὶ τοῦ ἐκ τῶν μερῶν ὅλου ... (64,15-23) Τὸ ἐν τῷ μέρει ὅλον καὶ τὸ ἐκ τῶν μερῶν ὅλον, ἔτι δὲ καὶ τὰ πρὸς ἑκάτερα τούτων μέρη ὑπὸ τὴν πρός τι κατηγορίαν ἀνάγονται καὶ καθ’ αὑτὰ οὐδέν εἰσιν εἰ μὴ σχέσεις ψιλαὶ ὑποκειμένοις ἑτέροις ἐνθεωρούμεναι· μὴ ὄντων δὲ τῶν ὑποκειμένων, αὐτό τι καθ’ αὑτὸ ὅλον ἢ μέρος ἐστὶν οὐδὲν πλὴν τῆς ἀσχέτως περιεχούσης ὁλότητος.

ξθʹ. Πᾶν τὸ ἐκ τῶν μερῶν ὅλον μετέχει τῆς πρὸ τῶν μερῶν ὁλότητος ... (64,24-66,11) Καὶ τὸ ὅλον καὶ τὴν πρὸ τῶν μερῶν ὁλότητα, ἧς μεθέξει τὸ ἐκ τῶν μερῶν ὅλον συνίσταται, τὸ θεῖον εἶναί φαμεν καὶ οὐ διστάζομεν μήποτε μεθεκτὸν αὐτὸ λέγοντες καὶ μεριστὸν ἀναγκασθῶμεν εἰπεῖν, ὁπότε καὶ τῶν αἰσθητῶν ἴσμεν τινὰ μεριζόμενα ἀμερίστως καὶ μετὰ τὸν μερισμὸν ὅλα μένοντα, ὡς τὸν λόγον καὶ τὸ φῶς, καθὰ καὶ πρότερον παρεσημηνάμεθα ἐν τῷ κγʹ θεωρήματι. εἰ οὖν ἔστιν ἃ τῶν αἰσθητῶν ἀμερίστως μερίζεται, πόσον μᾶλλον τὸ νοητόν, μᾶλλον δὲ καὶ ὑπέρνοον αὐτοὲν καὶ αὐτοόλον καὶ μεριζόμενον ἀμέριστον μενεῖ καὶ μετεχόμενον οὐδὲν ἧττον ἀμέθεκτον τηρηθήσεται καὶ ὅλον καὶ ἕν.

Οὔκουν προϋφεστάναι σύμφαμεν τοῦ μεθεκτοῦ τὸ ἀμέθεκτον, ὅπερ οὗτος ὡς ὁμολογούμενον ἐν τῇ ἀποδείξει λαμβάνει, ὁπότε τὸ αὐτὸ καὶ μεθεκτὸν δείκνυμεν ὄν, ᾗ μετέχεται ὑπὸ τῶν μετεχόντων αὐτοῦ, καὶ καθ’ αὑτὸ μὲν ὅλον, ὡς ἀμέριστον, καὶ κατὰ τοῦτο ἀμέθεκτον. ὅρα γοῦν ὅτι καὶ ὁ σοφὸς οὗτος ἠναγκάσθη μεθεκτὸν εἰπεῖν τὸ ἀμέθεκτον· πᾶν γάρ, φησί, τὸ ἐκ τῶν μερῶν ὅλον μετέχει τῆς πρὸ τῶν μερῶν ὁλότητος, ἣν ἀμέθεκτον εἶναι βούλεται. εἰ τοίνυν μετέχει τῆς πρὸ τῶν μερῶν ὁλότητος ἡ ἐκ τῶν μερῶν, πῶς ἀμέθεκτος ἡ πρὸ τῶν μερῶν, ἧς ἐκ τῶν μερῶν μετέχειν ἀνωμολόγηται; εἰ δὲ μετέχεται, πῶς οὐχὶ καὶ μεθεκτή; οὕτως αὐτὸς ἑαυτὸν ἀνατρέπει, οὕτως ἡμῖν συμφωνεῖν ἀναγκάζεται καὶ τὴν αὐτὴν καὶ μεθεκτὴν εἶναι ὁμολογεῖν καὶ ἀμέθεκτον.

Ἀλλὰ καὶ τὸ ὅτι ἐν τινὶ γεγονός, τὸ πρὸ τῶν πολλῶν εἴτουν τὸ ἀμέθεκτον, τοῖς ἄλλοις ἅπασιν αἴτιον οὐ δύναται (καὶ τοῦτο γὰρ ἐν τῇ ἀποδείξει παραλαμβάνει) καὶ ὡς ψεῦδος ἐλέγχεται καὶ ὡς ἀνοικείως ἐπὶ τοῦ ἁπλοῦ καὶ ἀμερίστως μεριζομένου ὡς ἐπὶ μεριστοῦ παρειλημμένον ἐκβέβληται. δύναται γὰρ τὸ θεῖον, ὃ μόνον κυρίως πρὸ πάντων ἐστὶ καὶ ἐν πᾶσι ὂν καὶ ἐν ἑκάστῳ γινόμενον, ὅτε βούλεται, καὶ ὑπερδυνάμως δύναται πάντων αἴτιον εἶναι, ὡς παντοδύναμόν τε καὶ ὑπερδύναμον καὶ ὡς ἁπλοῦν ὂν καὶ καθ’ αὑτὸ ὅλον μένον, οὐδὲν ἧττον ἀμέριστον καὶ ἀμέθεκτον κἀν τῷ μερίζεσθαι καὶ μετέχεσθαι.

Ὅρα δὲ κἀκεῖνο ὅτι τὸ ἐκ μερῶν ὅλον προθέμενος δεῖξαι τῆς πρὸ τῶν μερῶν μετέχον ὁλότητος καὶ αὐτὸ πεπονθὸς τὸ ὅλον, ἀντὶ τούτου τὰ μέρη φησὶ πεπονθέναι τὸ ὅλον διὰ τὴν ἕνωσιν. εἰ οὖν τὰ μέρη ἥνωται καὶ πέπονθε τὸ ὅλον καὶ μετέσχεν οὕτω τῆς πρὸ τῶν μερῶν ὁλότητος, τί δεῖ τοῦ μεσιτεύοντος ὅλου τοῦ ἐν τοῖς μέρεσιν; ἢ δῆλον ὡς οὐδὲ ἔστιν ὅλως τοιοῦτον ὅλον οὐδὲ ὑφίσταται οὐδὲ μετέχει τοῦ ἀμεθέκτου. τούτου δὲ μὴ ὄντος οὐδὲ τὸ οὗ μετέχει ἄλλό τι εἶναι ὅλον ἀνάγκη, τὸ κατὰ τοῦτον πρὸ τῶν μερῶν, ἀλλ’ ἢ τὸ παρ’ ἡμῶν σεβόμενον ὅλον καὶ μόνον, ὅπερ ἐστὶ τὸ θεῖον, ὃ καὶ ὑπὸ τῶν μερῶν μετέχεται καὶ ὑπὸ τῶν ταῦτα περιεχόντων ὅλων, καὶ ὅλον ἐστὶν ἀμέθεκτον.