Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Ἔλεγχος τῆς θεολογικῆς στοιχειώσεως τοῦ Πρόκλου

Νικόλαος Μεθώνης

Έλεγχος των προτάσεων 1-23: Το Ένα, το πλήθος, το Αγαθό και η μέθεξη

Ανασκευή της προκλείου διδασκαλίας περί μετοχής του πλήθους στο Ένα και έκθεση της ορθόδοξης τριαδολογίας περί της μίας και υπερούσιας αιτίας των όντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 2 από 12

Ἀρχόμενος ὁ σοφὸς οὗτος τοῦ προτεθέντος αὐτῷ ἐγχειρήματος εὐθὺς ἐν τῷ πρώτῳ φησὶ θεωρήματι πᾶν πλῆθος μετέχειν πῃ τοῦ ἑνός, ἡμᾶς τάχα τοὺς τῆς τριάδος σκώπτων προσκυνητὰς ὡς πλῆθος πρὸ τοῦ ἑνὸς ἢ καὶ σὺν τῷ ἑνὶ σέβοντας, ἐν δὲ τῷ πέμπτῳ καὶ πάντῃ μετέχειν τὸ πλῆθος τοῦ ἑνὸς δείκνυσιν ὡς ὑπὸ τοῦ πλήθους πάντῃ δηλονότι μετεχομένου τοῦ ἑνός, εἰς εἰκοστὸν δὲ καὶ τέταρτον κεφάλαιον προϊών, πάντῃ ἀμέθεκτον εἶναι τὸ πρῶτον ἕν, καὶ ὃ μόνον ἕν ἐστιν, ἀποδείκνυσιν ὡς ὑπὸ μηδενὸς δηλαδὴ μήτε πλήθους μήτε ἑνὸς μετεχόμενον· καὶ οὕτως αὐτὸς ἑαυτὸν ἀνατρέπων ἁλίσκεται οὐκ ἐν τῷ πάντῃ λέγειν ἀμέθεκτον τὸ αὐτὸ καὶ μεθεκτὸν μόνον, ἀλλὰ καὶ τῷ τὸ ἓν ποιεῖν πολλὰ διὰ τοῦ τὸ μὲν πρῶτον λέγειν, τὸ δὲ δεύτερον, τὸ δέ τι καὶ τρίτον καὶ ἄλλ’ ἄττα πολλοστά· πάντως ἀνάγκη γὰρ τὸ πρῶτον ὑστέρων τινῶν τῶν μετ’ αὐτὸ πρῶτον εἶναι. σαφέστερον δὲ περὶ τούτων ἡμῖν διατρανωθήσεται τὰ ἐφεξῆς διασκεπτομένοις κεφάλαια καὶ τὴν ἀφ’ ἑκάστου τούτων δοκοῦσαν τῇ καθ’ ἡμᾶς πίστει προσίστασθαι δόξαν ἀνακαθαίρουσιν.

Ἰστέον τοιγαροῦν, ὅτι τὰ περὶ ἑνὸς καὶ πλήθους τούτῳ ἀποδεικνύμενα οὐδὲν τὸ παράπαν ἡμῖν εἰς τὸ περὶ τῆς ὑπερτάτου τριάδος προσίσταται, ὁπότε κατὰ τὸν μέγαν εἰπεῖν Διονύσιον καὶ ἕν ἐστι καὶ τρία τὸ παρ’ ἡμῶν πρεσβευόμενον καὶ οὔτε ἓν οὔτε τρία ὡς ὑπὲρ πᾶν ἓν καὶ πᾶν πλῆθος ἅτε δὴ καὶ ἀριθμοῦ κρεῖττον καὶ πάντα λόγον καὶ πᾶσαν ἔννοιαν ὑπερανεστηκός. ἦ γὰρ ἂν οὐδὲν εἶχεν ὑπὲρ ἡμᾶς τὸ σεμνόν, εἰ νῷ καὶ λόγῳ ἡμετέρῳ κατελαμβάνετο· τὸ δὲ οὐ τὸν ἡμέτερον μόνον διαφεύγει νοῦν ἀλλὰ καὶ πάντας τοὺς ὑπερουρανίους καὶ αὐτὸ τοῦτο νόας ὄντας, καθὸ καὶ νοεραὶ οὐσίαι κατονομάζονται. τριὰς οὖν ἡμῖν ἡ θεότης ὁμολογεῖται καὶ ἡ αὐτὴ μονὰς καὶ τὸ ἓν καὶ οὔτε τὸ τριὰς εἶναι ἀρνεῖται τὸ εἶναι τὸ ἓν οὔτε τὸ εἶναι τὸ ἓν ἀρνεῖται τὸ εἶναι τριάς, ἀλλ’ ἐξ ἑκατέρου μᾶλλον ἑκάτερον οὖσα βεβαιοῦται. τριὰς μὲν γάρ ἐστιν, ἀλλ’ οὐκ ἀριθμῷ μετρουμένη, ἀλλ’ ἡ πάσης τριάδος ὑποστάτις καὶ ἀριθμὸν πάντα μετροῦσα, διὸ οὐδὲ τριὰς ὑπαρίθμιος, ἵνα καὶ πλῆθος λεχθῇ, ἀλλὰ τριὰς ἡ μία καὶ μόνη καὶ ταῦτα οὐ κατὰ μετοχὴν τοῦ ἑνὸς (ὑπαρίθμια γὰρ τὰ τοιαῦτα καὶ τῷ πλήθει σύστοιχα), ἀλλ’ ὡς αὐτὸ τὸ ἕν. πάλιν ἔστι μὲν τὸ ἕν, ἀλλ’ οὐκ ἄγονον οὐδὲ πάμπαν ἀκίνητον, ἀλλ’ αὐτὸ τὸ πάσης αἴτιον γονιμότητος καὶ κινήσεως, διὸ καὶ τὸ καθ’ αὑτὸ γόνιμον καὶ τὸ μόνον καὶ πρώτιστον αὐτοκίνητον, ἵνα μὴ τῶν ἐξ αὐτοῦ καλλίστων ἀποστερῆται.

εἰ γὰρ ἄγονον, πόθεν τοῖς ἄλλοις ἡ γονιμότης, καὶ εἰ ἀκίνητον, πόθεν ἡ κίνησις; ἢ γὰρ ἄλλο τι δοτέον εἶναι τὸ τούτων αἴτιον καὶ οὕτως οὐχ ἓν ἂν εἴη τὸ πάντων αἴτιον, καὶ εἰ τὸ πάντων αἴτιον ἓν καὶ γόνιμον, αὐτὸ καὶ αὐτοκίνητον ἀνάγκη εἶναι. διὰ τοῦτο μονάς, φησὶν ὁ Θεολόγος Γρηγόριος, ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη. διότι γοῦν ἓν καὶ τοῦτο γόνιμόν τε καὶ αὐτοκίνητον, διὰ τοῦτο καὶ τρία, καὶ διότι τρία (καὶ ταῦτα οὐχ ὑπαρίθμια ἀλλ’ ὑποστατικὰ παντὸς ἀριθμοῦ), διὰ τοῦτο καὶ ἕν, μᾶλλον δὲ αὐτὸ τὸ ἓν καὶ αὐτὴ ἡ τριὰς ἡ μόνη καὶ ὑπερούσιος.

αʹ. Πᾶν πλῆθος μετέχει πῃ τοῦ ἑνός ... (2,1-14) Οὕτω τοίνυν τὰ περὶ πλήθους τῷ σοφῷ τούτῳ δεικνύμενα οὐδὲν ἡμῖν ἐν τοῖς περὶ τῆς θείας τριάδος λόγοις προσίσταται. τριὰς μὲν γάρ ἐστιν, ἀλλὰ καὶ ὑπὲρ τριάδα καὶ πλῆθος καὶ ἀριθμὸν ἅπαντα· οὔκουν οὐδὲ τῷ παντὶ πλήθει συνυπάγεται, ἵνα καὶ μετέχῃ τοῦ ἑνός, ἀλλὰ παντὸς πλήθους ὑπερεξῄρηται, καὶ οὐ μετέχει τοῦ ἑνός, ἀλλ’ αὐτή ἐστι τὸ ἕν, μᾶλλον δὲ καὶ ὑπὲρ πᾶν ἕν, διὸ καὶ οὐχ ἓν οὐχ ὡς ὑποδεεστέρα τοῦ ἑνὸς ἀλλ’ ὡς ὑπερεξῃρημένη τοῦ ἀντιδιῃρημένου τῷ πλήθει ἑνὸς καὶ ταύτῃ ὁμοταγοῦς αὐτῷ καὶ ὁμογενοῦς. καὶ γοῦν ἡ ἀπόδειξις τοῦ προκειμένου προβλήματος ἐκ διαιρέσεως πρόεισιν· ἕκαστον γάρ, φησί, τῶν πολλῶν, διελοῦσα τὸ πλῆθος εἰς τὰ καθ’ ἕκαστον ἐξ ὧν συντέθειται καὶ εἰς ἃ διαιρεῖσθαι δύναται· εἶτα τὸ καθ’ ἕκαστον ὑποθεμένη ἢ ἓν ἔσται τοῦτο, φησίν, ἢ οὐχ ἕν, συμπαραλαβοῦσα τῇ διαιρέσει καὶ τὸ τῆς ἀντιφάσεως ἀξίωμα· εἶτ’ αὖθις ὁμοίως τὸ οὐχ ἓν ὑποδιελοῦσα, δηλονότι τὸ ἀντιδιαιρεθὲν τῷ ἑνί, εἴς τε πολλὰ καὶ οὐδέν. δῆλον οὖν ὡς τὸ ἓν ἐκεῖνο τὸ τοῦ ἑνὸς προεξῃρημένον τοῦ ἀντιδιῃρημένου καὶ συντεταγμένου τῷ πλήθει οὐ συμπαρείληπται τῇ ἀποδείξει, ἐπεὶ καὶ καθόλου πάσης ὑπερανέστηκε διαιρέσεώς τε καὶ ἀποδείξεως· καὶ πρὸς ἐκεῖνο καὶ τὸ τῆς ἀντιφάσεως διαπίπτει ἀξίωμα.

τοιγάρτοι καὶ τῷ καθ’ ἡμᾶς ἐπιτρέπομεν νῷ μεμυκόσιν αὐτῷ καὶ παντάπασιν ἀργοῦσι προσιέναι τοῖς ὄμμασι μηδεμίαν προβαλλομένῳ νόησιν· οὐδὲν γὰρ οὕτω νοήσει. καὶ τί λέγω περὶ τοῦ ἡμετέρου νοός, ὃς διὰ τὴν σύζυγον αἴσθησιν καὶ τὸ σῶμα ταῖς ὑλικαῖς φαντασίαις συμπέφυρται, ὅπου γε καὶ περὶ τῶν ἀΰλων καὶ θείων νόων ἔστιν εἰπεῖν μηδ’ αὐτοὺς ἐκείνους τοὺς πρώτους νόας καθ’ ἑαυτούς, τουτέστι νοερῶς, προσιέναι τοῖς ὑπὲρ ἑαυτοὺς καὶ θείοις, ἀλλ’ ἑαυτῶν ἐξισταμένους καὶ τὰς κατ’ αὐτοὺς νοερὰς ὄψεις μύοντας οὕτω προσβάλλειν τοῖς ὑπερθεάτοις θεάμασιν, ὡς ἐπὶ τῶν νοερωτάτων Σεραφὶμ ἥ τε διὰ τῶν μέσων πτερύγων πτῆσις δηλοῖ καὶ ἡ διὰ τῶν ὑπερτέρων τῶν προσώπων κατακάλυψις. τοῦτο γοῦν καὶ περὶ τοῦ καθ’ ἡμᾶς νοῦ φησιν ὁ ἱερὸς Διονύσιος, ὅτι τὴν μὲν ἔχει δύναμιν εἰς τὸ νοεῖν, δι’ ἧς τὰ νοητὰ βλέπει, τὴν δὲ ἕνωσιν, δι’ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ. κατὰ ταύτην οὖν, φησί, τὰ θεῖα θεωρητέον, οὐ καθ’ ἡμᾶς, ἀλλ’ ὅλους ἑαυτοὺς ὅλων ἑαυτῶν ἐξισταμένους καὶ ὅλους θεοῦ γινομένους· κρεῖττον γὰρ εἶναι θεοῦ καὶ μὴ ἑαυτῶν.

τούτῳ τοιγαροῦν τῷ θείῳ πατρὶ καὶ τοῖς κατὰ τοῦτον ἀληθινοῖς θεολόγοις, αὐτοῖς τε τοῖς αὐτόπταις τοῦ θεοῦ λόγου καὶ ὑπηρέταις καὶ ἡμεῖς ἑπόμενοι πᾶσαν αἴσθησιν, πᾶσαν νόησιν, πᾶσαν ἐπιστημονικὴν καὶ λογικὴν μέθοδον μετ’ αὐτῆς τῆς νοερᾶς ἡμῶν δυνάμεως ἀποσκευαζόμενοι καὶ οὕτως ὅλοι ὅλων ἑαυτῶν ἐξιστάμενοι οὕτω τῇ θεωρίᾳ τῶν θείων προσβαίνομεν σιγῇ μὲν τὰ ἄρρητα σέβοντες ἐκεῖνα δὲ μόνα καὶ φρονοῦντες πιστῶς καὶ ὁμολογοῦντες ἅπερ ὁ μονογενὴς υἱός, κατὰ τὴν θεολόγον φωνήν, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ἐν τῇ πρὸς ἡμᾶς ἀρρήτῳ ἑνώσει ἀπορρήτως ἡμῖν ἐξηγήσατο, ἔτι δὲ καὶ ὁ κατ’ αὐτὸν ἄλλος παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, τοῖς ἱεροῖς ἀποστόλοις ἐμπνεύσας ὑπανέμνησε καὶ προσεβεβαίωσεν ἅπερ ἐστὶν ἡ πίστις ἡμῶν, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, μία θεότης ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν τριὰς ἡ αὐτὴ καὶ μονάς.

βʹ. Πᾶν τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν ... (2,15-25) Εἰ καὶ ἕν φαμεν εἶναι τὴν τριάδα καὶ οὐχ ἕν, ἀλλ’ οὕτως ὡς μετοχῇ μὲν τοῦ ἑνὸς ἓν οὖσαν, οὐχ ἓν δὲ ὡς μὴ αὐτὸ τὸ ἓν οὖσαν· οὐ γὰρ ἄλλό τι παρὰ ταύτην ἐκεῖνο τὸ ἓν ἀλλ’ αὐτή ἐστι καὶ τριὰς καὶ μονὰς ὑπερεξῃρημένη καὶ παντὸς πλήθους καὶ πάσης μονάδος. καὶ εἴ τι ἕν ἐστιν ἐν τοῖς οὖσι, μετοχῇ ταύτης ἐστὶν ἕν, καὶ εἴ τι πλῆθος, μετοχῇ ταύτης διακέκριταί τε καὶ ἥνωται, καὶ πᾶσα ἕνωσις καὶ πᾶσα διάκρισις ἐκ ταύτης πρόεισι καὶ οὐδὲ πρώτην αὐτὴν ἀξιοῦμεν καλεῖν, ἵνα μὴ δῶμεν καὶ δεύτερα εἶναι καὶ τρίτα ἄττα τὰ μετ’ αὐτήν· οὐ γὰρ συναριθμεῖται οὐδὲ συντάττεται ὅλως ἡ ποιητικὴ πάντων αἰτία τοῖς ἐξ αὐτῆς πεποιημένοις ἢ γινομένοις.

γʹ. Πᾶν τὸ γινόμενον ἓν μεθέξει τοῦ ἑνὸς γίνεται ἕν ... (4,1-8) Οὐδὲν οὐδὲ τὸ τρίτον τοῦτο κεφάλαιον πρὸς τὴν καθ’ ἡμᾶς πίστιν. οὐ γὰρ γίνεταί ποτε ἓν ἡ ὑπερτάτη μονὰς καὶ τριὰς ὡς ἄρα μὴ οὖσά ποτε ἕν, ἀλλ’ ἐστὶν αὐτὸ τὸ ἕν, οὐ μεθέξει τὸ ἓν εἶναι πάσχουσα οὐδ’ ἐκ τοῦ μὴ ἑνὸς γινομένη ἕν· ὑπὸ χρόνον γὰρ πᾶν τὸ γινόμενον, ἡ δὲ οὐ μόνον ὑπέρχρονος ἀλλὰ καὶ ὑπεραιώνιος, ὡς καὶ χρόνων καὶ αἰώνων αἰτία ποιητική. οὔκουν γίνεται ἓν οὔτ’ αὐτὴ οὔτέ τι τῶν αὐτῆς, ἀλλὰ καὶ ἕκαστον αὐτῆς τῶν τριῶν ἕν ἐστι καθ’ αὑτὸ καὶ ἅμα τὰ τρία τὸ ἓν αὐτό ἐστιν.

δʹ. Πᾶν τὸ ἡνωμένον ἕτερόν ἐστι τοῦ αὐτοενός ... (4,9-18) Ὅπερ ἡμῖν ἤδη εἴρηται· τῆς ὑπερηνωμένης τριάδος καὶ ἕκαστον τῶν τριῶν ἓν αὐτὸ καθ’ αὑτὸ καὶ ἅμα τὰ τρία τὸ ἓν αὐτό, φεύγοντα κἀν τῇ ἑνώσει τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν ἐν τῇ διακρίσει ὡς ὑπὲρ ἅπαν ἕν τε καὶ πλῆθος ὑπερανῳκισμένα καὶ πάσης ἑνώσεως καὶ πάσης διακρίσεως τῆς ἐν τοῖς οὖσι μετ’ αὐτὰ θεωρουμένης ὑπεριδρυμένα κατὰ τὴν πρώτην ὑπόθεσιν, ἥτις ἕλκει τὸ ἀναγκαῖον ἐκ τοῦ μὴ δεῖν τὸ παρακτικὸν πάντων αἴτιον τοῖς ἐξ αὐτοῦ παραγομένοις συντάττεσθαι. οὐ τοίνυν συντάττεται τοῖς ἡνωμένοις τὸ ὑπερηνωμένον οὐδὲ τοῖς πᾶσιν ἢ τῷ παντὶ τὸ ὑπὲρ τὸ πᾶν. οὐδὲν οὖν οὐδὲ τοῦτο τὸ κεφάλαιον πρὸς τὴν ὑπερηνωμένην καὶ ὑπερούσιον τριάδα, οὔτε μὴν ἡ τούτου ἀπόδειξις εἰς ἐκείνην προχωρεῖ· οὐ γὰρ ἐκείνη μετέχει πῃ τοῦ ἑνὸς οὔθ’ ὅλως μετέχει τινὸς ἑτέρου παρ’ ἑαυτήν, αὐτὴ οὖσα αὐτὸ τὸ ἓν καὶ ὅλη καὶ καθ’ ἕκαστον τῶν αὐτῆς καὶ ἧς τἆλλα πάντα μετέχει, τά τε ἡνωμένα τά τε διακεκριμένα καὶ ἁπλῶς τὰ ὁπωσοῦν ὄντα.

Ἔοικεν ὁ σοφὸς οὗτος ὡς περὶ μεριστοῦ τινος προάγειν τὸν λόγον τῆς ἀποδείξεως, εἰς ἀδύνατον ἀπάγων τὸ εἶναι τὸ αὐτοὲν ἕν τε καὶ οὐχ ἕν, ὡς ἄρα τοῦ ἑνὸς μέρους ὄντος τοῦ συναμφοτέρου, ὅπερ ἐστὶ τὸ ἓν καὶ οὐχ ἕν· ἀλλὰ τὸ καθ’ ἡμᾶς αὐτοὲν λέγεται μὲν καὶ ἓν καὶ οὐχ ἕν, οὐχ οὕτως δὲ ὡς μερίζεσθαι εἰς τὸ ἓν καὶ τὸ οὐχ ἓν ὡς ἄλλο καὶ ἄλλο, ἀλλ’ ἓν μὲν ὡς αὐτὸ τὸ ὑπέρτατον ἕν, οὐχ ἓν δὲ τὸ αὐτὸ πάλιν ἓν καθ’ ὑπεροχὴν ἀπαράβλητον παντὸς ἑνός. αὐτὸ δὲ τοῦτ’ εἶναι κατὰ τὰ αὐτὰ καὶ τὴν τριάδα φαμὲν οὐ μερίζοντες διὰ τὴν τριάδα τὸ ἓν οὐδὲ διὰ τὸ ἓν τὴν τριάδα συγχέοντες, ἀλλὰ καὶ τὸ ἓν τηροῦντες ἀμέριστον κατὰ τὴν μίαν ὑπερούσιον οὐσίαν καὶ τὰ τρία διακρίνοντες ὡς ἀσυγχύτως ὑπερηνωμένα.

εʹ. Πᾶν πλῆθος δεύτερόν ἐστι τοῦ ἑνός ... (4,19- 6,21) Τὸ ὑπὲρ πᾶν πλῆθος καὶ πᾶν ἓν προϋφεστὼς καὶ ἅμα τρία τε καὶ ἓν ὑπερὸν οὔτε ὡς πλῆθος τοῦ ἑνὸς οὔτε ὡς ἓν τῶν τριῶν ἢ δεύτερόν ἐστιν ἢ προϋφέστηκε, ὅπερ ἐστὶν ἡ παρ’ ἡμῶν πρεσβευομένη μονὰς ἅμα καὶ τριάς, ἥτις οὔτε πλῆθος λέγοιτ’ ἂν ὅλως (πῶς γὰρ ἡ μονάς;) οὔθ’ ἁπλῶς ἕν, ἐπεὶ καὶ τριάς, οὔτ’ οὖν ὡς πλῆθος δευτέρα ἐστὶ τοῦ ἑνός, οὔτε τούτου μὴ δοθέντος ἡ παρὰ τοῦ σοφοῦ τούτου εἰσαγομένη εἰς ἀδύνατον ἀπαγωγὴ λαμβάνει χώραν, ἵνα μετέχῃ τοῦ πλήθους τὸ ἕν. ὅρα δὲ ὅτι κἀνταῦθα τὴν γένεσιν τῷ περὶ τοῦ ἑνὸς καὶ τοῦ πλήθους παρεμβάλλει λόγῳ, ἥτις οὐχ ἁρμόζει τοῖς ἀϊδίοις καὶ ταῖς ἀρχαῖς, λέγων εἴπερ, πρὶν γένηται ἕν, ἐστὶν ἐκεῖνο πλῆθος, ὡς ἐντεῦθεν ἁλίσκεσθαι τὰς περὶ τῶν ὑπὲρ ἡμᾶς ἀποδείξεις ἐκ τῶν καθ’ ἡμᾶς καὶ ὑστέρων ποιούμενος. μετὰ δὲ τὸ δεῖξαι ἀδύνατον τὸ εἶναι πλῆθος πρὸ τοῦ ἑνός, ἐπαγωνίζεται δεῖξαι, ὅτι οὐδὲ σύστοιχόν ἐστι τῷ ἑνὶ τὸ πλῆθος, πάλιν δὲ χρόνον παρενείρει τῷ περὶ τῶν ἀρχῶν λόγῳ, τὸν γενέσει καὶ φθορᾷ σύνδρομον χρόνον, λέγων μηδὲν κωλύειν ἅμα εἶναι τὸ ἓν καὶ τὸ πλῆθος καὶ συστοιχεῖν οὕτως ἀλλήλοις. τὸ μέντοι ἅμα ταῦτ’ εἶναι τῇ φύσει καὶ ἀλλήλοις σύστοιχα διὰ τῶν ἑξῆς δείκνυσιν ἀδύνατον ὄν.

καὶ πρῶτον μὲν ὅτι ἀδύνατον μὴ πάντῃ μετέχειν τὸ πλῆθος τοῦ ἑνός· εἶτα δὲ σκέπτεται εἰ καὶ τὸ ἓν μετέχει τοῦ πλήθους (οὕτω γὰρ ἂν καὶ εἶεν ἅμα καὶ ἀλλήλοις ὁμόστοιχα, εἰ κοινωνοῖεν ἀλλήλων) καὶ ὥσπερ τὸ πλῆθός ἐστιν ἡνωμένον διὰ τὸ ἕν, οὕτω καὶ τὸ ἓν πεπληθυσμένον διὰ τὸ πλῆθος, ὅπερ ἄλλως ἀδύνατον ὂν δείξας, εἰ μή τι ἕτερον εἴη πρότερον ἀμφοῖν τὸ συνάγον αὐτά· ἀντίκειται γὰρ ἀλλήλοις καὶ ἀντιδιῄρηνται καθ’ αὑτὰ καὶ οὐ σπεύδει, φησίν, εἰς ἄλληλα. καὶ διὰ τοῦτο συνάγει πρότερον εἶναι τοῦ πλήθους τὸ ἓν καὶ οὕτω πάντοθεν συμπεραίνει τὸ αὐτοὲν εἶναι πρῶτον καὶ πᾶν πλῆθος ἀπὸ τοῦ αὐτοενός. ἀλλὰ καὶ ταῦτα οὐδὲν πρὸς ἡμᾶς τοὺς τὴν μονάδα τὴν αὐτὴν καὶ τριάδα τὸ κατ’ αὐτὸν αὐτοὲν εἶναι καὶ παντὸς ἑνός τε καὶ πλήθους τῶν ἀντιδιῃρημένων ἀλλήλοις προϋφεστάναι, μᾶλλον δὲ καὶ ὑποστάτιν εἶναι πιστεύοντας, εἰ μὴ περιττή τις ἀδολεσχία.

Σημείωσαι ὅτι ἐν τῷ πρώτῳ θεωρήματι ἔδειξεν, ὅτι πῇ μετέχει τοῦ ἑνὸς τὸ πλῆθος· νῦν δὲ συνάγει ὅτι πάντῃ. καὶ ἴσως λέγοι ἂν ὅτι τὸ μὲν ἓν οὐ πάντῃ μετέχεται, μᾶλλον γὰρ ἀμέθεκτόν ἐστι, τὸ δὲ πλῆθος πάντῃ ἀντὶ τοῦ καθ’ ὅλον ἑαυτὸ μετέχει τοῦ ἑνός.

ϛʹ. Πᾶν πλῆθος ἢ ἐξ ἡνωμένων ἐστὶν ἢ ἐξ ἑνάδων ... (6,22-30) Ἑνάδας οὗτος λέγει τοὺς κατ’ αὐτὸν θεοὺς καὶ τὸ ἐκ τούτων σύστημα· πλῆθος ὅθεν καὶ πολυθεΐαν πρεσβεύει, καίτοι τὸ αὐτοὲν δείξας πάντων προϋφεστὼς καὶ μόνον ἐκεῖνο θεὸν ὁμολογεῖν ὀφείλων. ἀλλ’ ἐξετράπη τῆς εὐθείας μὴ ἀνασχόμενος ἀκολουθῆσαι Χριστῷ καὶ τῷ τῶν θεοσόφων ἁλιέων κηρύγματι, δι’ οὗ τρία τε καὶ ἓν ὁ πρὸ πάντων θεὸς πιστεύεται, ἀλλ’ οὐχ ὅτι τρία διὰ τοῦτο πλῆθος καὶ οὐ τὸ ἕν, οὐδ’ ὅτι τὸ ἓν διὰ τοῦτο οὐ τρία τὸ ὑπὲρ τὸ ἓν καὶ τὸ πλῆθος, ἀλλὰ καὶ ὑπερήνωται ἑνικῶς τὰ τρία καὶ τὸ ἓν τριαδικῶς ὑπερήπλωται· πατὴρ γὰρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, εἷς τὰ τρία θεός, ἀλλ’ οὐ τρεῖς θεοί, ἵνα καὶ πλῆθος λέγοιντο καθάπερ καὶ οἱ πολλοὶ τῶν Ἑλλήνων θεοί. ἐκεῖνοι μὲν γὰρ πολὺ διαφέροντες ἀλλήλων εἰσάγονται, τούτων δὲ οὐδὲν τὸ διάφορον, ἀλλὰ μία καὶ οὐσία καὶ δύναμις καὶ ἐνέργεια καὶ βουλὴ καὶ δόξα καὶ βασιλεία καὶ πάντα τὰ θεοπρεπῆ προτερήματα, μόναις διακρινομένων ταῖς ὑποστατικαῖς ἰδιότησι, καθ’ ἃς ὁ μέν, πατήρ, ὁ δέ, υἱός, τὸ δέ, πνεῦμα κατονομάζεται. οὔτε οὖν ὡς ἐξ ἑνάδων πλῆθος οὔτε πολλῷ μᾶλλον ὡς ἐξ ἡνωμένων ἡ θεία καὶ ὑπερηνωμένη τριάς. ὅθεν ἄρα καὶ τοῦδε τοῦ κεφαλαίου τὴν καταδρομὴν διαπέφευγεν.

ζʹ. Πᾶν τὸ παρακτικὸν ἄλλου κρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως ... (8,1-28) Τῆς ὑπερουσίου τριάδος οὐ τὸ μὲν παράγον, τὰ δὲ παραγόμενα ὡς κτίστης καὶ κτίσματα, ἀλλ’ ὁ μὲν προάγων πατρικῶς ἐκ τῆς ἑαυτοῦ φύσεως, τῶν δὲ ὁ μὲν γέννημα, τὸ δὲ πρόβλημα, ἐν οἷς οὐδεμίαν χώραν τὸ κρεῖττον εἴληχε καὶ τὸ χεῖρον· παρακτικὸν δὲ ἄλλου ἐστὶ τὸ παράγον ἄλλό τι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι οἷον τὸ ποιητικὸν αἴτιον, ὡς ὁ θεὸς τῶν κτισμάτων· παράγει γὰρ πάντα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι. οὐ μὴν ὁ πατὴρ παράγει τὸν υἱὸν ἢ τὸ πνεῦμα, ἀλλὰ προάγει τὸν μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, φυσικῶς ἄμφω. διὸ οὐδὲ κρείττων ἐστὶ τῆς τούτων φύσεως οὐδὲ χείρων, ἐκεῖνα δὲ οὐ φυσικῶς ἀλλὰ δημιουργικῶς. ταῦτα δὲ ἡμῖν ἐπισεσημείωται, διότι ἐν τῇ ἀποδείξει ἁπλῶς παραλαμβάνει ὁ σοφὸς οὗτος τὴν γονιμότητα ἀντὶ τῆς παραγωγῆς· οὐκ ἔστι δὲ ταὐτὸν παραγωγὴ καὶ γονιμότης, καθ’ ἣν ἐκ τοῦ πατρὸς ὁ υἱὸς καὶ τὸ πνεῦμα, τῆς αὐτῆς ἐκείνῳ φύσεως ὄντα, ἄλλη δὲ ἡ δημιουργικὴ καὶ ποιητική, καθ’ ἣν ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὰ ὄντα πάντα. ἀλλ’ οὐδὲ πρὸς σύγκρισιν ἁρμόζοι ἂν τὸ κρεῖττον καὶ τὸ χεῖρον ἐπὶ τοῦ ποιητοῦ καὶ τῶν ποιημάτων λέγεσθαι· ἀσύγκριτα γὰρ ταῦτα πρὸς ἄλληλα.

ἁπλοῦν μὲν γὰρ τὸ θεῖον, μᾶλλον δὲ ὑπὲρ πᾶσαν ἁπλότητα· αἱ δὲ ὁμοιότητες καὶ ἀνομοιότητες, περὶ ἃς τὸ κρεῖττον καὶ τὸ χεῖρον, κατὰ τὰς ποιότητας λέγονται, ὡς αἱ ἰσότητες καὶ ἀνισότητες κατὰ τὰς ποσότητας· ἄμφω δὲ καὶ αἱ ποσότητες καὶ αἱ ποιότητες ἐν τοῖς συνθέτοις θεωροῦνται. ὅθεν δὲ πᾶσα σύνθεσις ἀπελήλαται, ἐκεῖσε οὔτε τὸ κρεῖττον οὔτε τὸ χεῖρον, οὔτε τὸ ὅμοιον, οὔτε δὲ τὸ ἴσον οὔτε τὸ ἄνισον χώραν εἴληχεν.

Δεῦρο δὴ οὖν ἴδωμεν, εἰ καὶ κατὰ τῆς ἐν τῇ θείᾳ τριάδι θεωρουμένης ὑπερισότητος (οὕτω γὰρ εἰπεῖν οἰκειότερον) δυνατὸν τῇ αὐτῇ ἀποδείξει χρήσασθαι. τὸ προάγον, φησίν, εἴτουν γεννῶν ἢ προβάλλον, ἢ ἴσον ἑαυτῷ γεννᾷ ἢ ἄνισον· ἀρκέσει δὲ πάντως τὰ πρὸς τὴν γέννησιν δειχθέντα καὶ πρὸς τὴν πρόβλησιν. ἀλλ’ εἰ μὲν ἴσον, καὶ τὸ ἐξ ἐκείνου γεννώμενον ἴσον ἑαυτῷ πάντως γεννᾷ· οὕτω γὰρ ἂν καὶ ἴσον εἴη· κἀκεῖνο πάλιν ἴσον ἄλλῳ καὶ τοῦτο εἰς ἄπειρον· ὅπερ ἀδύνατον πρὸς τῷ καὶ πάντα οὕτως ἴσα συμβαίνειν εἶναι. εἰ δ’ ἄνισον, ἢ μεῖζον τοῦ γεννῶντος ἢ ἔλαττον· ἀλλὰ μεῖζον ἀδύνατον· ἔλαττον ἄρα. ἀλλ’ ὦ τᾶν ὁ τοιαῦτα συλλογιζόμενος ἐπὶ τῆς ἁπλῆς καὶ ἀπόσου καὶ ἀμεγέθους τριάδος ἀνοίκειον τὸ ἴσον λέγεσθαι καὶ τὸ ἄνισον· οὐδέτερον γὰρ τούτων ἐκείνη, ὡς ὑπερμεγέθης καὶ ὑπεράριθμος, καθὰ καὶ ἤδη καλῶς ἡμῖν εἴρηται. εἰ δὲ καὶ καταχρώμενοι τοῖς ὀνόμασιν, ἔστιν ὅτε ταῦτα μεταφέρομεν εἰς ἐκείνην καὶ ἴσην αὐτὴν ἑαυτῇ καὶ πάλιν ἄνισον λέγομεν, οὐκ ἐντεῦθεν ἑαυτοῖς ἐναντιούμενοι ἁλισκόμεθα. οὐ γὰρ κατὰ ταὐτόν, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο τὰ ἐναντία ἀποφαινόμεθα· τὸ μὲν γὰρ κατὰ τὴν ὑπερφυᾶ φύσιν τὸ ἴσον, θἄτερον δὲ τὸ τῶν προσώπων διάφορον. ἴσα μὲν γὰρ τὰ τρία τῇ κατ’ αὐτὰ οὐσίᾳ καὶ φύσει, μείζων δὲ ὁ πατὴρ τῶν ἐξ αὐτοῦ λέγεται, ὡς αἴτιος ἐκείνων αἰτιατῶν.

ἢ σὺ οὐκ ἴσος εἶ κατὰ τὴν φύσιν τῷ σῷ πατρί, ἀλλὰ καὶ ἄνισος· ἐκεῖνος μὲν γὰρ ἐγέννησέ σε, σὺ δὲ οὐκ ἐκεῖνον πάντως, ἴσως δὲ οὐδ’ ἄλλον, ἀλλ’ οὐ παρὰ τοῦτο καὶ ἡ κατὰ φύσιν πρὸς τὸν πατέρα ἰσότης ἀρνεῖταί σοι· παῦσαι λοιπὸν καὶ κατὰ σαυτοῦ τὰ τοιαῦτα πλέκων σοφίσματα.

Σημείωσαι, ὅτι καὶ ἀρχόμενος τοῦ προβλήματος καὶ συμπεραίνων, πᾶν, φησί, τὸ παράγον, ὡς πολλῶν ὄντων τῶν παραγόντων. εἰ δὲ μηδὲν ἕτερόν ἐστι τὸ παράγον ἐκ μὴ ὄντων εἰς τὸ εἶναι πλὴν τοῦ θεοῦ, μάτην ἄρα κἀνταῦθα τὸ πᾶν παρείλκυσται· ἀνάρμοστον γὰρ ἐπὶ τοῦ ἑνὸς τὸ πᾶν λέγεσθαι.

ηʹ. Πάντων τῶν ὁπωσοῦν τοῦ ἀγαθοῦ μετεχόντων ἡγεῖται τὸ πρώτως ἀγαθὸν καὶ ὃ μηδέν ἐστιν ἄλλο ἢ ἀγαθόν ... (8,29-10,13) Οὐδὲ τὸ πρώτως οἰκεῖον λέγειν ἐπὶ θεοῦ, εἴπερ τὸ πρῶτον πρὸς δεύτερον καὶ τρίτον καὶ ἐφεξῆς ἐκλαμβάνεται· ἀσύντακτον γὰρ πάντῃ καὶ ἀσύγκριτον τὸ θεῖον πρὸς πάντα τὰ ὄντα. κάλλιον δὲ πᾶν ὃ περὶ αὐτοῦ λέγεται, ὑπεροχικῶς καὶ κατεξαίρετον λέγεσθαι, καθὰ καὶ τῷ μεγάλῳ Διονυσίῳ δοκεῖ, οἷον ὑπέρφωτον, ὑπέρσοφον, ὑπερούσιον, οὕτω δὲ καὶ ὑπεράγαθον· διὸ καὶ αἱ ἀποφάσεις ἐπ’ αὐτοῦ μᾶλλον ἢ αἱ καταφάσεις κατὰ τὸν αὐτὸν ἅγιον ἀληθεύονται. πρώτως δὲ ἀγαθὸν λέγοιτ’ ἂν κυρίως κατὰ τὴν εἰρημένην ἔννοιαν τὸ πρώτως μετέχον ἐκείνου τοῦ ὑπεραγάθου καὶ αὐταγάθου, οὗ καὶ πάντα ἐφίεται καὶ πάντα μετέχει, τὰ μὲν πρώτως, τὰ δὲ δευτέρως, καὶ ἐφεξῆς. αὐτὸ δὲ τοῦτο καὶ ὑπερὸν ὡσαύτως καὶ αὐτοόν ἐστι, καθὸ καὶ πρὸς Μωϋσῆν, ἐγώ εἰμι, φησίν, ὁ ὤν. οὔκουν ἕτερον οὐδ’ ἀπεξενωμένον τοῦ ἀγαθοῦ τὸ ὂν οὐδὲ μετέχον, ἀλλ’ αὐτὸ ὂν αὐτοόν τε καὶ αὐτάγαθον· διὸ καὶ ὥσπερ τοῦ ἀγαθοῦ, οὕτω καὶ τοῦ εἶναι πάντα ἐφίεται. ἀλλ’ ἡμεῖς οὔ τινι τῶν ὄντων ταὐτὸν εἶναί φαμεν τὸ ἀγαθόν, ἀλλὰ τῷ ἁπλῶς καὶ ἀπολύτως ὄντι καὶ οὗ πάντα ἐφίεται, περὶ οὗ καὶ ὁ Θεολόγος φησὶ Γρηγόριος· ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον.

οὕτω δὲ καὶ τὸ ὂν καὶ τἀγαθὸν λέγοντες τὸν θεόν, οὐκ αὐτὰ ταῦτ’ εἶναι τὴν οὐσίαν αὐτοῦ νοοῦμεν· ἄρρητος γὰρ ἐκείνη πάντῃ καὶ ἄγνωστος· διὸ καὶ οὐχ ἁπλῶς ταῦτα, ἀλλὰ μετὰ τῆς ὑπεροχῆς αὐτὸν ὀνομάζομεν ὑπερούσιον, ὑπεράγαθον καὶ τἆλλα ὡσαύτως. οὗτος δὲ περὶ μερικοῦ τινος ὄντος τὸν λόγον ποιήσας ἐκ τοῦ μερικοῦ εἰς τὸ καθόλου καὶ τὸ ἁπλῶς ὂν ἀνατρέχει, ἀσυλλογίστως συλλογιζόμενος καὶ ψευδὲς οὕτω συνάγων συμπέρασμα. καὶ ὅρα ὅπως πλέκει τὸν παραλογισμόν· πρῶτον μὲν ἐκ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· τό τι ὂν ταὐτὸν τῷ ἀγαθῷ, τὸ ἀγαθὸν οὐκ ἐφίεται τοῦ ἀγαθοῦ, ὅπερ, ὡς αὐτῷ δοκεῖ, ἄτοπον. ἀλλ’ ἐὰν εἶπεν ἐν τῇ προτάσει, ὅτι τὸ ἁπλῶς ὄν, ἤτοι τὸ ταὐτὸν τῷ ἀγαθῷ, οὐκ ἐφίεται ἑαυτοῦ, καὶ συνεπέρανεν, ὅτι τὸ ἁπλῶς ὄν, ἤτοι τὸ ταὐτὸν τῷ ἀγαθῷ, οὐκ ἐφίεται τοῦ ἀγαθοῦ, οὐκ ἂν ἦν ἄτοπον τὸ συμπέρασμα (οὐδὲν γὰρ ἑαυτοῦ ἐφίεται)· εἶτα δὲ καὶ ἐξ εὐθείας· τό τι ὂν ἕτερον παρὰ τὸ ἀγαθόν, ἤτοι οὐ ταὐτὸν τῷ ἀγαθῷ, ὡς μὴ μόνον μερικὴν εἶναι τὴν πρότασιν, ἀλλὰ καὶ ἀποφατικήν· τὸ ἀγαθὸν οὐκ ἐφίεται τοῦ ἀγαθοῦ. ὅτι δὲ ἀσυλλόγιστοι αἱ τοιαῦται συζυγίαι τῶν προτάσεων, παντί που δῆλον τῷ καὶ μετρίως τῆς λογικῆς πραγματείας ἁψαμένῳ. ὁ δὲ ἀνεπίληπτος συλλογισμὸς καὶ ἤδη ἡμῖν εἴρηται· τὸ ἁπλῶς ὂν ταὐτὸν τῷ ἁπλῶς ἀγαθῷ· τὸ ἁπλῶς ἀγαθὸν οὐκ ἐφίεται ἑαυτοῦ· τὸ ἄρα ἁπλῶς ὂν οὐκ ἐφίεται ἑαυτοῦ.

οὐκοῦν καὶ σὺ τὸ πρώτως τῷ ἀγαθῷ προστιθεὶς ἐλαττοῖς τὸ ἀγαθόν.

θʹ. Πᾶν τὸ αὔταρκες ἢ κατ’ οὐσίαν ἢ κατ’ ἐνέργειαν κρεῖττόν ἐστι τοῦ μὴ αὐτάρκους ἀλλ’ εἰς ἄλλην οὐσίαν ἀνηρτημένου τὴν τῆς τελειότητος οὐσίαν ... (10,14-28) Εἰ πάντα ἐφίεται τοῦ ἀγαθοῦ, πᾶν δὲ τὸ ἐφιέμενόν του ἐπιδεές ἐστι ἐκείνου, οὗ ἐφίεται, πάντα ἄρα ἐπιδεῆ ἐστι τοῦ ἀγαθοῦ· οὐδὲν δ’ ἐστὶ ἐπιδεὲς αὔταρκες· οὐδὲν ἄρα τῶν πάντων αὔταρκες, ἀλλ’ ἢ μόνον τὸ ὑπὲρ πάντα καὶ ὃ μόνον τἀγαθόν ἐστι καὶ ὑπεράγαθον, καὶ οὗ μεθέξει καὶ τἆλλα ἀγαθά ἐστί τε καὶ λέγεται, καὶ οὗ πάντα ἐφίεται, ὡς ἐκείνου ἐπιδεῆ.

Οὐδὲν αὐτὸ ἑαυτῷ τι παρέχει, ἀλλ’ ἄλλο μέν ἐστι τὸ παρέχον, ἄλλο δὲ τὸ λαμβάνον. οὗτος δὲ αὐτὸ ἑαυτῷ παρεκτικὸν εἶναι τοῦ εὖ τὸ αὔταρκές φησιν εἰς ταὐτὸν ἄγων τὸ παρέχον καὶ τὸ λαμβάνον, ὅπερ οὐθ’ ἡμῖν οὔτε τῇ κοινῇ ἐννοίᾳ δοκεῖ, οὔτε περὶ τοῦ αὐτάρκους ἁρμόζει λέγεσθαι· τοῦτο γὰρ οὐ λαμβάνει, ὡς πρότερον δηλαδὴ μὴ ἔχον, ἀλλ’ ἔχειν ἀεὶ τὸ ἀγαθὸν δικαιοῖτ’ ἂν λέγεσθαι, μᾶλλον δὲ αὐτὸ εἶναι τὸ ἀγαθόν, ὡς ἤδη ἡμῖν εἴρηται, καὶ τοῖς ἄλλοις παρ’ ἑαυτοῦ παρέχειν τὸ εὖ.

ιʹ. Πᾶν τὸ αὔταρκες τοῦ ἁπλῶς ἀγαθοῦ καταδεέστερόν ἐστι ... (10,29-12,7) Εἰ μόνον τὸ αὐτάγαθον αὔταρκες, ὅτι καὶ μόνον ἀνενδεές, καὶ ὅπερ ἀνενδεὲς τοῦτο καὶ αὔταρκες καὶ αὐτάγαθον, ταὐτὸν ἂν εἴη τὸ αὐτάγαθον καὶ τὸ αὔταρκες· τοῦτο δέ ἐστι καὶ τὸ ἁπλῶς ἀγαθόν· οὔκουν ἄλλο καὶ ἄλλο τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὔταρκες, οὐδ’ ἄρα τὸ μὲν κρεῖττον, τὸ δὲ ὑποδεέστερον. οὗτος δὲ τὸ πλῆρες καὶ τὸ αὔταρκες ταὐτὸν εἶναί φησιν· οὔκ ἐστι δέ· πλήρης μὲν γὰρ πᾶσα ἡ γῆ τῆς δόξης τοῦ ἀγαθοῦ, ἀλλ’ οὐχὶ καὶ αὐτάρκης· οὐ γὰρ παρ’ ἑαυτῆς ἔχει τὸ ἀγαθόν· καὶ πάντα πληροῖ ὁ θεός, ὥστε καὶ πάντα πλήρη τῆς τοῦ θεοῦ ἀγαθότητος, ἀλλ’ οὐχὶ καὶ αὐτάγαθα· οὐ γὰρ παρ’ ἑαυτῶν ἔχει τὸ ἀγαθόν· πῶς γὰρ ἃ κατὰ μετοχὴν ἐκείνου καὶ ἔστι καὶ ἀγαθά ἐστιν, ὡς καὶ οὗτός φησι παρὰ πόδας ἀντιφθεγγόμενος ἑαυτῷ; οὐδ’ ἄρα αὐτάρκη, ὁπότε καὶ πάντα ἐπιδεῆ τοῦ ἀγαθοῦ ἐστι. μόνον ἄρα τὸ θεῖον αὔταρκες, ἐπεὶ καὶ μόνον ἀνενδεὲς καὶ αὐτάγαθον. καὶ πάντα μὲν πλήρη, καθόσον ἕκαστα χωρεῖ, μετέχοντα τῆς ἐκ τοῦ ὑπεραγάθου προχεομένης ἀγαθότητος, ἐκεῖνο δὲ ὑπέρπληρες, ὡς ὑπερβλύζον καὶ προχέον τὴν οἰκείαν ἀγαθότητα καὶ τὰ πάντα πληροῦν. οὕτω δὲ καὶ ὑπεραύταρκες λέγοιτ’ ἄν, καθὰ καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ Θεολόγῳ δοκεῖ, ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι, λέγοντι, τοῦτο τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ’ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι.

δῆλον γὰρ ὡς ἡ ἀπόφασις, τὸ οὐκ ἤρκει, οὐ κατὰ στέρησιν αὐταρκείας εἴρηται τῷ μεγάλῳ τούτῳ πατρί, ἀλλὰ καθ’ ὑπεροχήν, ὡς καὶ πᾶσα ἀπόφασις ἐπὶ τοῦ θεοῦ ἐκλαμβάνεται κατὰ τὸν τὰ θεῖα πολὺν Διονύσιον.

Εἰ ἄλλο τὸ πληροῦν καὶ ἄλλο τὸ πληρούμενον, πῶς σὺ φῂς τὸ αὔταρκες αὐτὸ ἑαυτὸ πεπληρωκέναι τοῦ ἀγαθοῦ, ἢ πῶς αὔταρκες τὸ μὴ ἀφ’ ἑαυτοῦ ἀλλ’ ἑτέρωθεν πληρούμενον; ιαʹ. Πάντα τὰ ὄντα πρόεισιν ἀπὸ μιᾶς αἰτίας, τῆς πρώτης ... (12,8-34) Τὸ μὲν ἀπὸ μιᾶς αἰτίας πάντα προϊέναι τὰ ὄντα, καλῶς εἴρηκε· μᾶλλον δὲ ἔδει τῆς μίας εἰπεῖν· ἡ δὲ προσθήκη τῆς πρώτης εἶχεν ἂν καλῶς, εἰ καὶ τὸ μόνης προσέκειτο. νῦν δὲ ἔοικε, τῆς πρώτης εἰπών, καὶ δευτέραν διδόναι καὶ τρίτην αἰτίαν καὶ ὁποσασοῦν, ἵνα τὴν πολυθεΐαν εἴτουν πολυαρχίαν συστήσῃ. διὸ καὶ πολλὰ ὑποτίθησι τὰ παράγοντα ἤτοι τὰ ποιητικὰ αἴτια· δῆλον γάρ, ὡς οὐ περὶ τῶν ἄλλων αἰτίων λέγει, ὁπότε τὸ ὑλικὸν αἴτιον οὐ μόνον οὔκ ἐστι κρεῖττον ἀλλὰ καὶ χεῖρον τοῦ ἐξ αὐτοῦ, καθὸ καὶ ἡ πρώτη ὕλη παντὸς εἴδους ἐστερημένη πάντων ἐστὶν χείρων, οὔτε δ’ ἄλλό τι τῶν αἰτίων παρακτικόν ἐστιν, ἀλλ’ ἢ μόνον τὸ ποιητικόν.

Ἡμεῖς δὲ οὐδὲ μίαν φαμέν, εἴπερ ἡ μία τῇ τοῦ ἑνὸς μετοχῇ λέγεται μία· ἡ γὰρ τοιαύτη οὐδ’ ἀρχὴ ἂν εἴη, ἀλλὰ καὶ ταύτης ἀρχὴ ἂν εἴη τὸ ἕν, οὗ κατὰ μετοχὴν μία λέγεται. ἀλλὰ καὶ τὸ ἓν ἀρχὴν λέγοντες οὐχ οὕτω λέγομεν, ὡς συντάττοντες αὐτὸ τοῖς μετὰ τὴν ἀρχήν· διὸ οὐδ’ ἁπλῶς ἀρχήν, ἀλλ’ ὑπεράρχιον ἀρχήν, οὐδ’ ἁπλῶς ἕν, ἀλλ’ ὑπὲρ πᾶν ἕν, οὔτε δὲ πρῶτον ἢ πρώτιστον, ἀλλ’ ὑπὲρ τὸ πρῶτον, ὥσπερ οὐδὲ μέγα ἢ μέγιστον, ἀλλ’ ὑπὲρ τὸ μέγα φαμὲν αὐτὸ καθὰ καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ Θεολόγῳ δοκεῖ. καὶ ὅταν δὲ μίαν λέγωμεν, προστιθέαμεν καὶ τὸ μόνην πρὸς παράστασιν τοῦ, ὅτι οὐ κατὰ μετοχὴν τοῦ ἑνός φαμεν αὐτὴν μίαν, ἀλλ’ ὡς αὐτὴν οὖσαν τὸ ἓν τὸ ὑπὲρ πᾶν ἓν ὑπερηνωμένον, ὡς ἤδη πολλάκις εἰρήκαμεν. καὶ οὕτω δὲ μίαν, ὡς τὸ ἓν αὐτό, τὴν πάντων αἰτίαν λέγοντες οὐδὲ τοῦτο τὸ ἓν οὐσίαν αὐτῆς εἶναι νομίζομεν, ὥσπερ οὐδὲ τἀγαθόν· ἐκεῖνο μὲν γὰρ ποιοῦ, τοῦτο δὲ ποσοῦ παρεισάγει ἔννοιαν ἢ ἀρχῆς ποσοῦ. δεῖ δὲ πρὸ τούτων ἄλλό τι τὴν οὐσίαν εἶναι, ὅπου γε οὐδὲ τὸ ὂν ἁπλῶς ἀξιοῦμεν αὐτὴν καλεῖν, καίπερ ὂν οὐσίας δηλωτικόν, ὡς ἄρρητον καὶ ἀκατανόμαστον, ἀλλὰ κἀκεῖνό φαμεν μετὰ τῆς ὑπεροχῆς ὑπερόν, ὡς πᾶν ὂν προέχον καὶ ὑπερέχον.

οὕτως οὖν καὶ ὑπερέν, ἀλλὰ καὶ οὕτως ἓν καὶ μίαν τὴν πάντων τῶν ὄντων αἰτίαν λέγοντες ἔτι καὶ τρία τὴν αὐτὴν καὶ τριάδα φαμὲν πατέρα ταύτην εἶναι καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πιστεύοντες οὐ λογισμοῖς ἀνθρωπίνοις ἢ τὸ ἓν διαιροῦντες ἢ τὰ τρία ἑνίζοντες, ἀλλ’ αὐτολέκτῳ διδασκαλίᾳ τοῦ τῆς τριάδος ἑνὸς ἑπόμενοι τοῦ ἑνικῶς εἰπόντος τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ ὅτι μὲν ἓν ὡς κοινὸν τῶν τριῶν οὕτως ἐκφήναντος διὰ τοῦ ὀνόματος, ὃ δέ τί ἐστι τοῦτο τηρήσαντος κρύφιον ὡς τῆς ἀγνώστου καὶ ἀπορρήτου καὶ μιᾶς οὐσίας σημαντικόν, εἰ καὶ τῷ Μωυσῇ πάλαι χρηματίζων, ἐγώ εἰμι ὁ ὤν, εἴρηκε, πάντα τὰ ὄντα περιληπτικῶς εἰς ἓν ὁμοῦ συγκεφαλαιώσας, ἅπερ εἶναι καὶ ὀπίσθια τούτου μανθάνομεν, κἀκ τούτων ἑαυτὸν ὀνομάσας, ὧν καὶ τὴν παράδειξιν ἐν τῇ ὀπῇ τῆς κατὰ τὴν πίστιν πέτρας πεποίηται, ὡς τό γε πρόσωπον, τουτέστιν αὐτὴν ἐκείνην τὴν οὐσίαν αὐτοῦ, μηδενὸς ἰδεῖν δυναμένου· οὐ γὰρ μὴ ἴδῃ, φησίν, ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. τὸ μὲν οὖν πρόσωπον τῆς θείας οὐσίας οὕτως ἀθέατον, θεατὰ δὲ γίνεται τῷ θεόπτῃ τὰ ταύτης ὀπίσθια, καὶ ταῦτα ὑπὸ τὴν πέτραν στάντι, τὴν στερεὰν πίστιν, καὶ διὰ τῆς ὀπῆς ταύτης τῆς ἀναγωγικῆς θεωρίας ἀπὸ τῶν αἰσθητῶν συμβόλων ἐπὶ τὰ νοητὰ θεάματα τὴν νοερὰν ὄψιν διαβιβάσαντι.

μετὰ γὰρ ταῦτα σωματικῶς ὁ θεὸς λόγος ὀφθεὶς ἐπὶ γῆς καὶ ἀνθρώποις τοῖς γενομένοις αὐτόπταις αὐτοῦ καὶ ὑπηρέταις συναναστραφεὶς ἐκδηλότερον τὴν κατ’ αὐτὸν θείαν οὐσίαν παρέδειξεν, ὁπηνίκα καὶ τοὺς τῶν προφητῶν προκρίτους ἐν τῷ Θαβὼρ ὄρει συμπαρεστήσατο καὶ τοῖς μαθηταῖς τὴν λαμπρότητα τῆς θείας αὐγῆς, ὡς ἐφικτὸν ἦν αὐτοῖς ἰδεῖν, παρεγύμνωσε, πρὸς ἣν καὶ ἀντωπῆσαι μὴ δυνηθέντες εἰς γῆν ἐκεῖνοι κατέπεσον, καὶ αὖθις ἐν τῷ μέλλειν εἰς οὐρανοὺς ἀναλαμβάνεσθαι διὰ τοῦ ἑνὸς καί, ὡς εἰπεῖν, ἀνωνύμου ὀνόματος τὸ τῆς οὐσίας ἀκατάληπτον παρεδήλωσεν, ὁμοῦ καὶ τὸ μοναδικὸν αὐτῆς διὰ τῆς ἑνικῆς τούτου προφορᾶς ὑποσημήνας καὶ τὸ τριαδικὸν τῶν προσώπων ἐκφήνας, ὧν κοινὸν μετὰ τῆς οὐσίας καὶ τοὔνομα.

ιβʹ. Πάντων τῶν ὄντων ἀρχὴ καὶ αἰτία πρωτίστη τὸ ἀγαθόν ἐστιν ... (14,1-23) Τὰ δέοντα ῥηθῆναι ἐνταῦθα εἰς τὸ ἀρχὴ καὶ πρωτίστη προείρηται ἡμῖν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ· τοσοῦτον δὲ μόνον ὑπομνῆσαι κἀν τούτῳ δεῖ, ὅτι πολλὰ τοῦ σοφοῦ τούτου τὰ πάντων τῶν ὄντων αἴτια λέγοντος ἡμεῖς τὸ ἓν μόνον τὸ κυρίως αἴτιόν φαμεν, ὅπερ εἶναι τὸν ἕνα μόνον καὶ τρισυπόστατον θεόν, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος προβαινούσης, ἵνα μὴ δῆμος θεῶν εἰσάγηται κατὰ τὴν ἑλληνικὴν φλυαρίαν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν ἡ θεότης κατακρίνηται καθ’ Ἑβραίους ὡς ἄγονος καὶ ἀκίνητος, καὶ τρία δὲ ταῦτα λέγοντες οὐδὲν ἧττον καὶ τὸ ἓν εἶναι πιστεύομεν οὐ συγχέοντες κατὰ Σαβέλλιον οὐδὲ συναλείφοντες εἰς ἀναίρεσιν τῆς τριάδος, καὶ τὸ ἓν αὖθις ὁμολογοῦντες οὐδὲν ἧττον καὶ τὰ τρία σέβομεν οὐκ εἰς ἄνισα ταῦτα καὶ τῇ οὐσίᾳ διάφορα τὸ ἓν κατατέμνοντες κατὰ τὸν θεομάχον Ἄρειον.

διὸ οὐδὲ τρεῖς φαμεν ταῦτα θεοὺς ἀλλ’ ἕνα θεόν, μᾶλλον δὲ τὸν ἕνα καὶ μόνον καὶ οὗ πλὴν ἄλλος οὐδείς ἐστιν, ἕνα τὸν πατέρα καὶ μόνον πατέρα (οὐ γὰρ υἱὸν ἢ πνεῦμα ἐκπορευτόν), ἕνα τὸν υἱὸν καὶ μόνον υἱὸν (οὐ γὰρ πατέρα ἢ πνεῦμα) καὶ ἓν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐξ ἑνὸς τοῦ μόνου πατρὸς φυσικῶς εἴτουν ὑπερφυῶς ἐκπορευόμενον, ἐξ οὗ καὶ ὁ υἱὸς ὡσαύτως γεννᾶται, ὅπως ἂν ἓν τὸ αἴτιον ᾖ καὶ αὖ τὰ ἐξ αὐτοῦ ἑκάτερον ἕν, ὁ γεννῶν ἅμα καὶ προάγων, ὁ γεννώμενος, τὸ ἐκπορευόμενον, οὕτω δὲ ταῦτα τὸ ἕν. τρεῖς λέγοντες οὐ τὴν οὐσίαν εἴτουν φύσιν τῆς θεότητος εἰδέναι νομίζομεν τὴν ἄρρητον, τὴν ἄγνωστον, τὴν καὶ τοῖς ὑπερτάτοις νόοις ἀκατάληπτον καὶ ἀπρόσιτον, ἀλλὰ τὸ ἕν φαμεν ἐκκλίνοντες τὸ πολύθεον. ὡς δὲ καὶ τἀγαθὸν κατὰ τῶν ἀρχὴν καὶ τοῦ κακοῦ πρεσβευόντων, καὶ τὸ ὂν κατὰ τῶν ἀθέων καὶ τὸ αὐτόματον εἰσαγόντων, οὕτω καὶ φῶς καὶ νοῦν καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ κάλλος καὶ ὅσα θεοπρεπῆ τὸ θεῖον κατονομάζομεν οὐκ ἐκ τῶν κατ’ αὐτὴν τὴν θείαν οὐσίαν ἀλλ’ ἐκ τῶν περὶ αὐτὴν καὶ ὑπ’ αὐτῆς γενομένων, ἄλλην ἐξ ἄλλου φαντασίαν θεοποθήτως συλλέγοντες εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, καὶ οὕτω μὲν ἐκ τῶν ὄντων τὸ θεῖον κατονομάζομεν ἐκ τῶν ὄπισθεν αὐτὸ θεωροῦντες, ὡς εἴρηται, αὐτὸ δ’ ὅπερ ἐστὶ τὴν οὐσίαν ἴσμεν ἀγνοεῖν.

διὸ καὶ τῶν ὀνομάτων ἑκάστῳ προσάπτομεν τὴν τῆς ὑπεροχῆς δηλωτικὴν πρόθεσιν, καὶ τὰς ἀποφάσεις μᾶλλον ἢ τὰς καταφάσεις ἀληθεύειν ἐπὶ τούτου, φησὶν ὁ τὰ θεῖα πολὺς Διονύσιος, ᾧ καὶ μᾶλλον πιστευτέον, ὡς καὶ τῷ θείῳ Παύλῳ, τῷ εἰς τρίτον οὐρανὸν ἁρπαγέντι, τῇ θεωρίᾳ μαθητευθέντι καὶ παρ’ ἐκείνου μυηθέντι τὰ ἐκεῖθεν ἀκουσθέντα ἄρρητα ῥήματα, καὶ πρὸ τούτων αὐτῷ τῷ θεῷ λόγῳ τῷ τὸ κρύφιον καὶ ἀπόρρητον τῆς θεότητος τοῖς τε μαθηταῖς ἐκφήναντι μυστικώτερον διὰ τῆς ἀπροσίτου ἐκλάμψεως καὶ αὖθις ἡμῖν ἐξηγησαμένῳ διὰ τοῦ ἀνωνύμου ὀνόματος, ἢ τῷ σοφῷ τούτῳ τῷ τὸ ἓν καὶ τἀγαθὸν αὐτὰ ταῦτ’ εἶναι τὴν θείαν οὐσίαν λογισμοῖς ἀνθρωπίνοις καταλαβεῖν οἰηθέντι καὶ συλλογιζομένῳ τὰ ἀσυλλόγιστα.

Ἀγαθὸν τὸ θεῖον οὐχ οἷόν τι τῶν ἐν τοῖς οὖσιν ἀγαθῶν· διὸ καὶ οὐκ ἂν ἀγαθὸν ἁπλῶς ἀλλ’ ὑπεράγαθον καὶ πηγὴ ἀγαθότητος. ιγʹ. Πᾶν ἀγαθὸν ἑνωτικόν ἐστι τῶν μετεχόντων αὐτοῦ, καὶ πᾶσα ἕνωσις ἀγαθόν, καὶ τἀγαθὸν τῷ ἑνὶ ταὐτόν ... (14,24-16,8) Εἰ τὸ ἀγαθὸν τῷ ἑνὶ ταὐτόν, ὡς καὶ αὐτὸς οὗτος αὐτίκα φησί, τί δεῖ πᾶν ἀγαθὸν λέγειν ὡς περὶ πολλῶν ἀγαθῶν; τὸ γὰρ πᾶν ἐπὶ πολλῶν εἴθισται λέγεσθαι. ἔδει γοῦν τὸ ἀγαθὸν εἰπεῖν ἑνωτικὸν εἶναι τῶν μετεχόντων αὐτοῦ. ὁ δὲ κατὰ μικρὸν ὑποκλέπτει τοὺς ἀπερισκέπτως ἀναγινώσκοντας ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ μεταβιβάζων εἰς τὴν αὐτῷ πρεσβευομένην πολυθεΐαν, ἡμῖν δὲ καὶ τὸ ἓν καὶ τὸ ἀγαθὸν καὶ τὸ ὂν καὶ πᾶν ὅ τι θεοπρεπὲς ὄνομα μονώτατον σώζεται κατὰ τὸν ἕνα καὶ ἀγαθὸν καὶ μόνον ὄντα μᾶλλον δὲ ὑπερόντα πάντα θεόν, ἐν ᾧ καὶ πρόεισιν ὑπερουσίως καὶ ὑπερηνωμένως τὰ πάντα καί εἰσιν οὐσιωδῶς καὶ διακεκριμένως ἅπερ εἰσὶν ἕκαστα καὶ σώζονται ἑνοειδῶς συνεχόμενα καὶ ἀγαθυνόμενα καὶ τὸν παντελῆ σκεδασμὸν διαφεύγοντα.

καὶ καθ’ ἡμᾶς μὲν οὕτως εἰς ταὐτὸν καὶ τἀγαθὸν καὶ τὸ ἓν ἀλλὰ δὴ καὶ τὸ ὂν καὶ τἆλλα πάντα συνάγονται, καθότι καὶ πάντα ὑπερουσίως ἐστὶν ἡ μόνη πάντων αἰτία ἡ ὑπέρθεος μονὰς καὶ τριάς, ἣν εἰ καὶ οὕτως ὀνομάζομεν, ὅμως ὁμολογοῦμεν ἀγνοεῖν ἥτις ἄρα τὴν οὐσίαν ἐστίν· οὐδὲν γάρ, οὐ λόγος, οὐκ ὄνομα, οὐκ ἐννόημα τὴν ἐν ἀβάτοις ὑπεριδρυμένην κρυφιότητα ταύτης ἐξάγει. οὕτω δὲ καὶ ὁ λόγος ἡμῖν πάσης ἐξάντης ἀντιθέσεως προχωρεῖ· τί γὰρ ἂν καὶ ἀντιτεθείη τῷ περὶ τοῦ αὐτοῦ καὶ καταφάσκοντι καλῶς πάντα καὶ ἀποφάσκοντι, τὸ μὲν ὡς αἰτιωδῶς τὰ πάντα προόντος, τὸ δὲ διὰ τὴν ὑπεροχὴν καὶ τὸ τῆς οὐσίας ἀπόρρητον; ὁ δὲ σοφὸς οὗτος οὐ τὸ ἓν μόνον ἀλλὰ καὶ πολλοὺς πρεσβεύων θεοὺς αὐτόθεν ἁλίσκεται περιπίπτων εἰς ἐναντίωσιν, ὡς δῆλον ἐξ ὧν τουτὶ τὸ κεφάλαιον συμπεραίνων φησί· τὰ τοῦ ἀγαθοῦ τρόπον τινὰ ἀποπεσόντα καὶ τοῦ ἑνὸς ἅμα ἀμοιρεῖν καὶ τὰ τοῦ ἑνὸς ὁπωσοῦν ἀμοιρήσαντα καὶ τοῦ ἀγαθοῦ διὰ τὴν διάστασιν στέρεσθαι· ὥστε οἱ πολλοὶ θεοί, ᾗ πολλοὶ καὶ διεστῶτες ἀλλήλων, ταύτῃ καὶ τοῦ ἑνὸς ἀμοιροῦσι καὶ τοῦ ἀγαθοῦ ἐκπίπτουσιν· οὐκ ἄρα ἁπλῶς ἀγαθοί· ᾗ δὲ οὐκ ἀγαθοί, καὶ κακοί, ὁποίους ἴσμεν γενομένους τοὺς δαίμονας ἐξ ἀγαθῶν φύσεων προαιρέσει κακούς, περὶ ὧν καὶ ὁ προφήτης φησίν· οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.

ψεῦδος δὲ καὶ τὸ τἀγαθοῦ ἀποπεσόντα ἅμα καὶ τοῦ ἑνὸς ἀμοιρεῖν· ὁ γὰρ τοῦ σκότους ἄρχων καὶ τῶν δαιμόνων πρωτοστάτης τοῦ μὲν ἀγαθοῦ παντελῶς ἐξέπεσεν, ἐστὶ δὲ ὅμως εἷς καὶ ἕκαστος τῶν δαιμόνων εἷς.

ιδʹ. Πᾶν τὸ ὂν ἢ ἀκίνητόν ἐστιν ἢ κινούμενον· καὶ εἰ κινούμενον, ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου· καὶ εἰ μὲν ὑφ’ ἑαυτοῦ, αὐτοκίνητόν ἐστιν· εἰ δὲ ὑπ’ ἄλλου, ἑτεροκίνητον. πᾶν ἄρα ἢ ἀκίνητόν ἐστιν ἢ αὐτοκίνητον ἢ ἑτεροκίνητον ... (16,9-29) Ἐν τῷ παρόντι προβλήματι οὐκ Ἀριστοτέλει μόνον καὶ τοῖς ἄλλοις σοφοῖς ἀντιφθέγγεται, πᾶν τὸ ὂν λέγων καὶ τὸ πᾶν τῷ καθόλου ὄντι προσνέμων ἐκείνων τοῦτο μὴ βουλομένων (τὸ γὰρ πᾶς, φησὶν ἐν τῷ Περὶ ἑρμηνείας Ἀριστοτέλης, οὐ τὸ καθόλου σημαίνει), ἀλλὰ καὶ ἑαυτῷ μάχεται τοὐναντίον ἅπαν οὗ δεῖξαι βούλεται προβαλλόμενος· βούλεται γὰρ δεῖξαι τοῦ ὄντος τὸ μὲν ἀκίνητον εἶναι, τὸ δὲ κινούμενον, ὃ τάχα καὶ ἀποδείκνυσι· λέγει δὲ τὸ πρόβλημα προτιθείς· πᾶν τὸ ὂν ἢ ἀκίνητον εἶναι ἢ κινούμενον, ὡς εἰ μὲν πᾶν ἀκίνητον εἴη, μηδὲν λείπεσθαι τοῦ ὄντος εἶναι κινούμενον· εἰ δὲ πᾶν κινούμενον, μηδὲν ἀκίνητον. σφάλλει οὖν αὐτόθεν αὐτὸς ἑαυτὸν καθ’ ἑκάτερον σκέλος τῆς διαιρέσεως τῆς ἐν τῷ προβλήματι ἀντιφάσκων τῷ κατὰ τὴν ἀπόδειξιν οἰκείῳ βουλήματι· δείκνυσι γὰρ ὡς οὐ πᾶν ἀκίνητόν ἐστι τὸ ὂν οὐδὲ πᾶν κινούμενον, ἀλλὰ τὸ μέν, τὸ δέ, ὥσπερ εἴρηται. οὕτως ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ σοφοῦ, οὕτως οὗτος αὐτὸς ἑαυτὸν ἀνατρέπει.

Ἔδει «ὑπ’ ἄλλου ἑτεροκινήτου» εἰπεῖν· οὐ γὰρ ταὐτὸν τὸ ἑτεροκίνητον καὶ τὸ κινούμενον· διὰ γὰρ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἡ ἀπόδειξις. ἡ τοίνυν ἀνάγκη τῆς ἀποδείξεως οὐ τοῦτο ἀπῄτει συμπεραίνειν, ἀλλὰ ἔσται τι ἄρα μὴ ἑτεροκίνητον τὸ πρῶτον κινοῦν. οὐ ταὐτὸν δὲ τὸ μὴ ἑτεροκίνητον καὶ τὸ ἀκίνητον, ἀλλ’ ὑποδιαιρεῖται τὸ μὴ ἑτεροκίνητον εἴς τε τὸ αὐτοκίνητον καὶ τὸ ὅλως ἀκίνητον· καὶ ὅλως μὲν ἀκίνητον κατὰ τὸν ἀκριβῆ τε καὶ ἀψευδῆ λόγον τὸ μηδαμῇ μηδαμῶς ὄν, ἑτεροκίνητα δὲ τὰ σώματα πάντη πάντως, αὐτοκίνητοι δὲ αἱ ἀσώματοι οὐσίαι, τῆς αὐτοκινησίας, ἣν ἡμεῖς φαμεν αὐτεξουσιότητα, μετέχουσαι ἀπὸ τῆς πρώτης αὐτοκινήτου καὶ αὐθυπάρκτου οὐσίας, ἥτις κατὰ τὸν Θεολόγον Γρηγόριον ὡς μονὰς ἀπ’ ἀρχῆς εἰς δυάδα φυσικῶς κινηθεῖσα μέχρι τριάδος ἔστη, δημιουργικῶς δὲ δι’ ὑπερβολὴν ἀγαθότητος κινουμένη παράγει πάντα τὰ ὄντα, τά τε δευτέρως αὐτοκίνητα καὶ τὰ ἑτεροκίνητα. ἀνάλογον δὲ πάντως ῥητέον τοῖς κινουμένοις τὴν κίνησιν· ὥσπερ τῶν φυσικῶν φυσικὴν οὕτω δὴ καὶ τῶν ὑπερφυῶν ὑπερφυῆ.

Καὶ ἄλλως δὲ ἀπ’ ἀρχῆς αὐτῆς διαπίπτει τὸ πρόβλημα. οὔτε γὰρ πᾶν τὸ ὂν ἀκίνητόν ἐστιν οὔτε πᾶν κινούμενον, ἀλλ’ ἔοικεν ὁ σοφὸς ἄλλο βουλόμενος εἰπεῖν ἄλλο λέγειν, ὡς καὶ ἤδη ἡμῖν εἴρηται. ἔδει δὲ οὕτως αὐτὸν εἰπεῖν· τοῦ ὄντος ὑπεξῃρημένου, τοῦ ὑπερόντος, τὸ μέν ἐστιν ἀκίνητον, τὸ δὲ κινούμενον, καὶ τοῦ κινουμένου τὸ μὲν αὐτοκίνητον, τὸ δὲ ἑτεροκίνητον. ὁ δὲ καὶ τὸ ὂν ἀδιαφόρως λαμβάνει συμπεριλαμβάνων τῷ παντὶ καὶ τὸ πρῶτον ὄν, ὃ καὶ ἀκίνητον εἶναι βούλεται, καὶ τὴν κίνησιν, καίτοι πολλαχῶς λεγομένην, καὶ τὸ ἀκίνητον. καὶ τοῦτο γὰρ διχῶς λέγεται· τὸ μὲν ὡς κρεῖττον κινήσεως, τὸ δὲ ὡς χεῖρον καὶ κατὰ στέρησιν. καὶ οὕτω διὰ τῶν ὁμωνύμων φωνῶν σοφίζεσθαι θέλων, πρὸ τῶν ἄλλων ἑαυτὸν ἀνατρέπων ἁλίσκεται.

Τὸ γὰρ ὂν εἰ μὴ ταὐτόν ἐστι τῷ ἑνί, ὡς ἡμεῖς φαμεν, ἀλλ’ ἕτερον κατὰ τοῦτον ὑποδεέστερον τοῦ ἑνός, δῆλον ὅτι καὶ ἕν ἐστι καὶ οὐχ ἓν μεθέξει τοῦ ἑνὸς γινόμενον ἓν καὶ πάσχον τὴν μετοχὴν τοῦ ἑνὸς καὶ ὑπομένον τὴν τοῦ ἑνὸς παρουσίαν, οὐκ ὂν αὐτὸ ὅπερ ἕν, ὡς αὐτὸς οὗτος ἐν τῷ τρίτῳ κεφαλαίῳ φησί. πᾶν δὲ τὸ μὴ καθ’ αὑτὸ ὂν ἀλλ’ ἑτέρωθεν ἔχον τὸ εἶναι, ὅπερ ἐστὶ καὶ πάσχον καὶ γινόμενον, κατ’ αὐτὸ δὴ τοῦτο τὸ πάσχειν καὶ γίνεσθαι κινούμενόν ἐστι ὑφ’ ἑτέρου τοῦ δρῶντος ἐν αὐτῷ καὶ ποιοῦντος εἶναι ὅπερ ἐστί. τὸ ὂν ἄρα καὶ αὐτὸ τὸ πρῶτον μετέχον τοῦ ἑνὸς κατὰ τοῦτον ἑτεροκίνητόν ἐστιν. εἰ δὲ τοῦτο τοιοῦτον, οὐδ’ ἂν ἄλλο τι ὂν εἴη αὐτοκίνητον· πολλοῦ γε καὶ δεῖ.

ἀλλ’ οὗτος μὲν οὕτως ἀναγκάζοιτο πᾶν τὸ ὂν λέγειν ἑτεροκίνητον, ἡμεῖς δὲ τὸ ἓν καὶ τὸ ὂν καὶ τἀγαθὸν ταὐτὸν εἶναι καὶ λέγοντες καὶ πιστεύοντες, τουτέστι τὸ ὑπὲρ πᾶν ἓν καὶ ὑπεράγαθόν τε καὶ ὑπερούσιον, αὐθύπαρκτόν τε κυρίως καὶ αὐτοκίνητον εἶναι ὁμολογοῦμεν καὶ τἆλλα πάντα κινοῦν καὶ ποιοῦν καὶ τὰ μὲν ὄντα τηροῦν, τὰ δὲ μετασκευάζον ὡς βούλεται, καὶ τοῖς μὲν μετὰ τοῦ ἑτεροκινήτοις εἶναι καὶ τὸ αὐτοκίνητον χαριζόμενον, τὰ δὲ μόνον ὁρίζον εἶναι ἑτεροκίνητα, καὶ στάσιν ἀφορίζον ἄλλοις καὶ ἄλλοις κίνησιν κατὰ λόγους ἀπορρήτους τῆς ἀνεξιχνιάστου σοφίας αὐτοῦ καὶ προνοίας καὶ περιουσίᾳ δυνάμεως ὑπερδυνάμου, καὶ αὐτὸ τὸ μηδαμῇ μηδαμῶς ὂν δυναμοῦν καὶ κινοῦν καὶ εἶναι ποιοῦν, καθὰ καὶ πάντα ἐκ μὴ ὄντων εἶναι πεποίηκεν.

Οὗτος δὲ καὶ τὸ ἀκίνητον ἀναποδείκτως ἐν τοῖς οὖσι παρεισάγει τὸ ἐν ἀρχῇ αἰτούμενος. ιεʹ. Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν ἀσώματόν ἐστιν ... (16,30-18,6) Ἐπιστροφὴν οὗτος ταὐτόν τι καὶ κίνησιν νοεῖ, ὡς ἐν τῷ ἑπτακαιδεκάτῳ ἐμφαίνει θεωρήματι. πῶς ἂν οὖν τι κινηθείη πρὸς ἑαυτὸ μὴ πρότερον ἐκστὰν ἑαυτοῦ; εἰ δέ ἐστιν ἀεὶ ἀκινήτως καὶ ἀνεκστάτως ἐν ἑαυτῇ κατ’ ἐξαίρετον μὲν ἡ ἀναλλοίωτος καὶ ὑπερούσιος οὐσία, μετ’ ἐκείνην δὲ καὶ ἡ τῶν ὑπερουρανίων καὶ θεοειδῶν νόων, οὐδ’ ἂν ἐπιστρέφειν πρὸς ἑαυτὸ οὔτε τὸ θεῖον οὔτε τὸ θεοειδὲς ἅπαν λέγοιτο· ἐκεῖνο μὲν καὶ ὑπὲρ τὸ ἀεί, τοῦτο δὲ ἔστ’ ἂν τὴν οἰκείαν φυλάττῃ κατάστασιν, εἰ μὴ ἄρα τις τὴν ἐν ἑαυτῷ μονὴν καὶ ἵδρυσιν ἐπιστροφὴν ἐθέλοι καλεῖν, ὥσπερ καὶ οὗτος τὴν ὅλου δι’ ὅλου ἑαυτοῦ ἐπαφὴν εἴτουν ἕνωσιν. ἀλλ’ ὁ θεολογικώτατος Διονύσιος κυριώτερον χρῆται τῇ λέξει ἐπὶ τὴν πρὸς τὰ ὑπέρτερα τῶν καταδεεστέρων ἀνάτασιν· ὅθεν καὶ τὰ ἀνώτερα τῶν ὑποβεβηκότων ἐπιστρεπτικά φησιν· οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ ὑπέρτερα ἔσθ’ ὅτε πρὸς τὰ καταδεέστερα προνοητικῶς ἐπιστρέφειν λέγονται· οὐ γὰρ μόνον ἐπιστρέψατε πρός με, φησίν, ἀλλὰ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.

διὰ τούτων σαφῶς διαγινώσκεται βουλόμενος τὴν ἐπιστροφὴν δύο τινῶν διαφερόντων ἀλλήλων ἑνωτικὴν εἶναι· ὅταν γάρ, φησίν, ἓν γένηται ἄμφω, τό τε γὰρ γινόμενον πᾶν γίνεται ὃ μὴ πρότερον ἦν καὶ τὸ ἄμφω ἐπὶ δύο τινῶν εἴωθε λέγεσθαι· τὸ τοίνυν γινόμενον ἕν, ὃ πάντως οὐκ ἦν πρὸ τοῦ γενέσθαι, καὶ τὸ ἐπιστρεφόμενον ὡς ἄλλό τι ὂν παρὰ τὸ πρὸς ὃ ἐπιστρέφεται, πῶς λέγεται πρὸς ἑαυτὸ καὶ οὐχὶ πρὸς ἄλλο μᾶλλον ἐπιστρέφειν; ἢ δῆλον ὅτι κάλλιον ἡμῖν τε καὶ τῷ θείῳ Διονυσίῳ τὸ τῆς ἐπιστροφῆς ὄνομα ἐπὶ τῶν ὁπώσποτε κινούντων καὶ κινουμένων ἐξείληπται καὶ ἢ ἄλλ’ ἅττα πρὸς ἑαυτὰ ἐπιστρεφόντων ἢ αὐτῶν πρότερον ἀφ’ ἑαυτῶν ἐξισταμένων εἶτ’ αὖθις ἀποκαθισταμένων εἰς ἑαυτὰ διὰ τῆς ἐπιστροφῆς. κατὰ τοῦτον δὴ τὸν λόγον ὁ θεὸς λόγος ἀσώματος ὢν ἥνωσεν ἐπιστρεπτικῶς ἑαυτῷ τὴν ἀνθρωπίνην οὐσίαν ὅλην ὅλῳ συνάψας καὶ χρίσας τῇ ἑαυτοῦ θεότητι, ὡς γενέσθαι αὐτὴν ὅπερ τὸ χρίσαν, κατὰ τὸν Θεολόγον φάναι Γρηγόριον. ὥστε οὐδὲν ἀδύνατον δογματίζομεν· οὐ γὰρ αὐτὸ πρὸς ἑαυτὸ τὸ σῶμα λέγομεν ἐπιστραφῆναι, ὡς καὶ ἑαυτοῦ τὴν σωματικὴν καὶ μεριστὴν οὐσίαν ἐκστῆναι καὶ γενέσθαι ἀσώματον καὶ ἀμέριστον, ἀλλὰ τὸν θεὸν λόγον ἐπιστρέψαι, τοῦτο πρὸς ἑαυτὸν ἐν ἑαυτῷ τε μεῖναν καὶ πρὸς τὸν λόγον ὅλον πρὸς ὅλον ἐπιστραφὲν καὶ γενόμενον ἀναλλοιώτως καὶ ἀσυγχύτως ὅπερ ἐκεῖνος κατὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν.

Σὺν ἀντιθέσει ἀντιστροφή· εἰ μηδὲν σῶμα πρὸς ἑαυτὸ ἐπιστρεπτικόν ἐστι, πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν οὐ σῶμά ἐστιν. ιϛʹ. Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν χωριστὴν οὐσίαν ἔχει παντὸς σώματος ... (18,7-20) Οὐδὲ τοῦτο ἡμῖν ἀντιπίπτει· οὐ γὰρ λέγομεν τὸν θεὸν λόγον ἐκστάντα ἑαυτοῦ γενέσθαι ὅπερ τὸ σῶμα, ὡς εἶναι λοιπὸν οὕτως αὐτὸν ἀχώριστον τοῦ σώματος οὗ προσείληφεν καὶ ᾧ ἥνωται, ὡς μηκέτι κατ’ οὐσίαν ἀσώματον ὄντα καὶ χωριστὸν τοῦ σώματος ἢ ὡς μὴ δυνάμενον ἐνεργεῖν τὴν κατάλληλον τῇ ἀσωμάτῳ οὐσίᾳ ἐνέργειαν χωρὶς σώματος, ἀλλ’ ὅπερ ἦν πρώην κατ’ οὐσίαν μένοντα καὶ μετὰ τὴν τοῦ σώματος ἕνωσιν καὶ τὴν τῇ οὐσίᾳ κατάλληλον δύναμίν τε καὶ ἐνέργειαν ἀσύγχυτον καὶ ἀναλλοίωτον σῴζοντα, οὕτω καὶ τὴν σωματικὴν ἑαυτῷ ὅλην ὅλῳ καθ’ ὑπόστασιν ἑνῶσαι οὐσίαν τε καὶ ἐνέργειαν. τοιγαροῦν εἰ καὶ ἥνωται καθ’ ὑπόστασιν ἐν Χριστῷ ἡ θεία οὐσία τῇ ἀνθρωπίνῃ καὶ ἀχώριστος ταύτης διατελεῖ, ἀλλ’ οὐδὲν ἧττον καὶ χωριστὴ μένει καθ’ ἑαυτὴν ἥ τε οὐσία ἑκατέρα καὶ ἡ ἐνέργεια. οὐδὲ γὰρ ἐπιδεῆ φαμεν εἶναι κατὰ τοῦτον τὴν ἀσώματον καὶ θείαν οὐσίαν τῆς σωματικῆς τε καὶ ἀνθρωπίνης, ἵνα καὶ τὸ παρὰ τούτου συναγόμενον ἀδύνατον χώραν σχῇ, τὸ τὴν ἐνέργειαν ἅτε δὴ χωριστὴν τῆς οὐσίας εἶναι κρείττω ὡς ἀχωρίστου.

κἀκ τούτων δὴ δῆλον ὅτι τὸ θεῖον πάντα κινεῖ καὶ ἐπιστρέφει πρὸς ἑαυτό, καθὸ καὶ ἀκρότατον ἐφετόν τε καὶ ὀρεκτὸν ὀνομάζεται. πάντα δὲ κινοῦν παρὰ μηδενὸς δὲ κινούμενον ἑτέρου εἰ μὴ παρ’ ἑαυτοῦ μόνον, εἰκότως ἂν καὶ μόνον ἀκίνητον καὶ αὐτοκίνητον ὀνομάζοιτο.

Οὐ πάντῃ ὡς ἐπὶ τοῦ θεοῦ λόγου δέδεικται τοῦ καθ’ ὑπόστασιν ἑνώσαντος ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἐπιστρέψαντος τὴν καθ’ ἡμᾶς σωματικὴν οὐσίαν· ᾗ μὲν γὰρ ἥνωται, ταύτῃ καθ’ ὑπόστασιν ἀχώριστος ταύτης ἐστί τε καὶ λέγεται· ᾗ δὲ σώζει τὴν φύσιν ἑκατέραν καθ’ ἑαυτὴν καὶ μετὰ τὴν ἕνωσιν ἀναλλοίωτον, ταύτῃ τοι καὶ χωριστὸν κατά τε τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν.

ιζʹ. Πᾶν τὸ ἑαυτὸ κινοῦν πρώτως πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν ... (18,21-20,2) Ἐν τῷ προλαβόντι θεωρήματι ἐνέργειαν εἰπὼν τὴν ἐπιστροφὴν ἐν τούτῳ σαφῶς κίνησιν τὴν ἐπιστροφὴν ὀνομάζει εἰς ταὐτὸν ἄγων τὴν κίνησιν καὶ τὴν ἐπιστροφήν· ὥστε καλῶς ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τὴν ἔνστασιν αὐτῷ τὴν περὶ τῆς ἐπιστροφῆς ὡς περὶ κινήσεως προσηγάγομεν.

Ἰστέον τοιγαροῦν ὡς ἡμῖν μὲν ἑαυτῶν ἐκστᾶσιν δι’ ἁμαρτίας ἔξεστι διὰ μετανοίας πρὸς ἑαυτοὺς ἐπιστρέφειν, μάλιστα διότι σώματι συνδεδέμεθα· τοῖς ἀσωμάτοις δὲ δαίμοσιν οὐκ ἔξεστιν ἅπαξ τοῦ κρείττονος ἀπολισθήσασι καὶ τῆς οἰκείας ἐκστᾶσι φύσεως πρὸς ἑαυτοὺς ἐπιστρέψαι δι’ αὐτὸ μάλιστα τοῦτο, ὅτι ἀσώματοί εἰσι καὶ οὐκ ἔχουσιν ὡς ἡμεῖς τὸ σῶμα πρὸς τὴν ἁμαρτίαν αὐτοὺς ἐφελκόμενον, ἀλλὰ τὸ ὅλον αὐτοὶ ἑαυτοῖς αἴτιοι γίνονται τοῦ κακοῦ. συνεργοῦσι δὲ ἡμῖν πρὸς τὴν ἐπὶ τὸ κρεῖττον ἐπάνοδον εἴτουν ἐπιστροφὴν καὶ οἱ θεῖοι νόες αὐτοί τε φιλάνθρωποι ὄντες καὶ θείῳ ὑπηρετούμενοι θελήματι· μάλιστα δὲ τὴν δύναμιν ταύτην ἡμῖν ἐχαρίσατο ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονὼς θεὸς λόγος καὶ ὅλην ἡμῶν τὴν φύσιν προσλαβὼν καὶ πρὸς ἑαυτὸν ἐπιστρέψας ἀσυγχύτως ἀτρέπτως ἀναλλοιώτως καὶ αὐτός τε μείνας ὅλος θεὸς ἐν τῷ γενέσθαι καὶ ἄνθρωπος καὶ τὴν φύσιν ἡμῶν θεώσας ἐν τοῖς οἰκείοις μείνασαν ὅροις· αὐτὸς γὰρ ὢν θεὸς λόγος, ἡ ὑπερδύναμος καὶ παντοδύναμος δύναμις, πάντα δύναται ὅσα βούλεται· ἀλλὰ καὶ ὡς ἀσώματος ὢν ἀσωμάτως διὰ πάντων χωρεῖ μερῶν τοῦ σώματος καὶ πάντα ἐπιστρέφει πρὸς ἑαυτὸν καὶ ἑαυτῷ ἑνοῖ καὶ θεοῖ.

ιηʹ. Πᾶν τὸ τῷ εἶναι χορηγοῦν ἄλλοις αὐτὸ πρώτως ἐστὶ τοῦτο, οὗ μεταδίδωσι τοῖς χορηγουμένοις ... (20,3-20) Οὐχ ἁπλῶς τὸ ὑποστατικὸν ἀλλὰ τὸ παρακτικὸν εἴτουν ποιητικόν, ἐπεὶ τὸ πατρικὸν αἴτιον οὔκ ἐστι τῶν ἐξ αὐτοῦ φυσικῶς προηγμένων κρεῖττον· διὸ οὐδ’ ἐπὶ τῆς ὑπερτάτης τριάδος ταῦτα παραληπτέον· οὐ γὰρ ἐκείνης τὸ μὲν παρακτικὸν αἴτιον, τὰ δὲ παραγόμενα καὶ ἀποτελέσματα, οὐδὲ τὸ μὲν ποιοῦν, τὰ δὲ πάσχοντα καὶ γινόμενα. διαπίπτει οὖν ἐκεῖσε ἡ τοιαύτη ἀπόδειξις. εἰ γὰρ καὶ ὑποστατικὸν αἴτιόν ἐστιν ὁ πατὴρ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, ἀλλ’ οὐχὶ καὶ παρακτικὸν εἴτουν ποιητικόν, ἀλλὰ τοῦ μὲν γεννητικόν, τοῦ δὲ προακτικὸν εἴτουν προβλητικὸν ὡς πατήρ τε καὶ προβολεύς. πᾶν δὲ τὸ οὕτω γεννῶν καὶ προάγον κατὰ τὴν ἑαυτοῦ φύσιν ὅμοιον ἑαυτῷ γεννᾷ καὶ προάγει. ἄνθρωπος οὖν ἄνθρωπον γεννᾷ καὶ ἵππος ἵππον καὶ πηγὴ ὕδωρ προΐησι καὶ τὸ φῶς μετὰ τῆς ἀκτῖνος ὁ ἥλιος καί εἰσι τά τε γεννώμενα καὶ τὰ προβαλλόμενα τοῖς γεννῶσι καὶ τοῖς προάγουσι ὅμοια. ἐλαττοῖτο δ’ ἂν τῶν ποιημάτων ὁ ποιητής, εἴπερ ὁ πατὴρ ταύτης ἐστερῆσθαι δοθῇ τῆς δυνάμεως τῆς γεννητικῆς τε καὶ προβλητικῆς κατὰ τὴν ἑαυτοῦ φύσιν ὁμοίων ἑαυτῷ. εἰ δέ τι πλέον δοτέον ἔχειν τὸν πάντων ποιητὴν παρὰ τὰ ποιήματα, οἰκειότερον ἂν φαίημεν ταὐτῶν αὐτὸν εἶναι προακτικὸν ἢ ὁμοίων κατὰ τὴν φύσιν.

Τὰ δὲ πρὸς τὸ πᾶν δέοντα λεχθῆναι προείρηται ἡμῖν ἱκανῶς καὶ οὐ δεῖ πολλάκις παλιλλογεῖν. Εἰ δέ, καθάπερ ἡμῖν ἤδη δέδεικται, μὴ πᾶν τό τινος ὑποστατικὸν κρεῖττόν ἐστι τῆς τοῦ ὑφισταμένου φύσεως, οὐδ’ ἄρα ὃ μὲν δίδωσι τὸ ὑποστατικὸν αἴτιον, ὑφειμένον ἐστὶ τῆς ἑαυτοῦ οὐσίας, ὃ δέ ἐστιν αὐτό, μειζόνως ἐστὶ καὶ τελεότερον, ἀλλ’ εἴπερ ἄρα τὸ πατρικὸν αἴτιον κατ’ αὐτὸ δὴ τοῦτο μόνον τὸ πατρικὸν εἶναι, ὅπερ ἐστὶ τῆς ἰδίας αὐτοῦ δηλωτικὸν ὑποστάσεως, μεῖζον ἂν εἶναι λεχθείη τῶν ἐξ αὐτοῦ, καθ’ ὃ καὶ ὁ υἱός φησιν ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν· οὐ μὴν κατὰ τὸν τῆς οὐσίας λόγον· κατ’ ἐκεῖνον γάρ, ἐγώ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ οὕτω τὸ αὐτὸ μέν ἐστιν ἑκάτερον, τό τε γεννῶν καὶ προβάλλον καὶ τὸ γεννώμενον καὶ προβαλλόμενον, καὶ εἷς ὁ κατὰ τὴν οὐσίαν λόγος ἑκατέροις· ἄλλο δὲ τὸ αἴτιον καὶ ἄλλα τὰ ἐξ αὐτοῦ κατὰ τὰς ἰδίας ὑποστάσεις καὶ μεῖζον οὕτως ἐκεῖνο τούτων, καθὸ καὶ ὁ παρ’ ἡμῖν Θεολόγος Γρηγόριος ἐπισημαίνεται.

ιθʹ. Πᾶν τὸ πρώτως ἐνυπάρχον τινὶ φύσει τῶν ὄντων πᾶσι πάρεστι τοῖς κατ’ ἐκείνην τὴν φύσιν τεταγμένοις καθ’ ἕνα λόγον καὶ ὡσαύτως ... (20,21-28) Ἐντεῦθεν καὶ ἡμῖν ποριστέον τὸ κοινὰ τῆς ὑπερφυοῦς ὅλης εἶναι τριάδος πάντα τὰ θεοπρεπῆ ὀνόματα. οὐ γὰρ διστάσομεν φύσιν ὑπερφυᾶ ταύτην λέγειν, ὁπότε καὶ οὗτος ἐπὶ τὰ ἐπέκεινα φύσεως τῇ αὐτεξουσιότητι διοικούμενα, τὴν λογικὴν ψυχὴν καὶ τοὺς ὑπερκοσμίους νόας, τῷ τῆς φύσεως ὀνόματι ἀδιστάκτως ἐχρήσατο. πλὴν ἰστέον ὅτι οὐ καταδεχόμενοι τὸ φύσιν εἶναί τινα τῶν ὄντων τὸ θεῖον, οὕτω ταύτην λέγομεν, ἀλλὰ γὰρ διὰ τοῦτο καὶ ὑπερφυῆ ταύτην προσείπομεν, ἵνα δείξωμεν ὅτι πάσης φύσεως τῶν ὄντων ὑπεξῄρηται· καὶ φύσις μὲν λέγεται ὡς πᾶσαν φύσιν ἑνιαίως προέχουσα καὶ ὑπερφυῶς ὑπερέχουσα καὶ αὐτὴ παράγουσα καὶ συνέχουσα καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα· ὥσπερ δὲ οὐδ’ ἄλλό τι τῶν ὀνομάτων οἰκεῖον αὐτῇ καὶ προσφυές ἐστιν εἰπεῖν, οὕτως οὐδὲ κυρίως ἂν ὀνομάζοιτο, πολλοῦ γε δέον οὐδέ τις φύσις τῶν ὄντων.

κʹ. Πάντων σωμάτων ἐπέκεινά ἐστιν ἡ ψυχῆς οὐσία, καὶ πασῶν ψυχῶν ἐπέκεινα ἡ νοερὰ φύσις, καὶ πασῶν τῶν νοερῶν ὑποστάσεων ἐπέκεινα τὸ ἕν ... (22,1-31) Εἰ πᾶν σῶμα κινητόν ἐστιν ὑφ’ ἑτέρου, τὸ κινοῦν δέ ἐστιν, ὡς οὗτός φησι, ψυχή, ζητήσειεν ἄν τις εἰ καὶ τὰ στοιχεῖα, σώματα ὄντα καὶ κινούμενα, ὑπὸ ψυχῆς κινοῦνται καί εἰσιν ἔμψυχα. καὶ εἰ πᾶσα ψυχὴ αὐτοκίνητος, διὰ δὲ τοῦτο καὶ ἀεικίνητος καὶ ἀθάνατος, ἔμψυχα δὲ καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτὰ καὶ τὰ στοιχεῖα, πῶς οὐχὶ καὶ τούτων ἀθάνατος ἡ ψυχή, οὕτω δὲ καὶ σωμάτων χωριστή; ἢ οὔτε πᾶν σῶμα ὑπὸ ψυχῆς κινεῖται, ἀλλ’ εἰσὶν ἃ ὑπὸ μόνης φύσεως, οὔτε πᾶσα ψυχὴ ἀθάνατος, ὅτι μηδὲ πᾶσα τελεία ἀλλ’ ἢ μόνη ἡ λογική τε καὶ νοερά· ἡ δὲ τῶν ἀλόγων καὶ ἔτι μᾶλλον ἡ τῶν φυτῶν ἀτελὴς καὶ οὐδὲ ψυχὴ κυρίως καλεῖσθαι ἀξία ἀλλὰ φύσις, ὡς ἄν τις εἴποι, ψυχοειδής, ὡς ἐν μεταιχμίῳ τεταγμένη ψυχῆς καὶ φύσεως.

Ὅτι μὲν οὖν πάντων σωμάτων ἐπέκεινά ἐστιν ἡ ψυχῆς οὐσία καὶ ὅτι τῆς ψυχικῆς οὐσίας ἡ νοερὰ φύσις ἐπέκεινα καὶ ἔτι τῆς νοερᾶς ἡ θεία ὑπερεπέκεινα, σύμφαμεν καὶ ἡμεῖς· ὅτι δὲ μόνη ἐστὶν ἡ ψυχὴ αὐτοκίνητος καὶ ὅτι ὁ ταύτης προηγούμενος καὶ τῇ τάξει πρωτεύων νοῦς ἀκίνητός ἐστιν, οὐκ ἂν φαίημεν, ὁπότε μηδὲ πρὸς τὸ κακὸν ἀκίνητον πάμπαν εἰπεῖν θαρρεῖ τὴν νοερὰν οὐσίαν ὁ καθ’ ἡμᾶς Θεολόγος Γρηγόριος, ἀλλὰ πείθει με, φησί, μὴ ἀκινήτους ἀλλὰ δυσκινήτους, πρὸς τὸ κακὸν δηλονότι, καὶ ὑπολαμβάνειν ταύτας, ἃς νοερὰς εἶπε δυνάμεις, καὶ λέγειν ὁ διὰ τὴν λαμπρότητα ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος καὶ λεγόμενος, λαμπρότητα λέγων τὴν πρώτην αὐτοῦ καὶ φυσικὴν ὕπαρξιν, τὴν ἐκ ταύτης δὲ προαιρετικὴν εἰς σκότος μεταβολὴν κίνησιν σαφῶς ὀνομάζων. ἀλλὰ τὴν μὲν πρὸς τὸ κακὸν δυσκινησίαν εἰκότως οὕτως διστάζων ὁ θεολόγος τοῖς νόοις προσέρριψε, τὴν δὲ πρὸς τὸ ἀγαθὸν αὐθαίρετον ἀεικινησίαν οὐδεὶς ἂν οἶμαι τῶν νοῦν ἐχόντων καὶ εὐσεβούντων διστάσειεν ἀπονεῖμαι τοῖς ἀεὶ πρὸς τὸ θεῖον κάλλος ἐρωτικῶς ἀνατεινομένοις. τίς δ’ ἄρα καὶ ἀντερεῖν ἱκανὸς τῷ θεῷ λόγῳ ἀγγέλους τοῦ θεοῦ, τούτους δὴ τοὺς θείους νόας, ἀναβαίνοντας ἐπ’ αὐτὸν ὡς θεὸν καὶ ὡς ἄνθρωπον τὸν αὐτὸν ἐν ταὐτῷ καταβαίνοντας διαρρήδην διαγορεύοντι, ἵνα δείξῃ καὶ τὴν ἐπὶ τὸ ἄναντες αὐτῶν καὶ τὴν ἐπὶ τὸ κάταντες κίνησιν.

Οὗτος δὲ ἄρα καὶ πάλιν ἑαυτοῦ ἐπιλέλησται, νῦν μὲν ἴδιον τῆς ἀσωμάτου οὐσίας τὸ πρὸς ἑαυτὴν ἐπιστρεπτικὸν ἀποφαινόμενος καὶ τὴν ἐπιστροφὴν εἰς ταὐτὸν τῇ κινήσει συνάγων, νῦν δὲ τῶν νόων, οὓς οὐκ ἂν ἀσωμάτους εἶναι ἀρνήσαιτο, τὴν αὐτῶν πρὸς ἑαυτοὺς κίνησιν ἀφαιρούμενος, ὑπεναντίως τοῖς ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ προβεβλημένοις καὶ ὡς δοκεῖ δεικνυμένοις αὐτῷ. οὐ γὰρ δὴ μόνον ἄλλο τι παρ’ ἑαυτὸ πρὸς ἑαυτὸ ἐπιστρέφειν ἐν ἐκείνῳ φησὶ τὸ ἀσώματον, ἀλλὰ καὶ αὐτὸ σαφῶς πρὸς ἑαυτὸ ἐπιστρέφεσθαι, ὡς τὸ αὐτὸ καὶ κινοῦν ὂν καὶ κινούμενον. ἀλλ’ ἡμεῖς γε τοσούτου δέομεν τοὺς νόας τῆς αὐτοκινησίας ἀποστερεῖν, ὡς καὶ τὸ θεῖον αὐτό, ὃ καὶ πρῶτον νοῦν καὶ ὑπέρνοον ὀνομάζομεν, αὐτό τε πρῶτον αὐτοκίνητον εἶναι ὁμολογεῖν ἀκολούθως τοῖς θείοις πατράσι καὶ παρ’ αὐτοῦ τοῖς ἄλλοις χορηγεῖσθαι τὴν αὐτοκινησίαν, ὅσοις δηλαδὴ νοῦ μέτεστι καὶ λόγου.

Καὶ πῶς ἀκίνητος, εἰ νοεῖ καὶ ἐπιστρέφει πρὸς ἑαυτόν; αὐτὸ γὰρ τὸ νοεῖν καὶ ἐπιστρέφειν κινεῖσθαί ἐστι, δῆλον δ’ ὅτι νοερῶς καὶ οἰκείως ἑαυτῷ, ὥσπερ καὶ τὴν μονάδα, δηλονότι τὸν ἕνα πατέρα, μοναδικῶς, ἔφησεν ὁ θεολόγος, ἀπ’ ἀρχῆς κινηθεῖσαν εἰς δυάδα, τουτέστιν εἰς ἑνὸς υἱοῦ γέννησιν καὶ ἑνὸς πνεύματος προβολήν, μέχρι τριάδος στῆναι.

καʹ. Πᾶσα τάξις ἀπὸ μονάδος ἀρχομένη πρόεισιν εἰς πλῆθος τῇ μονάδι σύστοιχον, καὶ πάσης τάξεως τὸ πλῆθος εἰς μίαν ἀνάγεται μονάδα ... (24,1-33) Ὅτι μὲν πάσης τάξεως ἡ πρώτη μονὰς ἡγεῖται, ἤτοι τὸ ἓν καὶ τἀγαθόν, δοτέον· ὅτι δὲ καὶ σύστοιχον ταύτῃ τὸ πλῆθος καὶ αὕτη τῷ πλήθει, οὐκέτι. εἰ γὰρ σύστοιχος, πῶς ἐξαίρετος; καὶ εἰ ἐξῄρηται, πῶς σύστοιχος τοῖς ἐξ ὧν ἐξῄρηται; πᾶν γὰρ σύστοιχον ἓν τῶν πολλῶν καὶ συστοίχων καὶ οὐκ ἐξαίρετον. οὐκ ἄρα πολλαὶ μονάδες καὶ σύστοιχοι αἱ αὐταὶ καὶ ἐξαίρετοι ἑκάστη ἑκάστης ἡγοῦνται τάξεως (τοῦτο γὰρ ἡ τῆς πολυθεΐας εἰσῆγε πλάνη), ἀλλὰ μία ἡ πάντων αἰτία καὶ παντὸς πλήθους καὶ πάσης μονάδος ὑπεξῃρημένη καὶ οὐδενὶ σύστοιχος τῶν ὄντων ὑπερούσιος μονὰς ἡ κατὰ μὲν τὴν οἰκείαν ἑαυτῇ καὶ φυσικὴν γονιμότητα ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα καὶ μέχρι τριάδος στᾶσα, δημιουργικῶς δὲ πάσας τάξεις τῶν ὄντων ἐκ μὴ ὄντων παράγουσα καὶ παντὸς τοῦ καθ’ ἑκάστην τάξιν πλήθους οἰκείαν μονάδα (εἴ γε καὶ τοῦτο δοτέον) προστησαμένη οὐκ ἐξῃρημένην ἀλλ’ ὁμοταγῆ τῷ πλήθει καὶ σύστοιχον.

Οὗτος μὲν οὖν, ἵνα πολλὰς ἀρχὰς εἰσαγάγῃ καὶ τὴν πολυθεΐαν οὕτω συστήσῃ, τάξεις τε πολλὰς καὶ σειρὰς πολλὰς ὑποτίθεται, τὰς μὲν σωματικάς τε καὶ φυσικάς, τὰς δὲ ψυχικάς, τὰς δὲ νοεράς· ταύταις δὲ συντάττει καὶ τὴν ἑναδικὴν καὶ ἁπλῶς καθ’ ἕκαστον εἶδος τῶν ὄντων, ὡς ἐν τῷ συμπεράσματι τοῦ μετὰ τοῦτο κεφαλαίου διασαφεῖ, ἰδίαν τινά, ἄλλην κατ’ ἄλλο, μονάδα προτάττει καὶ ταύτης τὴν ὅλην σειρὰν ἐξαρτᾷ, ὡς ἑκάστης μονάδος ἀρχῆς τε λόγον ἐχούσης καὶ οἰκεῖον ἑαυτῇ πλῆθος ἀπογεννώσης καὶ ἰδίαν τὴν κατὰ τοῦτο τάξιν καὶ σειρὰν ὑφιστώσης. καὶ ὁ πάντα τὰ ὄντα πρότερον φήσας ἀπὸ μιᾶς αἰτίας προϊέναι τῆς πρώτης καὶ οὕτω μοναρχίαν δόξας πρεσβεύειν, νῦν τῷ πλήθει τῶν πολλῶν καὶ ἀπείρων εἰδῶν συμπληθύει καὶ τὰς ἀρχάς, οὐ τῷ σοφῶς εἰπόντι πρὸ αὐτοῦ μόνον οὐκ ἀγαθὸν πολυκοιρανίη, ἀλλὰ καὶ ἑαυτῷ προδήλως ἀντιφθεγγόμενος τοσαύτας εἶναι διδοὺς τὰς ἀρχὰς ὅσα καὶ τὰ εἴδη τῶν ὄντων· εἶτα τὰς ἀπείρους ταύτας μονάδας εἰς μίαν μονάδα συγκορυφοῖ οὐκ οἶδα πῶς ἀπὸ τοῦ τοσούτου πλήθους εἰς τὸ ἓν ἀθρόον ἀναθορῶν. καὶ ὁ μὲν οὕτως· τί δὲ οἱ πρεσβευταὶ τῆς τριάδος; εἰ μὲν οὕτως αὐτὴν διῃροῦμεν, ὡς ἄλλων μέν τινων ἀρχὴν εἶναι τὸν πατέρα λέγειν, ἄλλων δὲ τὸν υἱὸν καὶ ἄλλων παρὰ ταῦτα τὸ πνεῦμα, τάχ’ ἂν καὶ τρεῖς ἀρχὰς διδόναι διεβαλλόμεθα καὶ εἰ μὴ πολυαρχίαν ἀλλ’ οὖν πάντως ὀλιγαρχίαν πρεσβεύειν.

ἐπεὶ δὲ μίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογοῦντες οὐσίαν κοινὰ πάντα τῆς οὕτως ἀμερίστου καὶ ἀδιαιρέτου τριάδος, τὴν βασιλείαν, τὴν ἐξουσίαν, τὴν παραγωγὴν πάντων καὶ ποίησιν, τὴν πρόνοιαν, τὴν συντήρησιν, πάντα ὁμοῦ κατὰ μίαν τὴν τῆς μιᾶς οὐσίας δύναμίν τε καὶ ἐνέργειαν καταγγέλομεν εἰκότως καὶ μίαν ταύτην ἀρχὴν πάντων ἀναγορεύομεν, οὐκ ἄλλην μὲν τῶν ἑναδικῶν ὑποστάσεων, εἴ τινές εἰσιν, ὡς οὗτός φησιν, ἄλλην δὲ τῆς νοερᾶς οὐσίας, ἄλλην δὲ τῆς ψυχικῆς καὶ ἄλλην τὴν τῶν σωματικῶν φύσεων, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν πάντων ὄντων, μὴ ὄντων (κἀκεῖνα γὰρ ὡς ὄντα καλεῖ), νοῦ λόγου σοφίας γνώσεως ζωῆς φύσεως εἰδῶν στερήσεων· καὶ ταύτας γὰρ εἰδοποιεῖ καθ’ ἑαυτὴν πάντων σωμάτων καὶ ἀσωμάτων· ὅθεν καὶ ὡς νοῦν αὐτὴν ὑμνοῦμεν καὶ ὡς λόγον καὶ ὡς ζωὴν καὶ ὡς ἀρετὴν πᾶσαν, σοφίαν δικαιοσύνην εἰρήνην ἀγάπην ἀλήθειαν· ἔτι γε μὴν καὶ ἀπὸ τῶν αἰσθητῶν αὐτὴν ὀνομάζομεν φῶς στερέωμα κράτος ἰσχὺν καταφυγὴν φυλακήν, ἁπλῶς πάντα κατὰ πᾶν εἶδος καὶ πᾶσαν θέσιν, οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶσαν στέρησίν τε καὶ ἀπόφασιν, ἐπειδὰν τὴν πρὸς πάντα ταύτης ὑπεροχὴν ἐμφῆναι θελήσωμεν.

οὕτω τὸ ἓν καθαρῶς πρεσβεύομεν, καὶ εἰ τρία τοῦτό φαμεν διὰ τὴν ὑπερουσίως οὐσιώδη γονιμότητά τε καὶ κίνησιν καὶ ὡς ἂν ἅμα γνωρίσωμεν αὐτὸ παντὸς ἑνὸς καὶ παντὸς πλήθους, ἑνώσεώς τε καὶ διακρίσεως αἴτιον, ἔτι δὲ καὶ ὡς οὐ μόνον ἀρχὴν ἀλλὰ καὶ μεσότητα πάντων συνεκτικὴν καὶ ἀποπεράτωσιν. καὶ ταῦτά φαμεν οὐχ ὡς εἰδότες παρ’ ἑαυτῶν ἀλλ’ ἀπὸ τῶν θείων καὶ ἱερῶν λογίων ἀναλεγόμενοι, αὐτοὶ δὲ μηδὲν ὁμολογοῦντες μήτε νοεῖν μήτε λέγειν δύνασθαι περὶ τοῦ πάντα λόγον καὶ νοῦν καὶ πᾶσαν κατάληψιν διαφεύγοντος. ἐκ δὴ τούτων παντί τῳ δῆλον ὅτι καὶ κατὰ μίαν πάντα σειρὰν τῆς μίας πάντων ἀρχῆς ἐξήρτηται καὶ διὰ μιᾶς εἰς τὴν μίαν πάντα ταύτην ἀνάγεται.

κβʹ. Πᾶν τὸ πρώτως καὶ ἀρχικῶς ὂν καθ’ ἑκάστην τάξιν ἕν ἐστι, καὶ οὔτε δύο οὔτε πλείω δυεῖν, ἀλλὰ μονογενὲς πᾶν ... (26,1-21) Ἀπορήσειεν ἄν τις, πῶς λέγει μονογενὲς πᾶν τὸ πρώτως καὶ ἀρχικῶς ὄν, εἴπερ μονογενὲς μὲν τὸ μόνον ἢ γεγονός, ὡς ἡμεῖς φαμεν ἕνα καὶ μόνον γεγονέναι παρὰ θεοῦ οὐρανὸν καὶ ἕνα ἥλιον, ἢ γεννηθὲν ἐκ τῆς φύσεως τοῦ γεννήσαντος, ὡς πάλιν ἡμεῖς φαμεν τὸν υἱὸν ἐκ τοῦ πατρὸς γεννηθῆναι. τὸ δὲ πρώτως καὶ ἀρχικῶς ὂν ὡς μὲν ἁπλῶς ὂν καὶ κατ’ αὐτὸν καὶ κατὰ Πλάτωνα γένεσιν οὐκ ἔχει, ἀλλ’ ἐστὶν ἀεὶ ἀγεννήτως ὄν, ὡς δὲ καὶ ἀρχικῶς ὂν οὐδὲ γεγέννηται. ἢ τάχα κατ’ οὐδέτερον τῶν εἰρημένων τρόπων ὁ φιλόσοφος οὗτος ἐνταῦθα ἐξελάβετο τὸ μονογενές, ἀλλ’ εἴπερ ἄρα ὡς αὐτὸ τὸ πρώτως καὶ ἀρχικῶς ὂν γένος ὂν καὶ ἀρχὴν τῶν ἐξ αὐτοῦ οὕτω τοῦτό φησιν. οὕτω δ’ ἂν καὶ χρήσαιτό τις τῷ θεωρήματι τούτῳ κατὰ Λατίνων τῶν δύο τὰ ἀρχικὰ αἴτια τοῦ πνεύματος λεγόντων, πατέρα καὶ υἱόν· πλὴν ἀλλὰ πρῶτον μεταφραστέον ἐπὶ τὸ εὐσεβὲς τὸ πρόβλημα καὶ οὕτως αὐτῷ χρηστέον. οὕτως οὖν ῥητέον· τὸ πρώτως καὶ ἀρχικῶς ὑπερὸν κατὰ πᾶσαν τάξιν ἕν ἐστι καὶ μόνον καὶ οὔτε δύο οὔτε πλείω δυοῖν, κατὰ μὲν τὰς ἐν τοῖς ποιήμασιν ἡ τριαδικὴ θεότης ὅλη καὶ μόνη, κατὰ δὲ τὴν αὐτοῦ πρὸς ἑαυτὸ μόνος ὁ πατὴρ ὁ πρώτως καὶ ἀρχικῶς, αὐτός τε ὑπερόντως ὢν καὶ τοῦ αὐτοῦ ἐν τοῖς ἐξ αὐτοῦ ὁμοουσίοις αὐτῷ γνωριζόμενος αἴτιος.

Ἡμῖν μὲν οὕτως ἀπρόσκοπος ὁ λόγος προβήσεται· ὁ δὲ σοφὸς οὗτος πολλὰς καὶ ὑπεραρίθμους ὑποθέμενος τὰς μονάδας, ὅσα δὴ καὶ τὰ εἴδη τῶν ὄντων, ἑκάστην ἰδίας σειρᾶς ἐξάρχουσαν, τὸ μὲν πᾶν προσρίπτων αὐταῖς (ταύτας γὰρ λέγει πρώτως εἶναι καὶ ἀρχικῶς καθ’ ἑκάστην τάξιν) ἀκολουθεῖν ἑαυτῷ δόξει, ὡς τοῦ προσδιορισμοῦ ταῖς πολλαῖς ἐφαρμόζοντος· ὅτι δὲ καὶ τὴν ἑναρχικὴν ἑνάδα ταύταις συμπεριέλαβε καὶ ταύτῃ τὰς ἐξ αὐτῆς ὁμοταγεῖς καὶ συστοίχους προαπεφήνατο, ἐνταῦθα δὲ καὶ τῷ ὄντι αὐτὴν ὑποτάττει, πᾶν λέγων τὸ πρώτως καὶ ἀρχικῶς ὄν, ἐν τούτοις ἐκπίπτειν μοι δοκεῖ τοῦ οἰκείου σκοποῦ· βούλεται γὰρ πανταχοῦ τὸ ἓν ἐπέκεινα τοῦ ὄντος τιθέναι, ἣν δὴ μέμψιν ἡμεῖς ἐκκλίνομεν τὸ ἓν καὶ τὸ ὂν καὶ τἀγαθὸν καὶ τὰ θεοπρεπῆ πάντα τὸν αὐτὸν καὶ μόνον θεὸν ὀνομάζοντες. ὁ μὲν φιλόσοφος οὗτος καὶ διὰ τοῦδε τοῦ πορίσματος εἰς τὴν οἰκείαν ἀνατρέχει δόξαν τὴν περὶ τῶν ἰδεῶν, ἡμῖν δὲ οὐ προστήσεται ἡ τούτου ἀπόδειξις, οἵ γε οὐκ ἄλλο μέν τι τὸ πρώτως ὂν λέγομεν, ἄλλον δὲ τὸν πρώτιστον νοῦν καὶ ἄλλην ἰδέαν τὴν κατ’ ἄλλο τι πρώτιστον ἀποφερομένην, ἀλλὰ πάντα εἶναι πρώτως καὶ ἀρχικῶς καὶ αἰτιωδῶς τὸν ἕνα θεὸν τὸν ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ τὰ πάντα, καθὸ καὶ εἴρηται· τοῦ γὰρ καὶ γένος ἐσμέν.

οὐκ ἐναντιωθήσεται δὲ ἡμῖν οὐδὲ τὸ τῶν προσώπων τριαδικόν· οὐδὲ γὰρ τρεῖς θεοὺς λέγομεν οὐδὲ τρία ἁπλῶς τὰ πρώτως ὄντα ᾗ ὄντα, ὅτι μηδὲ τῷ εἶναι διαφέρουσι πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἀλλὰ τῷ πῶς εἶναι, ἤγουν ὁ μὲν ἀγεννήτως, ὁ δὲ γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, εἷς δὲ τὰ τρία θεός.

κγʹ. Πᾶν τὸ ἀμέθεκτον ὑφίστησιν ἀφ’ ἑαυτοῦ τὰ μετεχόμενα, καὶ πᾶσαι αἱ μετεχόμεναι ὑποστάσεις εἰς ἀμεθέκτους ὑπάρξεις ἀνατείνονται ... (26,22-28,7) Ὅρα μοι τὸν φιλόσοφον ἐν οἷς θεολογεῖν ἐπαγγέλλεται καὶ περὶ ἀσωμάτων καὶ νοητῶν διαλέγεται ἀσόφως ἄγαν εἰς σωματικὰς ἐννοίας ὑπολισθαίνοντα. δεδοικέναι γὰρ ἔοικε μὴ τὸ ἓν καὶ ὅλον εἰπὼν μεθεκτὸν μερίσῃ σωματικῶς καὶ οὐκέτι τηρήσῃ ὅλον καὶ ἕν, ὅπου γε ἡ μία φωνὴ καίτοι σωματικὴ οὖσα ὑπὸ πολλῶν ἀκουσθεῖσα καὶ οὕτω μερισθεῖσα καὶ μεθεκτὴ γενομένη ὅμως ὅλη παρ’ ἑκάστου τῶν ἀκουσάντων μετέχεται καὶ οὐ τὸ μὲν αὐτῆς παρὰ τοῦδε, τὸ δὲ παρὰ τοῦδε, καὶ τὸ ἓν νόημα τοῦ διδασκάλου καίτοι καθ’ ὑπόπτωσιν ἐσχάτην τῶν νοητῶν ὑφεστὼς ὅμως καὶ μερισθὲν τῇ μεταδόσει πρὸς πολλοὺς μαθητὰς παρ’ ἑκάστῳ τε αὐτῶν ὅλον ἐστὶ καὶ τὸ αὐτὸ μεθεκτὸν καὶ αὐτὸ καθ’ αὑτὸ ὅλον ἐν τῷ διδασκάλῳ μένει οὐδὲν ἧττον ἢ εἴπερ ἀμέθεκτον ἦν.

εἰ δὲ ἐν τοῖς τοιούτοις ἡ τοῦ σοφοῦ διαπίπτει ἀπόδειξις, πολλῷ ἂν μᾶλλον διαπέσοι ἐν τῷ ἑνὶ καὶ ἁπλουστάτῳ καὶ πρώτως ὄντι καὶ ὑπερόντι καὶ ὑπερνόῳ νοΐ· οὔκουν ἡμῖν ἀντιπεσεῖται δοξάζουσι λόγον καὶ πνεῦμα ὑπὲρ πάντα λόγον καὶ πᾶσαν ἔννοιαν ὑφεστῶτα ἐκ τῆς τοῦ πατρὸς οὐσίας καὶ μένοντά τε ἐν τῷ πατρὶ ὑπερηνωμένως καὶ ἀχωρίστως καὶ αὖ προϊόντα εἰς πάντα τὰ ὄντα καὶ πληροῦντα ἑαυτῶν πάντα, καθ’ ὅσον ἕκαστα δύνανται μετέχειν, καὶ οὐδὲν ἧττον ἀμέριστα καὶ ὅλα καθ’ ἑαυτὰ μένοντα καὶ οὐ τινὸς κατὰ τὴν ἄσοφον ἀπόδειξιν τοῦ σοφοῦ τούτου γινόμενα, διὸ οὐδ’ ὑφειμένην τοῦ πατρὸς τὴν ὕπαρξιν ἔχοντα.

Ἰδοὺ δὲ καὶ οὗτος γόνιμον τὸ θεῖον καὶ κινούμενον εἰπεῖν ἀναγκάζεται. εἰ γὰρ τὸ ἄγονον οὐδὲν ἔχει τίμιον, τουτέστιν ἄτιμον, τὸ μὴ ἄτιμον πάντως γόνιμον κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν· καὶ εἰ τὸ ἑστὼς καὶ μὴ κινούμενον ἄγονον, τὸ μὴ ἄγονον ἀλλὰ γόνιμον κινούμενον πάντως. οὕτω λαμπρὰ πάντοθεν ἡ τῆς καθ’ ἡμᾶς πίστεως ἀλήθεια.

Τὸ πᾶσιν ὁμοίως παρὸν καὶ πάντα πληροῦν πῶς οὐχὶ καὶ ὑπὸ πάντων μετέχεται; ἀλλὰ καὶ τὸ τὸ ἐν ἑνὶ ὂν ἐν τοῖς ἄλλοις οὔκ ἐστι, ψεῦδος μάλιστα περὶ ἀσωμάτου λεγόμενον· οὐ γὰρ μερίζεται τὸ ἀσώματον, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν πάντων γινόμενον ὅλον ἐστὶ καὶ ὅλον μένει καθ’ ἑαυτό, ὥστε ἔστι καὶ ἐν πᾶσι καὶ πρὸ τῶν πάντων καὶ μεθεκτὸν ὅλον τὸ αὐτὸ καὶ ὅλον ἀμέθεκτον.