Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικόλαος Μεθώνης

Η μοναρχία του Πατρός και τα ακοινώνητα υποστατικά ιδιώματα

Ανάλυση του ρόλου του Πατρός ως μοναδικής πηγαίας θεότητος, η πρόοδος του Υιού και του Πνεύματος, και η διαφύλαξη της θείας ενότητος έναντι της διπλής εκπορεύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 3 από 9

Τούτων οὕτως ἡμῖν ὡμολογημένων, φέρε τὸν σκοπὸν τῶν προκειμένων ὀνομάτων κοινῇ συνδιασκεψώμεθα· καὶ τῇ ἀναπτύξει τῶν ὀνομάτων, τὰς ὑπ’ αὐτῶν σημαινομένας προσωπικὰς ἰδιότητας θεωρήσωμεν. Τί τοίνυν βούλεται σημαίνειν τὸ ὄνομα τοῦ Πατρός; καὶ τί τὸ τοῦ Υἱοῦ; καὶ τί τοῦ Πνεύματος; Ἆρ’ οὐχ ὅτι γόνιμός ἐστιν ἀρχὴ καὶ αἰτία θεότητος ὁ Πατήρ, καὶ κατὰ τὸν μέγαν εἰπεῖν Διονύσιον, πηγαία θεότης; αὐτὴ μὲν ἀγέννητος, ἑαυτῇ δὲ κατ’ οὐσίαν ὅμοι’ ἅττα προάγουσα, καὶ γεννῶσα μὲν τὸν Υἱόν, προβαλλομένη δὲ τὸ Πνεῦμα, κατὰ τὴν διττὴν τῆς γονίμου δυνάμεως πρόοδον· οὔτε γὰρ ἄλλοθεν τὸν Πατέρα προῆχθαι πᾶσα ἀνάγκη· ἐκεῖνο γὰρ ἦν ὁ Πατήρ, τὸ προάγον, οὐχ οὗτος οὔτε Πατὴρ ὢν αὐτὸς ἐξ οὗ πᾶσα πατριά, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἔστι τε καὶ ὀνομάζεται, καὶ τὴν αὐτογονιμότητος προσέχων ἐν ἑαυτῷ, ἐξημισείας προάγειν ἔμελλε τὴν γόνιμον δύναμιν, ὥστε τυχὸν ἢ γεννᾷν μόνον, ἢ προβάλλεσθαι μόνον· καίτοι γε τῆς κάτω που θεωρουμένης περὶ τὴν αἴσθησιν γονιμότητος, τὸν διττὸν τῆς προόδου τρόπον ἐμφανιζούσης· οὐ γὰρ μόνον ὁ ἄνθρωπος ἄνθρωπον γεννᾷ, καὶ ἵππος ἵππον κατὰ τὴν γεννητικὴν τῆς γονιμότητος πρόοδον, ἀλλὰ καὶ τὸ φυτόν, ἡ ῥίζα προβάλλει· καὶ τὸ ὕδωρ ἀπὸ τῆς πηγῆς ἐκπορεύεται· καὶ τὸ φῶς προχέει μετὰ τῆς ἀκτῖνος ὁ ἥλιος κατὰ τὴν προβλητικὴν τοῦ γονίμου δύναμιν.

Ὅλην οὖν ἡ πηγαία θεότης ἐν ἑαυτῇ προειληφυῖα τὴν γονιμότητα, καὶ ὅλην αὐτὴν καὶ τελείαν προβαλλομένη, γεννᾷ μὲν ὑπερφυῶς τὸν Υἱόν, προάγει δὲ ὑπερουσίως τὸ Πνεῦμα· οὐ τὸν μὲν πρότερον τὸ δὲ ὕστερον· ἀλλ’ ἄμφω ἅμα· καὶ κρυφίως καὶ ἀποῤῥήτως ἑκάτερον· οὐ χρόνῳ οὐκ αἰῶνι τινὶ περιγραφομένης ἢ τῆς γεννήσεως ἢ τῆς ἐκπορεύσεως· ἀλλὰ προαιωνίως καὶ ὑπεραρχίως ὑπὲρ πάντα λόγον καὶ πᾶσαν ἔννοιαν· τῇ ἀρχεγόνῳ καὶ ἀγενήτῳ τῆς θεότητος ὑποστάσει, τελείων μᾶλλον δὲ ὑπερτελῶν· συνθεωρουμένων τοῦ τε γεννήματος, εἰ οὕτω χρὴ φᾶναι, καὶ τοῦ ἐκπορεύματος. Ταύτῃ τοι καὶ ἡ μὲν θεογόνος ὑπόστασις τῆς θεότητος, Πατὴρ ἔστι τε καὶ ὀνομάζεται· οἱ δὲ ταύτης οἷον βλαστοὶ θεόφυτοι, ὁ μὲν Υἱός· ὅτι δὴ καὶ γεννητῶς προῆκται· τὸ δὲ Πνεῦμα, ὅτι περ ἐκπορευτῶς ὀνομάζεται. Ἤ, οὐ ταῦτα καὶ σοὶ δοκεῖ; ἢ οὐκ εὐστόχως πρὸς τὸν σκοπὸν ὁ λόγος ἀπετοξάσατο;

ϹΗ. Πάνυ μὲν οὖν. Ἐρώτησις. Πότερον οὖν τὸ πατρικὸν τοῦτο ἰδίωμα, ὅπερ ἦν τὸ προάγειν ἐξ ἑαυτοῦ θεογόνως τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, δώσομεν καὶ τῷ τῶν ἐξ αὐτοῦ, ἢ ὥς περ τούτων ἑκάτερον, πρός τε θάτερον καὶ πρὸς τὸν Πατέρα ἀκοινότητος ἡ ἰδιότης ἐστίν, οὕτω καὶ τῷ Πατρὶ ἀκοινώνητον πρὸς τὰ ἐξ αὐτοῦ διατηρήσομεν τὸ ἰδίωμα, ἵνα καὶ ὄντως ἰδίωμα ᾖ;

Ἀπόκρισις. Τοῦτό γε οἶμαι. Οὐκοῦν τήρει τοῦτον τὸν λόγον, καὶ μόνος σοι θεογόνος ἀρχὴ ὁ Πατὴρ νοείσθω τε καὶ λεγέσθω· καὶ μόνος ὁ Υἱὸς γεννητός· καὶ μόνον τὸ Πνεῦμα ἐκπορευτόν, ἐκ τοῦ Πατρὸς ἄμφω ἑκάτερον· τουτέστιν ὁ μέν, γεννώμενος· τὸ δὲ Πνεῦμα, ἐκπορευόμενον· καὶ μήτε τὸν Υἱὸν θεογόνον εἴπῃς ἀρχήν, μήτε τὸ Πνεῦμα· ὥς περ οὔτε τῷ Πατρὶ δίδως τὸ γεννᾶσθαι· οὔτε τῷ Πνεύματι· οὔτε μὴν τῷ Πατρὶ ἢ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ, τὸ ἐκπορεύεσθαι· οὕτω γὰρ κᾂν τῇ διαιρέσει τῶν προσώπων, τὴν ὁμοτιμίαν τηρήσεις τῆς φύσεως, κᾂν τῇ ἑνώσει, διαφεύξῃ τὴν σύγχυσιν· εἰ δὲ τὸ Πνεῦμα οὐ μόνον ἐκ τοῦ Πατρός, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ ἐρεῖς ἐκπορεύεσθαι, κατὰ τὴν ἄρτι παρ’ ὑμῖν κρατοῦσαν καινοφωνίαν, δῆλος εἶ πάντως τό, τε πατρικὸν ὑποκλέπτων ἰδίωμα, καὶ τῷ Υἱῷ τῷ δοκεῖν χαριζόμενος, εἴ γε θεογόνος ἔσται τοῦ Πνεύματος ἀρχὴ ὁ Υἱός, καὶ σύγχυσιν εἰσάγων τῶν ὑποστάσεων· καὶ ἅμα, πλεονεκτήσει μὲν ὁ Υἱὸς τὸν Πατέρα· τὸ μὲν οἰκεῖον αὐτὸς ἰδίωμα σῶον ἑαυτῷ συντηρῶν, τὸ πατρικὸν δὲ συμμεριζόμενος τῷ Πατρί· τὸ Πνεῦμα δέ, τῆς θεογόνου ταύτης δυνάμεως μένον ἔρημον, κινδυνεύσει μεγάλῳ βαθμῷ κατὰ σὲ τῆς θεότητος ἐκπεσεῖν, εἴ γε τῇ δυνάμει καὶ τὴν οὐσίαν ἀνάγκη συνυφαιρεῖσθαι· εἰ γὰρ τὸ ὁμοούσιον ὁμοδύναμον, τὸ μὴ ὁμοδύναμον, οὐδὲ ὁμοούσιον.

Ἀλλ’ ἄπαγε ταύτης τῆς βλασφημίας, ἣ τὴν ἄφεσιν ἀρνεῖται καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· Σαβέλλιοι ταῦτα καὶ Ἄρειοι, καὶ οἱ κατὰ τοῦ ἁγίου Πνεύματος, μᾶλλον δὲ τῆς ἑαυτῶν κεφαλῆς, ἐξοπλισάμενοι, Εὐνόμιοί τε καὶ Μακεδόνιοι· οἱ μέν, τὴν σύγχυσιν ἢ συναλοιφήν· οἱ δέ, τὴν κατατομὴν ἢ διαίρεσιν ἢ ὑπόβασιν ἢ ὡς ἂν ἐθέλῃς καλεῖν ἀθέως εἰσάγοντες καὶ ἀναξίως τοῦ Πνεύματος, τὰ ἐκ διαμέτρου κακὰ καὶ ὁμότιμα, τὴν ἀσέβειαν· ἵν’ ἢ πρὸς Ἰουδαϊσμὸν ἐκτραπῶσι καὶ τὴν τριάδα ἀρνήσωνται, ἢ πρὸς Ἑλληνισμὸν ἐκπέσωσιν, εἰς κτίσιν κατάγοντες τὴν θεότητα.

Ἀντίθεσις. Τί οὖν; οὐ τιμήσομεν τὸν Υἱόν; οὐκ ἰσοδύναμον εἶναι τῷ Πατρὶ δώσομεν; καὶ μὴν ἐκείνου ἐστὶ φωνή, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ πάντα, ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι. Λύσις. Μενοῦν γε, ἀλλὰ τοσοῦτον τιμήσομεν τὸν Υἱὸν εἴ τις δύναμις, ὅσον καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ δεχόμεθα τὰς τοῦ Κυρίου φωνάς· καὶ ἓν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν. Ἀλλὰ δὴ καὶ τὸ Πνεῦμα ὁμολογοῦμεν. Ἀλλ’ ἕν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ οὐσίᾳ ἤτοι τῇ ὑπερουσιότητι· τῇ ποιητικῇ καὶ συνεκτικῇ τῶν ὅλων δυνάμει καὶ ἐνεργείᾳ· τῇ θελήσει, τῇ ἐξουσίᾳ, πᾶσι τοῖς θείοις ὑπερτερήμασι. Καὶ πάντα γοῦν ὅσα ὁ Πατὴρ ἔχει, ταῦτα καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· πλὴν τῆς Πατρικῆς ἰδιότητος. Εἰ δὲ καὶ ταύτην, πῶς τὰ πρόσωπα ὑποστήσεται; πῶς ἡμῖν ἡ τριὰς σωθήσεται ὑφ’ ἧς καὶ σωζόμεθα;

Εἰ δὲ τιμὴ τοῦ Υἱοῦ ἡ προσθήκη τῆς θεογόνου δυνάμεως, πῶς οὐκ ἀτιμία τοῦ Πατρὸς ἡ τῆς οἰκείας ἀφαίρεσις ἰδιότητος; ἤ, καὶ τῷ Πατρὶ μεταδώσεις τῆς υἱϊκῆς ἰδιότητος, ἵνα καὶ οὕτω τηρήσῃς τὸ πρὸς τὸν Υἱὸν ἰσοδύναμον καὶ ὁμότιμον; ἵνα τί δὲ μὴ καὶ τὸ Πνεῦμα τιμήσῃς οὕτως, τῶν ἀμφοῖν ἰδιοτήτων μεταδιδούς, καὶ αὖ τὴν αὐτοῦ πρὸς ἄμφω μερίζων· ἵνα τῇ ἀφθονίᾳ τῆς μεταδόσεως τὴν διάλληλον εἰσάγῃς θεογονίαν, καὶ καθαρώτερον ἐκφήνῃς τὴν σύγχυσιν. Εἰ δὲ φὴς τοῦ μὲν Υἱοῦ τιμὴν εἰκότως εἶναι τὴν τῆς θεογονίας προσκύρωσιν, ἅτε δὴ μείζονος ὄντος τοῦ κατ’ αὐτὴν ἀξιώματος· οὐκ ἔτι δὲ καὶ τοῦ Πατρός, τὴν τῆς ἐξ ἑτέρου γεννήσεως πρόσληψιν· ὡς ἐλάττονος ὄντος, πρὸς ἀξιώματος λόγον, τοῦ γεννᾶσθαι παρὰ τὸ τὴν γόνιμον ἔχειν τε καὶ προβάλλεσθαι δύναμιν, λέληθας σεαυτὸν οἷς δοκεῖς τιμᾷν τὸν Υἱόν, τούτοις μᾶλλον αὐτὸν ἀτιμάζων· εἴπερ καὶ τὸ γεννᾶσθαι, ὃ μᾶλλον ἴδιον τοῦ Υἱοῦ, τοῦ γεννᾷν ἀτιμότερον.

Ὥρα δέ σοι καὶ τὸ Πνεῦμα οὕτω προαιρουμένῳ τιμᾷν αὐτό γε μᾶλλον ἀτιμάζειν· καὶ ἔτι τὴν εἰς αὐτὸν καθήκουσαν τοῦ γονίμου δύναμιν· εἰ μὴ μέλλοι ἀργὴν καὶ ἀνενέργητον ἀποφέρεσθαι, ἢ πρὸς τὸν Υἱὸν ἀντιστρέφειν ἵνα μὴ λέγω καὶ τὸν Πατέρα φειδοῖ τῆς αἰτίας· ὡς ἢ γεννᾷν αὐτὸν ἢ προβάλλεσθαι, ἢ ἄλλους ἀπογεννᾷν ἀπείρους θεούς, ἵνα φανερῶς κἀνταῦθα τὴν ἄθεον εἰσάξῃς πολυθεΐαν· ἀλλ’ οὐχὶ καὶ τῷ ὀρθῷ λόγῳ ταῦτα δοκεῖ.

Ἀλλ’ ἡ τιμὴ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἐν τῷ τὸν Πατέρα τιμᾶσθαι καὶ ὁρίζεται καὶ γνωρίζεται· ἵν’ ᾖ ἡ αὐτὴ καὶ τοῦ Πατρὸς τιμὴ καὶ τῶν ἐξ αὐτοῦ, ἀμιγῆ σώζοντος ἑκάστου καὶ ἀκοινώνητον τὴν ὑποστατικὴν ἤτοι προσωπικὴν ἰδιότητα.

Πλὴν γὰρ ταύτης, τἄλλα πάντα θεοπρεπῆ ἀξιώματα, ὅσα πρὸς ὕμνον τῆς ὅλης θεότητος, ἔκ τε τῶν ὑπεροχικῆς ἀφαιρέσεως κἀκ τῆς θεολογικῆς θέσεως παραλαμβάνεται· κοινὰ γὰρ τῇ ὅλῃ θεαρχίᾳ κατὰ τὸν θεοτελῆ λόγον προσένεστιν· ἡ ὑπεράγαθος ἀγαθότης, ἡ ὑπερούσιος οὐσία, ἡ ὑπέρσοφος σοφία, ἡ ὑπέρζωος ζωή, ἡ κυριαρχία, ἡ φωταρχία, ἡ θεοποιὸς θεαρχία, ἡ γενεσιουργὸς αἰτία, ἡ ἄφραστος καλλονὴ καὶ ἀπρόσιτος, τὸ ἀγαθόν, τὸ καλόν, τὸ ὄν, τὸ σοφόν, τὸ ζωογόνον· ἁπλῶς ὅσα ἐκ τῶν ἀγαθοπρεπῶν αὐτῆς δωρεῶν, ἡ μία πάντων αἰτία κατονομάζεται.

Ὥς περ οὖν ταῦτα ἡνωμένα φυλάττειν ἀεὶ παραφυλακτέον καὶ μηδαμῶς διαιρεῖν, οὕτως οὐδὲ τὰ διακεκρυμμένως ἡμῖν ὑπὸ τῆς θεολογίας παραδεδομένα συγχεῖν θεμιτόν. Διακεκρυμμένως δὲ ἡμῖν παραδέδοται, τὸ τοῦ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα· τὸ τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος· οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς ἐπεισαγομένης· ἥ φησιν ὁ τὰ θεῖα πολὺς Διονύσιος· οὗ κἀκεῖνά ἐστιν ἐν τῷ περὶ θείας ἑνώσεως καὶ διακρίσεως εἰρημένα.

Ἔστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις· οὐχ ἣν ἔφην μόνην ὅτι κατ’ αὐτὴν τὴν ἕνωσιν ἀμιγῶς ἵδρυται, καὶ ἀσυγχύτως ἑκάστη τῶν ἑναρχικῶν ὑποστάσεων· ἀλλ’ ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα· μόνη δὲ πηγὴ τῆς ὑπερουσίου θεότητος, ὁ Πατήρ· ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα, τῆς θεογόνου θεότητος εἰ οὕτως χρὴ φάναι βλαστοὶ θεόφυτοι· καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν οὔτε ἐννοῆσαι δυνατόν. Καὶ ἐν τῷ περὶ τελείου δὲ καὶ ἑνός, ὁ αὐτὸς Ἱερολόγος φησί· Ταύτη γοῦν ἡ θεολογία τὴν ὅλην θεαρχίαν ὡς πάντων αἰτίαν ὑμνεῖ τῇ τοῦ ἑνὸς ἐπωνυμίᾳ· καὶ εἷς Θεὸς ὁ Πατήρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, καὶ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα· διὰ τὴν ὑπερβάλλουσαν τῆς ὅλης θεϊκῆς ἑνότητος ἀμέρειαν, ἐν ᾗ πάντα ἑνικῶς συνῆπται καὶ ὑπερήνωται· καὶ πρόσεστιν ὑπερουσίως· δι’ ὧν καὶ δείκνυσιν ὁ θεοφάντωρ οὗτος Πατήρ, τὴν εἰρημένην θεολογίαν, παρὰ τοῦ θεσπεσίου Παύλου διαδεξάμενος· ἐκείνου γάρ ἐστιν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα ἅγιον ἐν ᾧ τὰ πάντα. Ὁρᾷς ὅπως ἐν πάσῃ τῇ θεολογίᾳ προλάμπει τὸ ἕν; Εἰ γὰρ καὶ γόνιμον τὸ πηγαῖον ἀγαθόν, ἀλλ’ εἶναι καὶ ἓν ἐξενίκησε.

Διὰ τοῦτο εἷς Θεὸς ὁ Πατήρ, καὶ μόνον Πατήρ, ἵνα μὴ δυὰς παραζευχθῇ τῷ ἑνί· ἐπεὶ δὴ καὶ τὰ ἐξ αὐτοῦ τοιαῦτα οἷον αὐτό, καὶ ταῦτα τὸ ἓν ἀπλήθυντον ἐκληρώσατο.

Οὗτος οὖν καὶ εἷς Κύριος, εἷς Υἱὸς μονογενής· οὐ μόνον ὅτι μόνος γεγέννηται, ἀλλ’ ὅτι καὶ μονοτρόπως προελήλυθεν· οὐ γὰρ δήπου καὶ ἐκπεπόρευται· καὶ ὅτι ἐξ ἑνὸς καὶ μόνου τοῦ θεογόνου Πατρός· οὕτω δὲ καὶ ἓν Πνεῦμα ἅγιον μόνον καὶ μόνως ἐκπορευόμενον, ἐξ ἑνὸς καὶ αὐτὸ τοῦ μόνου Πατρός· ἵνα τὸ ἓν πανταχοῦ τὴν δυάδα προφθῇ· καὶ μήτε ἡ θεογόνος πατρότης εἰς δύο τμηθῇ, μήτε ἡ υἱότης εἰς δυάδα καὶ πλῆθος διαιρεθῇ· ἢ τοῦ Πατρὸς καὶ ἑτέρους ἀποτεκόντος Υἱούς, ἢ τοῦ Υἱοῦ κινηθέντος φυσικῶς εἰς ἀπότεξιν· μήτε ἡ ἐκπόρευσις· ἢ εἰς ἀπειρίαν χυθῇ, ἢ ὑπὸ δυάδος προληφθῇ· ἐκ δύο χεομένη πηγῶν, καὶ τοῦ Υἱοῦ τῷ Πατρὶ συμμεριζομένου τὴν προβολήν, ὥς τε τὸ Πνεῦμα μόνον οἷα τῆς μοναδικῆς θεότητος ἀποῤῥαγέν, πρὸς διττὰς ἀρχὰς ἀναφέρεσθαι· καὶ μὴ καθάπερ τοῖς ἄλλοις ἅπασι φυσικοῖς τῆς θεότητος προτερήμασιν, οὕτω δὴ καὶ τῇ παντελεῖ ἑνότητι ἴσον εἶναι Πατρὶ καὶ Υἱῷ· ἀλλ’ εἷς τε εἴη Πατὴρ καὶ μόνος, μὴ ἐξιστάμενος τοῦ εἶναι μόνος· καὶ εἷς Υἱὸς καὶ μονογενής, μὴ μεταπίπτων εἰς Πατέρα, μηδὲ πρὸς δυάδα σχέσεων μεριζόμενος· καὶ ἓν Πνεῦμα ἅγιον· μήτε εἰς Πατέρα τρεπόμενον, μήτε εἰς Υἱὸν μεθιστάμενον, μήτε ταῖς σχέσεσι πρὸς διττὰς ἀρχὰς μεριζόμενον· ἵνα μὴ πάλιν δυὰς παραζευχθῇ τῷ ἑνὶ πρόσυλος οὖσα· καὶ κάτω κειμένη καὶ περὶ τὴν αἴσθησιν εἱλουμένη· καὶ τῷ, τε πληθυσμῷ τῷ, τε μερισμῷ, τὴν ἀοριστίαν τε καὶ τὴν ἀπειρίαν συμπαρεισάγουσα· καὶ τό γε καθ’ ἑαυτήν, εἰς ἀχανές τι καὶ ἀφανὲς ἀνυπαρξίας πέλαγος τὰ ὑπ’ αὐτῆς καταλαμβανόμενα παραπέμπουσα, εἰ μὴ προφθάνον τὸ ἓν συνεῖχε τὰ πάντα τῇ ἑαυτοῦ μετοχῇ καὶ πρὸς τὴν οἰκείαν φύσιν ἀνέσωζεν· οὐδὲν γὰρ τῶν ὄντων ἀμέτοχον τοῦ ἑνός· ἀλλὰ τὰ μὲν πολλὰ τοῖς μέρεσιν, ἓν τῷ ὅλῳ· τὰ δὲ πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ· καὶ τὰ πολλὰ τῷ ἀριθμῷ, ἓν ταῖς δυνάμεσιν ἢ τῷ εἴδει· καὶ τὰ πολλὰ τοῖς εἴδεσιν, ἓν τῷ γένει· καὶ τὰ πολλὰ ταῖς προσόδοις, ἓν τῇ ἀρχῇ· καὶ οὐκ ἂν εὕρῃς τί τῶν ὄντων, ὃ μὴ τῷ ἑνὶ καθὸ πᾶσα ἡ θεότης ὑπερουσίως ὀνομάζεται, καὶ ἔστι τοῦθ’, ὅπερ ἐστί, καὶ τελειοῦται καὶ διασώζεται· πολλοῦ τινος ἄρα δέον ἦ τὴν δυάδα εἰς τὴν ὑπερέκεινα πάντων καὶ ὑπερηνωμένην τριάδα προχωρεῖν.

Δι’ ὃ καὶ ἡ ἀπὸ τοῦ Πατρὸς ἀνεκφοιτήτως ὡς εἰπεῖν τῶν ἐξ αὐτοῦ πρόοδος μονότροπος, ἑκατέρα ἑκατέρᾳ, καὶ ἰδιάζουσα· τοῦ μέν, κατὰ γέννησιν· τοῦ δέ, κατὰ πρόοδον· ὥς περ οὖν καὶ τὰς ἄλλας θεωνυμίας ὅσαι τὴν ὅλην θεαρχίαν χαρακτηρίζουσιν, ἐπίσης ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων, ἡ θεολογία προσάπτει, ἐξορίζουσα πᾶσαν ἐκεῖθεν θεωνυμίας ἑτερότητά τε καὶ ἀνισότητα καὶ ἀνομοιότητα καὶ τὸ μᾶλλον καὶ ἧττον, ἃ τῆς ὕλης καὶ τῶν συνθέτων εἰσίν, οὕτω καὶ τὸ ἓν ἐπίσης ἑκάστῳ τῶν θεαρχικῶν προσώπων ἔστι καὶ ὀνομάζεται· εἷς Πατήρ, εἷς Υἱός, ἓν ἅγιον Πνεῦμα.

Ἐπεὶ καὶ τὸ ἕν· εἷς γὰρ τὰ τρία Θεός· καὶ τὸ ἓν ἑκάστῳ ἕν, κατ’ οὐδὲν ἕτερον τοῦ ἐν τῷ παντί· ἀπεληλαμένης ἐκεῖθεν, καὶ τῆς καθόλου τε καὶ ἐπὶ μέρος διαφορᾶς· οὐ γὰρ τρεῖς μερικὰς οὐσίας τὴν θεότητα εἶναι πιστεύομεν· ἀλλὰ μίαν ἀμέριστον τοῖς φυσικοῖς πᾶσι πλεονεκτήμασιν εἰ καὶ τοῖς προσωπικοῖς μερίζεται ἰδιώμασιν· εἴ γε τὸ περὶ τοῦ τῆς τριάδος ἑνὸς καὶ μετὰ τὴν σάρκωσιν εἰρημένον, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, καὶ ἐπὶ τῶν ἄλλων ῥητέον ἑναρχικῶν ὑποστάσεων· ὡς γὰρ ὁ τῷ ἐξ ἡμῶν προσληφθέντι ναῷ ἐνοικῶν λόγος, ὡς ἄλλοι ἐν ἄλλῳ· οὐ γὰρ ἄλλος ἐν ἄλλῳ, πᾶν ἔστι τε καὶ εἴρηται τὸ πλήρωμα τῆς θεότητος, οὕτω καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα· πᾶν τὸ πλήρωμα τῆς θεότητος ἑκάτερον ὄν, καὶ ῥηθήσεται· ἐπίσης γὰρ ἕκαστον τῶν τριῶν, Θεὸς τέλειος· ταὐτὸν δὲ εἰπεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος. Πλήρωμα δὲ τῆς θεότητος καὶ τὸ ἕν· τὸ παντελέστατον γάρ ἐστιν αὕτη καὶ πληρέστατον ἓν ὥς περ δὴ καὶ τὸ ἀγαθὸν καὶ τὸ ὄν, καὶ τῶν ἄλλων ἕκαστον· καὶ ἕκαστον ἄρα τῶν ἐναρχικῶν προσώπων, τὸ παντελέστατόν ἐστι καὶ πληρέστατον ἓν εἰς ὅπερ οὐδεὶς παρεμπίπτει συνδυασμός· εἰ δὲ τὸ Πνεῦμα, ἓν καὶ οὐχ ἕν, τὸ μὲν ὅτι ἐκπορευτόν, τὸ δ’ ὅτι οὐκ ἐκ μιᾶς ἀρχῆς ἀλλ’ ἐκ δύο. Δύο γὰρ εἰ μὴ καὶ τῇ φύσει ἀλλὰ ταῖς ἰδιότησι, πῶς ἔσται πλήρωμα τῆς ὅλης θεότητος καὶ οὐ μᾶλλον κενώσει καὶ τῷ τῆς ὅλης θεότητος ἕν;

ὡς μήτε τοῦ Πατρὸς ὄντος ἔτι μόνου θεογόνου ἀρχῆς· ἀλλὰ τῷ Υἱῷ συμμεριζομένου τὴν τοῦ Πνεύματος προβολήν· μήτε τοῦ Υἱοῦ ἓν τοῦτο μόνον τὸ Υἱϊκὸν ἰδίωμα στέργοντος· ἀλλά τι καὶ τοῦ Πατρὸς προσλαμβάνοντος· ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστιν· ἀλλὰ καὶ ὁ Πατὴρ παντελέστατον ἔχει τὸ ἓν καὶ πληρέστατον, εἷς ὢν καὶ μόνος Πατήρ· καὶ μόνον Πατήρ, καὶ ὁ Υἱὸς ὡσαύτως. Εἷς μόνος καὶ μόνον Υἱὸς ἐκ τοῦ μόνου Πατρός· οὕτω δὲ καὶ τὸ Πνεῦμα· ἓν μόνον ἐκ μόνου τοῦ Πατρὸς καὶ μόνως ἐκπορευόμενον· ἵνα πανταχοῦ τὸ ἓν μεμονωμένον, καὶ ἄχραντον, καὶ ἀμιγές· καὶ ὄντως ἓν διασώζηται καθόλης τῆς μιᾶς καὶ ὑπερηνωμένης θεότητος ὄν.