Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Μεθώνης – Βίος τοῦ ὁσίου Μελετίου τοῦ νέου

Νικόλαος Μεθώνης

Ίδρυση μονής στις Θήβες και ασκητική πολιτεία

Η εγκατάσταση κοντά στις Θήβες, το προσκύνημα σε Ρώμη και Ιεροσόλυμα, και η οργάνωση του μοναχικού βίου με άσκηση, ταπεινοφροσύνη και συνεχείς αγρυπνίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Μεθώνης

—

Κεφάλαιο 3 από 9

Γεώργιος οὗτος ὁ περιώνυμος, ὃς περί που τὰ Θηβαϊκὰ τῆς Ἑλλάδος ὅρια ἐν τῷ πρὸς νότον μέρει τῆς πόλεως ηὐτρέπισέ σοι τὸ καταγώγιον. Ταῦτ’ εἶπεν ὁ φανεὶς καὶ ἱκανόν τι συνοδεύσας διάστημα, τοῦ λοιποῦ ἀόρατος ἦν, ὁ δὲ συμβαλών, ὥσπερ ἄρα καὶ ἦν, θείαν εἶναι προμήθειαν, καὶ μηδὲν ἄλλο τὴν ὀπτασίαν, πείθεταί τε τοῖς ῥήμασι τοῦ φανέντος, καὶ ὥσπερ ὁδηγὸν ἐφεπόμενος, τὸν ὁρισθέντα τόπον καταλαμβάνει, ἐν ᾧ τοῦ μεγαλομάρτυρος Γεωργίου εὑρὼν εὐκτήριον, ἀπέχον τῆς Θηβῶν πόλεως ὡσεὶ σταδίους εἴκοσιν, ἐχόμενα τούτου κατασκηνοῖ, ἔνθα καὶ χρόνον διατρίψας συχνόν, καὶ πολλοῖς ἐνιδρώσας ἀσκητικοῖς ἀγωνίσμασιν, ἐπεὶ μὴ λανθάνειν τὸ παράπαν οἷός τε ἦν, εἰ καὶ σφόδρα τοῦτο ἐσπούδαζεν· ὅτι μηδὲ πόλις, κατὰ τὸν τοῦ Κυρίου λόγον, ὅρους ἐπάνω κειμένη κρυβῆναι δύναται· ἀλλὰ τὸ μέγα τῆς ἀρετῆς αὐτοῦ φῶς, φαιδρὸν ἁπανταχοῦ διαλάμπον τὸν λύχνον τοῖς ὁρῶσι καὶ ἄκοντα κατεμήνυε· πολλοὺς εἵλκυσεν οὕτω πρὸς ἔρωτα τοῦ καλοῦ καὶ πρὸς ζῆλον ἔνθεον διεθέρμανε, καὶ πᾶσι μὲν ἀπατάξασθαι τοῖς παροῦσι, τῷ δὲ μονήρει βίῳ συντάξασθαι διηρέθισε καὶ τούτους συσκήνους παραλαβών, ἐν βραχεῖ τὸ εὐκτήριον κατέστησε μοναστήριον.

Ἐπειδὴ ταῦτα καλῶς εἶχεν αὐτῷ καὶ ὁ εὐδοκῶν Κύριος ἐν τοῖς φοβουμένοις αὐτόν, καὶ θέλημα τούτων ποιῶν, εἰσακούων τε τῆς δεήσεως καὶ οἰκονομῶν τὰ σωτήρια πρὸς σκοπόν, καὶ τούτῳ τὰ μέχρι τοῦδε κατηύθυνε διαβήματα, ἐντεῦθεν αὖθις τῶν προτέρων βουλευμάτων ἀναμιμνήσκεται· καὶ τοῖς συνειλεγμένοις παρ’ αὐτῷ μοναχοῖς ἕνα τὸν προύχοντα κατ’ ἀρετὴν ἐπιστήσας, εἰς Ῥώμην αὐτὸς ἀπαίρει· καὶ τῷ ἀποστόλῳ τὴν ὑπόσχεσιν ἀποδούς, ἐκεῖθεν τὴν εἰς Ἱεροσόλυμα στέλλεται. καὶ τοὺς ἁγίους τόπους καταλαβών, καὶ τῶν ἐν αὐτοῖς χαρίτων καταπολαύσας καὶ τοῦ πόθου πλησμίως ὡς εἶχεν ἐμφορηθείς, πρὸς τὴν ἰδίαν ἐπαναστρέφει μονήν, ἣν ἀγχοῦ τῆς Θηβῶν πόλεως, καθὼς ἤδη φθάσας ὁ λόγος ἐδήλωσε, συνεστήσατο. καὶ ταύτῃ ποθούμενος ποθουμένοις τοῖς παρ’ αὐτοῦ συνειλεγμένοις μοναχοῖς ἀποδίδοται, τοσαύτην αὐτοῖς φαιδρότητα ἡδονῆς ἐπαφεὶς ἀθρόον ἐπιφανείς, ὅσην πρότερον ὑποχωρῶν λύπης κατήφειαν κατεσκέδασεν.

οἱ μὲν οὖν ὡς ἁγίῳ λοιπὸν ἐκ τῆς τῶν ἁγίων μετοχῆς ἐκτελεσμένῳ, οἶος ἄρα καὶ ἦν, προσεῖχον αὐτῷ καὶ τῷ προσῆκον τῷ τοιούτῳ σέβας ἀφοσιούμενοι, τὴν εὐλογίαν ἀντεκομίζοντο· ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ μέγας εἶναί τις οἴεσθαι ἢ καί τινος τῶν ἐλαχίστων δοκούντων ὁπωσοῦν κατεπαίρεσθαι, ὅσον αὐτὸς μᾶλλον ἑαυτὸν πᾶσιν παρεῖχεν ἀληθοῦς καὶ ἀνυποκρίτου ταπεινοφροσύνης, ὑπόδειγμα, πρῶτος μὲν εἰς ἔργα τὰ πρὸς σύστασιν τῆς μονῆς ἐξιών, τελευταῖος δὲ αὖθις ἐπαναστρέφων, καὶ μόνος τὰ πάντα ἀναπληρῶν ὑστερήματα, καὶ πᾶσι μὲν τοῖς ἀδελφοῖς ἀεὶ τὰ διαρκῆ χορηγῶν ἐνδύματά τε καὶ ὑποδήματα, ἑαυτῷ δὲ τὸ ἓν τρίχινον καθάπαξ ἀφορίσας ἱμάτιον καὶ τὴν μίαν τῶν σανδαλίων ζυγήν· καὶ ταῦτα, ἐπὶ μὴ παντὶ τῷ τῆς ἀσκήσεως χρόνῳ σῶα συντηρεῖσθαι παντάπασιν οἷά τε ἦν, πεπονηκότα πολλάκις ἐπαναρράπτων, καὶ τοῖς ἐπιβλήμασιν ἀνακτώμενος. ἐφ’ ᾧ καὶ μᾶλλον ὑπὸ πάντων ἐξεθειάζετο· ὅτι τοσοῦτον ὅλη τῇ ἀρετῇ διαφέρων, τοσοῦτος ὤν, καὶ τὴν ὑψοποιὸν ταπείνωσιν ἐγνωρίζετο.

ἐγκρατείᾳ μὲν γὰρ οὕτως, κατὰ τὸν μακάριον Παῦλον, ἐδουλαγώγει τὸ σῶμα καὶ ὑπωπίαζεν, ὡς μηδὲ τοῦ πᾶσιν ἐγκεχωρημένου πρὸς ἄνετον ἀπόλαυσιν ὕδατος πρὸς κόρον ἢ παρὰ καιρὸν ἐμφορηθῆναί ποτε· ἀλλ’ ἐπειδάν που καὶ νάμασιν, οὕτω συμβάν, διειδέσι τε καὶ καθαρωτάτοις περιτυχών, καὶ τὴν ὄψιν θελχθείς, προήχθη καὶ μέχρις ὀρέξεως ἐλέγχθη μὲν οὕτως ἄνθρωπος ὤν, καὶ τῆς κοινῆς οὐδὲν διαφέρων φύσεως· τοσοῦτον δὲ μόνον ἀπήλαυσεν, ὅσον ἅμα τε τῇ κοτύλῃ λαβεῖν τοῦ ὕδατος, καὶ ἀναλεῖξαι, καὶ τὸν δημιουργὸν ὑμνῆσαι καὶ αὖ κατασπεῖσαι. τῷ τύφοντι δὲ τῆς τῆς ἐγκρατείας τὸ τῆς ἀτυφίας ἡδὺ συγκιρνῶν, οὐδὲ τῆς κοινῆς ποτὲ τραπέζης ἀπελιμπάνετο, τὸ ἀσθενὲς ἐνίων τῶν ἀδελφῶν ὑφορώμενος καὶ τοῖς τοιούτοις συγκαταβαίνων, κἀν τούτῳ τὸν ἐμὸν μιμούμενος Ἰησοῦν, ὃς οὐδὲ φάγος κληθῆναι καὶ οἰνοπότης διὰ τὴν ἄκραν συγκατάβασιν παρῃτήσατο. ἀλλὰ καὶ τῆς τραπέζης ἡ κοινωνία, πρόφασιν μὲν εἶχεν τὴν τοῦ σώματος θεραπείαν, ὑπόθεσις δὲ μᾶλλον ψυχικῆς τροφῆς ἀπεδείκνυτο· ἀπό τε ὕμνων ἀρχομένη καὶ εἰς ὕμνους λήγουσα, καὶ ὅλη τῆς ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων καρυκείας μετέχουσα, λιτότητί τε καὶ ἀφθονίᾳ τῶν ἀναγκαίων εὐθηνουμένη, καὶ περιττότητος καὶ τρυφῆς ἁπάσης ἀπηλλαγμένη, ὡς μήτε τῇ τῆς τροφῆς ἐνδείᾳ λυπεῖν, μήτε τῷ κόρῳ καταπιαίνειν καὶ πρὸς ὕβριν διερεθίζειν τὰ σώματα.

καίτοι γε αὐτὸς ἄρτῳ μόνῳ καὶ ὕδατι περὶ τὰς ἀρχὰς τῆς ἀσκήσεως τὴν τοῦ σώματος χρείαν ἀποπληρῶν, ἕως οὗ πάντα τὰ τῆς σαρκὸς σκιρτήματα καταπαύσειεν ὅμως τῇ κοινῇ διαίτῃ φιλανθρωποτέρους τοὺς ὅρους ἔθετο· δι’ ὧν ἔμελλε τὴν τῶν πολλῶν ὑπανέχειν ἀσθένειαν, οἴνου τε μετρίως ἀπολαύειν ἐφεὶς καὶ ὄψου καθ’ ἡμέραν ἑνός, ἐλαίῳ παρηρτυμένου· πλὴν τῶν εἰς νηστείαν ἀφωρισμένων, ἐν αἷς ἢ ξηροφαγεῖν, ἢ καὶ παντελῶς ἀσιτεῖν προκέκρικε.

Πᾶσι μὲν οὖν ἐξῆν τῶν παρατιθεμένων μεταλαμβάνειν, καθ’ ὅσον καὶ προῃρεῖτο ἕκαστος· ὁ δὲ τοσοῦτον ἀπεγεύετο μόνον, ὅσον μήτε νηστεύων δόξαι τοῖς ἀδελφοῖς καὶ ἀποζῆν δύνασθαι, καὶ τὸ γενναῖον αὐτῷ καὶ καρτερικὸν ἐκεῖνο σῶμα, καὶ ὡς εἰπεῖν ἀδαμάντινον, πρός τε τοὺς ἀδήλους καὶ θεῷ μόνῳ φανερουμένους, καὶ μέντοι καὶ πρὸς τοὺς ἔξω προβεβλημένους καὶ ὁρωμένους ἀντέχειν πόνους, ὧν πλεῖστα καὶ νῦν ἔτι μένουσιν ὑπομνήματα, καὶ εἰς τὸν μακρὸν αἰῶνα παραμενοῦσι. τῶν γὰρ τῶν βαρυτέρων λίθων, ὅσοι πρὸς τὰς τῶν μοναστηρίων οἰκοδομὰς ἐδόκουν χρήσιμοι, καὶ τοῖς ἄλλοις ἦσαν δυσβάστακτοι, τῶν ἱερῶν ἐκείνου χειρῶν ἔργον εἶναί φασιν οἱ τηνικαῦτα παρόντες τε καὶ ὁρῶντες τὴν μετοικοδομήν. κηπείας δὲ καὶ φυτουργίας ὅση καὶ νῦν ἔτι περὶ τὰ μοναστήρια σώζεται, ὁ μέγας ἐκεῖνος πρῶτος γέγονεν αὐτουργός. οὕτω καὶ τὸ τοῦ θείου Παύλου περισπουδάστως ἐσφετερίζετο καύχημα, ἐργαζόμενος ταῖς ἰδίαις χερσὶ καὶ ἑαυτῷ τε καὶ τοῖς περὶ αὐτὸν ἐπαρκῶν, καὶ χριστομιμήτως διακονούμενος. ἆρ’ οὖν τὸ συνεχῶς περὶ τὰ τοιαῦτα διαπονεῖσθαι ἐμποδὼν τῷ μακαρίῳ καθίστατο τοῦ καὶ τὰς ὡρισμένας ἀεὶ συμπληροῦν ἐν τῇ ἐκκλησίᾳ συνάξεις;

καὶ ἦν ὅτε τῆς ἱερᾶς τῶν ἀδελφῶν συμμορίας, κοινῇ τὸ θεῖον ὑμνούσης, ἀπελιμπάνετο, καί τις πρὸ ἐκείνου τὴν ἐκκλησίαν καταλαμβάνων μετὰ τοῦ Δαυὶδ λέγειν ἠδύνατο ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ καὶ ἐν ἐκκλησίαις εὐλογήσω σε Κύριε, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ τὰ θαυμάσιά σου καὶ ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, καὶ ὅλην τὴν ἡμέραν διεπέτασα πρός σε τὰς χεῖράς μου; ὁ γὰρ αὐτὸς καὶ τὸν ὡρισμένον ἑκάστῳ καιρὸν ἀπένεμε, καὶ διὰ πάντα ἐν παντὶ καιρῷ τὸν Θεὸν ηὐλόγει. Ἀλλὰ τοὺς ἰδιάζοντας ἐκείνου καμάτους, οὓς ἔτλη τὸ καθ’ ἑαυτὸν ταμεῖον εἰσδύνων, καὶ τὸν θύραθεν ὄχλον ἀποκλείων, καὶ τῷ τὰ κρύφια βλέποντι πατρὶ προσευχόμενος, τὰς ἀγρυπνίας, τὰς ψαλμῳδίας, τὰς ἀνενδότους στάσεις, τὰς ἐπὶ γόνυ κλίσεις, ὅσαι καὶ ἀριθμὸν ὑπερβαίνουσι, τὰς τῶν στέρνων πληγάς, τὰς τῶν δακρύων πηγάς, ὅλαις πολλάκις συμπαρατεινομένας νυξί, τὴν ἄλλην μυστικὴν τῆς ἀρετῆς ἐργασίαν, τίς ἂν διαλάβοι κατάλογος ἀξιόχρεως;

Ἐκείνῳ ἦν πρέπον κἀκεῖνο τὸ δαυϊτικὸν ἀναφώνημα· μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ πάλιν· προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα· καὶ προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου· οἰκειότερον δ’ ἂν ἀπεφθέγγετο· καὶ νύκτας ὅλας λέγων, ἶσα ταῖς ἡμέραις, ἐγρηγορὼς διετέλεσα· τούτῳ τε κἀκεῖνα ἐπισυνάπτων· ἐκοπίασα κράζων, ἐβραχίασεν ὁ λάρυγξ μου, καὶ ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζων ἐπὶ δώματος, καὶ ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, καὶ ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, τῇ σαρκὶ συγκλινομένη ἐν τῷ προσεύχεσθαι, καὶ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ δεσπότου ταπεινουμένη.

τὸ γάρ τοι· λούσω καθ’ ἑκάστην τὴν κλίνην μου, καὶ τὴν στρωμνήν μου βρέξω τοῖς δάκρυσιν, οὐκ ἔχω πῶς ἐκείνῳ προσοικειώσωμαι, εἰ μὴ στρωμνὴν καὶ κλίνην ἐνδέξομαι τὸ κατὰ γῆς ἐρριμμένον ψιάθιον, ᾧ μόνῳ μετὰ πλεῖστον, ὅσον καὶ μηκέτι ἀνεκτὸν τὸν κόπον ἐπανεκλίνετο, καταπεπονημένον λοιπὸν τὸ σῶμα διαναπαύων, καὶ ἀνέσει βραχείᾳ καθάπερ ὕδατι πεπυρακτωμένον σίδηρον, πρὸς ἑτέρους αὖθις στομῶν ἱδρῶτας καὶ πόνους· καὶ πρὸς ὕπνον τοσοῦτον καταφερόμενος, ὡς μήπω δοκεῖν αὐτῷ πεπαῦσθαι τὰ χείλη, τὴν σοφὴν ἐκείνην ῥῆσιν ὑπᾴδοντα· ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. καὶ παρευθὺς ἀνιστάμενον ψάλλειν ἄρχεσθαι· ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὕτω μὲν οὖν τοῖς τῆς προσευχῆς εὐθυνεῖτο καρποῖς ἐν δάκρυσιν σπείρων, καὶ πολύχουν ἐν ἀγαλλιάσει τὸ θέρος συγκομιζόμενος.