Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Λόγος Τέταρτος: Η Τρίτη Οικουμενική Σύνοδος και η απαγόρευση των προσθηκών

Έναρξη του τετάρτου λόγου με την εξέταση των αποφάσεων της συνόδου της Εφέσου και της έκθεσης του πρεσβυτέρου Χαρισίου. Τονίζεται η αυστηρή συνοδική απαγόρευση προσθήκης στο Σύμβολο της Πίστεως και η αποδοχή της πνευματολογικής ορθοδοξίας ανεξάρτητα από τις χριστολογικές αιρέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 7 από 10

ΠΡΟΣ ΤΟ ΣΥΜΠΕΡΑΣΜΑ, ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ Οὐ μήν, ἀλλὰ καὶ ἀπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς τρίτης συνόδου, γένοιτ’ ἂν τὸ ζητούμενον ἡμῖν γνώριμον· ταύτης γὰρ συνιούσης καὶ δίκας εἰσπραττούσης τῆς ἀσεβείας Νεστόριον, προετέθη βιβλίον, σύμβολον τῆς ἐκείνου πίστεως περιέχον· ὁ δὲ προενεγκών, Χαρίσιος πρεσβύτερος ἦν, ἀπὸ Λυδίας ὁρμώμενος. Τοῦτο δὴ τὸ σύμβολον διακωδωνίσαντες οἱ Πατέρες, ὅσον μὲν ἐν ἐκείνῳ κίβδηλον καὶ τῇ ἀληθείᾳ πολέμιον ἦν, τῆς ἐκκλησίας ἐξώρισαν καὶ τῷ ἀναθέματι παρέδωσαν, ὅσον δὲ ὑγιές, κατὰ χώραν ἀφῆκαν. Ἵνα δὲ ὃ λέγωμεν σαφὲς ᾖ, τῆς τῶν χριστιανῶν πίστεως διχῇ διῃρημένης, εἴς τε τὰ περὶ θεολογίας δόγματα καὶ ὅσα περὶ τὴν τοῦ Σωτῆρος οἰκονομίαν, φαίνονται οἱ μακάριοι Πατέρες μὴ μικρόν, μὴ μέγα, μηδ’ ὁτιοῦν Νεστόριον αἰτιώμενοι ἐν τοῖς περὶ θεότητος δόγμασιν, ἐν οἷς καὶ τοῦτο τῷ συμβόλῳ προσκείμενον ἦν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον οὔτε Υἱός ἐστιν, οὔτε δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχει· ἐν αἰτίαις δὲ ποιοῦνται τὴν ἔκθεσιν, καὶ κακῶς Νεστόριον λέγουσιν, οἷς ἐκεῖνος κακῶς εἶπε τὴν τοῦ Σωτῆρος οἰκονομίαν· ὥστε δὲ πάντα ὥσπερ ὑπ’ ὄψιν γενέσθαι, ἐκθήσομαι τήν τε λέξιν Νεστορίου καὶ τὴν τῶν ἁγίων Πατέρων πρὸς τὰ ἐκείνου ψῆφον.

Ἀπὸ τῶν πρακτικῶν τῆς τρίτης συνόδου, κεφάλαιον πεντηκοστὸν πέμπτον. «Ἐγὼ Χαρίσιος δέδωκα τοὺς λιβέλους ὑπογράψας χειρὶ ἐμῇ. Ἡ ἔκθεσις: Τοὺς ἢ νῦν πρῶτον παιδευομένους τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ἀκρίβειαν, ἢ ἔκ τινος αἱρετικῆς πλάνης μεθίστασθαι βουλομένους ἐπὶ τὴν ἀλήθειαν, διδάσκεσθαι προσήκει καὶ ὁμολογεῖν, ὅτι πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα ἀίδιον, οὔθ’ ὕστερον ἀρξάμενον τοῦ εἶναι, ἀλλ’ ἄνωθεν ὄντα ἀίδιον Θεόν, οὔτε μὴν ὕστερον γεγονότα Πατέρα, ἐπειδήπερ ἀεὶ Θεός τε ἦν καὶ Πατήρ. Πιστεύομεν καὶ εἰς ἕνα Θεὸν Υἱὸν μονογενῆ, ἐκ τῆς οὐσίας ὄντα τῆς πατρῴας, ὄντως Υἱόν, καὶ τῆς αὐτῆς οὐσίας ὄντα, οὗπερ ἐστὶ καὶ πιστεύεται Υἱός.

Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς τοῦ Θεοῦ τυγχάνον οὐσίας, οὐχ Υἱόν, Θεὸν δὲ ὄντα τῇ οὐσίᾳ, ὡς ἐκείνης ὂν τῆς οὐσίας ἧσπερ καὶ ὁ Θεὸς καὶ Πατήρ· ἐξ οὗπερ κατ’ οὐσίαν ἐστὶν ἰδιάζοντι λόγῳ παρὰ πᾶσαν τὴν κτίσιν, ἣν οὐ κατ’ οὐσίαν, ἀλλ’ αἰτίᾳ δημιουργίας ἐκ Θεοῦ νομίζομεν εἶναι· καὶ οὔτε Υἱὸν νομίζοντες, οὔτε διὰ Υἱοῦ τὴν ὕπαρξιν εἰληφέναι. Ὁμολογοῦμεν δὲ Πατέρα τέλειον προσώπῳ, καὶ Υἱὸν ὁμοίως, καὶ Πνεῦμα ἅγιον· μὴ τρεῖς τινας οὐσίας διαφόρους νομίζειν, ἀλλὰ μίαν τῇ ταὐτότητι τῆς θεότητος γνωριζομένην. Χρὴ δὲ καὶ περὶ τῆς οἰκονομίας ἣν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ἐν τῇ κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίᾳ, ὁ δεσπότης ἐξετέλεσε Θεὸς εἰδέναι· ὅτι ὁ δεσπότης Θεὸς Λόγος ἄνθρωπον εἴληφε τέλειον ἐκ σπέρματος ὄντα Ἀβραὰμ καὶ Δαυῒδ κατὰ τὴν διαγόρευσιν τῶν θείων γραφῶν», καὶ ὅσα ἄλλα περὶ τὴν οἰκονομίαν καὶ ἐν ταύτῃ τῇ ἐκθέσει διατελεῖ βλασφημῶν, ἄλλον μὲν λέγων τὸν ἐκ τοῦ Θεοῦ πρὸ τῶν αἰώνων Θεὸν Λόγον, ἕτερον δὲ Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνθρωπον ψιλὸν οἰόμενος, τὸν ἐκ τῆς Παρθένου γεννηθέντα Θεὸν ἡμῶν.

Τούτων ἀναγνωσθέντων καὶ δοκιμασθέντων ἑκάστων, ὥσπερ ἔθος ἐν ταῖς οἰκουμενικαῖς τῶν συνόδων, ὥρισεν ἡ ἁγία σύνοδος τοιάδε περὶ τῆς προτεθείσης ἐκθέσεως: «Εἰ φωραθεῖεν τινὲς εἴτε ἐπίσκοποι εἴτε κληρικοὶ εἴτε λαϊκοὶ ἢ φρονοῦντες ἢ διδάσκοντες τὰ ἐν τῇ προσκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου πρεσβυτέρου, περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα Νεστορίου δόγματα, ἃ καὶ ὑποτέτακται, ὑποκείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου, ὥστε δηλονότι τὸν μὲν ἐπίσκοπον ἀλλοτριοῦσθαι τῆς ἐπισκοπῆς καὶ εἶναι καθῃρημένον, τὸν δὲ κληρικὸν ὁμοίως ἐκπίπτειν τοῦ κλήρου, εἰ δὲ λαϊκός τις ᾖ, καὶ οὗτος ἀναθεματιζέσθω.» Ἐνταῦθα δὴ καὶ λίαν προσέχειν δίκαιον! Οὕτω γὰρ ἡ θεία σύνοδος σαφῶς ἀποδεξαμένη φαίνεται, ὅτι οὐκ ἐκπορεύεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τοῖς ὑγιέσι τῶν δογμάτων αὐτὸ συνέταξεν, ὁπόσα εἰς τὴν θεολογίαν ἥκει. Ὥσπερ γὰρ ἐκεῖνα ἀκίνητα ἀφῆκεν, οὐδὲν Νεστορίῳ περὶ ἐκείνων ἐγκαλεῖν ἔχουσα, οὕτω δὴ καὶ τοῦτο, ἄνωθεν αὐτὸ τῆς ἀρχαίας θεολογίας δόγμα γινώσκουσα. Οὐ μὴν ὡσαύτως κἂν τοῖς περὶ τὴν οἰκονομίαν διετέθη, ἀλλὰ διελοῦσα τὴν ἔκθεσιν εἴς τε τὰ περὶ Τριάδος καὶ εἰς τὰ τοῦ Σωτῆρος ἀνθρώπινα, ταῦτα μὲν ἐν αἰτίαις ποιοῦνται καὶ Νεστόριος ἀποκήρυκτος διὰ ταῦτα, τὰ δὲ τῆς θεολογίας κατὰ χώραν ἀφῆκαν.

Τί γάρ φασιν ἄντικρυς; Ἐκεῖνος τῶν τῆς ἐκκλησίας ὅρων ἀπεληλάσθω, ὅστις αὐτός τε φρονεῖ καὶ ἄλλους πείθειν ἐπιχειρεῖ «τὰ ἐν τῇ προκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου πρεσβυτέρου περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα Νεστορίου δόγματα.» Οὐκ εἶπον ἁπλῶς οἱ μακάριοι Πατέρες «ὃς διδάσκει τὰ ἐν τῇ ἐκθέσει ταύτῃ τοῦ Νεστορίου ἀπόβλητος»—οὕτω γὰρ ἂν καὶ τὰ περὶ θεολογίας περιείληπτο—ἀλλ’ «ὃς διδάσκει ὅσαπερ ἡ ἔκθεσις περὶ τῆς οἰκονομίας τοῦ Σωτῆρος διέξεισιν.» Ἐνταῦθα γὰρ εἴ τις μετ’ ἀληθείας ἐθέλει λογίζεσθαι, καὶ ὁ προσδιορισμὸς ἀναγκαῖον, οὕτω καὶ παρὰ τῶν Πατέρων ἐξενηνεγμένης τῆς ἀποφάσεως. Καὶ οὐ δίκαιον προσδιορισμῶν μὴ κειμένων, προσδιορισμοὺς ἀναπλάττειν· καὶ τούτων κειμένων ἀχρηστίαν καταγινώσκοντας ἁπλῶς ἐπιέναι. Ταῦτα γὰρ νομοθετούντων, οὐ διδασκομένων εἰσίν. Εἶθ’ ὥσπερ διαπορούντων τινῶν, τί δή ποτε τῆς Νεστορίου διδασκαλίας περιεχούσης ἀμφότερα, οἱ Πατέρες τὰ περὶ τῆς οἰκονομίας μόνον ἐκβάλλουσι, λύοντες ὥσπερ ἐκεῖνοι φασίν, ὅτι ταῦτα μιαρὰ καὶ διεστραμμένα δόγματα, οὐδὲν ἄλλο λέγοντες ἢ ταῦτα τῶν τοῦ Νεστορίου δογμάτων πονηρὰ καὶ διεστραμμένα, ὅσαπερ εἰς τὴν τοῦ Σωτῆρος οἰκονομίαν ἀφορᾷ. Εἶτα ὥσπερ τῷ δακτύλῳ δεικνύντες αὐτά, προστιθέασιν ἃ καὶ ὑποτέτακται τῇ ἐκθέσει, δηλαδὴ ὡς προηγουμένων τῶν τῆς θεολογίας δογμάτων.

Οὕτω δὲ ἀκριβῶς καὶ οὐ κατὰ πάρεργον, ὡς ἄν τις εἴποι, καὶ τὴν ἀκρόασιν καὶ τὴν ἀπόκρισιν ἐποιήσαντο, ὥστε ἅπερ πρὸς ταῦτα δὴ τὰ Νεστορίου ἐψηφίσαντο, καὶ ὡς κανόνα καὶ ὅρον ἐκκλησίας ἐξέθεντο, ἕβδομον ἀριθμούμενον, ὥστε διὰ πάσης οἰκουμένης κρατεῖν. Τούτων οὕτως ἐχόντων, ἀξιώσομεν Λατίνους ἀναγνῶναι μὲν τὴν ἔκθεσιν Νεστορίου, ἀναγνῶναι δὲ καὶ τὴν πρὸς ἐκεῖνα ἀπόκρισιν τῆς μακαρίας συνόδου, ὡς κανόνα καὶ ὅρον εὐσεβείας διαβαίνουσαν πανταχῇ καὶ τῷ κανόνι τῶν Πατέρων ἑαυτοὺς προσαρμόζειν, καὶ μετὰ τούτου δοκιμάζειν τὴν Νεστορίου γνώμην.

Καὶ ὅσα μὲν ὁ κανὼν πονηρὰ καὶ διεστραμμένα δόγματα καλεῖ, ταῦτα καὶ αὐτοὺς οἴεσθαι, ὅσα δὲ ὁ κανὼν εὖ καὶ καλῶς ἔχοντα, ἀκίνητα καὶ κατὰ χώραν ἀφῆκε, ταῦτα μηδὲ αὐτοὺς κινεῖν. Διατί; Ὅτι πολλῶν ὄντων τῶν ἐν τῇ συνόδῳ τότε πραχθέντων, πάντα οἱ Πατέρες βέβαια καὶ πεπηγότα βούλονται μένειν καὶ μηδὲν τῶν ἐκεῖ πεπραγμένων μηδένα παρασαλεύειν τολμᾶν, ἢ ἔνοχον εἶναι τοῖς ἐκεῖ λαληθεῖσιν ἐπιτιμίοις. Φησὶ γὰρ ὁ ἕκτος τῆς συνόδου ταύτης κανών: «Εἴ τινες βουληθεῖεν τὰ περὶ ἑκάστων πεπραγμένα ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ οἱῳδήποτε τρόπῳ παρασαλεύειν, ἡ ἁγία σύνοδος ὥρισεν, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τοῦ οἰκείου παντελῶς ἀποπίπτειν βαθμοῦ, εἰ δὲ λαϊκοὶ ἀκοινωνήτους τυγχάνειν.» Τὰ περὶ ἑκάστων πεπραγμένα ὁ κανὼν λέγει· οὐ τόδε μέν φησιν ὁ κανὼν ἀκίνητον εἶναι, τόδε δὲ δοκιμάζεσθαι ἢ σαλεύεσθαι ἢ ζητεῖσθαι, ἀλλ’ ἁπλῶς πάντα ἀκίνητα εἶναι βούλεται· καὶ μηδὲν οὕτως ἰσχυρὸν εἶναι ἄν τε ἄνδρα λέγῃς, ἄν τε τρόπον, ἄν τε ἡντινοῦν αἰτίαν, ὥστε κατὰ τῶν ὡρισμένων παρ’ ἐκείνης χωρῆσαι.

Ἔτι τὴν γιγνομένην ἀκολουθίαν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τὴν ἀλήθειαν οἱ Πατέρες σῴζοντες, οὐκ ἄλλων μὲν χάριν αἰτιῶνται Νεστόριον ἔν γε τῷ παρόντι, ἄλλα δὲ αὐτῷ προσφέρουσιν, ἐν οἷς τελέως τῆς ἐκκλησίας αὐτὸν ἀποκόπτουσι, τὴν κυρίαν κατ’ αὐτοῦ ψῆφον ἐκφέροντες, ἀλλὰ κἀνταῦθα κἀκεῖ, τὰς αὐτὰς ἂν ἴδοις αἰτίας.

Φησὶ γὰρ ἡ ἁγία σύνοδος περὶ πάντων ἁπλῶς τῶν Νεστορίῳ τολμηθέντων πρὸς τοὺς βασιλέας Ῥωμαίων γράφουσα: «Ἐπειδὴ δὲ ὑπὸ πονηροῦ συνειδότος κατεχόμενος, Νεστόριος δηλονότι, ἀπαντᾶν οὐκ ἐβούλετο, ἐξετάσαντες τὰ παρ’ αὐτοῦ ἐγγράφως ἐκτεθέντα περὶ τῆς ἐνσωματώσεως τοῦ δεσπότου Χριστοῦ καὶ Θεοῦ ἀσεβῆ δόγματα, αὐτά τε ἐκεῖνα ἀνεθεματίσαμεν, καὶ τὸν τούτων πατέρα, πάντῃ τῆς ἐπισκοπικῆς ἀξίας ἠλλοτριώσαμεν.» Σκοπεῖτε δή! Ἐγγράφως τὰ περὶ τῆς ἐνσωματώσεως τοῦ Σωτῆρος, ὡς ἂν φαῖεν οἱ Πατέρες, ἐξέθηκε Νεστόριος, ἐγγράφως τὸν ἴσον τρόπον ἐξέθηκεν ὅτι οὐκ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπὶ τῆς συνόδου καὶ τοῦτο κἀκεῖνο οἱ Πατέρες, καὶ ἀνέγνωσαν καὶ βασάνῳ δεδώκασι.

Καὶ τὸ μέν, ἔστι δόγμα θεολογικόν, ἐκεῖνα δέ, περὶ τὴν οἰκονομίαν. Καὶ ἀμφότερα δέ, ἀσεβῆ ὡς ἂν φαῖεν Λατῖνοι, καὶ τοὺς Πατέρας δὲ τῆς γνώμης τῆς ἐκείνων ἂν εἴποιεν εἶναι· οὐ γὰρ δὴ μεθ’ ἡμῶν γε τούτους εἶναι ἐροῦσι. Πῶς οὖν ἐν ταῖς ἀποφάσεσιν ἀποδιαιροῦντες οἱ Πατέρες τὰ τῆς θεολογίας ἀπὸ τῶν τῆς οἰκονομίας, ταῦτα μὲν ἀσεβῆ καλοῦσιν, ὅτι δὲ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὔκ ἐστι, τοῦτο δὲ τοῖς ὑγιέσιν ἐνέταξαν, ἢ δῆλον, ὡς τὸ μέν, ἀληθὲς ᾔδεσαν, τὰ δέ, τῆς ἐναντίας μοίρας;

Ἔτι πρὸς Νεστόριον γράφων ὁ μακάριος Κύριλλος, ὁ τῆς ἁγίας ταύτης συνόδου καθηγεμών, μετὰ τῆς συνόδου τῶν ἐν Αἰγύπτῳ καὶ τῶν ἐν τῇ Ῥώμῃ, τρίτη δέ ἐστιν αὕτη πρὸς ἐκεῖνον ἐπιστολή, φησίν: «Ἀλλὰ γὰρ ἀκόλουθον ἐγγράφως καὶ ἐνωμότως ὁμολογῆσαι ὅτι ἀναθεματίζεις μὲν τὰ σαυτοῦ μιαρὰ καὶ βέβηλα δόγματα, φρονήσεις δὲ καὶ διδάξεις ἃ καὶ ἡμεῖς ἅπαντες οἱ κατὰ τὴν Ἑσπέραν καὶ τὴν Ἑῴαν ἐπίσκοποι καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι.» Καταλέξας δὲ πάντα κατὰ μέρος ἐν κεφαλαίοις δυοκαίδεκα ἅπερ αὐτὸν ἀπαιτοῦσι καὶ φρονεῖν καὶ διδάσκειν, περὶ τὰ τέλη τῆς ἐπιστολῆς καὶ τοῦτο προστίθησι· «Τούτοις ἅπασι τὴν σὴν εὐλάβειαν συναινέσαι χρὴ καὶ συνθέσθαι δίχα λόγου παντός· ἃ δέ ἐστιν ἀναγκαῖον ἀναθεματίσαι τὴν σὴν εὐλάβειαν, ὑποτέτακται τῇδε ἡμῶν τῇ ἐπιστολῇ.» Κεφάλαια δὲ καὶ ταῦτα εἰσίν, ἴσα τὸν ἀριθμὸν κατὰ τῆς Νεστορίου λύττης ἱστάμενα, ὧν οὐδὲν περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος, ἀλλὰ πάντα περὶ τὴν τοῦ Σωτῆρος οἰκονομίαν. Εἰ δὲ μήτε διδάσκοντες Νεστόριον μήτ’ αὐτὸν κρίνοντες μήτε κατ’ αὐτοῦ ψηφιζόμενοι μήτε τοῦτον ὡς φίλον ἀνακαλούμενοι φαίνονται, μηδὲν ἐκείνῳ περὶ Θεολογίας μεμφόμενοι, πῶς ἐστι δίκαιον τὴν ἐναντίαν τῶν Πατέρων ἰέναι καὶ πόλεμον εἰκῆ καὶ μάτην κατὰ τῶν ἁγίων Πατέρων ἐγείρειν ἀκήρυκτον;

Εἰ μὲν γὰρ ἀναθέματος ἄξιον τὸ δοξάζειν μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διατί καὶ τοῦτο λέγοντα Νεστόριον οὐκ ἀπῄτησεν ἡ σύνοδος ἀναθεματίσαι, ἐκθεμένη κατὰ μέρος ἅπερ ἐκεῖνον ἀναθεματίσαι ἐχρῆν; Εἰ δὲ ὑγιές, οὐδὲ ἔστιν εἰπεῖν ὅσος ὁ κίνδυνος τοῖς ἀφορμὰς σκανδάλων κατὰ τῆς εὐσεβείας ἐγείρουσιν.

Ὅτι δὲ ὑγιές, ἔδειξε τοῦτο καὶ τῶν οἰκουμενικῶν συνόδων ἡ ἕκτη. Μνησθεῖσα γὰρ τῆς ἐπιστολῆς ταύτης τοῦ μακαρίου Κυρίλλου ἐν τῇ ἑνδεκάτῃ τῶν πράξεων αὐτῆς, φησίν: «Ἐξαιρέτως δεκτὰς εἶναι τὰς πρὸς Νεστόριον τὸν θεοστυγῆ καὶ θεήλατον συνοδικὰς ἐπιστολάς· τήν τε δευτέραν καὶ τρίτην τοῦ ἁγίου Κυρίλλου, ᾗ καὶ τὰ δυοκαίδεκα συνῆπται κεφάλαια, πᾶσαν τὴν Νεστορίου κακόνοιαν, ἀποστόλων ἁγίων ἰσαρίθμοις κατέφλεξεν ἄνθραξιν.» Εἰ δὲ τὰ δώδεκα ἐκεῖνα κεφάλαια, ὡς ἡ σύνοδος λέγει, πᾶσαν τὴν Νεστορίου κακόνοιαν τῆς ἐκκλησίας ἐκβάλλουσι, πάντα δὲ ἐκεῖνα περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸν λόγον ποιοῦνται καὶ οὐδὲν ἐκεῖ περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, πῶς οὐ δῆλον ὡς τὸ μὴ εἶναι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ οὐ Νεστορίου διεστραμμένον δόγμα οὐδὲ καινοτομία τῆς ἐκείνου μανίας ἀλλὰ τῆς ἀρχαίας τῶν Πατέρων θεολογίας ἡ δόξα;

Χωρὶς δὲ τούτων, ὁ λέγων καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, δειναῖς καὶ ἀπαραιτήτοις αἰτίαις ἐνέχεσθαι λέγει τοὺς μακαρίους Πατέρας, καὶ οὐ διδασκάλους οὐδὲ ποιμένας ἀλλὰ ἀνδροφόνους δή τινας καὶ μιαροὺς καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθρούς. Εἰ γὰρ ἤκουσαν, ὥσπερ οὖν καὶ ἤκουσαν, ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἐκπορεύεται, τοῦτο δέ ἐστι ψεῦδος καὶ περὶ τὴν πίστιν πλημμέλεια, οἱ δέ, σιωπῇ τὸν λόγον ἤνεγκαν, πῶς οὐχὶ τὰ εἰρημένα ἀκούειν δίκαιον; Ἀλλ’ οὐ τοιοῦτοι οἱ μακάριοι ἐκεῖνοι. Τί γάρ φησιν ὁ θεῖος Κύριλλος ἐπιστέλλων Νεστορίῳ; «Πῶς οὖν ἔνι σιωπῆσαι πίστεως ἀδικουμένης καὶ τοσούτων διεστραμμένων; ἢ οὐ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ; οὐκ ἀπολογησόμεθα τῆς ἀκαίρου σιωπῆς ἕνεκα, καίτοι γε τεταγμένοι παρ’ αὐτοῦ πρὸς τὸ λέγειν ἃ δεῖ;». Καὶ πάλιν ἐν ἑτέρᾳ ἐπιστολῇ πρὸς τὸν αὐτόν: «Πίστεως γὰρ ἀδικουμένης, ἐῤῥέτω μὲν ὡς ἕωλος καὶ ἐπισφαλὴς ἡ πρὸς γονέας αἰδώς· ἠρεμείτω δὲ καὶ ὁ τῆς εἰς τέκνα καὶ ἀδελφοὺς φιλοστοργίας νόμος, καὶ τοῦ ζῆν ἀμείνων ἔστω λοιπὸν τοῖς εὐσεβέσιν ὁ θάνατος, ἵνα κρείττονος ἀναστάσεως τύχωσι κατὰ τὸ γεγραμμένον.» Καὶ πρὸς τὸν βασιλέα Θεοδόσιον ὁ αὐτὸς ἐπιστέλλων φησίν:

Ἀπὸ τῶν πρακτικῶν τῆς τρίτης συνόδου, λόγος ἑκατοστὸς ἔνατος. Ἡ ἀρχὴ τῆς ἐπιστολῆς: “ἡ μὲν θεία καὶ ἀκήρατος τῶν ὅλων κατεξουσιάζουσα φύσις”: «Καὶ τῶν ἱερέων δὲ ἕκαστος, ἐπειδὴ τέθειται παρὰ Θεοῦ σκοπός, εἰ μὲν ἀπαγγέλοι τοῖς ὑπὸ χεῖρα λαοῖς, τὸ πεφυκὸς ἀδικεῖν, στεφάνου πρόξενον ἑαυτῷ τὸ χρῆμα ποιήσεται· περιπεσεῖται δὲ πάλιν τοῖς ἐκ τῆς θείας ὀργῆς ἐπισυμβαίνουσι κακοῖς, ἀδικήσας οὐ μετρίως ταῖς σιωπαῖς τὸ ταῖς παρ’ αὐτοῦ φωναῖς εἰς ὀρθότητα διοικούμενον.» Καὶ πάλιν ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς: «Τίνα γὰρ ἐπήρτησε δίκην τοῖς σιωπῶσι Θεός; τὸ αἷμα, φησίν, ἐκ τῆς χειρός σου ἐκζητήσω.» Ἤκουσας τί φησιν ὁ μακάριος Κύριλλος, ὁ τῆς ἁγίας ταύτης συνόδου καθηγεμὼν κατὰ τῶν σιωπώντων ἀδικουμένης τῆς πίστεως, τῷ Νεστορίῳ τολμηθέντων ἕνεκεν τοὺς λόγους ποιούμενος; Ἢ τοίνυν ὑγιὲς τὸ δόγμα καὶ οὐκ ἐκπορεύεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καὶ παύσασθε πρὸς οἰκουμενικὴν σύνοδον ἀντιλέγοντες, ἤ, εἰ ψεῦδος τὸ τοιοῦτον, ἔνοχοι πάντως οἱ τῆς εὐσεβείας προστάται, τοῖς ἐκ τῆς θείας ὀργῆς πειρατηρίοις ἐπισυμβαίνουσιν, ὡς αὐτοί φασι, καὶ ἀπολογήσονται τῷ κριτῇ τῆς ἀκαίρου σιωπῆς ἕνεκεν καὶ τὸ αἷμα τῶν ἀπολλυμένων ψυχῶν ἐκ τῶν χειρῶν ἐκείνων ἐκζητηθήσεται.

Ἀλλ’ οὐκ ἂν καταδέξαιτο ταῦτα Κύριλλος. Φησὶ γὰρ ἐν τοῖς πρακτικοῖς τῆς τρίτης συνόδου, περὶ Νεστορίου τοὺς λόγους ποιούμενος: Κεφάλαιον κβʹ. «“Οὐ γὰρ μὴ δώσω ὕπνον κατὰ τὸ γεγραμμένον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου”, ἕως οὗ ἀγωνίσομαι τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ἀγῶνα.» Καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ κεφαλαίου: «Σκοπὸς γάρ μοι διὰ τὴν εἰς Χριστὸν πίστιν, καὶ καμεῖν καὶ ὑποστῆναι πᾶν ὁτιοῦν τῶν νομιζομένων εἶναι δεινῶν ἐν βασάνοις, ἕως οὗ καὶ τὸν ἡδύν μου διὰ τοῦτο ὑπομείνω θάνατον.» Εἰ δὲ τοιαῦται μὲν αἱ τῶν ἁγίων ψυχαί, τοιοῦτος δὲ κίνδυνος κατὰ τῶν σιωπώντων πίστεως ἀδικουμένης ἠπείληται, οὐκ ἀναισχυντία σαφὴς βλασφημίαν καλεῖν τὸ μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς ἁγίους ἐκείνους οἴεσθαι καὶ ἀκοῦσαι ταύτην καὶ ὁμαλῶς ἐνεγκεῖν;

Ἔτι τίνος χάριν διττῆς οὔσης περὶ τῆς τὸν μονογενῆ βλασφημίας, ὡς ἂν φαῖεν Λατῖνοι, τῆς μέν, ὅτι ἐξ αὐτοῦ τὸ Πνεῦμα οὐκ ἐκπορεύεται, τῆς δέ, ὅτι οὐ καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν· καὶ τῆς μέν, οὔσης περὶ τὴν ἐκείνου θεότητα, τῆς δέ, περὶ τὴν οἰκονομίαν τὴν αὑτοῦ, ἀμφότερα ἐν τῇ συνόδῳ διαῤῥήδην λέγοντος Νεστορίου δι’ ὧν γράφει, περὶ μὲν τῆς εἰς τὴν οἰκονομίαν τοσοῦτον οἱ Πατέρες κατ’ ἐκείνου ἐῤῥύησαν, ὥστε δι’ αὐτό γε τοῦτο καὶ θάνατον ἐπὶ ξένης εἵλοντο καὶ δρόμους τοσούτους ἤνυσαν καὶ βιβλία τοσαῦτα κατέλιπον, καὶ συκοφαντίας ἠνέσχοντο, περὶ δὲ τῆς ἑτέρας, ἣ καὶ μείζων καθέστηκεν, εἴπερ μείζων ἀνθρώπου Θεός, οὐδὲ βραχύ τι φροντίσαι δέον ἐνόμισαν; Τοῦτο γὰρ αἰνίγματι παραπλησίον. Εἰ μὲν γὰρ ἀδιάφορον τὸ οὕτως ἢ ἐκείνως φρονεῖν, τίς ἡ τοσαύτη περὶ τὸ ἔλαττον ἡ σπουδή; Εἰ δὲ τοῦτο οὐδ’ ἂν Λατῖνοι φαῖεν, οὐδὲ γάρ ἐστι σῴζεσθαι, μὴ τῆς πίστεως ὑγιῶς ἐχούσης, λεγέτωσαν αὐτοὶ τὴν αἰτίαν τῆς σιωπῆς καὶ τοῦ χάριν. Περὶ μὲν τῶν ἐλαττόνων τοσαύτην εἰσέφερον τὴν σπουδήν, περὶ δὲ τῶν μεγίστων, οὐδ’ ἡντινοῦν; καὶ ταῦτα τοῦ Κυρίου λέγοντος, κατὰ μὲν τοῦ βλασφημήσαντος εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου συγγνώμην εἶναι—τοῦτο δὲ εἶπε τὴν οἰκονομίαν αἰνιττόμενος— τῷ δὲ κατὰ τοῦ Πνεύματος πεπαρῳνηκότι, μὴ εἶναι ἀνοχάς, τὴν θεότητα ὑποδηλῶν τὴν αὑτοῦ!

Οὐ μήν, ἀλλ’ εἰ μὲν ἐν ταῖς ἄλλαις τῶν οἰκουμενικῶν συνόδων ἔχουσι δεικνύναι δόγμα διάστροφον, παῤῥησίᾳ μὲν κηρυχθέν, σιωπῇ δὲ δοθέν, ἡγείσθω μὲν ἐκεῖνο, τοῦτο δὲ μετ’ ἐκεῖνο. Εἰ δὲ τοῦτο οὐκ ἂν ἔχοιεν δεῖξαι, ἀλλ’ οὐδ’ αὐτὸν οἶμαι τὸν διάβολον τὰ τοιαῦτα ἐρεῖν, διατί περὶ μόνης ταύτης ἔστι τἀναντία ψηφίζεσθαι; καὶ τὴν αὐτήν, καὶ ἁγίαν καὶ οἰκουμενικὴν ἡγεῖσθαι, καὶ τὸ γνώρισμα τῶν οἰκουμενικῶν συνόδων ἀπ’ αὐτῆς ἀφαιρεῖν; ἔθους γὰρ κεκρατηκότος πόῤῥωθεν ἐν ταῖς οἰκουμενικαῖς τῶν συνόδων, τὰ μὲν ὑγιᾶ τῶν δογμάτων ἀκίνητα ἐᾶν, τὰ δὲ μὴ οὕτως ἔχοντα, πάντα ἐξελέγχειν καὶ γραφικαῖς ἀνάγκαις καὶ δημοσίαις ἀποκηρύξεσι καὶ τοῖς ἄλλοις ἐπιτιμίοις. Οὐ δίκαιοι ἂν εἶεν Λατῖνοι ταύτης μόνης ῥαθυμίαν καταγινώσκειν ἣν ἐκεῖνοι τοσοῦτον διὰ τὸν Θεὸν ἀπεώσαντο ὡς καὶ τὸν θάνατον ὡς αὐτοί φασι διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν νομίζειν ἡδύν.

Πῶς δὲ οὐχ ὑπέρδεινον, τὴν μὲν μακαρίαν ταύτην σύνοδον οὕτω περὶ τῆς εὐσεβείας φροντίσαι ὡς καὶ τὰ Πελαγίου καὶ Κελεστίου πονηρότατα δόγματα τῆς ἐκκλησίας ἀπελάσαι περὶ ὧν οὐ προκείμενον ἦν αὐτῇ, οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς ἄλλης ἐκκλησιαστικῆς εὐταξίας ὅση περὶ τὸ βῆμα οὐ τὴν τυχοῦσαν θέσθαι φροντίδα, δοκιμάσαι δὲ καὶ τῶν παρὰ Νεστορίου τῆς ἱερωσύνης ἀπελαθέντων οὕτω τὴν δίκην ὡς μήτε πάντας ἁπλῶς ἐπὶ τὸν θρόνον ἀναγαγεῖν μήτε πάντων γυμνωθέντων εἰκῆ καὶ μάτην ὑπεριδεῖν, καὶ Ῥηγίνου δέ τινος καὶ Ζήνωνος καὶ Εὐαγρίου ἐπισκόπων ἀδικουμένων μὴ ἀνασχέσθαι σιγῇ ἀλλὰ πάντα μετὰ προσήκοντος ὁρίσαι τοῦ σχήματος, τὸν δὲ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος λόγον παρὰ Νεστορίου διαστραφέντα, ὡς ἂν αὐτοὶ φαῖεν Λατῖνοι, σιωπῇ παρελθεῖν! καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον;

Ἀλλὰ τί πρὸς ταῦτα φασί; [Ἔνστασις:] Νεστορίου δόξα μὴ ἔχειν τὸ Πνεῦμα τὴν ὕπαρξιν ἐξ Υἱοῦ, πιστεύειν δὲ ἐκείνῳ ποῦ δίκαιον; [Λύσις:] Οὐκ ἀναγκαῖος ὁ λόγος. Φησὶ γὰρ ὁ θεῖος Κύριλλος πρὸς Εὐλόγιον γράφων ὡς «οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοὶ φεύγειν καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς.» Οὐ μήν, ἀλλὰ καὶ ἐν τῇ ἐκθέσει περὶ ἧς ὁ λόγος, οὐκ εἶπε μόνον Νεστόριος, μὴ ἔχειν τὸ Πνεῦμα τὴν ὕπαρξιν ἐξ Υἱοῦ, ἀλλὰ καὶ πιστεύειν εἰς ἕνα Θεὸν καὶ ὅτι ὁ Πατὴρ ἐξ ἀιδίου Πατὴρ καὶ ὅτι ὁ Υἱὸς τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ Πατρὶ καὶ τὸ Πνεῦμα δὲ ὡσαύτως καὶ ὅτι τὸ Πνεῦμα οὐκ ἔστιν Υἱός. Εἰ δὲ ὅτι Νεστόριος ταῦτα εἶπε, διὰ τοῦτο γε αὐτὰ καὶ νόθα νομιοῦμεν, οὐ πόῤῥω πάσης ἀσεβείας τὸ καθ’ ἡμᾶς. Ὥστε οὐκ ἀναγκαῖος ὁ λόγος ὅτι τοῦτο εἴρηκε Νεστόριος, τῶν ἀτόπων εἶναι, οὐδὲ μὴν ὅτι γε εἶπε, διὰ τοῦθ’ ὑγιές—μαίνοιτο γὰρ ἄν τις, εἰ τοῦτο γε ἀξιοῖ—ἀλλ’ ἀληθὲς ἐξ ἀνάγκης, ὅτι τῶν θείων ἔτυχε ψήφων, εἴπερ ἡ τῶν Πατέρων ἐκείνων γνώμη ψῆφος Θεοῦ, ὅτι οὐ Νεστόριος τῆς τοιαύτης δόξης καθηγεμών. Πάντων γὰρ τῶν ἐκείνῳ δοκούντων, τοῦτον τὸν τρόπον παραδοθέντων τῷ ἀναθέματι, τοῦτο γε ἄμεινον ἔδοξεν ἢ τοιαῦτα παθεῖν, ὅτι τῶν τῆς ἀσεβείας δογμάτων ὅσα γε εἰς χεῖρας ἦλθε τῶν συνόδων τῶν οἰκουμενικῶν, τοῦτο γε ὑπερέσχε μηδενὸς τῶν οὕτως ἐχόντων τὴν ἐπιτιμίαν διαφυγόντος.

Οὐκ ἂν οὐδὲ τοῦτο κατὰ πᾶσαν ἀνάγκην, εἴπερ τοῖς ἄλλοις παραπλήσιον ἦν τῶν διαιτητῶν ἐκείνων, τὰ περὶ Θεοῦ μετὰ τοῦ Θεοῦ διαιτώντων. Ὥστε οὐχ ἱκανὸν ἅμα τε Νεστόριον εἰπεῖν, καὶ τοῦ δόγματος ἀργίαν καταγινώσκειν, ἀλλὰ δεῖ λέγειν, ὡς Νεστόριος μὲν εἶπεν ἐπὶ συνόδου, ἡ σύνοδος δὲ κατέγνω τῆς δόξης, οὕτως ἐχούσης ἔθος ἀεὶ ποιεῖν, ὅταν γε οὐ πρὸς εὐσέβειαν λέγει τίς. Ἄλλως τε καὶ οὐδενὸς ἕνεκεν ἑτέρου συνιούσης, ὡς αὐτή φησι περὶ ἑαυτῆς, ἢ παραβαλεῖν τὰ παρὰ Νεστορίου λεγόμενα πρὸς τὴν ἀρχαίαν τῶν Πατέρων θεολογίαν. [Ἔνστασις:] Ἀλλ’ οὐδ’ ἐπῄνεσε, φησίν, ἡ σύνοδος τὸν λόγον ὅς φησι μὴ εἶναι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. [Λύσις:] Ἀλλ’ ἐπῄνεσεν, ὡς δέδεικται, ἐν οἷς διεῖλε τὸν λόγον, τὰ μέν, τῷ ἀναθέματι δοῦσα, τοῖς δέ, τὸ παράπαν οὐκ ἐνοχλήσασα. Ἔπειτα δέδεικται τῶν Νεστορίῳ δοκούντων ἐκεῖνα πονηρότατα, ὅσα περὶ τὴν οἰκονομίαν· τοῦτο δὲ θεολογίας, οὐκ οἰκονομίας τὸ δόγμα. Εἰ δὲ ἔπαινον λέγεις τὸ περὶ ἑκάστου τῶν λεγομένων ψηφίζεσθαι ὑγιῶς ἔχειν, οὐκ ἔθος τοῦτο ταῖς ἁγίαις συνόδοις οὐδὲ αὐτῇ ταύτῃ περὶ ἧς ὁ λόγος· δῆλον δέ· πολλὰ γὰρ εἰπόντος Νεστορίου περὶ θεότητος εὖ καὶ καλῶς, ἢ δειξάτωσαν ἐφ’ ἑκάστῳ τοὺς ἐπαίνους ἢ διαγραψάτωσαν ὡς μὴ καλῶς εἰρημένα.

Ἄλλωστε, οὐδ’ ἡμεῖς γε ἀπαιτοῦμεν Λατίνους ὅταν λέγωμεν οὐκ ἐκπορεύεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἢ ὁ Πατὴρ ἐξ ἀιδίου Πατὴρ ἢ ὁ Υἱὸς τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ Πατρὶ ἢ τὸ Πνεῦμα οὐκ ἔστιν Υἱός, ἢ σιωπὴν καὶ αὐτοὺς ἄγειν ἑπομένους τῇ ἁγίᾳ συνόδῳ καὶ καθόλου τοῦτο τηρεῖν πρὸς πάντα λόγον ἐκκλησιαστικὸν καὶ πρὸς πᾶν θεολογικὸν πρόβλημα, ἀντιλέγειν μὲν οἷς καὶ ἡ σύνοδος ἀντιλέγειν ἐγνώκει, σιωπᾶν δὲ καὶ μὴ ἀντιλέγειν μηδὲ κινεῖν πρὸς ἃ καὶ αὐτὴ σιωπὴν ἐπῄνεσεν· ἐξετάζειν, εἴ γε καιρὸς καλοίη, ἅπερ οὐδέποτε πρὸς ἀκοὰς ἦλθε τῶν μακαρίων ἐκείνων. Καὶ οἶμαι τὸ ταῦτα τηρεῖν τηρούντων ἐστὶ τὴν ἀλήθειαν. [Ἔνστασις:] Ἀλλ’ οὐ συνῆλθε, φησίν, ἡ σύνοδος ὥστε δοκιμάσαι προηγουμένως περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος, ἀλλὰ περὶ τῆς οἰκονομίας μόνον ἦν ἡ σπουδή· ταύτῃ τοι, καὶ τὸν περὶ τοῦ Πνεύματος παρέλιπον λόγον· τοῦτο δὲ ἔθος κἀν ταῖς ἄλλαις συνόδοις ἐστί. [Λύσις:] Ψεῦδος τὸ τοιοῦτον. Τοὐναντίον γὰρ ἅπαν ἔστιν ἰδεῖν. Φησὶ γὰρ ἡ ἁγία σύνοδος αὕτη πρὸς τοὺς βασιλέας Ῥωμαίων γράφουσα: «Ἐπειδὴ δὲ λοιπὸν ἐλίπετο δοκιμασθῆναι τὰ δόγματα τὰ κηρυχθέντα παρὰ τοῦ θαυμασιωτάτου Νεστορίου, οὐ γὰρ ἄδηλα ἦν ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ διαῤῥήδην κηρυττόμενα, καὶ ἐν βιβλίοις καὶ ἐν ταῖς δημοσίαις διαλέξεσιν ἐκβοώμενα.»

Ὁρᾷς ὡς πάντα τὰ παρὰ Νεστορίου λεγόμενα τὴν παρὰ τῶν ἁγίων ἐδέξαντο βάσανον, ὧν ἓν καὶ τὸ μὴ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἔπειτα ψεύδους μὲν ὄντος ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐστί, ψεύδους δὲ ὡσαύτως καὶ ὅτι οὐ τὴν ἀνθρωπίνην φύσιν καθ’ ὑπόστασιν ὁ τοῦ Θεοῦ Λόγος ἀνείληφε, διατί, τοῦ μὲν ἑνὸς ἕνεκεν συνῆλθον, περὶ τοῦ ἑτέρου δέ, οὐδαμῶς; Εἰ μὲν γὰρ ἀκίνδυνον τὸ ἕτερον, εἰπάτωσαν. Εἰ δὲ ἀμφότερα πρὸς θάνατον φέρει, μάταιος ἡ σπουδή, τοῦ ἑνὸς ἀρκοῦντος πρὸς θάνατον. Ἔπειτα, διατί περὶ τῆς οἰκονομίας μόνον συνῆλθον; Πότερον, ἵνα τὸν περὶ ταύτης λόγον ἁπλῶς, ὡς πρόβλημά τι παρεμπεσὸν διεξέλθωσι, καὶ τούτου πλέον οὐδέν, ἢ ὡς ἂν αὐτοὶ φαῖεν, ἵνα μὴ περιίδωσι πίστιν ἀθετουμένην ὀρθήν, τρέμοντες ἅμα καὶ τὴν τοῦ Θεοῦ δίκην, τῆς ἀκαίρου σιωπῆς ἕνεκεν; Εἰ δὲ τοῦτο γε ἀληθές, ψεῦδος τὸ περὶ τὴν οἰκονομίαν μόνον ἐκείνοις τὴν σπουδὴν εἶναι. (Σχόλιον ἐν τῇ πρὸς βασιλέας ἐπιστολῇ) Πῶς δέ ἐστι λόγον σῷζον, νῦν μὲν διὰ τὴν τῶν ἀνθρώπων ὡς αὐτοί φασι σωτηρίαν, τοσοῦτον ὑπομένειν τοὺς ἁγίους ἐκείνους κάματον, ὡς καὶ πολλοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθανεῖν, νῦν δὲ περιορᾶν τούτους ἐν μέσῃ τῇ πλάνῃ, καὶ ταῦτα δυναμένους λόγῳ θεραπεῦσαι τὸ πάθος;

Πρὸς Θεοῦ δέ, εἴ τις ἰατρὸν καλέσας ἐπὶ θεραπείᾳ τοῦ ὀφθαλμοῦ, ὁ δὲ ἐλθὼν τῷ μὲν ὀφθαλμῷ μεταδοίη τῆς τέχνης, τὴν δὲ διαβοσκομένην τὸν ἐγκέφαλον σηπεδόνα οὐκ ἀγνοήσας καὶ μάλα ἐκεῖνον ἀθλίως ἔχοντα περιίδοι, δυνάμενος κἀκεῖνον τοῖς ἐκ τῆς τέχνης φαρμάκοις ἀναλαβεῖν, οὐκ ἄρα τοῦτον δήμιον ἀντὶ ἰατροῦ προσερεῖς; ἢ νομίζεις ἀρκέσειν πρὸς ἀπολογίαν ἐκείνῳ ὡς τῆς ὀφθαλμίας χάριν ἐκλήθη; Καὶ ὁ μὲν νόμος τὸν Ἑβραῖον μὴ ἁπλῶς κελεύει παρέρχεσθαι κτήνους καταπεσόντος, αὐτοὶ δὲ ἀποστολικὸν ἀγῶνα τρέχοντες, ἤνεγκαν ἂν δόγμα διάστροφον σιωπῇ παρελθεῖν; Πῶς δὲ ἀμφότερα Νεστορίου λέγοντος ὅτι τε ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὔκ ἐστι καὶ ὅτι ὁ Χριστὸς ψιλὸς ἄνθρωπος, συνῆλθον μὲν ἐπὶ τῷ ἑνί, ἐπὶ τῷ ἑτέρῳ δὲ οὐ συνῆλθον;

Οὐ γὰρ ὡδὶ μὲν ἐμίσουν τὸ ψεῦδος, ὡδὶ δὲ ἀπεδέχοντο. Αὐτὸ δὲ τὸ λέγειν ἐπὶ τῷ ἑνὶ συνῆλθον, δείκνυσι τὸν ἡμέτερον λόγον ὡς ἀληθής. Ἦ γὰρ ἂν καὶ περὶ τοῦ ἑτέρου συνῆλθον τὴν βλασφημίαν ἐλέγξοντες, εἴ γε τὸ δόγμα ἐπιτιμίας ἄξιον ἤδεσαν. Μαρτύριον δὲ τοῦ λόγου, τῶν οἰκουμενικῶν συνόδων ἡ πέμπτη. Πολλῶν γὰρ ὄντων ἐν οἷς οἱ περὶ Ὠριγένην οὐ πρὸς εὐσέβειαν ἔλεγον, πάντων ἕνεκεν καὶ συνῆλθε καὶ τῷ βαράθρῳ παρέδωκε. Τοῦτο καὶ ἡ κατὰ μασσαλιανῶν σύνοδος ποιήσασα φαίνεται· ἐπὶ πολλοῖς γὰρ αὐτοὺς φωράσασα βλασφημοῦντας, ἐπὶ πᾶσιν ὡς εἰκὸς ἀπεκήρυξεν. [Ἔνστασις:] Ἀλλ’ ἔθος ἐστὶν ἐν ταῖς οἰκουμενικαῖς τῶν συνόδων, περὶ ὧν ἡ πρόθεσις ἐξ ἀρχῆς, περὶ τούτων μόνον ποιεῖσθαι τοὺς λόγους. [Λύσις:] Ψεῦδος καὶ τοῦτο, ὦ βέλτιστε! Οὐ γὰρ περὶ τούτων μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν ἀναφυέντων τὸ δέον ὁρίζουσι. Καὶ δῆλον ἐκ τῆς συνόδου ταύτης περὶ ἧς ὁ λόγος νυνί· ταύτῃ γὰρ περὶ πολλῶν ἐμέλησεν ὡς ἐδείξαμεν, καὶ ὅρον ἐπὶ πᾶσιν ἐξήνεγκε, καίτοι γε περὶ τῶν Νεστορίῳ τολμηθέντων ἡ πρόθεσις ἐξ ἀρχῆς.

Τοῦτο δὲ καὶ περὶ τὰς ἄλλας ἔστιν ἰδεῖν· αὐτίκα τῆς πρώτης συνόδου περὶ τῆς τοῦ μονογενοῦς δόξης συνιούσης, ἐπειδὴ ὁ περὶ τοῦ ἁγίου Πνεύματος προεβλήθη λόγος καὶ τοὺς περὶ Ἄρειον βλασφημοῦντας ἤκουσαν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐ κατεδέξαντο τὴν καινοτομίαν οὐδ’ ὑπ’ ὀδόντας ταύτης κατέγνωσαν, ὡς ἄν τις εἴποι, περὶ ἄλλων ὄντων τῶν λόγων, ἀλλὰ καὶ περὶ τῆς τοῦ Πνεύματος θεότητος, τὰ εἰκότα ἐθεολόγησαν, καὶ περὶ τοῦ Πάσχα δὲ ἀξίως ὥρισαν ἑαυτῶν· καὶ πολλῶν ἑτέρων νομοθέται κατέστησαν ὅρους ἐπὶ πᾶσιν ἐκθέμενοι. Καὶ ἡ δευτέρα δὲ ὡσαύτως οὐ τὰ περὶ τοῦ ἁγίου Πνεύματος ἐξήτασε μόνον περὶ ὧν ἡ σπουδὴ ἀλλὰ καὶ περὶ πολλῶν ἄλλων εἰς θεολογίαν φερόντων· οὐ μὴν ἀλλ’ οὐδὲ μέχρι δογμάτων τὴν προθυμίαν τὴν ἑαυτῶν ἔστησαν, ἀλλὰ καὶ τῆς ἄλλης ἐκκλησιαστικῆς φροντίζουσι τάξεως καὶ κανόνας εἰς τοῦτο φέροντας γράφουσιν. Εἰκότως! Θεῷ γὰρ ζῶντι λατρεύοντες, οὐχ ἱκανὸν ἡγοῦντο δογμάτων μὲν ὑγιαίνειν ἕνεκεν, τὴν δὲ πολιτείαν νοσεῖν· νεκρὰν γὰρ τὴν τοιαύτην πίστιν ἡγοῦνται καὶ ἥκιστα Θεῷ ζῶντι πρέπουσαν. Ἡ προθυμία δὲ αὐτοῖς καὶ εἰς τὸν δεῖνα καὶ τὸν δεῖνα διέβη· καί τις τὴν ἀδικίαν ἀνακλαυσάμενος τὴν αὐτοῦ, καὶ φωνὴν γοερὰν προέμενος ἐπ’ αὐτῶν, τοῦ δυστυχεῖν ἐπαύσατο καὶ τὰ αὑτοῦ κομισάμενος ἐπανῆκεν.

Ὥστε οὐ δίκαιοι ἂν εἶεν Λατῖνοι εἰκῇ καὶ μάτην εἰς λόγους ἰέναι καὶ ἀγνοεῖν προσποιεῖσθαι, τῶν πραγμάτων οὕτως ἀντιβοώντων. [Ἔνστασις:] Ἀλλ’ ὁ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος λόγος οὔπω τισὶν εἰς βλάβην ἐξέβη, καὶ τούτου γε ἕνεκεν οὐδὲ τῆς προσηκούσης φροντίδος ἠξίωται. [Λύσις:] Πρῶτον μὲν οὐκ ἀναγκαῖος ὁ λόγος. Ἴδοις γὰρ ἂν τὴν ἐκκλησίαν, σκοπούμενος ἐξ ἀρχῆς καὶ τῶν μετὰ ταῦτα, πολὺν ποιουμένην τὸν λόγον καὶ πόῤῥωθεν τὰς ῥίζας ἐκτέμνουσαν φόβῳ τῶν ἐκ τῆς ἀπάτης καρπῶν. Νοῦν γὰρ Χριστοῦ κατὰ τὸ γεγραμμένον ἔχουσα καὶ αὐτή, πάντως οὐκ ἀγνοήσει τὰ μετὰ ταῦτα δεινά. Ἔπειτα καὶ ψευδὴς ἡ ἔνστασις καὶ τὸ ἀληθὲς οὐδαμῶς μεθ’ ἑαυτῆς ἔχουσα φαίνεται. Ἐν γὰρ συμβόλῳ τὸν περὶ τῆς ἐκπορεύσεως λόγον τοῦ ἁγίου Πνεύματος οἱ Πατέρες ἤκουσαν ὅτι ἐκ τοῦ Πατρὸς καὶ ὅτι οὐκ ἔστιν ἐκ τοῦ Υἱοῦ, καὶ ὅτι πολλοὺς τῶν ἀπὸ Λυδίας ὁρμωμένων αἱρετικῶν ἐπιστρέψαι βουληθέντων ἐπὶ τὸ τῆς ἀληθείας φῶς, πεπείκασιν οἱ τὰ Νεστορίου φρονοῦντες καὶ συνθέσθαι τῷ τοιούτῳ συμβόλῳ καὶ ὑπογράψαι πιστεύειν κατὰ τὰ διειλημμένα ἐκεῖ καὶ οὐδὲν τῶν τοιούτων τὴν οἰκουμενικὴν διέλαθε σύνοδον. Δῆλον δέ. (

Ἀπὸ τοῦ πεντηκοστοῦ τρίτου κεφαλαίου, τῶν ἐν τῇ οἰκουμενικῇ τρίτῃ συνόδῳ πραχθέντων:) «Χαρίσιός τις ὀνόματι πρεσβύτερος καὶ οἰκονόμος γεγονὼς τῆς Φιλαδελφέων πόλεως ἁγίας ἐκκλησίας ἐδίδαξεν ὅτι τινὲς τῶν ἀπὸ Λυδίας ὁρμωμένων αἱρετικῶν ἠθέλησαν μὲν τὴν αὐτῶν ἀφεῖναι πλάνην, ἐπιστρέψαι δὲ πρὸς τὸ τῆς ἀληθείας φῶς καὶ μυσταγωγηθῆναι τὰ τῆς καθολικῆς ἐκκλησίας ὀρθά τε καὶ εὐσεβῆ δόγματα. Εἶτα δέον αὐτοὺς ἐπὶ τὴν ἀλήθειαν χειραγωγηθῆναι μειζόνως ἠπάτηνται· καὶ οἷον ἐκ βόθρου πεπτώκασιν εἰς χείρονα βόθρον. Ἐδίδαξε γὰρ ὅτι Ἀντώνιος καὶ Ἰάκωβος, πρεσβυτέρων ἔχοντες ὄνομα, κατῆλθον ἀπὸ Κωνσταντινουπόλεως ἐπιστολὰς ἔχοντες παραθέσεως παρὰ Ἀναστασίου καὶ Φωτεινοῦ συνόντων τῷ αἱρετικῷ Νεστορίῳ, καὶ αὐτῶν δὲ πρεσβυτέρων ἐχόντων ὄνομα, καὶ δέον τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν παράδοσιν τῆς πίστεως ἣν ἐξέθεντο κατὰ καιροὺς οἱ Πατέρες οἱ ἐν τῇ Νικαέων συνελθόντες παραθεῖναι τοῖς ἐκ πλάνης ἐπιστρέφουσιν ἐπὶ τὴν ἀλήθειαν καὶ ἀπὸ τοῦ σκότους εἰς φῶς ἔρχεσθαι ζητοῦσι, προσεκόμισαν ἔκθεσιν τινὰ δογμάτων ἀσεβῶν, ὡς ἐν τάξει συμβόλου συντεθειμένην καὶ ταύτην καθυπογράψαι τοὺς ἀθλίους ἐκείνους παρεσκεύασαν, πάντα τρόπον ἀσεβείας νικῶντες ἐν τούτῳ.

Ὑπὲρ δὲ σαφηνείας ἀκριβοῦς τῶν εἰρημένων ἐντέτακται ὁ ἐπιδοθεὶς λίβελλος παρὰ τοῦ μνημονευθέντος πρεσβυτέρου Χαρισίου καὶ ἡ τῆς ἀσεβοῦς ἐκείνης πίστεως ἔκθεσις ἡ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ μεθ’ ὑπογραφῆς τῶν ἠπατημένων.» Ὁρᾷς καὶ ἐνταῦθα τὴν σύνοδον μέχρι τίνος τὴν μέμψιν τῆς Νεστορίου διδασκαλίας ἵστησιν; Ἀσεβῆ γὰρ τὴν ἔκθεσιν τοῦ συμβόλου τῆς ἐκείνου πίστεως ὀνομάζουσα, περὶ τὴν ἐνανθρώπισιν εἶναι τὴν ἀσέβειαν καλῶς ποιοῦσα προσέθηκεν.

Ἴδοις δ’ ἂν καὶ ἄλλην οὐ μικρὰν ζημίαν ἀπὸ τοῦ συμβόλου τούτου γεγενημένην. Φασὶ γὰρ οἱ τῇ συνόδῳ δοθέντες παρὰ Χαρισίου λίβελλοι: (Ἀπὸ τοῦ αὐτοῦ κεφαλαίου τῶν Πρακτικῶν) «τὴν γὰρ Φιλαδελφέων πόλιν τῆς Λυδίας καταλαβών, ὁ Ἰάκωβος δηλαδή, καί τινας τῶν ἁπλουστέρων ἀπατήσας, κληρικοὶ δὲ οὗτοι, τὴν τῶν ἐν Νικαίᾳ ἁγίων Πατέρων ἔκθεσιν τῆς πίστεως ἐξουθενήσας, ἑτέρᾳ τινὶ πίστεως ἐκθέσει, μᾶλλον δὲ ἀπιστίας, καθυπογράψαι παρεσκεύασεν.

Καὶ δὴ τοῦτο πεποιήκασιν ὡς ἁπλούστεροι καθυπογράψαντες, ὅτι δὴ “ταύτῃ στοιχοῦμεν, φησί, τῇ ὀρθοδόξῳ πίστει”· ἥτις ἔκθεσις αἱρετικῆς οὖσα βλασφημίας πεπληρωμένη, ἔχουσά τε τὰς τῶν συναρπαγέντων ὑπογραφὰς σῴζεται, ἣν ἀξίως ἀναγνωσθῆναι ἐπὶ τῆς ὑμετέρας ὁσιότητος δέομαι πρὸς τὸ νοηθῆναι τὴν ὑπ’ αὐτῶν μελετηθεῖσαν τῆς ὀρθοδοξίας ἀνατροπήν.» Ἐνταῦθα σαφῶς ἡ τοῦ συμβόλου βλάβη οὐ πρὸς τοὺς ἔξω μόνον διέβη, ἀλλ’ ἤδη καί τινων τῶν ἐκ τῆς ἐκκλησίας καθίκετο. Οὐκ ἄρα πρὸς ἀλήθειαν ὁ λόγος ὅτι τὸ μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἄτοπον ὄν, οὐ διακέκριται τοῖς Πατράσιν, ὅτι μηδέπω εἰς βλάβην ἦλθε τισίν.

Ἄλλως τε πολλαχόθεν δειχθέντος ὡς ἡ σύνοδος πάντα ἀκούσασα καὶ τῇ βασάνῳ δοῦσα, ὡς αὐτή φησι, τὰ νόθα τῶν γνησίων ἀπέκρινε καὶ μετὰ τῶν ὑγιῶν ἐδέξατο μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὡς τὰ πονηρὰ Νεστορίου δόγματα πάντα περὶ τὴν οἰκονομίαν ἦσαν καὶ ὡς οὐκ ἂν οἰκουμενικὴ σύνοδος δόγμα διάστροφον σιωπῇ παρῆλθεν ἄν, ἡ μέχρι καὶ τῶν εὐτελεστάτων τὴν πρόνοιαν τὴν ἑαυτῆς πέμπουσα! Περιττὴ πάσης ἀντιλογίας πρόφασις, εἴ τις ἐθέλει τὸ δέον λογίζεσθαι.