ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΝ ΠΡΟΣ ΤΟ ΣΥΜΠΕΡΑΣΜΑ
ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΝ ΠΡΟΣ ΤΟ ΣΥΜΠΕΡΑΣΜΑ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
Ἀπὸ τῆς πράξεως τῶν ἐν τῇ στʹ συνόδῳ πραχθέντων.
Καὶ μὴν καὶ ἐκ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου καὶ δὴ καὶ τῆς ἑβδόμης, δεικτέον ἐστὶ τὸ ζητούμενον. Φησὶ τοίνυν ὁ πάπας Ἀγάθων μετὰ τῆς ἐν τῇ Ῥώμῃ συνόδου, ἐπιστέλλων πρὸς τοὺς βασιλέας Ῥωμαίων: «Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν, καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῆς διανοίας παραφυλακῇ παραφυλάξωμεν, πιστεύοντες εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτός, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον.» Ἡ μὲν οὖν ἐπιστολὴ τοιαῦτα φησίν.