Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Λόγοι πέντε περὶ τοῦ ἁγίου πνεύματος

Νεῖλος Καβάσιλας

Λόγος Δεύτερος: Η μαρτυρία του αγίου Διονυσίου Αρεοπαγίτου

Έναρξη του δεύτερου λόγου που προβάλλει την αποστολική και πατερική παράδοση. Η διδασκαλία του αγίου Διονυσίου αναδεικνύεται ως βασικό επιχείρημα για την αναγνώριση του Πατρός ως μόνης πηγής και ρίζας της θεότητος, καταρρίπτοντας τη λατινική καινοτομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 3 από 10

ΠΡΟΣ ΤΟ ΣΥΜΠΕΡΑΣΜΑ Η ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ὅτι δὲ καὶ ἡ τῶν ἀποστόλων παράδοσις πολεμίαν ἑαυτῆς ἡγουμένη τὴν τῶν Λατίνων καινοτομίαν μόνον τὸν Πατέρα προβολέα οἶδε τοῦ ἁγίου Πνεύματος, ἐντεῦθεν γένοιτ’ ἂν ἡμῖν γνώριμον. Φέρε γὰρ ἀπὸ τῶν τοῦ Κυρίου λόγων ἀρξάμενοι μετὰ τῆς γιγνομένης ἀκολουθίας τὰ τοῦ δόγματος δοκιμάσωμεν. Τοῦ Κυρίου τοίνυν ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ λέγοντος «ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται» καὶ δὴ καὶ τοῦ μακαρίου Παύλου ἐν τῇ πρὸς Κορινθίους πρώτῃ «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ», ζητήσωμεν πῶς εἴρηται ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται; ἆρ’ ὡς μηδενὸς ἀπαντῶντος δεινοῦ, εἴ τις καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγοι, ἢ ὡς μηδαμῶς τῆς καινῆς προόδου καὶ ἐπὶ τὸν Υἱὸν ἀναφερομένης; Γένοιτο δ’ ἂν τὸ τοιοῦτον δῆλον ἡμῖν εὑροῦσι πῶς μὲν οἱ μακάριοι ἀπόστολοι τὸν λόγον τοῦ Κυρίου ἐδέξαντο, πῶς δὲ αὐτοὶ τοῖς μαθηταῖς ἑαυτῶν προσεχῶς τὸν τοῦ μυστηρίου λόγον παρέδοσαν καὶ ὅπως πάλιν ἐκεῖνοι τὴν ἀκτῖνα τῆς εὐσεβείας πρὸς τοὺς δεομένους ἀφῆκαν, οὐδὲν προσθέντες, οὐδὲν ἀφελόντες ἐκ τῆς ἀρχαίας ἐκείνης θεολογίας, καὶ πῶς ποτε πρὸς αὐτὴν τὸ τῶν Λατίνων ἔχει γένος.

Οὗτοι μὲν οὖν, ἕως ἂν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγωσιν, οὐκ ἂν ἀρνηθεῖεν μὴ καὶ προβολέα τοῦτον λέγειν τοῦ ἁγίου Πνεύματος. Τοῦτο δὲ φαῖεν ἂν καὶ αὐτοὶ ἴσον δύνασθαι τῷ διακρίνεσθαι τὰ θεαρχικὰ ταῦτα πρόσωπα τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ. Κἄν τις αὐτοὺς ἔρηται πόθεν αὐτοῖς ἥκει τὸ τοιοῦτον τῆς διακρίσεως εἶδος, τὰς θείας γραφὰς αἰτίας πάντως ἀποκρινοῦνται ταύτης τῆς δόξης. Ἀλλὰ Διονύσιος καὶ Ἱερόθεος, οὗ τοὺς λόγους δεύτερα λόγια ἄνδρες ὠνόμασαν ἀποστολικοί, οὐδὲ εἰδέναι τὸ παράπαν τὴν διάκρισιν ταύτην ἐροῦσι, δῆλον δέ. Οὐδὲ γάρ ἐστι ταύτην ἰδεῖν οὐδαμοῦ τῶν λόγων τῶν αὐτῶν, ἢ Λατίνων δεικνύντων ἡμεῖς σιγήσομεν. Ἕνωσις δὲ καὶ διάκρισις καὶ τἄλλα τῶν θείων, ὅσα ὑπερφυῶς τῇ Τριάδι προσήκειν δοκεῖ, εἰ μὴ κἀν τοῖς λόγοις τοῖς ἐκείνων ὁρᾶται, πᾶσα ἀνάγκη μηδὲ τὰς γραφὰς τὰ τοιαῦτα βούλεσθαι.

Διατί; Ὅτι πρόθεσις καὶ κανὼν αὐτοῖς ἀκίνητος ἔστηκε, μηδεμίαν τῶν ἐν ταῖς γραφαῖς κειμένων ἑνώσεων ἢ διακρίσεων θείων παραλιπεῖν, ἐν οἷς περὶ τοιούτων λέγειν ἐσκέψαντο. Φασὶ γὰρ ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας λόγῳ: «ἡ θεολογία, τὰ μέν, ἡνωμένως παραδίδωσι, τὰ δέ, διακεκριμένως· καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν θεμιτὸν οὔτε τὰ διακεκριμένα συγχεῖν, ἀλλ’ ἑπομένους αὐτῇ κατὰ δύναμιν ἐπὶ τὰς θείας μαρμαρυγὰς ἀνανεύειν, κἀκεῖθεν τὰς θείας ἐκφαντορίας παραλαβόντες, ὥσπερ τινὰ κανόνα κάλλιστον ἀληθείας τὰ ἐκεῖ κείμενα φρουρεῖν ἐν ἑαυτοῖς ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρεπτα σπεύδομεν».

Οὐκοῦν εἰ σπουδὴ μὲν τοῖς ἱεροῖς ἐκείνοις ἀνδράσιν, ὥσπερ μήτε προσθεῖναι παρ’ ἑαυτῶν, ὃ μὴ καὶ ἡ θεολογία συναναιρεῖ, οὕτω καὶ μηδεμίαν τῶν ἐν ταῖς γραφαῖς κειμένων ἑνώσεων ἢ διακρίσεων θείων παραλιπεῖν, ἀλλ’ οὗτος κανὼν αὐτοῖς ἀσφαλέστατος, τὸ τηρῆσαι τὰ ἐν ταῖς γραφαῖς ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρεπτα· τὴν δὲ νέαν ταύτην διάκρισιν, ἣ παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι λέγει, μεγάλην οὖσαν καὶ ἀξιόλογον καὶ μόνην ἱκανήν, ὡς ἡ καινοτομία φησί, πρὸς διάκρισιν τῶν θεαρχικῶν προσώπων, οὐδαμοῦ φαίνονται λέγοντες. Πῶς οὐ δῆλον ὡς οὐδαμῶς χώρα τῇ τοιαύτῃ διακρίσει παρὰ τῇ θείᾳ γραφῇ; Εἰ δὲ τοῖς τῶν ἀποστόλων διαδόχοις τῆς ἀληθείας παραχωροῦντες Λατῖνοι, οὐκ ἀνοίσουσιν οὐδὲ αὐτοὶ τὴν διάκρισιν ταύτην ἐπὶ τὰ λόγια, παρ’ ἐνίων δὲ τῶν τῆς ἐκκλησίας διδασκάλων τὰ τοιαῦτα ἐροῦσι καὶ εἰδέναι ἔχειν καὶ τοὺς ἄλλους πείθειν. Ἀλλ’ ἐπισφαλὴς ὁ λόγος καὶ οὐδὲ ἑαυτὸν ἱκανὸς τὰ τοιαῦτα πείθειν· θεολογικὸν γὰρ τὸ δόγμα. «Καθόλου δὲ οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι περὶ Θεοῦ, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα» ἡ τῶν ἀποστόλων φησὶ παράδοσις.

Ἔτι φασὶν οἱ αὐτοὶ ἐν τῷ αὐτῷ λόγῳ: «Χρὴ δὲ ὡς οἶμαι μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τρόπον, ὅπως ἂν ἡμῖν εὐσύνοπτος ὁ πᾶς ἐγγένηται λόγος, τὸ μὲν ποικίλον ἅπαν καὶ ἀσαφὲς ἀπαναινόμενος, εὐδιακρίτως δὲ καὶ σαφῶς καὶ εὐτάκτως τὰ οἰκεῖα κατὰ δύναμιν ὁροθετῶν.» Εἰ δὲ πάντα τρόπον διακρίσεως καὶ ἑνώσεως θείας ἐπαγγειλάμενοι λέγειν, καὶ μὴν καὶ ὁροθετῆσαι τὰ θεῖα, τοῦτο δέ ἐστι μήτε προσθεῖναι μήτε μὴν τῶν δεόντων παραλιπεῖν μηδὲ ἕν, τὸν παρὰ Λατίνων εἰσαγόμενον νυνὶ τρόπον τῆς διακρίσεως καὶ ἑνώσεως παραλιπόντες φαίνονται, τῆς μὲν διακρίσεως ὅτι τὸ Πνεῦμα τοῦ Υἱοῦ τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ διακρίνεται, τῆς δὲ ἑνώσεως ὅτι καὶ κατὰ τὸ προβάλλειν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστι, πῶς οὐ γνώριμον ὡς ἀπατηλὴ καὶ νόθος ἡ τοιαύτη ἕνωσις καὶ διάκρισις καὶ ἥκιστα διανοίαις ἀποστολικαῖς πρέπουσα;

Ἔτι Λατῖνοι μὲν ἕως ἂν φῶσι τὸν Πατέρα καὶ τὸν Υἱὸν ἓν τοῦ Πνεύματος αἴτιον καὶ μίαν ἀρχήν, οὐκ ἂν ἀρνηθεῖεν ἕνωσίν τινα διδόναι Πατρὶ καὶ Υἱῷ, ἣν οὐκ ἂν ἔχοι τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλὰ ταύτην γε τὴν ἕνωσιν καθάπαξ ἠγνοηκότες οἱ μακάριοι ἐκεῖνοι φαίνονται, καὶ ταῦτα τοῦ λόγου πρόθεσιν ἔχοντος, ὥσπερ πᾶσαν ἐκθεῖναι διάκρισιν, οὕτω καὶ περὶ πάσης εἰπεῖν ἑνώσεως. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν εἶπον: «πάντα δὲ τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, κοινὰ δήπου καὶ τῷ Πνεύματι.» Φησὶ γὰρ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ: «Πάνθ’ ὅσα τοῦ Πατρός ἐστι καὶ αὐτοῦ, τῷ θεαρχικῷ Πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ἀνατίθησιν», ὁ Θεὸς Λόγος δηλαδή. Εἰ δὲ καὶ ἀμφότερα ἀληθῆ, ἅ τε ἐκείνοις καὶ ἃ Λατίνοις δοκεῖ, τίς ἀντερεῖ μὴ καὶ τὸ Πνεῦμα προβολέα νομίζειν εἶναι; ἢ τοίνυν ζητήσομεν αὐτοὺς ἐν τῇ Τριάδι πρόσωπον ἕτερον; οὐ γὰρ ἑαυτὸ προβαλεῖ γε τὸ Πνεῦμα. Καὶ τίς ἂν τῶν τοιούτων ἀτοπημάτων ἀνάσχοιτο, ἢ λέγειν ἀνάγκη, παρὰ τί τὸ ἀδύνατον; Ἀλλὰ παρὰ μὲν τὴν μείζοντα τῶν προτάσεων, οὐδαμῶς· ὁ θεαρχικὸς γὰρ λόγος ταύτην εἰρήκει· λείπεται δὴ παρὰ τὴν ἑτέραν· οὐκ ἄρα ταύτην ᾔδεσαν οἱ ἄνδρες ἐκεῖνοι, μᾶλλον δὲ ᾔδεσαν μέν, ᾔδεσαν δὲ εἰς ἄτοπον φέρουσαν.

Ταύτης γὰρ τὸ εὔλογον ἐχούσης, ἢ μὴ Τριάδα τὸν Θεὸν κινδυνεύειν νομίζειν, ἢ τὸ πολυύμνητον τῆς Τριάδος μὴ ἀθετοῦντας, ἅμα τε τὸ Πνεῦμα τὸ ἅγιον ἀποστερεῖν τῆς τελεωτάτης ἑνώσεως Πατρὸς καὶ Υἱοῦ, καὶ δὴ καὶ τὸν Θεὸν λόγον αὐτοαλήθειαν ὄντα καὶ αὐτοαληθείας πηγήν, τοὐναντίον ἅπαν ἐκείνῳ προσάπτειν· οὐκ ἄρα τὸ προβάλλειν κοινὸν Πατρὶ καὶ Υἱῷ, οὐδὲ προβολεὺς ὁ Υἱός, οὐδ’ ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται.

Ἔτι φασὶν οἱ αὐτοὶ συμπεραίνοντες τὸν περὶ θείας ἑνώσεως καὶ διακρίσεως λόγον: «οὕτως ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται.» Εἰ δὲ τῇ διαφόρῳ προόδῳ καὶ δὴ καὶ τῷ προσλήμματι τὸν Υἱὸν τοῦ Πνεύματος διελόντες φαίνονται, καὶ οὐδενὶ ἑτέρῳ, καὶ ταῦτα τῆς τελεωτάτης καὶ παντελοῦς θεολογίας καὶ σφόδρα φροντίζοντες, ἀπόφασις δὲ αὐτοῖς οὕτως ἔχειν τὰ θεῖα πράγματα ὡς αὐτοὶ παρέδοσαν, τίς νοῦ καὶ φρενῶν κύριος ἄνθρωπος, ἢ διάκρισιν ἑτέραν τῶν θεαρχικῶν προσώπων ζητήσει, ἢ φανεῖσαν, οὐχ ὑπερορίαν αὐτῆς καταγνούς, ἀπελάσει τῆς ἐκκλησίας ὡς Θεοῦ πόῤῥω βάλλουσαν;

Ἔτι πῶς τῆς ἐπαγγελίας οὔσης τοῦ διδασκάλου, τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθεῖναι λόγον—τοῦτο δέ ἐστι μηδεμίαν τῶν ἐν ταῖς γραφαῖς κειμένων ἑνώσεων ἢ διακρίσεων θείων παραλιπεῖν, ἀλλὰ τηρῆσαι τὰ ἐν αὐταῖς ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρεπτα—τὴν μὲν διάκρισιν, καθ’ ἣν ὁ τοῦ Θεοῦ Λόγος Πατρὸς καὶ Πνεύματος διακρίνεται γεγονὼς ἄνθρωπος, ταύτην μὲν οὐ τῇ σιωπῇ δίδωσι, χθὲς καὶ πρῴην δι’ ἡμᾶς εἰς ἔργον ἐλθοῦσαν καὶ οὕτω φανερὰν ὡς ψηλαφηθῆναι σχεδὸν ταῖς τῶν ἀποστόλων χερσί, τὴν δὲ διάκρισιν, καθ’ ἣν ὁ Υἱὸς κυρίως τοῦ Πνεύματος διακρίνεται, ὡς ἂν φαῖεν Λατῖνοι, πρὸ τῶν αἰώνων οὖσαν ἀναίτιον, ἀπερινόητον, Θεοῦ ἀποκαλύπτοντος δεομένην, ταύτην, ὥσπερ τῶν ὑποσχέσεων ἐπιλελησμένος τῶν ἑαυτοῦ, ἐπὶ κακῷ τῆς τελεωτάτης τῶν χριστιανῶν θεολογίας παρέλιπεν. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι, ἀλλὰ τὴν μέν, καίτοι τὸ φανερὸν καὶ γνώριμον ἔχουσαν, οὐκ ἐφυλάξατο παραδοῦναι· ᾔδει γὰρ καὶ ταύτην κειμένην ἐν ταῖς γραφαῖς· τὴν δέ, εἰπεῖν οὐκ ἐτόλμησεν, ὅτι μηδὲ χώρα ταύτη παρὰ τῇ θείᾳ γραφῇ. «Καθόλου γὰρ οὐ τολμητέον εἰπεῖν οὔτε μὴν ἐννοῆσαι περὶ τῆς ὑπερουσίου θεότητος, ὡς αὐτός φησι, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα».

Ἔτι, εἰ μὲν πρὸς ἄλλα βλέπων ὁ μακάριος Διονύσιος, οἱονεὶ παρενθήκην τινὰ τὸν περὶ θείας ἑνώσεως καὶ διακρίσεως ἐποιήσατο λόγον, εἰκός γε δήπου τινὰ λογίσασθαι, ὡς τινὰς μὲν τῶν τῆς διακρίσεως ἢ ἑνώσεως τρόπων εἰρήκει, ἐνίους δὲ καὶ παρέλιπεν. Ἐπεὶ δὲ ἀπόστολον διδάσκων, αὐτὸ τοῦτο φαίνεται πρόθεσιν τῷ λόγῳ ἐνστησάμενος, σπουδὴ δὲ αὐτῷ καὶ μάλα πολλή, πάντας τοὺς τρόπους διεξελθεῖν καὶ μηδένα τῶν παρὰ τῆς γραφῆς παραδεδομένων παραδραμεῖν σιωπῇ, οὐ μὴν ἀλλὰ καὶ τὰ συνοπτικῶς εἰρημένα τῷ θείῳ Ἱεροθέῳ ἀναπτύξαι καὶ διὰ πολλῶν εἰπεῖν καὶ εἰς φῶς ἀγαγεῖν, καὶ σαφῆ καὶ εὔτακτον ἀποδεῖξαι τὸν λόγον, τὸ δὲ μέγιστον, καὶ ὁροθετῆσαι ὡς αὐτός φησι τὰ τοιαῦτα, δῆλος δέ ἐστι παντὸς μᾶλλον ταῦτα, καὶ σπουδάσας, καὶ διὰ τέλους κατωρθωκώς, καὶ τοσοῦτον, ὡς μηδένα τῶν μελέτην τὰ θεῖα ποιησαμένων ἢ τοσοῦτον ἢ ἐγγὺς ἐκείνου τολμῆσαι προσελθεῖν, πῶς ἐστι λόγον σῷζον, ἢ ἀγνοῆσαι θεόληπτον ὄντα, ἢ ἑκόντα παραλιπεῖν, ἢ διακρίσεως ἢ ἑνώσεως εἶδος, μετὰ τοσαύτας ἐπαγγελίας καὶ ὑποσχέσεις, καὶ μετὰ τοσαύτην περὶ τὰ θεῖα τὴν ἔρευναν καὶ σπουδήν;

Ἔτι Διονύσιος καὶ Ἱερόθεος, οὐ μόνον τὴν διάκρισιν ταύτην σιωπῇ παρέδραμον ὡς οὐδαμοῦ κειμένην ἐν ταῖς γραφαῖς, ἀλλὰ καὶ ἀθετοῦσι καὶ τῆς ἐκκλησίας ἐκβάλλουσι ποῤῥωτάτω τοὐναντίον λέγοντες ἅπαν. Ἄν τε γὰρ ἡ τῶν Λατίνων ὑπόθεσις ὑποκέηται, πᾶσα ἀνάγκη, τὴν ἀποστολικὴν ἀναιρεῖσθαι διδασκαλίαν· ἄν τε ταύτην σῴζειν ἐθέλωμεν, οὐκ ἂν ἐκείνῃ συσταίῃ· δῆλον δέ. Εἰ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν, ὡς ἂν φαῖεν αὐτοί, ἀδύνατον μὴ καὶ προβολέα τοῦτον εἶναι τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσα καὶ πηγὴν καὶ αἴτιον αὐτὸν τοῦ Πνεύματος προσειπεῖν.

Εἰ δὲ πηγὴ τοῦ Πνεύματος, ἕπεται καὶ πηγὴν αὐτὸν νομίζειν θεότητος, εἴπερ θεότης ὑπερούσιος τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ πηγὴ μὲν θεότητος ὁ Υἱός, τοῦτο δὲ καὶ ὁ Πατήρ, οὐκ ἂν διακριθεῖεν τῷ πηγάζειν τὰ θεαρχικὰ ταῦτα πρόσωπα· ἢ μανίας ἂν εἴη λαμπράς, τοῖς αὐτοῖς καὶ κοινωνεῖν καὶ διαφέρειν οἴεσθαι τὸν Πατέρα καὶ τὸν Υἱόν. Ἀλλὰ Ἱεροθέῳ καὶ Διονυσίῳ τὰς ἀποστολικὰς διδασκαλίας ἔργον ἑαυτῶν ποιουμένοις, οὐ τοῦτο δοκεῖ· τῷ γὰρ πηγάζειν σαφέστατα διαιροῦσι τὸν Πατέρα καὶ τὸν Υἱόν. Φησὶ γὰρ ὁ ἱερὸς Διονύσιος ἐν τῷ αὐτῷ λόγῳ: «ἔστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις, οὐχ ἣν ἔφην μόνον, ὅτι καὶ κατ’ αὐτὴν τὴν ἕνωσιν ἀμιγῶς ἵδρυται καὶ ἀσυγχύτως ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων· ἀλλ’ ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα, μόνη δὲ πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ· οὐκ ὄντος υἱοῦ τοῦ Πατρός, οὐδὲ πατρὸς τοῦ Υἱοῦ· φυλασσόντων δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς, ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων.» Οὕτω μὲν οὖν πρὸς τοὐναντίον Λατίνοις τὰ ἐκ τῶν ἀποστολικῶν παραδόσεων.

Εἰ δὲ καὶ ἀμφότερα σῴζειν ἐθέλοντες, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα νομίζουσι καὶ τῇ πηγῇ τῆς θεότητος τὸν Πατέρα τοῦ Υἱοῦ διακρίνουσιν, ἕπεται διὰ τὰ προειρημένα ἢ τὴν ἀντίφασιν πρὸς ἑαυτὴν σπείσασθαι, ἢ τῆς θεότητος ἐξορίζειν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅ τε γὰρ Πατὴρ καὶ Υἱὸς οὐκ ἂν τῷ πηγαίῳ διακριθείη· εἴπερ ἑκάτερος θεότητος αἴτιος, καὶ πάλιν διακριθείη, τοῦτο τῆς ἀποστολικῆς ἀποφάσεως βοώσης περιφανῶς. Τοῦτο δέ ἐστι τήν τε ἀντίφασιν συνδραμεῖν καὶ ὁμοῦ πάντα γενέσθαι χρήματα. Εἰ δὲ τοῦτο φορτικὸν καὶ αὐτοῖς δοκεῖ, μηδὲ γὰρ πρὸς αὐτῶν εἶναι κατὰ τῶν ἀξιωμάτων χωρεῖν, ἀνάγκη πᾶσα, ἕως ἂν τῶν προτέρων ἔχωνται, κατὰ τῆς θεότητος τοῦ Πνεύματος ἵστασθαι. Εἰ γὰρ πηγὴ θεότητος ὁ Πατὴρ καὶ τούτῳ τοῦ Υἱοῦ διακέκριται, ἀδύνατον εἶναι τοῦτο καὶ τὸν Υἱόν. Ὥσπερ γὰρ ἀπὸ τοῦ Πατρὸς κατὰ τὸ ἀγέννητον, καὶ μὴν καὶ κατὰ τὸ γεννᾷν τοῦ Υἱοῦ διακρινομένου, οὐκ ἔστι λέγειν αὐτὸν ἢ ἀγέννητον ἢ Πατέρα, οὕτω καὶ τῇ πηγῇ τῆς θεότητος διαιρούμενον ἀπὸ τοῦ Πατρός, ἀδύνατον αὐτὸν καὶ ὁπωσοῦν πηγὴν ὑπάρχειν θεότητος. Εἰ δὲ οὐκ ἔστι μὲν πηγὴ θεότητος, ἐκπορεύεται δὲ ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πᾶσα ἀνάγκη μὴ νομίζειν εἶναι θεότητα τὸ Πνεῦμα τὸ ἅγιον!

Εἰ δὲ φορά τις ἀτόπων ἐκ τοῦ νομίζειν τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ περιίσταται, καὶ ταύτην ἐκκλίνειν μᾶλλον δίκαιον, ἢ τὴν εἰς τὸ βάραθρον φέρουσαν, οὐκ ἂν ἐκπορεύοιτο τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ.

Καὶ μὴν ὥσπερ ὑποτεθέντων ἅ γε Λατίνοις δοκεῖ, πολλὰ καὶ ἄτοπα ἐκ τῆς ὑποθέσεως τῆς ἐκείνων ἐῤῥύη, οὕτως εἴ τις ὑπόθοιτο τὰ ἡμέτερα, οὐδὲν ἂν αὐτῷ δεινὸν ἐκ τῆς ὑποθέσεως γένοιτο. Εἰ γὰρ μὴ ἐκπορεύεται τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, οὐδὲ προβολεὺς τοῦ Πνεύματος ὁ Υἱός. Εἰ δὲ προβολεὺς οὐκ ἂν εἴη, πάντως οὐδὲ πηγὴ τοῦ Πνεύματος. Εἰ δὲ τοῦτο, ἕπεται μηδὲ πηγὴν αὐτὸν νομίζειν θεότητος.

Εἰ δὲ οὐκ ἔστι πηγὴ θεότητος, καὶ σφόδρα διακριθείη ἂν ταύτῃ γε τοῦ Πατρός· τοῦτο δὲ τὴν τοῦ Πνεύματος θεότητα τηρούντων ἐστὶ καὶ τὴν τῶν ἀποστόλων διδασκαλίαν διασωζόντων εἰλικρινῶς. Ἔτι ὥσπερ κάτωθεν ἀναλύουσιν, ἡ τῶν ἀποστολικῶν δογμάτων ἀλήθεια καὶ σφόδρα ἡμῖν ἐπέδραμεν, οὕτω κἀκεῖθεν κατιοῦσι πάντα σὺν τῷ δικαίῳ ἕψεται τῆς γιγνομένης ἁρμονίας διὰ πάντων ἰούσης. Εἰ γὰρ ὡς ἂν φαῖεν ἀπόστολοι τῇ πηγαίᾳ θεότητι διακρινοῦμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, ἕως ἂν ὁ Πατὴρ τὴν πηγὴν ἔχῃ μεθ’ ἑαυτοῦ, οὐδεὶς ὑγιαίνων, πηγὴν ἂν θεότητος προσείποι καὶ τὸν Υἱὸν ὡς ἀνωτέρω δέδεικται. Εἰ δὲ τοῦτο οὐκ ἔνι, πῶς ἂν λέγοιτο τοῦ Πνεύματος προβολεύς; Εἰ γὰρ ὁ προβολεὺς ἐξ ἀνάγκης καὶ πηγή, ὃς οὐκ ἂν γένοιτο πηγή, οὐδὲ προβολεὺς πάντως ἂν εἴη, φαῖεν ἂν καὶ σφόδρα ὑγιῶς ἀντιστροφῆς νόμοι. Ὥσπερ γὰρ ὅ γε οὐκ ἂν εἴη τὴν ἀρχὴν τρίγωνον, τῶν ἀμηχάνων ἰσοσκελὲς εἶναι τρίγωνον, ἢ φιλόσοφον εἶναι τὸν μηδὲ ἄνθρωπον τὴν ἀρχήν, ἢ ἄνθρωπον ὁπωσοῦν, ὅς γε τὸ ζῷον καθάπαξ ἤρνηται, οὕτως οὐδὲ προβολεὺς τοῦ Πνεύματος ἐξ ἀνάγκης, ὅς γε τὴν ἀρχὴν οὐκ ἔστι πηγὴ θεότητος. Τοῦτο δὲ ἡ τοῦ λόγου πρόθεσις ἡμῖν ἐξ ἀρχῆς.

Ἔτι τὸ λέγειν τὸν Πατέρα μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος, λέγειν ἐστὶν αὐτὸν ὥσπερ μόνον γεννήτορα, οὕτω δὴ καὶ μόνον προβολέα. Ἡ γὰρ πηγὴ καὶ ἀμφότερα περιλαβοῦσα ἔχει, ὡς ὁ μέγας Βασίλειος ἐν τῷ κατὰ Σαβελλιανῶν καὶ Ἀνομοίων λόγῳ φησί· «Ἔστι γὰρ ὁ Πατὴρ τέλειον ἔχων τὸ εἶναι καὶ ἀνενδεές, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον θεότης ἐστὶν ὑπερούσιος, ὥσπερ δὴ καὶ ὁ Υἱός, ἵνα μὴ τὰ Μακεδονίου πάθωμεν, τῆς δὲ ὑπερουσίου θεότητος μόνη πηγὴ ὁ Πατὴρ ὡς διαῤῥήδην ἡ θεολογικὴ ἀπόφασις βούλεται, τί λοιπὸν ἢ πᾶσαν εἶναι ἀνάγκην καὶ τοῦ ἁγίου Πνεύματος μόνην πηγὴν τὸν Πατέρα οἴεσθαι; Εἰ δὲ μόνη πηγὴ τοῦ Πνεύματος ὁ Πατήρ, πάντως δήπου καὶ προβολεὺς μόνος. Εἰ δὲ καὶ προβολεὺς μόνος καὶ μόνος πηγὴ θεότητος, ἀδύνατον ταῦτα εἶναι καὶ τὸν Υἱόν. Εἰ γὰρ καὶ ὁ Υἱὸς προβολεὺς καὶ πηγὴ θεότητος, οὐκ ἂν εἴη μόνη πηγὴ θεότητος ὁ Πατὴρ καὶ οὐδὲ διακριθείη ἂν τούτοις γε τοῦ Πατρός, ἀλλὰ μᾶλλον καὶ διὰ ταῦτα ἓν ἂν γένοιτο. Ἀλλ’ ἡ τῶν ἀποστόλων διδασκαλία καὶ ἀμφότερα βούλεται καὶ διακρίνεσθαι τὰ πρόσωπα τῇ πηγῇ καὶ μόνον τὸν Πατέρα πηγὴν εἰδέναι θεότητος. Ὥστε πῶς ἂν ἑτέρως Λατῖνοι τὴν ἐναντίαν τοῖς ἀποστόλοις ἦλθον, εἰ μὴ οὕτω λέγοιεν;

Καὶ μήν, εἰ τὸ μὲν προβάλλειν τὸ Πνεῦμα, πηγάζειν ἐστὶ θεότητα, ὡς ἐδείξαμεν, τοῦτο δὲ καὶ προσωπικόν ἐστι καὶ τοῦ Πατρὸς μόνου καὶ πρὸς διάκρισιν Πατρὸς καὶ Υἱοῦ τοῖς διαδόχοις τῶν ἀποστόλων εὐσεβῶς εἴρηται· τὰ δὲ τοιαῦτα ἰδιότητες εἰσὶ τοῦ Πατρός, τὰς δὲ τοῦ Πατρὸς ἰδιότητας καὶ τὸν Υἱὸν ἔχειν οἴεσθαι, τὸν χριστιανισμὸν ἐστὶν ἀναιρεῖν, καὶ τῇ τοῦ Λίβυος ἀσεβείᾳ καὶ σφόδρα ἥδεσθαι. Τίς οὕτω πολέμιος ἑαυτοῦ, ὡς προβολέα τοῦ Πνεύματος νομίζειν καὶ τὸν Υἱόν;

Ἔτι ὥσπερ εἴ τις ἀξιοίη μόνον τὸν ἄνθρωπον ζῷον εἶναι, διακρίνων τῶν ἄλλων ζῴων αὐτόν, πᾶσα ἀνάγκη ψεύδεσθαι, ἕως ἂν καὶ λέοντι καὶ ἵππῳ καὶ δὴ καὶ ἄλλοις τοῦτο προσῇ· οὕτως οὐδεμία παραίτησις τοῖς διαδόχοις τῶν ἀποστόλων, μόνον τὸν Πατέρα πηγὴν θεότητος ἀξιοῦσι, καὶ ταῦτα πρὸς διάκρισιν τοῦ Υἱοῦ, εἴγε καὶ τούτῳ τὸ πηγάζειν θεότητα πρόσεστιν, ἀλλ’ ἄτοπον.

Καὶ μὴν ὥσπερ εἴ τις τῷ ζῴῳ τοῦ λίθου διακρίνειν ἐθέλων τὸν ἄνθρωπον, οὐ συγχωρεῖ καὶ ὁπῃοῦν ζῶον εἶναι τὸν λίθον, ἢ τῷ γελαστικῷ διαιρῶν τὸν ἄνθρωπον καὶ τὸν ἵππον, μόνον γελαστικὸν τὸν ἄνθρωπον ἀξιῶν, οὐκ ἐᾷ τὸν ἵππον εἶναι γελαστικόν, οὕτω καὶ πρὸς ἀδυνάτους καὶ περιττὰς ἐλπίδας ἐξήρτησεν ἑαυτὸν ὁ πηγὴν θεότητος καὶ τὸν Υἱὸν ἀξιῶν, ἕως ἂν ὁ Πατὴρ μόνος πηγὴ θεότητος ᾖ, καὶ ταύτῃ διακρίνηται τοῦ Υἱοῦ.

Ἔτι, διατί πᾶσαν βλασφημίαν ἀπέκρυψεν ἢ ὁ τῇ θεότητι διαιρῶν τὸν Πατέρα καὶ τὸν Υἱὸν ἢ ὁ μόνον τὸν Πατέρα Θεὸν ἀξιῶν, ὥστε διελεῖν αὐτὸν τοῦ Υἱοῦ; Πάντως, ὅτι γε οὕτω Θεὸς ὁ Πατήρ, ὥσπερ δὴ καὶ ὁ Υἱός· καὶ ἀμφότεροι Θεὸς εἷς καὶ τὸ οὕτω διακρίνειν τὰ θεῖα πρόσωπα τῆς θεότητος ἐξορίζειν ἐστὶ τὸν Υἱόν.

Οὐκοῦν τοῖς ὁμοίοις καὶ Διονύσιος καὶ Ἱερόθεος ἐνέχοιντ’ ἂν τῇ πηγαίᾳ θεότητι διαιροῦντες τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ μόνῳ τῷ Πατρὶ τὸ πηγαῖον ἀνάπτοντες, εἴπερ πηγὴ μὲν ὁ Πατὴρ τῆς τοῦ Πνεύματος θεότητος, πηγὴ δὲ τὸν τρόπον τοῦτον καὶ ὁ Υἱός, καὶ ἀμφότεροι μία πηγὴ καὶ ἀρχὴ τοῦ Πνεύματος· καὶ τὸ οὕτω διακρίνειν τὰς ὑπερφυεῖς ὑποστάσεις τῆς πηγαίας θεότητος, ἐξορίζειν ἐστὶ τὸν Υἱόν. Ἀλλὰ περὶ τῆς θεολογίας τῶν ἀποστόλων τοιαῦτα λογίζεσθαι χριστιανῶν μὲν οὐδενὶ φορητόν, μόνοις δὲ τοῖς ἐλαύνουσι τὸν χριστιανισμὸν ἐν εὐσεβείας προσχήματι. Οὐκ ἄρα προβολεὺς ὁ Υἱός, οὐδὲ τοῦ πηγάζειν ὑποστατικῶς αὐτῷ θεότητα καὶ ὁπωσοῦν μέτεστιν.

Ἔτι φησὶν ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ: «ἡ θεολογία τὰ μὲν ἡνωμένως παραδίδωσι, τὰ δὲ διακεκριμένως, καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν θεμιτόν, οὔτε τὰ διακεκριμένα συγχεῖν.» Ἤκουσας; Ἴσον ἀφίστησιν ἡμᾶς τοῦ τε τὰ ἡνωμένα τολμᾶν διαιρεῖν καὶ τοῦ τὰ διακεκριμένα συγχεῖν, διακρίνεται δὲ ὡς αὐτὸς φησὶν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ πηγάζειν· καὶ μόνη πηγὴ θεότητος ὁ Πατήρ. Εἰ δὲ καὶ ὁ Υἱὸς πηγή, σύγχυσις περὶ τὴν θεότητα, ἣ καὶ τἄλλα εἰς τάξιν ἤγαγεν· οὕτω γὰρ συνάπτουσι Λατῖνοι τῇ πηγῇ τὸν Πατέρα καὶ τὸν Υἱόν, ὡς ἕνα προβολέα καὶ μίαν ἀρχὴν καὶ μίαν πηγὴν ἡγεῖσθαι τούτους τοῦ Πνεύματος. Τοῦτο δὲ οὐ θεμιτὸν εἶναι ἡ τῶν ἀποστόλων φησὶ παράδοσις ἀποσειομένη τὴν σύγχυσιν, ἐπειδὴ ταύτην οἶδεν ἀθεΐας εἶδος οὖσαν τὸ κράτιστον.