Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Έλεγχος των λατινικών επιχειρημάτων υπέρ της χρήσης συλλογισμών στη θεολογία

Ανασκευή των επιχειρημάτων υπέρ των αποδεικτικών μεθόδων και παρουσίαση των ορίων της διαλεκτικής προσεγγίσεως απέναντι στο μυστήριο της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 2 από 12

Ἀλλ’ ἃ μὲν ἄν τις εἴποι καθόλου πρὸς τοὺς τῶν Λατίνων συλλογισμοὺς εἴρηται· ὁ δ’ ἐκείνων πρὸς ταῦτα λόγος, ὁποῖος;

Πρῶτον μὲν μὴ εἶναι θέμις—φασί—τὴν ἀπόδειξιν ἐκ τῆς θεολογίας ἐλαύνειν· ἴσον γάρ ἐστι καὶ τὴν ἀλήθειαν ἐκ μέσου ποιεῖσθαι. —Ἔπειτα καὶ ὑγιῶς ἐστιν ἀποδεικνύναι ἢ ἀμφοτέρων τῶν προτάσεων ἐκ τῶν ἱερῶν εἰλημμένων γραφῶν, ἢ τῆς μὲν ἑτέρας ἐκ τῶν λογίων, τῆς δὲ λοιπῆς ἐξ ἀναγκαίων καὶ φυσικῶν ἀρχῶν· τοῦτο δὲ εἶναι καὶ εἰς τὸν Ἀριστοτέλην ἀνενεγκεῖν, μεταβαίνειν γὰρ ἐπ’ ἐνίων τὰς ἀποδείξεις, ἐν τοῖς ὑστέροις Ἀναλυτικοῖς καὶ αὐτὸς βούλεται. —Καὶ μὴν καὶ τρίτον αὐτοῖς· τῆς γὰρ ἀποδείξεως ἐνίοτε προχωρούσης καὶ ἐκ τῶν ὑστέρων καὶ αἰτιατῶν, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, ἄγνωμον κομιδῆ ἐπὶ τῶν θείων ἐκ προτέρων καὶ αἰτίων αὐτὴν ἀπαιτεῖν, τὴν μὲν δυνατὴν διαπτύοντας, τὴν δὲ μὴ τοιαύτην ζητοῦντας. —Τέταρτον, συλλογισμῶν θεωρουμένων ἐν τοῖς τῶν θεολόγων λόγοις περὶ Θεοῦ, οὓς οἱ τῆς Ἐκκλησίας καθηγεμόνες ἐξέθεντο, πάντως ἀνάγκη ἢ ἀποδεικτικοὺς τούτους, ἢ διαλεκτικούς, ἢ σοφιστικοὺς καλεῖν· ἀλλὰ σοφιστικοὺς μέν, ἄτοπον, οὐ γὰρ μετὰ τῆς ἀπάτης οἱ τῶν διδασκάλων λόγοι· ἀλλὰ μὴν οὐδὲ διαλεκτικούς, οἱ γὰρ διαλεκτικοὶ περὶ μόνα ἂν γένοιντο τὰ πιθανὰ καὶ ἐνδεχόμενα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷς οὐδὲν κοινὸν καὶ τοῖς θείοις· λείπεται λοιπὸν ἀποδεικτικοὺς τοὺς τοιούτους οἴεσθαι. — Πέμπτον ἐκείνοις, ὅτι μὴ χρὴ θαυμάζειν εἰ μὴ κοινῶν τινων Θεῷ καὶ τοῖς ἄλλοις προσόντων ὥστε συνωνύμως γίνεσθαι τὰς κατηγορίας, ὅπερ ὁ ἀποδεικτικὸς συλλογισμὸς βούλεται, ἡμεῖς τοὺς περὶ Θεοῦ συλλογισμοὺς ἀποδεικτικοὺς καλοῦμεν· ποιοῦμεν γὰρ τοὺς περὶ αὐτοῦ λόγους ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν μοναδικῶν, ἡλίου δηλαδὴ καὶ σελήνης καὶ οὐρανοῦ. —Τὸ δὲ ἕκτον, κατ’ οὐσίαν ὑπὲρ ἐπιστήμην καὶ ἀπόδειξίν φασι τὸν Θεόν, αὐτοὺς δὲ οὐ τὴν οὐσίαν, ἀλλὰ τὰ περὶ αὐτὴν ἀποδεικνύναι. —Τὸ δὲ ἕβδομον, ἄτοπον αὐτοῖς καὶ λίαν νομίζεται συνεχῶς τῶν τῆς Ἐκκλησίας διδασκάλων συλλογισμοῖς χρωμένων ἐπὶ Θεοῦ, καὶ ἄνω καὶ κάτω τῶν λόγων τῶν ἑαυτῶν πυκνὰ τὸ τῆς ἀποδείξεως στρεφόντων ὄνομα, καὶ «ὡς ἀποδέδεικται τὰ καὶ τά», καὶ «ὡς ἐδείξαμεν», καὶ «ὡς δείξομεν μίκρον ὕστερον», ἡμᾶς ὥσπερ τὴν ἐναντίαν ἐκείνοις ἐξεπίτηδες ἰόντας ἀπὸ τῶν θείων τὴν ἀπόδειξιν ἀφαιρεῖν.

Καὶ τὰ μὲν Λατίνων, τοιαῦτα· ὅτι δὲ οὐ πρὸς ἀλήθειαν ὁ λόγος αὐτοῖς, καὶ δὴ προσέχειν ἄξιον. Αὐτίκα πρὸς τὸ πρῶτον, οὐ γὰρ ἐλαυνομένης τῆς ἀποδείξεως συναιρεῖται καὶ ἀλήθεια, ἀλλὰ τοὐναντίον μᾶλλον, τῆς ἀληθείας ἐκποδὼν γενομένης οὐδεμία χώρα τῇ ἀποδείξει, ἐπὶ πλέον γὰρ ἡ ἀλήθεια ἢ ἡ ἀπόδειξις. Ὁ μὲν γὰρ συλλογισμός, ὁ τὸν ὅρον σῴζων τὸν ἑαυτοῦ, πάντως καὶ ἀληθής· οὐ πᾶσα δὲ ἀλήθεια καὶ συλλογισμός. Αἱ γὰρ ἀρχαὶ τῶν ἀποδείξεων καὶ αἱ ἄμεσοι τῶν προτάσεων, δι’ ὧν ὁ συλλογισμός, ἀληθεῖς μέν, συλλογισμὸς δὲ οὐδαμῶς. Καὶ μὴν καὶ τὸν μακάριον Παῦλον «οὐκ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης» τοὺς λόγους ποιούμενον οὐδὲ πρὸς συλλογισμοὺς βλέποντα ἕπεται κατ’ ἐκείνους μὴ πάντα ἀληθεύειν αὐτόν. Ἀλλ’ ἄτοπον, καὶ οἱ ταῦτα δὲ ἀξιοῦντες, μέχρις ἀπείρου προιέναι τὰς ἀποδείξεις βουλόμενοι, λελήθασιν ἑαυτούς, ἐκ τοῦ σφόδρα φιλεῖν τὴν ἀπόδειξιν, ἀναιροῦντες ἀπόδειξιν, εἴπερ οὐδέ ἐστιν ἐπιστήμην ἀπείρου εἶναι.

Τὸ δὲ δεύτερον ἐκείνοις [ποι] μὲν ὑγιές, [ποι] δὲ οὐ τοιοῦτον· μᾶλλον δὲ τὸ ὑγιὲς οὐδαμοῦ. Εἰ μὲν γὰρ ἐξῆν περὶ ὧν ὁ λόγος νυνὶ ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ δεικνύναι τὸ Πνεῦμα τὸ Ἅγιον ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐκ τῆς γραφῆς ὁρμωμένων, καὶ πᾶς τις νοῦν ἔχων καὶ αὐτὸς ἐγὼ τοῦ παντὸς ἂν ἐτιμησάμην τὸν τοιοῦτον συλλογισμόν, ἱκανὸν ὄντα τὴν τῶν Ἐκκλησιῶν εἰρήνην ἀπεληλαμένην καταγαγεῖν· τούτου δὲ μηδὲ ἐν ἐλπίσιν ὄντος εἰς χεῖρας ἐλθεῖν, περίεργον ἡ ἐπαγγελία καὶ μέχρι τοῦ ἀπατῆσαι.

Τὸ δὲ τὴν μὲν τῶν προτάσεων ἐκ τῶν λογίων λαμβάνειν, τὴν δὲ ἐκ φυσικῶν ἀρχῶν, ἔπειτα οἴεσθαι ἀποδεικνύναι, οὐ τὴν ἀλήθειαν τιμῶντός ἐστιν. Ἔχει γὰρ οὕτως, ὡς καὶ Ἀριστοτέλει δοκεῖ ἐν τοῖς ὑστέροις Ἀναλυτικοῖς.

Ὅταν ἐπιστήμη τις ὑπὸ ἐπιστήμην τελῇ, ὥσπερ ὑπὸ μὲν τὴν φυσικὴν ἡ ἰατρική, ἡ δὲ ὀπτικὴ ὑπὸ τὴν γεωμετρίαν, τότε τῆς ὑπερεχούσης ἐπιστήμης τοῖς συμπεράσμασιν ὡς ἀρχαῖς οἰκείαις ἡ ὑποβεβηκυῖα χρωμένη μετὰ τοῦ τεταγμένου χωρεῖ, καὶ οὐδεμία ταύτῃ κακία, πρὸς τὰς ἀρχὰς ἀφορώσῃ τὰς ἑαυτῆς, συγγενεῖς τε οὔσας καὶ οἰκείας, καὶ ἐκ τῶν προτέρων προιούσῃ πρὸς τὴν ζητουμένην ἀλήθειαν. Οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ ὑπάλληλοι εἶεν αἱ ἐπιστῆμαι, οὐδὲ οὕτως οὐδεμία μέμψις αὐταῖς, κοινοῖς τισιν ἀξιώμασιν ἢ συμπτώμασι χρωμέναις περὶ τὰς ἀποδείξεις, εἴ γε ἑκάστη οἰκείως ἑαυτῇ τὸν λόγον ἐνδέχοιτο. Εἰ δὲ μήτε τὰ εἰλημμένα ἀξιώματα κοινὰ καὶ ἀμφοτέραις ταῖς ἐπιστήμαις πρόσεστι, μήτε μὴν τὴν ἑτέραν ὑπὸ τὴν ἑτέραν ἔστιν ὁρᾶν, πάντως παρανομήσει περὶ τὰς ἀποδείξεις, καὶ παραλογιεῖται μᾶλλον ἢ ἀποδείξει, εἴ γε ἐκ τῶν τῆς ἑτέρας ἀρχῶν τὰ καθ’ αὑτὸ τῇ ἑτέρᾳ συμβεβηκότα ἀποδεικνύναι ἐπιχειροίη. Φησὶ γὰρ ἐν τοῖς αὐτοῖς Ἀριστοτέλης, ἀποδεδειχὼς τοῦτο πρότερον· «Οὐκ ἔστιν ἐξ ἄλλου γένους μεταβάντα δεῖξαι». Καὶ πάλιν· «Οὐ μεταβαίνουσιν αἱ ἀποδείξεις ἀφ’ ἑτέρου γένους εἰς ἕτερον». Καὶ πάλιν· «Ἐκ τοῦ αὐτοῦ γένους ἀνάγκη τὰ ἄκρα καὶ τὰ μέσα εἶναι». Καὶ πάλιν· «Ἕκαστον ἀποδεῖξαι οὐκ ἔστιν ἀλλ’ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν».

Καὶ πάλιν· «Ἕκαστον ἐπιστάμεθα μὴ κατὰ συμβεβηκός, ὅταν κατ’ ἐκεῖνο γιγνώσκωμεν καθ’ ὃ ὑπάρχει ἐκ τῶν ἀρχῶν τῶν οἰκείων». Καὶ πάλιν· «Ἐπεὶ δὲ φανερὸν ὅτι ἕκαστον ἀποδεῖξαι οὐκ ἔστιν ἀλλ’ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν, ἂν τὸ δεικνύμενον ὑπάρχῃ ᾖ ἐκεῖνο, οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο, κἂν ἐξ ἀληθῶν καὶ ἀναποδείκτων δειχθῇ καὶ ἀμέσων· κατὰ κοινῶν γὰρ δεικνύουσιν οἱ τοιοῦτοι λόγοι ὃ καὶ ἑτέρῳ ὑπάρξει· διὸ καὶ ἐπ’ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν· οὐκοῦν οὐχ ᾗ ἐκεῖνο ἐπίσταται, ἀλλὰ κατὰ συμβεβηκός, οὐ γὰρ ἐφήρμοσεν ἡ ἀπόδειξις καὶ ἐπ’ ἄλλο γένος». Καὶ πάλιν· «Οὐκ ἔστιν ἀποδεῖξαι ἕκαστον ἁπλῶς ἀλλ’ ἐκ τῶν ἑκάστου ἀρχῶν».

Τούτου τοίνυν οὕτως ἔχοντος, ἐπεὶ τὴν τῶν χριστιανῶν θεολογίαν μηδαμῶς ἐπιστήμην ὑπό τινα ἐπιστήμην ἴσμεν τελοῦσαν, αἱ γὰρ ἄλλαι πᾶσαι μᾶλλον πρὸς αὐτὴν θεραπαινίδος ἔχουσι λόγον, ὡς καὶ ὁ Θωμᾶς φησιν.

Ὁ δὲ θεῖος Χρυσόστομος οὐ θεραπαινίδος μόνον, ἀλλὰ καὶ ταύτης ἠτιμωμένης πάντως τῆς ἀληθείας ἀποπεπλάνηται, καὶ πρὸς περιττὰς καὶ ἀνοήτους ἐλπίδας ἐξέπεσεν, ὁ ἐξ ἀνθρωπίνων καὶ θείων ὁμοῦ, τὰ θεῖα θηρεύειν ἐπιχειρῶν, ἄντικρυς τὸ τῆς παροιμίας τὰ ἀσύγκλωστα συγκλώθων καὶ τῷ ἐξ ἄμμου σχοινίῳ φιλοτιμούμενος. Καὶ μὴν καὶ σχεδὸν οὐδέ τινα ἴσμεν θέσιν κοινὴν αὐτῇ τε καὶ τοῖς ἄλλοις. Τὰς γὰρ ἀρχὰς αὐτῆς μὲν ἐξ ἀποκαλύψεως ἀμέσως παρὰ Θεοῦ λαβόντες ἔχομεν, ὡς καὶ ὁ Θωμᾶς φησιν· αἱ δὲ τῶν ἄλλων, οἷαι ἂν γένοιντο αἱ ἐκ τῶν αἰσθητῶν ὁρμώμεναι καὶ τὸν ἀνθρώπινον μὴ ὑπεραίρουσαι νοῦν. Καὶ μήν, ὡς δέδεικται, οὐδὲ τὸ θεῖον ἐν γένει, οὐδέ ἐστιν ὁμογενὲς οὐδενί, οὐδὲ τό τι κατηγοροῦμεν αὐτοῦ, οὐδὲ συνωνύμως αὐτοῦ τι καί τινος ἑτέρου κατηγορεῖται.

Ἔτι πρὸς Θεοῦ! εἴ τις τῶν συλλογισμῶν τὴν μὲν ἑτέραν τῶν προτάσεων ἐκ τῆς γραφῆς ἔχει λαβών, τὴν δὲ λοιπὴν μετὰ τοῦ ἀληθεύειν ἐκ φυσικῶν ἀφορμῶν, τοῦ χάριν γένοιτ’ ἂν αὐτῷ πάροδος δικαίως ἐν Ἐκκλησίᾳ Θεοῦ; Τὸ τῶν προτάσεων φαῖεν ἂν ἀληθές, οὕτω γὰρ αὐτῶν ἐχουσῶν, πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι ἀληθές. —Οὐ πᾶσα ἀνάγκη, ὦ βέλτιστοι! Εἰ γὰρ οὕτω τις λέγοι· ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον τρεῖς ὑποστάσεις εἰσίν, αἱ τρεῖς ὑποστάσεις πάντῃ τε καὶ πανταχοῦ ἐν τοῖς οὖσι καὶ τρεῖς οὐσίαι μερικαί εἰσι, τὸ ἑξῆς ἀληθὲς αὐτὸς ἀποφαίνου, ἀλλ’ οὐ πόρρω τοῦτο τῆς Ἀρείου παραφορᾶς. Καὶ πάλιν· ὁ Πατὴρ καὶ ὁ Υἱὸς δύο ὑποστάσεις εἰσί, ἡ μὲν γεννῶσα, ἡ δὲ γεννωμένη, ἀλλ’ ὅταν δύο ὑποστάσεις ἐν τοῖς οὖσιν οὕτως ἔχωσιν, οὐκ ἄνευ πάθους οὐδὲ φθορᾶς, οὐδὲ ἀσώματος ἡ γέννησις τούτων. Ἀλλὰ βαρὺ τὸ ἐκ τούτων συμπέρασμα καὶ ἀκοῦσαι χριστιανοῖς. Διατί; καὶ μὴν ἑκατέρου τῶν συλλογισμῶν αἱ προτάσεις, ἡ μὲν ἐκ τῆς γραφῆς (ἡ ἐλάττων), ἡ δὲ ἐκ φυσικῶν ἀρχῶν τὰς ἀφορμὰς ἔχει (ἡ μείζων), καὶ οὕτως ἀληθής, ὡς μηδένα ἐρίσαι πρὸς ταύτην.

Ἔτι φαῖεν ἄν, ἢν εὐσεβεῖν ἐθέλωσιν, οὐκ ἀναγκαῖον ὅσα ἐπὶ τῶν ὄντων ἀληθῆ, ταῦτα καὶ ἐπὶ τῶν ὑπερουσίων χώραν ἔχειν, μᾶλλον δὲ καὶ ἀνάγκη μὴ οὕτως ἔχειν τὰ πράγματα ἐνταῦθα κἀκεῖ. Τὰ [ὅμοια] δὴ καὶ ἡμῶν λεγόντων, μὴ δυσχεραινόντων ἐκεῖνοι· εἰ μὲν γὰρ ἐκεῖνα, καὶ ταῦτα, εἰ δ’ οὐ ταῦτα, πῶς ἐκεῖνα; Καὶ μὴν εἰ τῇ χείρονι τῶν προτάσεων πᾶσα ἀνάγκη τὸ συμπέρασμα ἕπεσθαι, τί ποτε ἐροῦμεν τοὺς λόγους οἱ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα συνάγουσι, τὰς μὲν ἐλάττους τῶν ἀρχῶν ἐκ τοῦ Πνεύματος, τῶν δὲ ἑτέρων ἐξ ἀνθρωπίνων λογισμῶν τὰς ἀφορμὰς εἰληφότας; Πάντως ὅτι γε τὸ ἐκ τῶν προτάσεων οὐδὲν ἄλλο ἢ λογισμὸς ἀνθρώπινος, δειλὸς καὶ ἐπισφαλής, καὶ οὐδὲ αὐτῷ πρὸς πίστιν ἀρκῶν. Οὐκ ἄρα δόξομεν ὑγιαίνειν τὰ θεολογικὰ τοιούτοις παιδευταῖς περὶ τὰ μέγιστα χρώμενοι. Καί, ὡς ἔοικεν, εἰκότως Ἀριστοτέλης ἔλεγε· «Μὴ ἐκ προτέρων μόνων προσήκειν ἀποδεικνύναι, ἀλλὰ καὶ ἐκ πρώτων, ὅπερ ἐστὶ τὸ ἐξ ἀρχῶν οἰκείων τοῖς πράγμασι, καὶ οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο, κἂν ἐξ ἀληθῶν καὶ ἀναποδείκτων δειχθῇ καὶ ἀμέσων, μὴ οἰκείων δὲ μηδὲ συγγενῶν δηλαδή». Καὶ πάλιν· «Ἕκαστον ἀποδεῖξαι οὐκ ἔστιν ἀλλ’ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν», καὶ κατὰ συμβεβηκὸς δὲ τὴν τοιαύτην δεῖξιν καλεῖ καὶ ἥκιστα συμβαίνουσαν πρὸς ἀλήθειαν.

Ὅλως δὲ πῶς ἔνι πιστεῦσαι τοῖς οὕτως ἔχουσι τῶν συλλογισμῶν περὶ ὧν ἡ διαφορά, οἱ φανερῶς ἐν τοῖς ὁμολογουμένοις ψευδόμενοι καὶ κακουργοῦντες ἑάλωσαν;

Εἰ δὲ λέγοιεν καὶ τὰς μείζους τῶν οἰκείων συλλογισμῶν προτάσεις οἰκείας εἶναι καὶ τῇ θεολογικῇ ἐπιστήμῃ, οὐ γὰρ μόνον ἐν τοῖς οὖσιν, ἀλλὰ καὶ ἐπὶ τῶν θείων πᾶσαν εἶναι ἀνάγκην ἀληθεύειν αὐτάς, —τοῦτο πρῶτον δεικνύτωσαν ἢ διαρρήδην κείμενον ἢ συναγόμενον ἀναγκαίως ἐκ τῆς γραφῆς, ἤ τι τῶν ὁμολογουμένων ἐν τῇ θεολογίᾳ διαπίπτον, ἄν τις ἐκεῖνα ἀρνῆται.

Ἀλλ’ οὐκ ἔστι· πάνυ δὲ ἄτοπον τῶν προβλημάτων περὶ ὧν ἡ πρόθεσις ἀνθρωπίνην πᾶσαν ὑπερβαινόντων διάνοιαν, ὡς δέδεικται, καὶ κρειττόνων ὄντων ἐκ πολλοῦ τοῦ περιόντος ἢ κατὰ συλλογισμοῦ δύναμιν, ἔπειτα τῶν συλλογισμῶν τοὺς μὲν ἐγκρίνειν, ἐκείνους δὲ ἀποδοκιμάζειν, ὥσπερ μὴ συνιέναι δυναμένους τὸ ἐκ τῆς ἀντιφάσεως ἄτοπον.

Οὐ μὴν ἀλλ’ οὐκ ἔστιν οὐδὲν ἐν τοῖς θείοις, οὗ μὴ δυνατὸν τὴν μὲν τῶν προτάσεων ἐκ τῶν λογίων αἰρεῖσθαι τοῦ Πνεύματος, τὴν δὲ ἑτέραν ἐκ τῶν φυσικῶν ἀρχῶν ἀληθεύουσαν. Καὶ εἰ τοῦτο συγχωρεῖν ἔξεστι, καὶ πανταχοῦ τοῖς οὕτω τέχνης ἔχουσι πιστεύειν ἀνάγκη, οὐδὲν ὃ μὴ τῶν θείων δι’ ἐπιστήμης γνωστόν, καὶ ψεύδεσθαι πᾶσα ἀνάγκη τοὺς τὰ μὲν τῶν θείων ἀξιοῦντας σύμμετρά πως εἶναι καὶ τῷ ἀνθρωπίνῳ νῷ, καί τινα τρόπον ἐπιστητὰ καὶ γνωστά, τὰ δὲ παντάπασιν ὑπεραίρειν αὐτόν, ὡς καὶ ἀνωτέρω εἴρηται. Ἔτι δέδεικται μήδ’ ἐν ἐκείνοις ἐν οἷς μετρίως καὶ τὸν ἀνθρώπινον νοῦν συγκεχώρηται συμβαίνειν καὶ ὁπωσοῦν, μήδ’ ἐν ἐκείνοις τὴν ἀπόδειξιν ἀναγκαῖον εἶναι, διὰ τὴν ἀπάτην, ἥν, ὥσπερ ἀπαραίτητον αἶσχος, τὸ τῶν συλλογισμῶν γένος μεθ’ ἑαυτῶν περιφέρουσιν.

Εἰ δὲ λέγοιεν κοινά τινα προσεῖναι τοῖς τε θείοις καὶ ὑπὲρ ἡμᾶς καὶ δὴ καὶ τοῖς οὖσι (κοινὰ δὲ κατά τινα ἀναλογίαν, οὐ γὰρ δὴ συνωνύμως ἐνδέχεται), καὶ κατ’ ἐκεῖνα δύνασθαι τὴν ἀπόδειξιν καὶ ἐπὶ τῶν ὑπερουσίων ὑγιῶς προχωρεῖν, —ἀλλὰ πρῶτον μὲν ἴσον ἐστὶ τήν τε κατηγορίαν μὴ συνωνύμως προέρχεσθαι καὶ μήδε τὴν ἀρχὴν ἀποδεικνύναι, τοῦτό γε τῆς ἀποδείξεως ἀπαιτούσης κατὰ πᾶσαν ἀνάγκην. Ἔπειτα εἰ καὶ κατά τινα ἀναλογίαν κοινά τινα Θεῷ καὶ τοῖς οὖσιν, ἀλλὰ πολὺ μὲν κἀν τούτοις καὶ σφόδρα φανερὸν τὸ ἀνόμοιον, ἀμυδρὸν δέ τι καὶ σκοτεινὸν τὸ ὅμοιον, καὶ ὥστε μόνον εἰκάσαι. Τούτου δὲ κειμένου, ὁ ἐκ τῆς ὁμοιότητος ἐπιχειρῶν συλλογίζεσθαι, οὐδὲ ἑαυτῷ πιστεύσειεν ἄν, ἐκ τῆς ἀνομοιότητος καὶ σφόδρα εἰς τοὐναντίον ἑλκόμενος περὶ ὧν σκοπεῖ.

Ταύτῃ τοι καὶ Θωμᾶς, παντὸς μᾶλλον οὐκ ἀγνοήσας τὴν ἐπὶ τοὺς συλλογισμοὺς τοιαύτην ὁδόν, συγχωρεῖ μὲν αὐτῇ χρῆσθαι γυμνασίας ἕνεκεν· ἀδρανῆ δὲ καὶ ἀσθενῆ καὶ οὐδὲν ὑγιὲς αὐτὴν ἡγούμενος, εἰσηγεῖται μὴ σφόδρα ταύτῃ θαρρεῖν μηδὲ ἐκ τῶν λόγων τούτων εἰδέναι οἴεσθαι μηδ’ ἀποδεικνύναι.

Φησὶ γὰρ ἐν ὀγδόῳ κεφαλαίῳ τοῦ Κατὰ Ἑλλήνων πρώτου βιβλίου· «Τὰ αἰσθητὰ τῶν πραγμάτων, ἐξ ὧν ἡ ἀνθρωπίνη ἀπόδειξις τὴν ἀρχὴν λαμβάνει, ἔχουσί τι ἐν ἑαυτοῖς τῆς θείας ὁμοιότητος ἴχνος, οὕτω μέντοι ἀτελές, ὥστε πρὸς τὸ τὴν τοῦ Θεοῦ οὐσίαν δεικνύναι εὑρίσκεσθαι παντάπασιν ἀδρανῆ». Καὶ πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ· «Ἔστι μέντοι χρήσιμον ἐν ταῖς τοιαύταις τῶν ἀποδείξεων, ἀσθενέσιν ἀμηγέπη οὔσαις, γυμνάζειν ἑαυτὴν τὴν ἡμετέραν διάνοιαν, ἐφόσον ἄπεστιν ἡ τοῦ καταλαμβάνειν ἢ ἀποδεικνύναι τὰ τοιαῦτα δύνασθαι οἴησις». Ἄλλως τε εἰ καὶ χώρα τοῖς τοιούτοις λόγοις, ἀλλ’ οὐκ ἀδιορίστως ἐν πᾶσι τοῖς θείοις ἁπλῶς, ἀλλ’ ἐν οἷς ἔστι καὶ τὸν ἀνθρώπινον νοῦν ἐν φαντασίᾳ τινὸς τῶν περὶ τὸν Θεὸν γίνεσθαι, οὐκ ἐν τούτοις ἃ καὶ τῶν ἀγγελικὸν ὑπερβέβηκε νοῦν. Ἢ τί κωλύει, τούτου κειμένου, μηδὲν εἶναι τῶν θείων ὑπὲρ τὴν ἀνθρωπίνην διάνοιαν, ἵνα μηδὲ Λατίνοις ἑαυτοῖς συμβαίνειν ἐξῇ;

Ἔτι γεωμετρία καὶ ἀριθμητικὴ πολλοῖς τισιν ἐπικοινωνοῦσιν, ἑκατέρα τε γὰρ περὶ τὸ ὄν, καὶ δὴ καὶ τὸ ποσόν, ὡς γένος ἢ ὑποκείμενον, εἰ καὶ μὴ πάντη προσεχῶς. Καὶ δὴ καὶ ἀμφοτέρας προϊούσας ἔστιν ἰδεῖν ἐξ ἀρχῶν, αἱ ἥκιστά εἰσι κρείττους ἢ κατὰ τὸν ἀνθρώπινον νοῦν, καὶ δὴ καὶ ἀξιώμασι καὶ παθήμασί πως τοῖς αὐτοῖς διατελοῦσι χρώμεναι· ἀλλ’ ὅμως τοσούτων ὄντων κοινῶν, διὰ τὴν ἐν αὐταῖς διαφοράν, μὴ ἐξεῖναί φησιν Ἀριστοτέλης τὴν ἀριθμητικὴν ἀπόδειξιν ἁρμόσαι ἐπὶ τὰ τοῖς μεγέθεσι συμβεβηκότα. Εἰ δὲ ταῦτα ἀληθῆ, πῶς ἐστιν ἁρμόζειν τοῖς ὑπερουσίοις τὰ τῶν ὄντων, τοῖς ὑπὲρ νοῦν τὰ ὑπὸ τὸν νοῦν, τοῖς ὑπερφυέσι τὰ κατὰ φύσιν, τοῖς θείοις τὰ μὴ τοιαῦτα, μηδαμῶς ὑφ’ ἓν περιεχομένοις γένος; τοῦτο γὰρ οὐδὲ ἔξεστι πλάττειν, οὐδέ, εἴ τις σκοποίη, πάντα μιγνύναι χρήματα.

Πρὸς δὲ τὸ τρίτον, εἰ καὶ ἐν ἐνίοις ἐστὶ προιέναι τὰς ἀποδείξεις ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα, ὥσπερ ὁ μὲν Ἀριστοτέλης ἐν τοῖς Περὶ Οὐρανοῦ δέδειχε τὸ τῆς σελήνης σχῆμα ἀπὸ τῶν φωτισμῶν τῶν αὐτῆς· καὶ μὴν καὶ μαθηματικοί ἐστιν οὗ τῇ τοιαύτῃ δείξει ἐχρήσαντο, ἀκολουθοῦντες Ἀριστοτέλει, λέγοντι κωλύειν μηδὲν τῶν ἀντικατηγορουμένων γνωριμώτερον εἶναι ἐνίοτε τὸ μὴ αἴτιον· ὥστε εἶναι διὰ τούτου προσέρχεσθαι τὴν ἀπόδειξιν, θαυμάζειν οὐ χρή, ἐν ἔθει γὰρ τοῖς περὶ τὴν ἀπόδειξιν ἔχουσιν ὁ τοιοῦτος συλλογισμός, καὶ τὸ μέσον αὐτοῦ «τεκμήριον» ἐν τοῖς προτέροις Ἀναλυτικοῖς αὐτὸς ὠνόμασεν, ὥσπερ ἐν τοῖς ὑστέροις, οὐ τοῦ «διότι» ἀλλὰ τοῦ «ὅτι» συλλογισμοῦ. Ἀλλ’ ἐν τοῖς περὶ Θεοῦ λόγοις οὐδεμιᾷ μηχανῇ τῷ τρόπῳ τούτῳ χρηστέον ἐστίν, ὑπόκειται γὰρ κἀκεῖ οἰκεῖα καὶ συγγενῆ καὶ συνώνυμα ταῖς ἀρχαῖς εἶναι τὰ ἐξ ἀρχῶν δεικνύμενα, καὶ ἐπὶ τῶν ἀντιστρεφόντων δὲ τὸ τοιοῦτον συμβαίνειν, ὅπερ οὐκ ἂν γένοιτο ἐπὶ Θεοῦ καὶ τῶν ὄντων.

Ὅτι δὲ ὁ διαλεκτικὸς συλλογισμός, ὅπερ ἐστὶ τὸ τέταρτον, περὶ μόνα τὰ πιθανὰ καὶ ἀμφιρρεπῆ καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἐστί, καὶ τοῦτο δὲ οὐ πάνυ τοι πρὸς ἀλήθειαν· ἀμφισβητοῦμεν γὰρ πρὸς ἀλλήλους ἄνθρωποι οὐ περὶ τὰ ἐνδεχόμενα μόνον καὶ ἄλλοτε ἄλλως ἔχοντα, ἀλλ’ ἤδη καὶ περὶ τὰ ἀναγκαῖα αὐτά. Καὶ δῆλον ἐκ τῶν περὶ πίστεως λόγων περὶ ὧν ἡ παροῦσα πρόθεσις· ὁ δὲ πόλεμος οὗτος περιρρέων πολὺς ἀναγκαίαν ἀνθρώποις τὴν ἐκ τῶν συλλογισμῶν ἐποίησε συμμαχίαν, οἷς ἐκεῖνα προσεῖναι δεῖ, τό τε δοκοῦντα λαμβάνειν πρὸς οὓς ὁ πόλεμος καὶ τὸ σῴζειν ὑγιᾶ τὴν τοῦ συλλογισμοῦ θέσιν. Ἂν μὲν οὖν καὶ τὰ ἠρωτημένα μὴ δοκοῦντα μόνον τοῖς προσδιαλεγομένοις ᾖ, ἀλλὰ καὶ ἀναγκαῖα καὶ πρῶτα καὶ ἄμεσα καὶ οἰκεῖα τῷ δεικνυμένῳ, εὖ καὶ καλῶς· ἂν δὲ δοκοῦντα μὲν καὶ ἀληθῇ, μὴ τοιαῦτα δέ, καὶ οὔτως οὐδὲν διαφέρει τοῖς προσδιαλεγομένοις, ἐξαρκεῖ γὰρ τυχεῖν περὶ ὧν ἡ πρόθεσις ἐξαρχῆς· ὥστε ἐστὶ περὶ Θεοῦ διαλέγεσθαι, καὶ μὴν καὶ συλλογίζεσθαι, εἰ καὶ μὴ ἀποδεικτικῶς, ἕως ἂν τοῖς ἐναντίοις τὰ εἰλημμένα δοκῇ.

Ἀλλ’ οὐδὲ ὥσπερ ἐπὶ τῶν μοναδικῶν, ἡλίου δηλαδὴ καὶ σελήνης καί τινων τοιούτων, καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἀπόδειξιν ἐνδέχεται προχωρεῖν. Τὸ γὰρ μοναδικὸν οὐ τῶν μοναχῶς λεγομένων ἐστίν· εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ θεῖον τοιοῦτον, ἀλλ’ οὐ τὸν ὅμοιον τρόπον ἐκείνῳ τε καὶ τοῖς ἄλλοις ἀπονενέμηται τὸ μοναδικόν· ἕκαστον μὲν γὰρ τῶν μοναδικῶν τόδε τί ἐστι καὶ ὑποκείμενον, ὁ δὲ Θεὸς οὐκ ἔστι τόδε τι καὶ ὑποκείμενον. Φησὶ γὰρ ὁ θεῖος Διονύσιος ἐν τοῖς περὶ τοῦ Ἑνός· «Οὐκ ἔστι τὸ πάντων αἴτιον ἓν τῶν πολλῶν ἕν, καὶ ἕκαστον τούτων ἓν μέν ἐστιν, ἄπειρα δὲ οὐκ ἔστι· ὁ δὲ Θεὸς οὐχ ἧττον πάντα ἐστὶν ἢ ἔν, μᾶλλον δὲ καὶ ὑπὲρ αὐτὸ τὸ ἓν καὶ ὑπὲρ τὰ πολλὰ ὑπερανίδρυται».

Καὶ ὁ μὲν ἥλιος ἤ τι τῶν μοναδικῶν εἰ καὶ μὴ προσεχῶς ὑπό τι εἶδος ἰδικώτατον τελεῖ, τῷ μὴ καὶ ἄλλους ἡλίους ἢ οὐρανοὺς εἶναι, ἀλλ’ οὖν ὑπὸ κοινότερόν τι ἀνάγεται τὸ καθόλου σῶμα, ἢ σφαιρικὸν σῶμα ἢ φωτίζον ἢ ὁμαλῶς κινούμενον· ἕκαστον γὰρ τούτων κοινότερόν ἐστι τοῦ ἡλίου, καὶ δείκνυμεν τὰ καθ’ αὑτὸ συμβεβηκότα ἑκάστῳ τούτων, ἢ ὡς σφαιρικῷ σώματι αὐτῷ ὑπάρχοντα, ἢ ὡς φωτίζοντι, ἢ ὡς ὁμαλῶς κινουμένῳ, καὶ ἕκαστον ἀεὶ κατά τι κοινόν. Τοῦ δέ γε Θεοῦ ἢ προσεχῶς ἢ πόρρω ὑπεραῖρον τί νοῆσαι κοινότερον, μὴ λίαν ᾖ πλημμελές;

Καὶ ἐπὶ τούτων οὐχ ὡς τοῦδε μὲν τοῦ ἡλίου, τοῦδε δὲ οὐρανοῦ τὰς ἀποδείξεις ποιούμεθα, ἀλλ’ ἁπλῶς ὡς καθόλου ἡλίου καὶ οὐρανοῦ, τῷ τοὺς περὶ αὐτῶν λόγους πᾶσιν ἁρμόζειν, εἰ καὶ ἄπειροι ἦσαν ἥλιοί τε καὶ οὐρανοί· τοῦ δέ γε Θεοῦ αὐτοῦ, οὐκ ἀσφαλὲς καθόλου τινὰ Θεὸν φαντασθῆναι, ἐφ’ οὗ τὰς ἀποδείξεις ποιησόμεθα. Καὶ τὰ μὲν ὑπάρχοντα τῷ θεῷ, μόνῳ αὐτῷ ὑπάρχει· τὰ δέ γε ἑκάστῳ τῶν μοναδικῶν προσόντα, οὐ μόνῳ ἐκείνῳ ἐστίν, εἰ καὶ μοναδικόν ἐστι. Τοῦ γὰρ τὸν ἰσημερινὸν κύκλον δίχα τὸν ζωδιακὸν τέμνειν, αἴτιον τὸ τοὺς μεγίστους ἐν σφαίρᾳ κύκλους ἀλλήλους διχῇ διαιρεῖν. Οὗτος δὴ ὁ λόγος ἵδρυται μὲν ἐν τῷ θείῳ νῷ δημιουργικῶς, ἑνιαίως, ἐξηρημένως· ἡμεῖς δὲ αὐτοῦ μετασχόντες μεριστῶς καὶ διεξοδικῶς καὶ γνωστικῶς μόνον καί, οἷον εἰπεῖν, εἰκονικῶς. Ὅταν τοῦτον διεγείραντες δι’ αὐτοῦ θεωρῶμεν τὸ τῷ οὐρανῷ ὑπάρχον, ἐξ αἰτίου φαμὲν τὴν εἴδησιν λαμβάνειν, τῷ τὴν εἰκόνα τοῦ ἀληθοῦς εἰδέναι αἰτίου. Πάντα δὲ οὐκ ἄν ποτε συμβαίη ἐπὶ Θεοῦ· ὥστε οὐδὲ τὸν τρόπον τοῦτον ἀποδεικτικὰ ἂν εἴη τὰ περὶ Θεοῦ.

Ἀλλὰ μὴν πρὸς τὸ ἕκτον, ὅτι οὐ τὴν οὐσίαν αὐτὴν ἀποδεικτὴν ἢ γνωστὴν εἶναί φασιν, ἀλλὰ τὰ περὶ αὐτὴν δηλαδή, ἐκεῖνο καὶ δὴ λεκτέον ἐστίν, ὡς οὐκ ἰδιάζον τοῦτο ἐπὶ Θεοῦ, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι κοινότατον· οὐδεμία γὰρ οὐσία ἀποδεικτή, ἀλλ’ αἱ ἀποδείξεις τῶν καθ’ αὑτὸ ταῖς οὐσίαις προσόντων εἰσίν. Ἧς δ’ οὐσίας οὐκ ἐφαπτόμεθα, οὐδὲ ἴσμεν αὐτήν. οὐδὲ τὰ καθ’ αὑτὸ προσόντα αὐτῇ ἐπιστημονικῶς εἰδέναι δυνάμεθα· ὧν γὰρ οὐσιῶν ἐστιν ἐφάπτεσθαι ἢ κατ’ αἴσθησιν, ὡς τῶν μοναδικῶν τε καὶ καθ’ ἕκαστα αἰσθητῶν, ἢ δόξῃ καὶ διανοίᾳ, ὡς τῶν καθόλου καὶ μαθηματικῶν, τούτων δι’ ἀποδείξεως ἁλωτὰ πάντως ἂν εἴη τὰ καθ’ αὑτὸ συμβεβηκότα.

Ὁ γὰρ τῆς ὑποκειμένης οὐσίας ὁρισμὸς ἀρχὴ τῆς ἀποδείξεως γίνεται· ὃ δὲ τὸν ὅρον διαπέφευγε πάντῃ καὶ οὗ τὴν ἐπαφὴν οὐδὲ ἐννοῆσαι θέμις, πῶς δι’ ἀποδείξεως εἰσόμεθα τὰ περὶ αὐτό; Ἃ γὰρ ταῖς ἄλλαις οὐσίαις τὰ καθ’ αὑτό, ταῦτα τῷ γε ὑπερουσίῳ τὰ περὶ αὐτὸν λεγόμενα· ὥστε εἰκότως ὁ θεῖος Διονύσιος ἔλεγεν ἄγνωστον εἶναι τὸ θεῖον καὶ ᾗ μονάς ἐστι καὶ ᾗ τριάς, καὶ μηδενὸς μήτε ἑνὸς αὐτοῦ μήτε τριῶν δυνατὸν εἶναι καὶ τὸν διαβατικώτατον νοῦν ἐφάπτεσθαι. Εἰ δὲ καὶ ἃ περὶ τὸν Θεόν φαμεν οὐδὲ τούτων ἐστὶν ἐφάπτεσθαι, ἀλλὰ καὶ λεγόμενα ἀπερινόητα μένει καὶ ἀπερίληπτα, πῶς ἂν εἴη ἀποδεικτά, μὴ ὄντα γε ἐπιστητά; ἢ πῶς ἐπιστητά, μὴ ἔχοντα ἐπαφήν; Οὐκοῦν ἐν βελτίονι ἢ κατὰ ἀποδεικτικοῦ μοίραν τακτέον καὶ τὸν Θεὸν καὶ τὰ περὶ αὐτὸν ἅπαντα.

Εἰ δὲ καί τινες τῶν διδασκάλων τῆς Ἐκκλησίας περὶ Θεοῦ τοὺς λόγους ποιούμενοι συλλογισμοῖς ἐχρήσαντο καὶ ἀποδείξεις δὲ προσεῖπον αὐτούς, θαυμάζειν οὐ χρή· δεῖ γὰρ οὐ τοῦτο σκοπεῖν μόνον, ἀλλὰ πότε, καὶ πρὸς τίνας λέγοντες, καὶ τίνα περὶ τούτων ἔχουσι γνώμην. Οὐ γὰρ ἄνευ τοῦ στενάζειν αὐτοῖς ἐχρήσαντο· οὐδ’ ἀεί, ἀλλ’ ἐν τῷ τοῦ πολέμου καιρῷ, καὶ πρὸς τοὺς αἱρετικοὺς ἱστάμενοι μέγα τι τοὺς συλλογισμοὺς οἰομένους καὶ τοὺς λόγους αὐτῶν οἰκονομοῦντες ἐν κρίσει.

Δῆλον δέ· τοῖς γὰρ οἰκείοις διαλεγόμενοι, ἁλιευτικῶς καὶ οὐ ἀριστοτελικῶς ποιεῖσθαι τὰς συνουσίας ἐπαγγέλλοντας, ὡς ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν Γρηγόριος ὁ Θεολόγος φησί, καὶ μὴν καὶ τὸν θεῖον Ἀθανάσιον ἐνκωμιάζων αὐτός, δῆλός ἐστιν ἀποκλαιόμενος τὰ τοιαῦτα, καὶ φλυαρίαν καλῶν τὸν ἐκ τῶν συλλογισμῶν θόρυβον ἐν τοῖς περὶ Θεοῦ λόγοις· καὶ τὸν χρόνον τῆς ἐκείνων παρουσίας ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καταστροφῆς οἶδε καιρόν, ὥσπερ δὴ καὶ ἀκμὴν εὐσεβείας καὶ ἀνάβασιν πίστεως καὶ ἡμέραν εὐδαιμονίας τὸ μήδ’ ἡντινοῦν αὐτοὺς ἔχειν πάροδον ἐν ταῖς θείαις αὐλαῖς· καὶ μὴν καὶ τῶν αἱρετικῶν βίαν αἰτίαν αὐτῶν νομίζει, καὶ τὸν Ἱερεμίαν δὲ δῆλός ἐστι ποθῶν ὡς ἂν ὁμοῦ γεγονότες ξυναυλίαν ἀνακλαύσωνται τὴν κατασχοῦσαν τὰς Ἐκκλησίας τοῦ Θεοῦ συμφοράν.

Φησὶ γάρ· «Ἦν ὅτε ἤκμαζε τὰ ἡμέτερα καὶ καλῶς εἶχεν, ἡνίκα τὸ μὲν περιττὸν τοῦτο καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον οὐδὲ πάροδον εἶχεν εἰς τὰς θείας αὐλάς, ἀλλὰ ταὐτὸν ἦν ψήφοις τε παίζειν τὴν ὄψιν κλεπτούσαις τῷ τεύχει τῆς μεταθέσεως ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶ ἀνδρογύνοις λιγύσμασι, καὶ περὶ Θεοῦ λέγειν τι καὶ ἀκούειν καινότερον καὶ περίεργον, τὸ δὲ ἁπλοῦν τε καὶ εὐγενὲς τοῦ λόγου εὐσέβεια ἐνομίζετο. Ἀφ’ [οὗ] δὲ [Σέξτοι] καὶ Πύρρωνες καὶ ἡ ἀντίθετος γλῶσσα ὥσπερ τι νόσημα δεινὸν καὶ κακόηθες ταῖς Ἐκκλησίαις ἡμῶν εἰσεφθάρη, καὶ ἡ φλυαρία παίδευσις ἔδοξε, καὶ ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν Πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον.

Ὢ τίς Ἱερεμίας ὀδύρεται τὴν ἡμετέραν σύγχυσιν καὶ σκοτόμαιναν, ὁ μόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσιν!» Εἰ δὲ τῶν τῆς Ἐκκλησίας πραγμάτων εὖ καὶ καλῶς ἐχόντων καὶ τῆς πίστεως ἀκμαζούσης, εὐσέβεια νομίζεται τὸ ἁπλοῦν τοῦ λόγου καὶ εὐγενές, οὐκ οἶδα τί ἄν τις προσείποι τὸ κατεγλωττισμένον τοῦτο τῆς θεολογίας καὶ ἔντεχνον· εἰ δὲ καὶ πρόσφατον τοῦτο καὶ ταῖς αἱρέσεσι σύνδρομον, οὐκ ἄρα παρὰ τῶν Πατέρων τῆς εὐσεβείας ἐξαρχῆς συγκατεβλήθη τῷ λόγῳ τῆς πίστεως; Καὶ μὴν καὶ τῇ φλυαρίᾳ τί ἄν τις εἰς δέον χρήσαιτο; Τίς δ’ ὑγιαίνων τὸν νοῦν οὐκ ἂν αὐτῆς καταγνοίη, δι’ ἧς εἰσεφθάρη μὲν τῇ τῶν χριστιανῶν πολιτείᾳ τὸ τῶν Ἀθηναίων νόσημα, τὸ δὲ τῆς Ἐκκλησίας κάλλος εἰς ὀρχήστρας καὶ σκηνῆς μετέβαλεν αἶσχος;

Ἔτι καὶ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ Ἁγίου Πνεύματος διαρρήδην αὐτὸ τοῦτο δείκνυσιν ὁ αὐτός, ὡς ἡ τῶν αἱρετικῶν ἀνάγκη, τὴν πίστιν διασυρόντων, τοὺς συλλογισμοὺς ἐπὶ τὴν Ἐκκλησίαν εἰσήγαγε. Φησὶ γὰρ πρὸς αὐτούς· «Εἰ δὲ εἷς Θεός, μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; Ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ περί σε; Λίαν μὲν αἰσχρόν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς ἐκ τῶν κάτω τὴν εἰκασίαν τῶν ἄνω λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καί, ὅ φησιν Ἡσαΐας, ‘ζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς’. Ὅμως δὲ πειράσομαι, σὴν χάριν, δοῦναί τινα τῷ λόγῳ βοήθειαν».

Οὐκ ἄρα ἐν τοῖς πρὸς ἡμᾶς λόγοις δίκαιοι ἂν εἶεν Λατῖνοι τὰ ἐκ τῶν συλλογισμῶν ἐπισείειν ἡμῖν, μήτε τὰ τοιαῦτα ἀπαιτοῦσι καὶ προκατεγνωκόσιν αὐτῶν ὡς αἰσχρῶν καὶ ματαίων καὶ μυρίας ἀπάτης μεστῶν. Ὁ δὲ μακάριος Χρυσόστομος, ὡς ἐδείξαμεν, εἰς μνήμην [ἰὼν] τοῦ ἀποστολικοῦ παραγγέλματος «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ», κατὰ τῶν συλλογισμῶν ἀποστολικὸν τοῦτο χωρίον ἐδέξατο, ὥστε μηδένα ἀπατηθέντα μετὰ τῆς τούτων συμμαχίας ἐπὶ τὴν τῶν ἐκκλησιαστικῶν ἐλθεῖν ἔρευναν. Ἵνα δὲ μή τις νομίσῃ μὴ κατὰ τῶν συλλογισμῶν ἁπλῶς τὴν ἀπειλὴν εἶναι, ἀλλὰ κατ’ ἐκείνων, οἳ τὸ ψεῦδος συνάγουσιν, οὐδὲ ἀληθεύουσί φησι πιστέον ἐστὶ τοῖς συλλογισμοῖς. Καὶ μὴν καὶ ὁ Μέγας Βασίλειος δῆλός ἐστιν, ὡς ἐδείξαμεν, ἀσεβείας διώκων αὐτούς, ὡς ἀποστεροῦντας χριστιανοὺς τῶν τῆς πίστεως καὶ τῆς ἐλπίδος μισθῶν.

Εἰ δὲ οἳ μάλιστα πάντων αὐτοῖς χρησάμενοι ἐν τῇ πρὸς αἱρετικοὺς πάλῃ οὕτω περὶ τούτων ἔχουσι γνώμης, καὶ τὸν καιρὸν δὲ καὶ τὰς ἀνάγκας καὶ τὰς συμφορὰς τὰς ἡμετέρας αἰτίας ἡγοῦνται τῆς παρρησίας τῆς αὐτῶν ἐν τῇ Ἐκκλησίᾳ, πῶς ἂν εἴη δίκαιον τὰ σιτία ἃ τοῖς ἀσθενέσιν ηὐτρέπισται, ταῦτα τοῖς ὑγιαίνουσιν ἀπορρίπτειν, καὶ χρῆσθαι μὲν τοῖς τῶν διδασκάλων λόγοις δοκεῖν, χρῆσθαι δὲ αὐτοῖς εἰς τοὐναντίον ἢ ἐκείνοις δοκεῖ;

Εἰ δὲ καὶ πιστεύομεν τὸν Χριστὸν ἐν τῷ Παύλῳ λαλεῖν, οὗτος δὲ ἀπεστάλθαι παρὰ τοῦ Κυρίου φησὶν ἐπὶ τὸ εὐαγγέλιον, ὡς ἀνωτέρω παρεστήσαμεν, οὐκ ἐν σοφίᾳ λόγου, μή ποτε ἡ τῶν συλλογισμῶν ἀσθένεια ἀδυναμία γένηται τῷ σταυρῷ τοῦ Χριστοῦ (τοῦτο γὰρ ἡ τοῦ σταυροῦ κένωσις), καὶ τὸ κήρυγμα δὲ τὸ ἀποστολικόν, ὡς αὐτός φησιν, «οὐκ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ», φρίττειν πᾶσα ἀνάγκη καὶ ὑποχωρεῖν καὶ ἀπολογίαν ζητεῖν, τί δή ποτε τοῖς διδασκάλοις, τοιαύτης ἀπειλῆς προκειμένης, πρὸς συλλογισμοὺς ἐπῆλθεν ἰδεῖν.

Ὅλως δὲ εἰ μὲν τὸ τῶν ἀποστόλων καὶ τοῦ Χριστοῦ εὐαγγέλιον εὐαγγέλιον ἑαυτῶν καὶ αὐτοὶ νομίζουσι, τι κοινὸν αὐτοῖς καὶ συλλογισμοῖς; Ὁ γὰρ ἀποστέλλων τοὐναντίον ἅπαν τοῖς ἀποστόλοις παρήγγειλεν. Εἰ δὲ μετὰ τῶν συλλογισμῶν ἡμῖν ἐπίασιν, οὐκ ἄρα τὸ τοῦ Χριστοῦ εὐαγγέλιον κομίζοντες ἥκουσιν. Ὥστε οὐ δεῖ θορυβεῖσθαι εἰ, τοῦ κατὰ τὸν συλλογισμὸν χρήματος οὕτως ἐπὶ τῆς θεολογίας ἀπειρημένου, ἔστιν οὗ τοῖς λόγοις τοῖς ἑαυτῶν οἱ πατέρες τῆς εὐσεβείας παρέμιξαν, ἀλλὰ δεῖ καὶ καιροὺς οἰκονομίας σκοπεῖν, καὶ πρὸς οὓς ὁ λόγος, καὶ τὴν διάνοιαν τὴν ἐκείνων.

Τοῦτο δὲ τὸ ἔθος πόρρωθεν ἀποστολικόν· ἐν ταῖς τῶν καιρῶν δυσκολίαις μετὰ τῆς προσηκούσης οἰκονομίας ἐπὶ τὰ πράγματα ἀπαντᾶν. Τὸ δὲ καινότατον, ὅτι μὴ μόνον προσήκει τὸν μέλλοντα κρίνειν ὀρθῶς μὴ πρὸς τὰ λεγόμενα ἀφορᾶν, ἀλλὰ μηδὲ εἰς αὐτὰ τὰ πράγματα, ἀλλὰ μᾶλλον εἰς τὸν τῶν πραγμάτων σκοπόν. Τίς γὰρ Παύλου μᾶλλον ἢ περιτομὴν ἔλυεν ἢ τὰς θυσίας τὰς ἰουδαϊκὰς ἢ τῶν νομικῶν παραγγελμάτων τοὺς διδασκομένους ἀπῆγεν, ὅς γε καὶ Πέτρῳ περὶ τούτων κατὰ πρόσωπον ἀντιστῆναι ἐτόλμησεν; ἀλλ’ αὐτὸς οὗτος μετὰ τὴν ἄνωθεν κλῆσιν καὶ τὴν ἀποστολὴν καὶ τὸν Τιμόθεον περιέτεμε, καὶ οὐ προσέχομεν τῷ γενομένῳ· οὐ περιέτεμε δὲ μόνον, ἀλλὰ καὶ ἐξυρᾶτο καὶ ἔθυσε, καὶ οὐ δή που τὰ τοιαῦτα εἰς παράδειγμα ἕλκομεν, οὐδὲ τὸν τοῦ Κυρίου Ἀπόστολον ἰουδαῖον τῇ πίστει διαταῦτά φαμεν, ἀλλὰ καὶ τὴν αἰτίαν ζητοῦμεν δι’ ἣν τὰ τοιαῦτα καὶ τὸν τῶν πραττομένων σκοπόν. Καὶ οὕτω πάντα ἡμῖν εὔδρομα, καὶ εἴσεται ταῦτα ἀκριβῶς ὁ τὴν ἑρμηνείαν τοῦ μακαρίου μετιὼν Ἰωάννου ἀναπτύσσοντος τὴν πρὸς Ῥωμαίους Παύλου ἐπιστολὴν ἐν Ὁμιλίᾳ πεντεκαιδεκάτῃ· ἐκεῖ γὰρ ὄψεται τοῦτον, καὶ μέχρι πόσον τὸν κανόνα τοῦ πῶς δεῖ κρίνειν ἐκτείνοντα. Καὶ τὸ βιβλίον δὲ τῶν ἀποστολικῶν Πράξεων πολλῶν γέμει τοιούτων. ἃ νῦν εἰς παράδειγμα φέρειν, πάνυ μακρόν.

Οὐκ ἄρα οὐδὲ τοὺς διδασκάλους τῆς Ἐκκλησίας ἢ ἐν αἰτίαις προσήκει ποιεῖσθαι τοῖς ἀποστολικοῖς χρωμένους ἔθεσι, καί τινα οἰκονομοῦντας τοῖς καιροῖς ἐκείνοις γιγνόμενα, οὐδὲ μὴν ταῦτα ἀντὶ νόμου λογίζεσθαι, καὶ λύειν μὲν τὴν ἀποστολικὴν ἀπόφασιν, μὴ εἶναι λέγουσαν τὴν πίστιν ἡμῶν «ἐν σοφίᾳ λόγου, ἀλλ’ ἐν δυνάμει Θεοῦ», λύειν δὲ καὶ τὴν τοῦ Θεοῦ ἐπαγγελίαν λέγουσαν πᾶσιν ὡς «ἔσονται διδακτοὶ Θεοῦ».

Καὶ τί λέγω τοὺς διδασκάλους τῆς Ἐκκλησίας ὡς μετ’ ἀνάγκης ἐπὶ τοὺς συλλογισμοὺς ἀφίκοντο; ἀλλὰ καὶ Θωμᾶς αὐτός, συλλογισμοὺς μᾶλλον πνέων ἢ τὸν ἀέρα, καὶ οὗ τὰς ἀποδείξεις περὶ ὧν νυνὶ σκοπούμεθα μικρὸν ὅσον ἐπισκέπτεσθαι μέλλομεν, καὶ οὗτος, ὡς ἐδείξαμεν, πολλὴν τὴν τῶν συλλογισμῶν κατέγνω ἀσθένειαν ἐν τοῖς περὶ Θεοῦ λόγοις. Εἰ δέ τις τὴν αἰτίαν ζητοίη καὶ τί δήποτε τούτοις κέχρηται, αὐτὸς ἂν εἴη δίκαιος τὸν λόγον ὑπέχειν· ἐν γὰρ τῷ δευτέρῳ λεγομένῳ βιβλίῳ, ἐν τῷ περὶ θείας διδασκαλίας αὐτοῦ λόγῳ, ἐν κεφαλαίῳ ὀγδόῳ, φησί· «Χρῆται μέντοι καὶ λόγοις ἀνθρωπίνοις ἡ θεία γραφή, οὐ πρὸς τὸ τὴν πίστιν ἀποδεικνύναι, τοῦτο γὰρ τὸν μισθὸν τῆς πίστεως ἀναιρεῖ, ἀλλὰ πρὸς σαφήνειάν τινων ἐν ταύτῃ τῇ διδασκαλίᾳ παραδιδομένων».

Καὶ ἐν τῷ Κατὰ Ἑλλήνων πρώτῳ βιβλίῳ, ἐν κεφαλαίῳ ἐνάτῳ· «Ὁ τρόπος, φησίν, ᾧ νικήσομεν τοὺς ἀνθισταμένους, ἐκ τῶν τῆς γραφῆς ἔσται σημείοις θεόθεν βεβαιωθέντων· τοῖς γὰρ ὑπὲρ ἀνθρωπίνην ἀπόδειξιν οὖσιν οὐκ ἄλλως ἢ τοῦ Θεοῦ πάντως ἀποκαλύπτοντος πεπιστεύκαμεν. Εἰσαχθήσονται δὲ παρ’ ἡμῶν πρὸς τὴν δήλωσιν ταύτης τῆς ἀληθείας καί τινες πιθανοὶ λόγοι, ὅσον μέντοι πρὸς διατριβὴν τῶν πιστῶν καὶ γυμνάσιον, ἀλλ’ οὐ πρὸς νίκην τῶν ἐχθρῶν ἀποβλέποντες, ἐπεὶ τὸ τῶν ἀποδείξεων ἐνδεὲς μᾶλλον ἂν αὐτοὺς εἰς τὸ τῶν αἱρέσεων ἔχεσθαι βεβαιώσει, νομίζοντας ἡμᾶς οὕτως ἀσθενέσι λόγοις πεισθέντας τῇ πίστει προσέχειν».

Ἐνταῦθα καὶ δευτέραν αἰτίαν προσέθηκεν. Εἰπὼν γὰρ πρότερον περὶ τῆς γραφῆς ὡς, εἰ καὶ λογισμοῖς ἀνθρωπίνοις χρῆται, ἀλλ’ οὐ πρὸς ἀπόδειξιν τῆς πίστεως, ἀλλὰ πρὸς σαφήνειαν, καὶ δευτέραν αὐτὸς ἐπήγαγε, φησὶ γάρ· «Ὅσον πρὸς διατριβὴν τῶν πιστῶν καὶ γυμνάσιον». Καὶ πάλιν ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ αὐτοῦ βιβλίου· «Τὰ αἰσθητὰ τῶν πραγμάτων ἐξ ὧν ἀνθρωπίνη ἀπόδειξις ἀρχὴν λαμβάνει ἔχουσί τι ἐν ἑαυτοῖς τῆς θείας ὁμοιότητος ἴχνος, οὕτω μέντοι ἀτελές, ὥστε πρὸς τὸ τὴν τοῦ Θεοῦ οὐσίαν δεικνύναι εὑρίσκεσθαι παντάπασιν ἀδρανῆ». Καὶ πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ· «Ἔστι μέντοι χρήσιμον ἐν ταῖς τοιαύταις τῶν ἀποδείξεων, ἀσθενέσιν ἀμηγέπη οὔσαις, γυμνάζειν ἑαυτὴν τὴν ἡμετέραν, ἐφόσον ἄπεστιν ἡ τοῦ καταλαμβάνειν ἢ ἀποδεικνύναι τὰ τοιαῦτα δύνασθαι οἴησις».

Εἰ δὲ ἡ μὲν ἀπόδειξις τοῦτο προηγουμένως ζητεῖ, ὅπως ἂν γένοιτο πιστὸν τὸ ἀποδεικτόν, ἐνταῦθα δὲ τοὐναντίον ἅπαν εἰς ἀπιστίαν μᾶλλον ἐνάγει, καὶ τοῦ μυστηρίου διαβολὴν καὶ πολλὴν εὐκολίαν κατηγορεῖ τῶν χρωμένων αὐτῇ, πῶς οὐ φευκτέον ἐστὶν ἀπ’ αὐτῆς τόν γε περὶ τοιούτων τοὺς λόγους ποιεῖσθαι μέλλοντα;

Ὥστε ὦ βέλτιστε Θωμᾶ! ἂν τοὺς σοὺς ἐπιόντες συλλογισμούς, δι’ ὧν δεικνύναι σκοπεῖς τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, ἀδρανεῖς αὐτοὺς καλῶμεν καὶ ἀσθενεῖς, καὶ οὐδέ σε, τὸν πατέρα, πείθειν ἱκανοὺς ὄντας, καὶ οὐ μόνον οὐ τὸ προκείμενον δεικνύναι δυναμένους, οὐδὲ πρὸς νίκην τὴν ἀφ’ ἡμῶν ἀποβλέποντας, ἀλλὰ καὶ πείθοντας διὰ τὴν φαυλότητα καὶ τὴν ἔνδειαν τῆς ἀληθείας τοὐναντίον μᾶλλον οὗ συνάγουσιν ἀληθὲς νομίζειν, —οὐ χρὴ δυσχεραίνειν οὔτε σε, οὔτε τόν γε ὑπέρ σου τοὺς λόγους ποιούμενον, τὰ γὰρ σὰ πάντως, οὐ τὰ ἡμετέρα, λέγομεν. Καὶ μὴν εἴ τις οὐκ ἀργὸν τὴν διάνοιαν περιφέρων, ἀλλὰ φιλοπονώτερον, τὰ τοιαῦτα σκοποίη, ὄψεται τοὺς τῆς Ἐκκλησίας διδασκάλους πρὸς μὲν τὴν γραφὴν βλέποντας ὅταν πρὸς τοὺς οἰκείους τὰς διαλέξεις ποιῶνται· ἂν δὲ πρὸς τοὺς ἐναντίους ὁ λόγος ᾖ, ὡς ἐπὶ τὸ πλεῖστον τῇ δι’ ἀδυνάτου χρωμένους δείξει, δεικνύντας πολλὰς τῶν ὁμολογουμένων ὑποθέσεων ἀναιρουμένας, εἰ τὰ παρὰ τῶν ἐναντίων ὑποκέοιτο· καὶ μὴν καὶ λύειν πειρομένους τοὺς κατὰ τῆς ἀληθείας ἐκείνων συλλογισμούς, δεικνύντας μηδὲν ὑγιὲς αὐτοὺς ὄντας. Τὰς δὲ τοιαύτας μεθόδους οὐ θεολογοῦσι μόνον ἴσμεν χρησίμους καὶ ἀναγκαίας πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν, ἀλλὰ δὴ καὶ πρὸς πᾶσαν φιλοσοφίαν καὶ τέχνην, ὡς καὶ ὁ Μέγας φησὶ Βασίλειος ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον.

Καὶ ὅτι ταῦτα ἀληθῆ, οἱ περὶ Υἱοῦ καὶ Πνεύματος λόγοι, ἄν τε τοῦ θείου Γρηγορίου λέγῃς, ἄν τε τοῦ Χρυσοστόμου, τοῖς παρ’ ἡμῶν λεγομένοις μαρτυρήσουσιν. Οἷς δὴ καὶ Θωμᾶς ἐν τῷ ἐνάτῳ τοῦ Κατὰ Ἑλλήνων πρώτου βιβλίου συμβαίνων δῆλός ἐστι. Φησὶ γάρ· «Ἐπεὶ δὲ τὰς τοιαύτας ἀποδείξεις οὐκ ἐξαρκεῖν ἡγούμεθα καὶ πρὸς τὴν δευτέραν ἀλήθειαν, οὐ τοῦτο πάντως ἐν τῷ παρόντι σκοπήσομεν ὅπως ἀποδείξεσι τοὺς λέγειν ἐγνωκότας νικήσωμεν, ἀλλ’ ὅπως ἃς αὑτοὶ κατὰ τῆς ἀληθείας προφέρουσιν ἀποδείξεις τῇ τῆς πίστεως ἀληθείᾳ λύοιντο παρ’ ἡμῶν».

Εἰ δὲ καὶ κατηγορικοῖς ἐχρήσαντο συλλογισμοῖς, ἀλλὰ σπανίως καὶ διὰ τὴν βίαν τὴν ἐκείνων, ὡς αὐτοὶ λέγουσιν. Ἴσως δὲ καὶ πρὸς γυμνασίαν τινὰ καὶ διατριβήν, καὶ δοκοῦντα τοῖς προσδιαλεγομένοις λαμβάνοντες, καὶ πρὸς ἓν τοῦτο μόνον ὁρῶντες ὅπως ἂν αὐτοῖς γένοιτο ἐκ τοῦ κλυδωνίου τινὰς διασώσασθαι. Οὐ μέντοι τοὺς τοιούτους συλλογισμοὺς ἀποδεικτικοὺς προσείποιμεν ἄν, ἕως ἂν ὦμεν ἡμῶν αὐτῶν, ἀλλὰ διαλεκτικούς· δεῖ γὰρ ἐκείνοις καὶ σφόδρα πολλῶν ἐξ ὧν ὁ ἀποδεικτικὸς συλλογισμὸς χαρακτηρίζοιτ’ ἄν.

Εἰ δὲ ἀποδείξεις οἱ θεολόγοι τὰ τοιαῦτά φασι, καὶ πολὺ παρ’ αὐτοῖς τὸ τῆς ἀποδείξεως ὄνομα, θαυμάζειν οὐ χρή. Διττὸν γὰρ ἡ ἀπόδειξις· καὶ τὸ μὲν ἰδίως, τὸ δέ ἐστι κοινῶς λεγόμενον, καθ’ ὃ σημαινόμενον, καὶ λογογράφοι καὶ ῥήτορες καὶ πᾶς τις εἰς ἀγῶνα καθιστάμενος τὸ «ἀποδέδεικται» κοὶ τὸ «ἀποδείξομέν» φησι. Καὶ τὰς μαρτυρίας δὲ καὶ τὰς διὰ τῶν βασάνων ἀποδείξεις ἀτέχνους Ἀριστοτέλης ἐν τῇ Ῥητορικῇ καλεῖ. Ἀλλ’ ἡμῖν γε τοὔνομα ἐπὶ τοῦ ἰδιάζοντος παρείληπται ἀντιδιαστελλομένου πρὸς τ’ ἄλλα τὰ τοῦ συλλογισμοῦ εἴδη. Εἰκότως ἄρα τὸ πάντων ἐξηρημένον καὶ ἀποδείξεως ἐξηρῆσθαι νομίζομεν. Οὐ μὴν ἀλλὰ καὶ δέδεικται ὡς οὐδὲ διαλεκτικῷ συλλογισμῷ τὸ ζήτημα περὶ οὗ σκοποῦμεν νυνὶ ὑπάγοιτο ἄν.

Εἰ δὲ μήτε ἀποδεικτικῶς, μήτε μὴν διαλεκτικῶς τὰ ἑαυτῶν Λατίνοις συμπεραίνειν ἐστίν, οὐκ ἄρα ἐν τῷ πολέμῳ τῷ πρὸς ἡμᾶς συλλογισμῶν προσήκει μεμνῆσθαι καὶ ὁπωσοῦν. Ἀλλ’ ἃ μὲν ἄν τις εἴποι καθόλου πρὸς τοὺς τῶν Λατίνων συλλογισμούς, εἴρηται· καιρὸς δὲ ἤδη καὶ εἰς χεῖρας ἰέναι συμμίξαντας ἐγγυτέρω καὶ πρὸς ἕκαστον τῶν συλλογισμῶν ἀποδύσασθαι, καὶ δὴ καὶ τὴν ἀνάγκην αὐτῶν κατιδεῖν. Ἢ γάρ, Θεοῦ συμμαχόντος, γένοιτ’ ἂν ἡμῖν τινας διασώσασθαι, ἢ τοὺς ἐθέλοντας νοσεῖν ἐλεήσομεν. Πάντως δὲ τὰ ἐκείνων πταίσματα ἐν εὐτυχίας ἡμῖν ἔσται μοίρᾳ, ἐκ τῆς ἀσθενείας τῆς πίστεως τῆς ἐκείνων τὸ ἰσχυρὸν τῆς ἡμετέρας εὐσεβείας καταμαθοῦσιν. Ἔστι δὲ ὁ πρῶτος αὐτοῖς τῶν συλλογισμῶν, καὶ ᾧ μέγα ἀξιοῦσι φρονεῖν, ὡς οὐδὲ φωνὴν προέσθαι δυνησομένων ἡμῶν, οὗτος.