Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Οδηγίες για τον γάμο, την αγαμία και την αφιέρωση στον Θεό

Νουθεσίες περί της αγιότητας του σώματος, της συμβιώσεως και του χωρισμού, της παρθενίας, καθώς και της κλήσεως των πιστών εν όψει των επερχόμενων θλίψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 9

εἰ δὲ οὐ μόνον οὐχ αἱρεῖσθε ἀδικεῖσθαι, ἀλλὰ καὶ ἀδικεῖτε, καὶ τό τε ἀδελφοὺς καὶ ὁμοπίστους, εἰς οἷον ὑμῖν τὰ τῆς τιμωρίας χωρήσει; 〈Βιωτικὰ μὲν οὖν ἐὰν ἔχητε κριτήρια,〉 τοῦτ᾽ ἔστιν ἐὰν χρείαν αὐτῶν ἔχητε, ἐὰν ἀνάγκη εἶναι αὐτὰ ἐν ὑμῖν, ἐὰν δέῃ συστῆναι αὐτά. καὶ ἡ μὲν πρόχειρος ἔννοιά τε καὶ σύνταξις αὕτη, ἔνι δὲ καὶ βαθύτερον τὴν λέξιν διελόντα συνιδεῖν καὶ τὸ νόημα ἀναπτύξαι. 1 Kor 6,13 Εἰ μὲν ἁπλῶς 〈βρώματα〉 τὴν τροφὴν δεῖ ἐκλαβεῖν καὶ 〈κοιλίαν〉 τὴν ὑποδοχὴν τῶν σιτίων, ἄμεινον εἰς προαγόρευσιν τοῦ μέλλοντος ἐκδέχεσθαι τὸ ἐπαγόμενον, οἷον· ὁ 〈δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει,〉 τοῦτ᾽ ἔστιν· ἀλλὰ ταῦτα ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἔσται, εἰς ἀφθαρσίαν ἡμᾶς τοῦ θεοῦ μεταστοιχειοῦντος, καὶ μήτε τροφῆς δεῖσθαι μήτε πρὸς ὑποδοχὴν σιτίων γαστρὸς παρασκευάζοντος. καὶ εἴη ἂν ὁ νοῦς τοῦ τὰ 〈βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασι〉 τοιοῦτος, ἀλλήλων ἐστί, φησίν, ἐρεθιστικὰ καὶ ἐπιζητητικά· ἥ τε γὰρ ἐν τῇ κοιλίᾳ ὄρεξις ἐπιζητεῖ τὰ σιτία, τὰ δὲ σιτία τὴν ἐν ἡμῖν πάλιν ὄρεξιν ἐρεθίζει καὶ διεγείρει, ὁ δὲ θεός, φησίν, ἄμφω ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἀποδείξει. οὐ χρὴ οὖν περὶ τῶν μελλόντων ἔσεσθαι ἀχρήστων λίαν σπουδάζειν.

εἰ δὲ 〈βρώματα〉 μὲν τὸ ἀκόρεστον τῶν βρωμάτων, 〈κοιλίαν〉 δὲ τὴν ἀπληστίαν τῆς κοιλίας ἐκληψόμεθα—οὐδὲν γὰρ κωλύει καὶ ταῦτα δηλοῦσθαι ὑπὸ τῶν λέξεων—, οὐ προαγορεύσεως ἔννοιαν δίδωσι τὸ ἐπαγόμενον, ἀλλὰ μᾶλλον ἀρᾶς καὶ δίκης. 〈καταργήσει αὐτά,〉 φησίν, 〈ὁ θεός,〉 ἀπελάσει ταῦτα ἀφ᾽ ἡμῶν, ἐκδιώξει τὴν ἀδηφαγίαν καὶ γαστριμαργίαν, ἐλευθέρους τούτων ἀποδείξει τῶν κακῶν. εἰ δὲ ἀρὰς αὐτοῖς ἐπάγομεν, καὶ ἑαυτοὺς τούτων ἐλευθερωθῆναι εὐχόμεθα, πῶς οὐχὶ βδελυξόμεθα; 1 Kor 6,17—19 〈Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.〉 μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ 〈θεῷ δουλεύων καὶ μαμωνᾷ,〉 ἀλλ᾽ ὅλος ἑνιαῖός ἐστι καὶ ὅλος πνευματικός, εἰς ἑνότητα συναγόμενος πνεύματος. 〈Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.〉 αὐτὸ μερίζει τὸ ἴδιον σῶμα, καὶ εἰς ἑαυτὸν ἀλλ᾽ οὐκ εἰς ἄλλον τὴν ἀδικίαν ἐπιδείκνυται, ὅπερ ἐπ᾽ οὐδενὶ τῶν ἄλλων ἐστὶν εὑρεῖν ἁμαρτημάτων· πάντες γὰρ ἄλλους βλάπτοντες ἁμαρτάνουσιν, ὁ δὲ πορνεύων ἑαυτὸν βλάπτων καὶ κακοποιῶν.

Ἡ ἐπαγωγὴ δείκνυσι τὴν ἔννοιαν τοῦ προτεταγμένου αὐτῆς ῥητοῦ τοιαύτην εἶναι· 〈εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει,〉 οἷον· εἰς αὐτό, φησί, τὸ ἴδιον τοῦ δεσπότου σῶμα, καὶ γὰρ ἐπάγει· ἢ 〈οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου πνεύματός ἐστιν;〉 καὶ πάλιν· 〈καὶ οὐκ ἐστὲ ἑαυτῶν,〉 καὶ πρὸ βραχέος· 〈οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;〉 καὶ πάλιν· 〈ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ.〉 ὥστε ὁ πορνεύων εἰς τὰ ἴδια μέλη τοῦ Χριστοῦ καὶ εἰς τὸ σῶμα αὐτοῦ πλημμελεῖ. τί οὖν, φησίν, οἱ λοιπὰς πλημμελοῦντες ἁμαρτίας οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ αὐτοὶ εἰς τὸ τοῦ Χριστοῦ σῶμα πλημμελοῦσιν; καί φαμεν ὅτι οὐχ οὕτως· εἰ γὰρ καὶ διά τινος μέλους ὁ κλέπτων ἢ ὁ φονεύων τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ᾽ οὐχὶ εἰς τὸ αὐτοῦ μέλος τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ᾽ ἐκτὸς αὐτὴν καὶ εἰς ἄλλον τινὰ κακουργεῖ, ὁ δὲ πορνεύων καὶ διὰ τῶν μελῶν ὥσπερ ἐκεῖνοι, καὶ εἰς αὐτὰ τὰ μέλη καὶ ὅλον τὸ σῶμα τὴν βλάβην καὶ τὴν ἀδικίαν ἐπιδείκνυσιν. 1 Kor 7,12—14 〈Εἴ τις γυναῖκα ἔχει ἄπιστον.〉 ἵνα μὴ διασπασθῶσιν οἱ γάμοι καὶ λοιπὸν συγχύσεως καὶ ταραχῆς καὶ οἴκων ἀνατροπῆς ἡ εὐσέβεια νομισθῇ τοῖς πολλοῖς, διὰ τοῦτο τοὺς φθάσαντας ἀπίστοις συνοικεῖν κωλύει διαιρεῖσθαι. 〈Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος.〉 καὶ αὐτὸ δὲ τοῦτο τὸ ἀνέχεσθαι τὸν ἄπιστον καὶ μὴ ἀποπηδᾶν συνοικεῖν τῷ πιστῷ, ἐγγύς ἐστι τοῦ πρὸς τὴν εὐσέβειαν ὁρᾶν.

ἀλλ᾽ εἴποι τις ἂν ἴσως· οὐκοῦν τὸ αὐτὸ νοοῦντες καὶ περὶ τοῦ πιστοῦ ἐγγὺς αὐτὸν εἶναι φαίημεν ἂν τοῦ πρὸς ἀσέβειαν ὁρᾶν. πρὸς ὅ φαμεν ὡς οὐκ ἔστιν ἴσον, οὐδὲ πολλοῦ δεῖ· ὁ μὲν γὰρ πιστὸς συνοικῶν τῷ ἀπίστῳ τῆς πίστεως ἐντολὴν καὶ νόμον πληροῖ, ὥστε καὶ ταύτῃ μᾶλλον ᾠκείωται τῇ πίστει καὶ διΐσταται τῆς ἀπιστίας· ὁ δὲ ἄπιστος μόνῃ τῇ πρὸς τὸν συνοικοῦντα στοργῇ δεδεμένος τὴν συνάφειαν οὐ λύει, ἀλλ᾽ οὐχὶ νόμον τὸν ἀπὸ τῆς οἰκείας ἀπιστίας αὐτὸς ἐκτελῶν, στέργων δὲ τὸν συνοικοῦντα χειραγωγηθήσεταί ποτε καὶ πρὸς τὴν αὐτοῦ πίστιν δι᾽ αὐτοῦ. καὶ τὸ στέργειν δὲ αὐτὸ τῆς εὐσεβοῦς ἐστι νομοθεσίας ἀλλ᾽ οὐχὶ τῆς ἀσεβείας, ὥστε καὶ ταύτῃ ἐγγύς ἐστι τοῦ εὐσεβεῖν αὐτὸν καὶ ἡγιάσθαι διὰ τῆς συνοικήσεως τοῦ πιστοῦ. 1 Kor 7,15—17 〈Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις.〉 οὐκ ἔχει ἀνάγκην, φησίν, ὁ πιστὸς ἢ ἡ πιστὴ ἐν τοῖς ἀπίστοις τοιαύτην, οἵα αὐτῷ ἐπίκειται ἐπὶ τῶν πιστῶν· ἐκεῖ μὲν γὰρ παντὶ τρόπῳ, 〈χωρὶς λόγου πορνείας,〉 οὐκ ἔξεστιν ἀπ᾽ ἀλλήλων τοὺς συναφθέντας χωρισθῆναι, ἐνταῦθα δὲ ἂν μὲν συνευδοκῇ τὸ ἄπιστον μέρος τῷ πιστῷ συνοικεῖν, δεῖ μὴ λύειν τὸ συνοικέσιον· ἂν δὲ στασιάζῃ, καὶ τὴν λύσιν ἐκεῖνος ποιῇ, οὐ δεδούλωται ὁ πιστὸς εἰς τὸ μὴ χωρισθῆναι, ἀλλ᾽ ἐλεύθερός ἐστιν ἐκείνου λύοντος τὸν γάμον καὶ αὐτὸς διαστῆναι.

πλήν, φησίν, εἰ καὶ ἐλεύθερός ἐστιν τὸ συνοικέσιον διὰ τὴν τοῦ ἀπίστου στάσιν λύειν, ἀλλ᾽ ἄμεινον πολλῷ ποιήσει, εἰ τὴν ἔριν εἰρήνῃ καὶ καλοκαγαθίᾳ λύσας μὴ λύσει τὸν γάμον. 〈ἐν γὰρ εἰρήνῃ,〉 φησί, 〈κέκληκεν ἡμᾶς ὁ θεός·〉 τοῦτο γάρ, φησί, καὶ τῆς κλήσεως τῆς ἀπὸ θεοῦ σημεῖον, τὸ εἰρηνικοὺς ὅσον τὸ ἐξ ἡμῶν πρὸς πάντας εἶναι. καὶ τὸ ἐφεξῆς δέ· 〈τί γὰρ οἶδας, γύναι,〉 καὶ ἑξῆς ταύτῃ συνᾴδει τῇ ἑρμηνείᾳ διὰ τῆς πρὸς αὐτὴν μάλιστα ἀκολουθίας. 〈Ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός.〉 τὸ γὰρ συμφέρον αὐτὸς μόνος οἶδεν, καὶ πότερον μᾶλλον συνετέλει τὸν πιστὸν ἐξ ἀρχῆς ἀπίστῳ συναφθῆναι ἢ πιστῷ. ἐπ᾽ ἐνίων μὲν γὰρ συνέφερε πιστὸν πιστῷ συνοικεῖν, καὶ συνήφθη· ἐπ᾽ ἐνίων δὲ πιστὸν ἀπίστῳ, καὶ γέγονεν οὕτως. καὶ τούτων οὐδείς ἐστιν ἱκανὸς συνιδεῖν τὰς αἰτίας πλὴν τοῦ οὕτω διαταξαμένου καὶ μερίσαντος θεοῦ καὶ τοῦ καλέσαντος κυρίου. εἰ δὲ ὁ θεὸς καὶ ὁ κύριος τὰς τοιαύτας συναφείας ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τούτῳ ἐμμένειν καὶ περιπατεῖν. 1 Kor 7,18—19 〈Περιτετμημένος τις ἐκλήθη;〉 φησίν· 〈μὴ ἐπισπάσθω.〉 Ὁ ἅγιος Ἐπιφάνιος τοῦτό φησιν, ὅτι διά τινος θεραπείας φαρμακευτικῆς δύναταί τις ποιῆσαι τὸν ἐμπερίτομον ἀκρόβυστον, καὶ ὅτι ταύτης τῆς ἐπινοίας πρῶτος εὑρετὴς γέγονεν Ἠσαῦ.

καὶ διὰ τοῦτό φησιν ὁ θεός· 〈τὸν Ἠσαῦ ἐμίσησα.

Ἡ περιτομὴ οὐδέν ἐστιν.〉 οὔτε ἡ περιτομή, φησίν, ὅσον τὸ καθ᾽ αὑτὴν δύναταί τινα ὠφελῆσαι, οὔτε ἡ ἀκροβυστία· ἡ δὲ ὠφέλεια διὰ τὴν τήρησιν τῆς ἐντολῆς παραγίνεται ὁμοίως καὶ τῇ περιτομῇ καὶ τῇ ἀκροβυστίᾳ. τῶν γὰρ ἐν ἀνθρώποις πράξεων αἱ μὲν καθ᾽ αὑτὰς ἔχουσι τὸ χρήσιμον, καὶ εἰ μὴ ὦσιν ἐντολῆς ἠρτημέναι θείας, οἷον ἡ δικαιοσύνη καὶ τὰ ὅμοια, αἱ δὲ διὰ μόνην τὴν ἐντολήν, ὡς τὰ πλεῖστα τῶν ἐν τῷ νόμῳ. 1 Kor 7,21—22 Ἵνα μὴ τοῖς δούλοις ἐμπόδιον πρὸς τὴν εὐσέβειαν ἡ δουλεία νομισθῇ, διαρρήδην φησίν, ὅτι τοῦτο τοσοῦτον ἀπέχει τοῦ ἐμποδὼν εἶναι, ὥστε οὐδ᾽ ἐν φροντίδι εἶναι δεῖ περὶ αὐτῆς. 〈μὴ〉 γὰρ 〈μελέτω σοι,〉 φησίν· 〈ἀλλ᾽ εἰ καὶ δύνασαι〉 διά τινος σπουδῆς καὶ ἐπιμελείας ἐλεύθερος γενέσθαι,〉 ἔα τοῦτο καὶ 〈κέχρησο μᾶλλον〉 τῇ δουλείᾳ· οὐδ᾽ οὕτως οὐδὲν ἐλαττοῦσαι τοῦ δεσπότου. 〈ἀπελεύθερος〉 γὰρ εἶ ὥσπερ κἀκεῖνος τοῦ κοινοῦ δεσπότου· δοῦλος μὲν γὰρ εἶ τοῦ κοινοῦ δεσπότου ὥσπερ κἀκεῖνος, καὶ ἀπελεύθερος πάλιν ὥσπερ ἐκεῖνος. τί οὖν σοι τῆς σωματικῆς μέλει δουλείας, τῆς μήτε ἐλαττούσης μήτε τῷ δουλευομένῳ μεῖζόν τι προστιθείσης, ἀλλ᾽ ἑκάτερον μηδὲν εἰς τὸ τυχεῖν τῶν ἴσων παραβλαπτούσης; 1 Kor 7,25—28 〈Ὡς ἠλεημένος ὑπὸ κυρίου〉 ἀξιόπιστος εἶναι εἰς τὸ παραινεῖν ὑμᾶς καὶ διδάσκειν τὰ συμφέροντα.

καὶ ταύτην ὑμῖν ἀποφαίνομαι τὴν συμβουλὴν καὶ γνώμην. 〈Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.〉 τὸν διωγμὸν οἶμαι λέγειν αὐτὸν ἐνταῦθα, τὸν ἀπὸ τῶν ἀπίστων τοῖς πιστοῖς ἐπανατεινόμενον, καὶ τὰς ἄλλας ἐπηρείας καὶ κακώσεις ἃς ὑπέμενον· τοῦτο γὰρ ἀκόλουθον 〈ἐνεστῶσαν ἀνάγκην〉 αὐτὸν καλεῖν. ἐπειδὴ γὰρ παραίνεσιν ὑψηλὴν καὶ μεγάλην ἠθέλησε ποιήσασθαι, μετὰ περιστάσεως αὐτὴν ἔδοξεν εἰσάγειν. καλόν, φησίν, ἡ παρθενία καὶ διὰ τὴν ἐνεστῶσαν τῶν πειρασμῶν φοράν· ῥᾷον γὰρ καὶ ἀκοπώτερον ταύτας οἴσομεν ἢ γυναῖκας καὶ τέκνα ἐν διωγμοῖς καὶ μυρίαις ταλαιπωρίαις συνεπαγόμενοι. καταμεριζομένης γὰρ εἰς πολλὰ πάθη τῆς ψυχῆς ἐν ἀφορήτῳ κακῷ ἀνάγκη καταβαπτισθῆναι τὸν ἄνθρωπον· μόνον δὲ ὄντα καὶ τοῖς ἑτέρων πάθεσι μὴ κατατεμνόμενον, εὐχερὲς τῆς τῶν κακῶν ὑπερανασχεῖν τρικυμίας. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν καὶ ὁ φθάσας γάμῳ κοινωνῆσαι ἄμεινον ποιήσει λύων τὸν γάμον, ἐπήγαγεν· μὴ γένοιτο—τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· 〈δέδεσαι γυναικί; μὴ ζήτει λύσιν〉—, ἀλλ᾽ ὥσπερ, φησίν, ὁ δεδεμένος οὐκ ὀφείλει λύσιν ζητεῖν, οὕτως οὐδὲ ὁ λελυμένος δεσμὸν ἑαυτῷ ὀφείλει περινοεῖν.

τὸ δὲ 〈λέλυσαι〉 διχῶς ἐστιν ἐκλαβεῖν, ἢ ὅτι οὔπω ὅλως ἐδέθης, ἢ ὅτι λυθεὶς ἀφ᾽ οὗ ἐδέθης δεσμοῦ, οὐκ ὀφείλεις ἄλλῳ γυναικὸς δεσμῷ πάλιν συνδεθῆναι. 〈Τὸ ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες〉 καὶ ἐφεξῆς, τοῖς ἄνω καθ᾽ ὑπερβατὸν συντακτέον, οἷον· καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι, 〈ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες〉 καὶ ἑξῆς. οὐ γὰρ δεῖ συνάπτειν αὐτὸ τῷ 〈λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.〉 ἐὰν 〈δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες.〉 πρῶτον μὲν γὰρ ἀνακόλουθος οὕτω λαμβανομένη ἡ ἔννοια· τί γὰρ τῷ γεγαμηκότι ἤδη καὶ διαλυθέντι προσήκει λέγειν· 〈ἐὰν δὲ καὶ γήμῃς·〉 τοῦτο γὰρ τοῖς μήπω γεγαμηκόσιν ἁρμόδιον. ἔπειτα δὲ καὶ μέγα ἐστὶν ἁμάρτημα, λυσάμενον ἀπὸ τῆς γυναικὸς ἄλλην γήμασθαι· ὥστε οὐκ ἐγχωρεῖ οὕτως συνάψαι τὸ χωρίον, ἀλλ᾽ ὡς πρότερον εἴρηται. καὶ γὰρ καὶ πρὸ ὀλίγου φησίν· 〈ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος.〉 διά τε οὖν τὰ προειρημένα καὶ τὸ νῦν εἰρημένον, ἵνα μὴ ἐναντία λέγειν ἑαυτῷ δόξῃ, καθ᾽ ὑπερβατὸν συντακτέον. εἰ δὲ τὸ 〈λέλυσαι〉 οὐχὶ πρὸς τοὺς συναφθέντας, εἶτα διαλυθέντας ἀκούσεις, ἀλλ᾽ ἁπλῶς πρὸς τοὺς μὴ συνελθόντας ὅλως εἰς γάμου κοινωνίαν, ἀλλὰ λελυμένους ὄντας τοῦ τοιούτου δεσμοῦ, ἐγχωρεῖ καὶ κατὰ πόδα ἡ σύνταξις. 1 Kor 7,34 〈Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος,〉 τοῦτ᾽ ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά.

καὶ ἐπάγει λοιπὸν τὰς διαφοράς, εἰπών τινας καὶ πρὸ τούτων. 1 Kor 7,36—38 Εἰ δέ τις, φησίν, ἀσχημοσύνην νομίζει φέρειν αὐτῷ, ἀνέκδοτον γάμῳ φυλάττειν οἴκοι τὴν θυγατέρα παρθενεύουσαν, καὶ οἴεται οὕτω μᾶλλον ὀφείλειν γίνεσθαι οἷον ἐκδοῦναι, 〈ποιείτω ὃ θέλει·〉 οὐ γὰρ κεκώλυται ὁ γάμος—μὴ γένοιτο—εἰ καὶ ὑψηλότερον ἡ παρθενία. ὥστε εἰ βούλονται, ἐκγαμείτωσαν αὐτάς, φησίν. εἰ δέ τις ἕστηκεν ἐν ταύτῃ τῇ γνώμῃ ἑδραῖος, ἤτοι εἰς τὸ μὴ ἐκγαμίσαι αὐτήν, μὴ ποιῶν τοῦτο ὡς ἐξ ἀνάγκης καὶ ἀπὸ νόμου κωλυόμενος—ὁ γὰρ οὕτως τοῦτο ποιῶν λίαν ἁμαρτάνει—· ἐὰν οὖν τις τοῦτο ὡς 〈μὴ ἔχων ἀνάγκην〉 ποιῇ, ἀλλ᾽ ὡς κύριος μὲν ὢν ἑκατέρου θελήματος ἀπὸ τοῦ νόμου, αὐτὸς δὲ αἱρετώτερον κρίνων τὸ μὴ ἐκγαμίζειν, καὶ οὗτος καλῶς ποιεῖ φυλάττων παρθένον καὶ ἀμέριμνον τὴν ἑαυτοῦ θυγατέρα. δύναται τὸ 〈μὴ ἔχων ἀνάγκην〉 καὶ ἄλλως οὐδὲν ἧττον οἰκείως ἐκληφθῆναι, οἷον· μὴ ἀναγκαζόμενος τὸ ἐναντίον ποιεῖν ἀπὸ τῆς θυγατρός. ἐὰν ὁρᾷ γὰρ τὰ τῆς θυγατρὸς εἰς τὸ ἐκγαμίζειν αὐτὸν ἀναγκάζοντα, οὐκ ὀφείλει παρθένον αὐτὴν τηρεῖν εἰς τὸ ἐναντίον αὐτὴν καὶ τῆς ὁρμῆς καὶ τῆς γνώμης ἐκβιαζόμενος—ἑκούσιον γὰρ ἀλλ᾽ οὐκ ἀκούσιον τὸ τῆς παρθενίας—, ἐπεὶ μετὰ τοῦ ἀκουσίου καὶ εἰς χεῖρον ἂν ἀποκλίνειεν ἑαυτῇ μὲν συγγνώμην φέρουσα, εἰς δὲ τὸν βιασάμενον παρθενεύειν τῆς ἀτοπίας τὴν αἰτίαν ἀναφέρουσα.

ἢ τὸ 〈μὴ ἔχων ἀνάγκην〉 καὶ τοῦτο ἂν ὑποδηλώσειεν· 〈μὴ ἔχων,〉 φησίν, 〈ἀνάγκην〉 τοῦτο ποιεῖν, ἢ ὡς προαφιερώσας τῷ θεῷ καὶ ἀναθεὶς παρθενεύειν, ἢ ὡς τῆς θυγατρὸς ἐπὶ τούτῳ καταναγκαζούσης· τῷ γὰρ ὑπό τινος τῶν εἰρημένων ἀνάγκην ἔχοντι μὴ ἐκγαμίζειν οὐδὲ βουλεύσασθαι ἄλλως ἔνι, οὐδὲ κρίσιν ἄλλην ἐν τῇ καρδίᾳ μελετῆσαι· ἀλλ᾽ οὐδ᾽ ἐπιτελοῦντι τηλικοῦτος ὁ ἔπαινος, ὅσον μὴ ἐπιτελοῦντι τὸ κατάκριμα, ἀλλὰ πολλαπλάσιον. ὃς δὲ χωρὶς ἀνάγκης ἐν τῇ καρδίᾳ τοῦτο κέκρικε ποιεῖν παρθένον μὲν ἔχων, μέγα κατώρθωσεν, ἐκγαμίσας δὲ οὐδὲν ὅλως ἥμαρτεν. 1 Kor 7,40 〈Κατὰ τὴν ἐμὴν γνώμην·〉 κατὰ τὴν ἐμὴν παραίνεσιν καὶ συμβουλήν, οὐ κατά τινα νομοθεσίας ἀνάγκην. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰ μὴ ἔστι νομοθεσία, τί χρὴ ὅλως τινὰ κατὰ τὴν παραίνεσιν ποιεῖν; ἐπήγαγεν ὅτι καὶ ταῦτα ἐκ τοῦ παναγίου πνεύματος παραινοῦμεν, εἰ καὶ μὴ εἰς νόμου ἀνάγκην διὰ τὴν ἀσθένειαν ὑμῶν τὴν συμβουλὴν κατακλείομεν. 1 Kor 8,4 〈Ἐν κόσμῳ εἴδωλον οὐδέν〉 ἐστιν, τοῦτ᾽ ἔστιν οὐδέν ἐστι τῶν ἐν κόσμῳ ὄντων τὸ εἴδωλον, ἐπινοίας δὲ ματαίας ἀναπλασμὸς καὶ ἀνατύπωσις. διὸ ἐν μόναις ταῖς τοιούτων διανοίαις ἡ τῶν εἰδώλων ὕπαρξις ἵδρυται, ἐν ἄλλῳ οὐδενὶ δυναμένων ἔχειν τὴν ὑπόστασιν. 1 Kor 9,2 Εἶτα ἵνα μὴ λέγωσιν· εἰ καὶ ἀπόστολος εἶ, οὐδὲν μέντοι ἔργον ἐπεδείξω· πῶς;