Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Πνευματικά χαρίσματα, η υπερέχουσα οδός της αγάπης και η προφητεία

Θεολογική θεμελίωση των χαρισμάτων του Αγίου Πνεύματος, η αλληλεξάρτηση των μελών του σώματος της Εκκλησίας, η αιωνιότητα της αγάπης και η αναγκαιότητα της κατανοητής διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 8 από 9

ἵνα μὴ ἀναξίως δειχθῆτε τοῦ δεσποτικοῦ σώματος καὶ τοῦ αἵματος μετέχοντες· ἵνα μὴ ἀναξίως μετέχοντες ἔνοχοι τοῦ σώματος αὐτοῦ τῆς ἀναιρέσεως καὶ τοῦ αἵματος τῆς ἐκχύσεως γενόμενοι, ἀπαραίτητον τὸ κρίμα ἕξοιτε· ἵνα μὴ κρίματι τηλικούτῳ περιπεπτωκότες νόσοις καὶ πάθεσι καὶ θανάτῳ ἐκδαπανηθήσεσθε· ἵνα μὴ ἂν μὴ τούτοις ἀποδῶτε τὴν ἔκτισιν, εἰς ἀπέραντον κόλασιν σὺν τοῖς ἀπίστοις ἐκδοθείητε. 1 Kor 12,3—11 〈Οὐδείς, φησίν, ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς.〉 μία μὲν διαφορὰ προφητῶν καὶ ψευδοπροφητῶν, ὅτι οἱ μὲν καθεστηκότες καὶ μάλιστα σωφρονοῦντες προλέγουσι τὰ ἐσόμενα, οἱ δὲ ψευδοπροφῆται ἐξεστηκότες καὶ μαινόμενοι καὶ ὥσπερ βίᾳ ὑπὸ τῶν κινούντων δαιμόνων ἀγόμενοι· δευτέρα δέ, ὅτι οἱ μὲν οὐδὲν βλάσφημον οὐδὲ ἀπαίσιον φθέγγονται ἀλλὰ καὶ θεολογοῦσιν ὡς ἄριστα καὶ πάντα σεμνῶς λέγουσιν, οἱ δὲ βλασφήμους τε καὶ ἀπηχεῖς φωνὰς ἀπερεύγονται. 〈Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα. χαρίσματα〉 μὲν αὐτὰ καλεῖ τὴν φιλοτιμίαν δεικνὺς τοῦ δωρησαμένου· 〈διακονίας〉 δὲ διδάσκων μὴ ἐπαίρεσθαι τούτοις τοὺς ἀξιωθέντας, ἀλλὰ μετὰ συστολῆς καὶ μετριοφροσύνης ὡς εἰς ὑπηρεσίαν καὶ διακονίαν τῶν πλησίον κληθέντας οὕτως ἐντυγχάνειν τοῖς προσιοῦσιν· 〈ἐνεργήματα〉 δὲ πάλιν αὐτὴν δηλῶν τὴν πρᾶξιν.

Ὅρα ἀκριβῶς πῶς τὸ πανάγιον πνεῦμα τρανῶς καὶ 〈κύριον〉 καὶ 〈θεὸν〉 ἀνεκήρυξεν. εἰπὼν γάρ· 〈διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα,〉 καὶ πάλιν ἐπὶ τοῦ πράγματος ἐπαγαγών· 〈καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος,〉 εἶτα ἔτι ἐπὶ τοῦ αὐτοῦ μείνας νοήματος καὶ εἰπών· 〈καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός,〉 ἐπισυνάπτει λέγων· 〈ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον,〉 δεικνὺς ὅτι καὶ τὸ 〈θεὸς〉 καὶ τὸ 〈κύριος〉 ἐπὶ τοῦ ἁγίου ἔταξε πνεύματος. πάντα γὰρ ὅσα προεῖπεν εἰς τὴν τοῦ πνεύματος συνῆξεν ὑπόστασιν οὐ μόνον διὰ τοῦ εἰπεῖν· 〈ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος,〉 ἀλλὰ καὶ διὰ τῆς ἐφεξῆς τῶν χαρισμάτων ἀπαριθμήσεως· πάντα γὰρ διὰ τοῦ πνεύματος δίδοσθαι διατείνεται. καὶ συγκεφαλαιούμενος πάλιν λέγει· 〈πάντα δὲ ταῦτα τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα ἐνεργεῖ.〉 ὥστε φανερὸν ὅτι τὸ πανάγιον 〈πνεῦμα〉 καὶ 〈κύριον〉 καὶ 〈θεὸν〉 λαμπρῶς καὶ διαρρήδην ἐνταῦθα ὁ θεῖος Παῦλος θεολογεῖ. εἰ δέ τις τὸ μὲν 〈πνεῦμα〉 ἐπὶ τοῦ ἁγίου πνεύματος ἐκλάβοι, τὸ δὲ 〈κύριος〉 καὶ 〈θεὸς〉 τὸ μὲν ἐπὶ τοῦ υἱοῦ τὸ δὲ ἐπὶ τοῦ πατρός, καὶ οὕτως οὐδὲν ἧττον ἥ τε κυριότης καὶ ἡ θεότης ἐξ αὐτῶν τούτων μαρτυρηθήσεται τῷ ἁγίῳ πνεύματι. πῶς καὶ τίνα τρόπον;

πρῶτον μὲν ὅτι διαιρεῖν τὰ χαρίσματα εἰπὼν τὸ πανάγιον πνεῦμα, τὸ αὐτὸ τοῦτο πράττειν καὶ τὸν κύριον καὶ τὸν θεόν φησιν, ὥστε ἅπερ ἐνεργεῖ τὸ πνεῦμα, ταῦτα καὶ ὁ κύριος τῇ κυριότητι, καὶ ὁ θεὸς τῇ θεότητι ἐνεργεῖ. εἰκότως ἄρα τὰ αὐτὰ ἐνεργοῦντι τῷ πνεύματι καὶ ἡ κυριότης ὑπάρξει τοῦ υἱοῦ καὶ ἡ θεότης τοῦ πατρός, ὥστε τὸ πνεῦμα καὶ κύριος καὶ θεός. καί μοι δοκεῖ καὶ ὁ θεσπέσιος Παῦλος διὰ τοῦτο ἐπὶ μὲν τοῦ πνεύματος τῷ ὑποστατικῷ ὀνόματι χρήσασθαι, ἐπὶ δὲ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τοῖς κοινοῖς, ἵνα ἐξῇ τοῖς συνορῶσιν ἀπὸ τῆς ταυτότητος τῆς ἐνεργείας τὴν ταυτότητα τῆς οὐσίας, καὶ τὰ αὐτὰ ὀνόματα, τὸ 〈κύριος〉 καὶ 〈θεός,〉 κατὰ τὴν ταυτότητα τῆς οὐσίας ἐπὶ τοῦ πνεύματος ἐκλαμβάνειν. οὐ μόνον δὲ ἀπὸ τῶν εἰρημένων ἡ κυριότης καὶ ἡ θεότης ἀποδείκνυται τοῦ πνεύματος, ἀλλὰ καὶ ἐκ τῆς ἐπαγομένης συγκεφαλαιώσεως. φησὶ γὰρ καὶ ἐνταῦθα πάλιν σαφέστερον ὅτι 〈πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ.〉 πῶς; αὐτοκρατορικῶς καὶ κυρίως· 〈καθὼς〉 γὰρ 〈βούλεται,〉 φησίν. ὥστε εἰ πάντα ἃ ὁ πατὴρ καὶ ὁ υἱὸς ἐνεργεῖ, ταῦτα καὶ τὸ πνεῦμα ποιεῖ, καὶ θεϊκῶς καὶ κυρίως ποιεῖ· ὡς γὰρ βούλεται οὕτως ποιεῖ, βούλεται δὲ δηλονότι ὥσπερ ὁ κύριος καὶ ὁ θεός· οὐ γάρ ἐστιν αὐτοῖς ἀντίξουν—ἄπαγε—βούλημα.

φανερὸν ὡς ἂν εἴη καὶ κύριος τὸ πνεῦμα καὶ θεός, αὐτοκρατορικῶς τε γὰρ τὰ πατρὸς καὶ υἱοῦ ἔργα ποιεῖ, καὶ ὡς κύριος καὶ θεὸς ποιεῖ, καὶ πάντα ποιεῖ. ἐπισημειῶσαι δὲ δεῖ καὶ τοῦτο ὡς ἐν πορίσματος μοίρᾳ ἀναφανέν· πῶς τὸ αὐτὸ πνεῦμα ἐνεργεῖν ἀποφαινόμενος ἅπαντα, ἄλλοτε μὲν τῇ 〈κατὰ〉 προθέσει κέχρηται, ἄλλοτε δὲ τῇ 〈διά,〉 καὶ πάλιν ἐνίοτε τῇ 〈ἔν,〉 δεικνὺς ὅτι παρ᾽ αὐτῷ ἡ τῶν προθέσεων χρῆσις ἀδιάφορος. 〈κατ᾽ αὐτὸ〉 γάρ, φησί, καὶ 〈δι᾽ αὐτοῦ〉 καὶ 〈ἐν αὐτῷ〉 περὶ τοῦ αὐτοῦ διαλαμβάνων ἁγίου πνεύματος. καὶ τούτοις εἰς ἔλεγχον χρήσῃ τῶν λεσχηνευόντων περὶ τοῦ 〈δι᾽ αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ,〉 καὶ διὰ τῆς ἑτερότητος τῶν λεξειδίων εἰς βλασφήμους ἐννοίας ἐξαγομένων. 1 Kor 12,18 Ὅρα κἀνταῦθα πῶς τρανότερον καὶ χωρίς τινος ἀμφιβολίας τὸ πνεῦμα θεὸν ἀνεκήρυξεν· εἰπὼν γὰρ πρὸ βραχέος ὅτι 〈ταῦτα πάντα τὸ πνεῦμα ἐνεργεῖ,〉 νῦν πάλιν περὶ τῶν αὐτῶν λέγων φησίν· ὁ 〈θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλησεν. μέλη〉 γὰρ τοὺς χαρίσματα διάφορα παρὰ τοῦ πνεύματος εἰληφότας ὠνόμασεν· κἀκεῖ μὲν ἔλεγεν· 〈ἐνεργεῖ διαιροῦν ἑκάστῳ καθὼς βούλεται,〉 ὧδε δέ· 〈ἔθετο ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.〉 1 Kor 12,22—25 〈Τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν,〉 φησίν, 〈ἀναγκαῖά ἐστιν.〉 ὥστε εἰ ἀσθενεῖς οἴεσθε ἑαυτούς, μὴ ἀθυμεῖτε· ἀναγκαῖοί ἐστε.

ὅτι δὲ οὐδὲ ἀσθενεῖς ὑμεῖς, ἀλλ᾽ ἐκεῖνοι μᾶλλον οἷς ἡ οἴησις, δῆλον ἐντεῦθεν, φησίν· ἃ 〈δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος〉 πλέον ἀξιοῦμεν προνοίας καὶ βοηθείας καὶ ἑξῆς. 〈Καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος.〉 ἔστι δὲ τοῦτο οἰκειότερον καὶ οὕτως ἐκλαβεῖν· οὐ συμβαίνει ὑμῖν ἐλάττους εἶναι, φησίν, ἐκ τοῦ δοκεῖν ἐλάττονος χαρίσματος τυχεῖν· οὐ πάντως γάρ, εἴ τις ἔτυχε μείζονος χαρίσματος, ἤδη καὶ μείζων, ἐπεὶ καὶ πολλοὶ τῶν εἰληφότων τῶν μηδ᾽ ὅλως εἰληφότων ἐλάττους εἰσίν. καὶ τί λέγω ἐλάττους; ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε—οὐ γὰρ καλῶς ἐχρήσαντο τῷ χαρίσματι—, ἀλλὰ καὶ ἀποχωρεῖν κατὰ κεφαλὴν ἔπραττεν· οἷος ἦν καὶ ὁ μὴ ἀκολουθῶν τῷ Χριστῷ καὶ σημεῖα ποιῶν· οἷος αὐτὸς ὁ Ἰούδας. αὐτὸς δὲ ταῦτα μὲν τέως οὐ καταλέγει, ἀπὸ τῶν σωματικῶς δ᾽ εἰρημένων αὐτῷ καὶ τοῦτο κατασκευάζει, ὅτι οὐκ ἀνάγκη μείζους νομίζειν τοὺς λογιζομένους μεῖζον εἰληφέναι χάρισμα, τοὐναντίον δ᾽ ἔσθ᾽ ὅτε καὶ ἐλάττους· φησὶ γὰρ ὅτι τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν περιτιθέαμεν, καὶ τὰ ἀτιμότερα τιμὴν περισσοτέραν. μὴ ἄρα διὰ τοῦτο καὶ τιμιώτερα καὶ εὐσχημονέστερα τῶν τιμιωτέρων καὶ εὐσχημονεστέρων εἰσίν.

οὕτω καὶ ὁ θεός, φησί, ἐνίοτε τῷ ὑστεροῦντι πλεῖον δίδωσι χάρισμα, τῷ δὲ αὐτάρκως καὶ ἱκανῶς ἔχοντι ῥυθμίσαι ἑαυτὸν ἔλαττον. μὴ οὖν ὑμῖν ἀθυμητέον ἔλαττον δοκοῦσιν ἔχειν χάρισμα, ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὰ εὐσχημονέστερα καὶ τιμιώτερα ἡμῶν μέλη, ἅτε οὐ πολλῆς ἔχοντα χρείαν εὐσχημοσύνης, ἐφ᾽ ἧς εἰσι κοσμιότητος καὶ σεμνότητος μένειν ἐῶντες, τοῖς ἀτιμοτέροις καὶ ἀσχημονεστέροις τιμὴν καὶ εὐσχημοσύνην περιτιθέαμεν. ὥστε ἐκ τοῦ ἔλαττον λαβεῖν μᾶλλόν ἐστιν εὐθυμεῖν καὶ εὐχαριστεῖν, ὅτι οὕτω κατ᾽ ἀρχὰς ἔπλασεν ὁ πάντα σοφῶς καὶ ἀκαταλήπτως θεὸς ἡμῶν ποιῶν, ὥστε ἐλαττόνων δεῖσθαι εἰς αὐτάρκειαν καὶ τελείωσιν. ταῦτα δέ φησι τούς τε ἔλαττον δοκοῦντας ἔχειν ἐπὶ τῇ ἀθυμίᾳ παρακαλῶν, καὶ τοὺς πλέον λαβεῖν οἰομένους τῆς οἰήσεως κατασπῶν. τί φυσᾷς ἑαυτὸν πλέον ἔχειν δοκῶν; ἀσθενείας σου τοῦτο μαρτύριόν ἐστιν, ὅτι πλειόνων ἐδεήθης. τί καταπίπτεις ἔλαττον ἔχειν δοκῶν; ἰσχύος σου τοῦτο τεκμήριόν ἐστιν, ὅτι ἐλαττόνων σε δεηθέντα παρέδειξεν ὁ θεός. καὶ σκόπει πῶς ἤρξατο μὲν κατὰ βραχὺ πρὸς τὴν χρείαν ἰσάζειν αὐτούς, κἂν ἀνίσων ἐδόκουν τῶν χαρισμάτων τυχεῖν. ἔπειτα δὲ καὶ πλέον ἐπῆρε τοὺς ἐλαττοῦσθαι δοκοῦντας· μᾶλλον γὰρ οἱ ἀθυμοῦντες δέονται παραψυχῆς ἢ οἱ ἀλαζονευόμενοι φειδοῦς καὶ ἐπιεικοῦς ἐπιτιμήσεως.

εἶτα ταῦτα εἰπὼν πάλιν συμβιβάζει αὐτοὺς εἰς τὴν ὁμοτιμίαν καὶ ὁμόνοιαν, 〈ἵνα μὴ ᾖ,〉 φησί, 〈σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη〉 καὶ ἑξῆς. 1 Kor 12,31 Τὸ 〈ζηλοῦτε δὲ τὰ χαρίσματα〉 δοκεῖ μοι μὴ κατὰ παραίνεσιν καὶ ἀπόφασιν εἰρηκέναι· πῶς γὰρ ὅ γε πολλάκις πρός τε τὸ συμφέρον εἰπὼν λαβεῖν ἕκαστον τὸ χάρισμα, καὶ μηδὲν διαφέρειν πολλάκις ἐνδειξάμενος τὸν δοκοῦντα ἔχειν τὸ μεῖζον χάρισμα πρὸς τὸν ἔχοντα τὸ ἔλαττον; ἀλλ᾽ εἰρῆσθαί μοι δοκεῖ τῷ θεσπεσίῳ Παύλῳ κατ᾽ ἐρώτησιν· 〈ζηλοῦτε,〉 φησί, 〈τὰ χαρίσματα τὰ κρείττονα;〉 καὶ οὔπω ὑμᾶς ἐπείσαμεν μὴ ἀθυμεῖν ἐπὶ τοῖς ἐλάττοσιν; ἀλλ᾽ ἔτι ἐρασταὶ καὶ ζηλωταὶ τῶν μειζόνων ἐστέ; ἐγὼ δὲ καὶ ἔτι πρὸς τοῖς εἰρημένοις μέθοδον ὑμῖν καὶ 〈ὁδὸν δείκνυμι,〉 δι᾽ ἧς οὐδὲν τούτων τῶν χαρισμάτων τῶν μεγίστων δεηθέντες καθ᾽ ὑπερβολὴν ἂν τῶν ἄλλων μείζους ὡς ἀληθῶς καὶ τελειότεροι φανείητε. τί οὖν ἐστι τοῦτο; ἁπλοῦν καὶ ἄκοπον καὶ ἐκ τοῦ ῥᾴστου παραγινόμενον. τί οὖν ἐστιν; τί δὲ ἄλλο ἢ ἀγάπη; ταύτην γὰρ ὁ καθαρῶς ἀναλαβὼν πάντων προέχει, πάντων ὑπεραναβέβηκεν· ὁ δὲ ταύτην μὴ ἔχων πάντων ἐκπέπτωκεν, πάντων ἐστὶν ἔρημος.

ἂν δὲ τὴν ἀγάπην ἔχωμεν, οὔτε περὶ χαρισμάτων ἀλλήλοις ἐρίσαντες μικρολογησόμεθα, οὔτ᾽ ἄλλο τι τῶν οὐ προσηκόντων ἡμῶν ἅψεται. 1 Kor 13,8a 〈Ἡ ἀγάπη,〉 φησίν, 〈οὐδέποτε ἐκπίπτει,〉 ἀλλ᾽ ἀεὶ προφάσεις ἀγαθὰς καὶ καλὰς ἑαυτῇ ἀνευρίσκει, δι᾽ ὧν τῆς πρὸς τοὺς πλησίον στοργῆς καὶ συναφείας κατέχει τοὺς χρωμένους αὐτῇ παραμένειν καὶ μὴ διαρρήγνυσθαι, κἂν ἐκεῖνοι ἀφηνιῶσιν καὶ ἀποσκιρτᾶν αἰτίας παρέχωσιν· στέγειν γὰρ ποιεῖ καὶ ἐλπίζειν καὶ ὑπομένειν τὸν ἁμαρτάνοντα εἰς αὐτόν. 1 Kor 13,8b—9 〈Εἴτε γνῶσις.〉 γνῶσιν ἴσως τὴν τοῦ διδάσκειν φησίν· πλατυνομένης γὰρ τῆς εὐσεβείας καὶ πίστεως ἀργήσει ἡ διδασκαλία.

Πῶς 〈καταργηθήσεται〉 ἡ γνῶσις; τελειοτέραν ταύτην ἀπολαμβανόντων ἡμῶν, καὶ τῆς ἐνούσης νῦν ἡμῖν ἀχρήστου τότε διὰ τὴν ἀτέλειαν δεικνυμένης. 〈Ἐκ μέρους δὲ γινώσκομεν.〉 ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. 〈Ὅτε ἤμην νήπιος.〉 νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις καὶ προφητεία καὶ πολιτεία πρὸς τὴν μέλλουσαν. 1 Kor 13,12—13 〈Καθὼς καὶ ἐπεγνώσθην.〉 ἀντὶ τοῦ ἀκριβῶς καὶ τελείως· ἐπὶ τούτῳ γάρ, φησί, καὶ τὴν ἀρχὴν ἐγὼ ἐπεγνώσθην, ἵνα καὶ αὐτὸς γνώσωμαι, καθώς ἐστιν ἀνθρώπῳ δυνατόν, τελείως καὶ ἀκριβῶς τὸν ἐπιγνόντα με δεσπότην. 〈Νυνὶ δὲ μένει πίστις. ἡ πίστις〉 καὶ ἡ 〈ἀγάπη〉 οὐ μόνον ἐν τῷ νῦν αἰῶνι τῶν ἄλλων χαρισμάτων παυομένων διαμενοῦσιν, ἀλλὰ πολλῷ πλέον καὶ ἐν τῷ μέλλοντι· τότε γὰρ ὡς ἀληθῶς τοῖς ἁγίοις τὸ εἰρηνικὸν καὶ φιλάλληλον, καθαρὸν καὶ ἀστασίαστον. καὶ ἡ 〈πίστις〉 δὲ ὁμοίως· τότε γὰρ λαμπρότερον καὶ τελεώτερον ἐντρυφᾶν ἐστι τῇ θεωρίᾳ τοῦ ποθουμένου. τὴν δὲ 〈ἐλπίδα〉 εἴποι τις ἴσως ἔτι τότε παρεῖναι, ὡς τῶν ἐλπισθέντων ἤδη παρόντων καὶ μηδὲν διαψεύσασαν τοὺς ἠλπικότας· ἀΐδιον γὰρ τὸ χρῆμα τῆς ἀληθείας. 〈Νυνὶ δὲ μένει πίστις.〉 ἀλλ᾽ οὐχ οὕτως, φησίν· τὸ γὰρ 〈νῦν〉 ἐνταῦθα οὐκ ἔστι χρόνου δηλωτικόν. οὐχ οὕτως οὖν, φησίν, ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν καὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης ὥσπερ ἐπὶ τῶν ἄλλων χαρισμάτων.

τὰ μὲν γὰρ ἄλλα, ἅπερ καὶ ἀπαριθμήσατο, καὶ ἐν τῷ μέλλοντι ἀργήσει τῶν τελειοτέρων ἡμῖν ἐπιγινομένων τότε, ἀλλὰ καὶ ἐν τῷ παρόντι ἐπιλείψει καὶ ἀργήσει τῆς εὐσεβείας εἰς πάντας ἐξαπλουμένης· 〈εἰδήσουσι〉 γάρ 〈με,〉 φησίν, 〈ἀπὸ μικροῦ ἕως μεγάλου.〉 καὶ γὰρ τὰ πλεῖστα τῶν ἄλλων χαρισμάτων ἐδόθη ἕνεκα τοῦ χειραγωγεῖσθαι καὶ προσάγεσθαι τῇ πίστει τοὺς ἀνθρώπους· προσαχθέντων δὲ καὶ πιστευσάντων δηλονότι παύσεται. ἀλλ᾽ οὐκέτι ὡσαύτως καὶ ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάπη· αὗται γὰρ δι᾽ ὅλου τοῦ ἀνθρωπίνου βίου παραμένουσι καὶ παραταθήσονται, καὶ τότε μᾶλλον ἐκλάμψουσιν, ὅτε τὰ ἄλλα ἀργήσει· τότε γὰρ μᾶλλον ἐπικρατήσει, καὶ μᾶλλον αὐτῶν ἡ χρεία, ὅτε πάντες εὐσεβήσουσι καὶ πιστεύσουσιν· τότε γὰρ μᾶλλον καὶ ἐλπίδος ἐστὶ χρεία καὶ ἐλπίσουσιν, καὶ ἀγάπης καὶ ἀγαπήσουσιν. ὥστε παυομένων τῶν ἄλλων χαρισμάτων αὗται μᾶλλον ἀκμάσουσιν. 1 Kor 14,1 〈Ζηλοῦτε δὲ τὰ πνευματικά,〉 ἀντὶ τοῦ μηδ᾽ ἐκείνων ἀμελεῖτε· 〈μείζων〉 μὲν γὰρ ἡ 〈ἀγάπη,〉 καὶ ταύτην γρὴ διώκειν, οὐ δεῖ δὲ οὐδὲ τῶν ἄλλων ἀμελεῖν χαρισμάτων καὶ μάλιστα τοῦ περὶ τὴν προφητείαν χαρίσματος. 1 Kor 14,6 〈Νυνὶ δέ, ἀδελφοί. νυνὶ δέ,〉 φησί, βούλομαι ἐπὶ τοῦ ἐμοῦ προσώπου διὰ τὸ μὴ γενέσθαι ὑμῖν φορτικὸν ταῦτα μετασχηματίσαι, καὶ δεῖξαι ὅσον λείπει εἰς τελείωσιν τὸ γλώσσαις μόνον λαλεῖν. ἐὰν γάρ, φησίν, 〈ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν〉 καὶ ἑξῆς.

πρότερον δὲ ἐπ᾽ οἰκείου σχηματίσας, λοιπὸν προϊὼν καὶ ἐπ᾽ αὐτῶν ἐκείνων ταῦτα γυμνάζει· ἀλλὰ κἀκεῖ ἔνθα τραχύτερόν τι μέλλει λέγειν, εἰς ἑαυτὸν τοῦτο ἀναδέχεται, ὡς τὸ 〈ἔσομαι τῷ λαλοῦντι βάρβαρος,〉 καὶ εἴ τι ὅμοιον. 〈Ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν.〉 τὰ εἴδη λέγει τῶν ἐν λόγῳ χαρισμάτων. ταῦτα δέ ἐστι γλώσσας ἑρμηνεύειν καὶ τὰ λαλούμενα παρ᾽ αὐτῶν ἀποκαλύπτειν, ἢ συνάμφω, καὶ γλώσσαις λαλεῖν καὶ ἀποκαλύπτειν, ὃ καὶ 〈γνῶσιν〉 καλεῖ, ὅτι καὶ λαλεῖ καὶ ἑρμηνεύει ὡς εἰδὼς ὃ λέγει· ἢ προφητεύειν—τοῦτο δὲ δῆλον τί ἐστιν—· ἢ διδάσκειν· ἕτερον γὰρ τοῦτο χάρισμα παρὰ τὰ εἰρημένα. φησὶν οὖν· ἐὰν ἔλθω ἔχων μὲν τὸ χάρισμα τοῦ γλώσσαις λαλεῖν, μὴ ἔχων δέ τι ἄλλο χάρισμα τῶν εἰρημένων τεσσάρων, τί ἔσται ὑμῖν ὄφελος; 1 Kor 14,10—11 〈Τὸ τοσαῦτα γένη φωνῶν〉 καὶ ἑξῆς διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι πολλά ἐστι γένη φωνῶν καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον, ἵνα ᾖ ἐκ παραλλήλου τὸ 〈τοσαῦτα γένη φωνῶν〉 καὶ τὸ 〈οὐδὲν αὐτῶν ἄφωνον·〉 ἢ πολλά ἐστι γένη φωνῶν, ἀλλ᾽ οὐδεμία τοῖς ὁμογενέσιν αὐτῶν ἐστιν ἄσημος καὶ ἀνεπίγνωστος· τὸ γὰρ 〈ἄφωνον〉 τὰ δύο ἐστὶ σημαῖνον εὑρεῖν, καὶ τὸ παντελῶς ἄφωνον καὶ τὸ ἄσημον μόνον καὶ ἀδιάγνωστον. εἰ μὲν οὖν ὡς προείρηται ἐκληψόμεθα, εἴη ἂν τοιοῦτος ὁ ἀποστολικὸς νοῦς· πολλά ἐστι μὲν γένη φωνῶν, καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον.

ἀλλὰ τί κερδαίνομεν ἡμεῖς ἐκ τῶν φωνῶν ἐκείνων μηδὲν αὐτῶν συνιέντες; ἐὰν γὰρ μὴ εἰδῶ τί σημαίνει ἡ φωνή, ἔσομαι ἐγώ τε ἐκείνῳ καὶ ἐκεῖνος ἐμοὶ 〈βάρβαρος.〉 εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσμῳ, καὶ οὐδὲν τούτων ἐστὶ τοῖς ὁμογενέσιν ἄσημον καὶ ἀνεπίγνωστον. πῶς οὖν ὑμεῖς 〈εἰς ἀέρα λαλοῦντες〉 καὶ ἄσημα τοῖς ὁμογενέσι φθεγγόμενοι, ὡς μέγα τι κατωρθωκότες ἐπαίρεσθε; ἀλλ᾽ οὐχὶ σπουδάζετε μᾶλλον καὶ ἐπιμελεῖσθε, ἵνα καὶ τὸ διερμηνεύειν τὰς γλώσσας προσλαβόντες εἰς κοινὴν ὠφέλειαν χρήσησθε τῷ χαρίσματι; ὁ γὰρ δὴ μόνον γλώσσαις λαλῶν, ἀσήμου καὶ ἀνεπιγνώστου τῆς φωνῆς ὑπαρχούσης τῷ ἀκροατῇ, ἀντὶ τοῦ ὠφελεῖν ἔσται αὐτῷ βάρβαρος, καὶ ὁ ἀκροατὴς ὁμοίως τῷ λαλοῦντι βάρβαρος λογισθήσεται. καὶ τί τὸ ἐνταῦθα κέρδος; 1 Kor 14,12—18 〈Οὕτως καὶ ὑμεῖς,〉 ἀντὶ τοῦ διὰ τοῦτο καὶ ὑμεῖς. διὰ ποῖον; ἵνα μὴ ἦτε ἀλλήλοις βάρβαροι. διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἐπεὶ ἐπιθυμίαν ἔχετε χαρισμάτων, ἐκείνων τυχεῖν ἀγωνίσασθε, δι᾽ ὧν ὑμῖν ἡ ὠφέλεια τῆς ἐκκλησίας καὶ ἡ οἰκοδομὴ κατορθωθήσεται.

αὐτὸς δὲ 〈ἵνα περισσεύητε,〉 φησίν, τοῦτ᾽ ἔστιν ἵνα πλέον ἢ νῦν ἔχητε, γλώσσαις νῦν μόνον λαλοῦντες καὶ οὐχ ἑρμηνεύοντες. 〈ἢ ἵνα περισσεύητε〉 μᾶλλον, ἀντὶ τοῦ γλώσσαις λαλεῖν· τὰ γὰρ ἄλλα χαρίσματα περισσεύει τῶν γλωσσῶν ὡς πλείονα ὠφέλειαν παρεχόμενα. 〈Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. τὸ προσεύχομαι〉 καὶ 〈προσεύξομαι〉 ἀντὶ τοῦ λαλεῖν τι ταῖς γλώσσαις καλὸν καὶ σπουδαῖον εἴληφεν· καὶ γὰρ καὶ ἡ προσευχὴ εἶδός τί ἐστι τοῦ λόγου. φησὶν οὖν ὅτι ἐάν τι λαλῶ τῶν ἀναγκαίων καὶ καλῶν, μὴ διερμηνεύω δὲ αὐτὸ καὶ τοῖς ἀκροαταῖς, ἐμαυτὸν μὲν ὠφελῶ—τοῦτο γάρ ἐστι 〈τὸ πνεῦμά μου προσεύχεται〉—, τοῦτ᾽ ἔστιν ἐγὼ μόνος ἀπολαύω τοῦ ἀναγκαίου ἐκείνου καὶ τοῦ καλοῦ, ἄλλος δὲ οὐκ ὠφελεῖται, ἵνα ἐκέρδησέ μου ἐντεῦθεν ὁ νοῦς καὶ τὸν καρπὸν τῆς ἐκείνων ὠφελείας. τὸν νοῦν δὲ ἐστερῆσθαι τοῦ τοιούτου καρποῦ καὶ πάλιν ἀπολαβεῖν ὑποτίθεται, ὅτι ἐκεῖνος μᾶλλον τῶν ἐν ἡμῖν δυνάμεων ἐραστής ἐστι τῆς τοῦ πλησίον ὠφελείας, ἅτε μήτε πρὸς τὸ θυμικὸν μήτε πρὸς τὸ ἐπιθυμητικὸν ῥᾳδίως οὕτω παθαινόμενος καὶ τῆς ἰδίας καὶ κατὰ φύσιν ἀρετῆς εὐχερῶς μεθιστάμενος. καὶ ἐκεῖνός ἐστι μᾶλλον ὁ καὶ ἄκαρπος, ὅτε ἐστὶ συναισθανόμενος, καὶ πάλιν ἐπειδὰν ἐπιτύχῃ τοῦ καρποῦ ἐνευφραινόμενος. εἶτά φησιν· 〈τί οὖν ἐστιν;〉 οἷον· τί δεῖ γενέσθαι; πῶς ἔσται ἡμῖν μὴ ἀκάρποις εἶναι; πῶς;

ἐπιμεληθεῖσι δι᾽ ἀρετῆς ὥστε γλώσσαις λαλοῦντας 〈καὶ τῷ πνεύματι〉 λαλεῖν 〈καὶ τῷ νοΐ,〉 τοῦτ᾽ ἔστι καὶ ἕνεκα τῆς ἰδίας ὠφελείας λαλεῖν καὶ ἕνεκα τοῦ ἀπολαύειν τὸν νοῦν τοῦ καταλλήλου καρποῦ· τοῦτο δέ ἐστιν ἡ τῶν πλησίον ὠφέλεια. ἔσται δὲ τοῦτο, ἐὰν ταῖς γλώσσαις λαλοῦντες λάβωμεν χάρισμα καὶ ἵνα διερμηνεύωμεν. ἐπειδὴ δὲ ἐπὶ τοῦ λαλεῖν τι τῶν καλῶν καὶ σπουδαίων τὸ τῆς 〈προσευχῆς〉 ὄνομα λαβὼν ἐπέμεινε χρώμενος αὐτῷ, ἵνα μὴ νομίσῃς ὅτι προηγουμένως περὶ προσευχῆς ἐστιν ὁ λόγος, ἀλλ᾽ οὐχὶ περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου λόγου γλώσσαις λαλουμένου, μετέπεσεν εἰς τὸ 〈ψάλλειν,〉 ὡσανεὶ λέγων ὅτι εἴτε ἐπὶ προσευχῆς εἴτε ἐπὶ ψαλμῳδίας εἴτε ἐπὶ ἄλλου τινὸς λόγου τῶν ἀναγκαίων καὶ καλῶν, ἐπὶ πάντων ὁμοίως δεῖ καὶ ἑαυτὸν ὠφελεῖν καὶ τοὺς πλησίον. εἶτα φέρει καὶ παράδειγμα, δεικνὺς ὅτι κατὰ πολλὰ ἐλλείπει καὶ ὑστερεῖ τὸ γλώσσαις μόνον λαλεῖν ἄνευ γε τοῦ διερμηνεύειν· 〈ἐὰν〉 γάρ, φησί, 〈τῷ πνεύματι εὐλογήσῃς,〉 τοῦτ᾽ ἔστι σὺ μόνος συνιεὶς καὶ σαυτὸν οἷς εὐλογεῖς ὠφελῶν, ὁ δὲ ἀκροατὴς οὐ συνίησιν ἃ λέγεις, τί ἀποκριθήσεται πρὸς σέ; πῶς ἐρεῖ τὸ 〈ἀμήν,〉 ἂν τοῦτο ᾖ χρεία τυχὸν αὐτὸν ἀποκρίνασθαι, μηδὲν ὅλως εἰδὼς ὧν λέγεις σύ;