Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Η υπεροχή του Ευαγγελίου έναντι του Νόμου και η προσδοκία της αιωνιότητας

Σχολιασμός της αποστολικής επιείκειας, της μετάβασης από τον Νόμο στη χάρη, και της ελπίδας της ουράνιας οικίας μέσω της καθαρότητας του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 5

ἵνα οὖν μὴ ταῦτα διαλογίσωνται, προαπαντῶν λέγει· οὐκ εἶπον τὸ 〈φειδόμενος ὑμῶν,〉 ὡς ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ᾽ ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ 〈φειδόμενος〉 εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθον ἐγὼ λυπούμενος, οἶδα ὅτι καὶ αὐτοὶ βλέποντές με λυπούμενον ἐλυπήθητε ἄν, ἐγὼ δὲ τοὐναντίον 〈χαρᾶς〉 εἰμι 〈συνεργὸς〉 ὑμῶν πνευματικῆς, ἥτις ἔσται, ἂν τοῦ λυποῦντός με ἔργου ἐξ ὑμῶν ἀρθέντος ἔλθω μετὰ χαρᾶς πρὸς ὑμᾶς· χαρήσεσθε γὰρ καὶ ὑμεῖς δι᾽ ἐμὲ πνευματικῶς. εἶτα ὥσπερ ἐπαποροῦντός τινος· τί οὖν φεύγεις καὶ μισεῖς τὸ λυπεῖν ἡμᾶς; πάλιν ἐπάγει· οὐκ ἀεί, φησίν, ἀλλὰ τοὐναντίον ἐνίοτε καὶ διώκω καὶ στέργω αὐτό, ὅταν διὰ τοῦ λυπῆσαι ἡμᾶς κέρδος εὑρίσκω τὴν σωτηρίαν ὑμῶν. οὐκ ἀεὶ δὲ θέλω λυπεῖσθαι ὑμᾶς, ἀλλὰ διορθωθέντας μᾶλλον ἐν χαρᾷ καὶ ἀγαλλιάσει εἶναι. 2 Kor 2,2 Ἐν τῷ 〈εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς τὸ εἰ〉 ἀντὶ τοῦ εἴθε εἰ ληφθείη, οὐδὲν ἀσαφὲς οὐδὲ ἄπορον ἀπαντᾷ. 2 Kor 2,12—13 Δείκνυσι διὰ τούτου τοῦ Τίτου τὸ χρήσιμον, ὅτι χωρὶς ἐκείνου καίτοι 〈θύρας ἀνεῳγμένης〉 ὅμως 〈οὐκ εἶχεν ἄνεσιν〉 διὰ τὸ μὴ παρεῖναι αὐτόν.

τοῦτο δὲ λέγει καὶ τὸν Τίτον τοῖς Κορινθίοις συνιστῶν—ἔμελλε γὰρ πάλιν ἀποστέλλειν αὐτὸν πρὸς αὐτούς—καὶ τὴν οἰκείαν σπουδὴν περὶ αὐτοὺς ἐνδεικνύς, ὅτι καίπερ οὕτω χρησιμεύοντος ἐν τῷ κηρύγματι καὶ ἐν πᾶσι τοῦ Τίτου, ὅμως αὐτὸς ἐκείνων τὸ συμφέρον προκρίνει. διὸ καὶ ἀπέστειλε καὶ ἀποστελεῖ αὐτὸν πολλὰ χρῄζων αὐτοῦ τῆς παρουσίας. 2 Kor 3,14 Ἐδόθη τοῖς ἐν παραδείσῳ ἐντολή, ἀλλ᾽ ἤργησε καὶ πέπαυται καὶ οἱονεὶ κατήργηται. ἐδόθη τοῖς περὶ Νῶε, κἀκείνη ὡσαύτως ἤργησε καὶ κατέπαυσεν. ἐδόθη τοῖς περὶ Ἀβραάμ, ἀλλὰ καὶ τὰ πλεῖστα ταύτης κατήργησεν ὁ νόμος μυρίαις προσθήκαις ἀλλοιώσας καὶ τάξας ἕτερα. ἐδόθη διὰ Μωϋσέως ὁ νόμος, καταργεῖται καὶ παύεται καὶ οὗτος, οὐκ ἐφ᾽ ᾧ ἕτερον εἰσαχθῆναι καὶ πάλιν κἀκεῖνον καταργηθῆναι, ἀλλ᾽ ἐφ᾽ ᾧ ἕτερον εἰσαχθῆναι τὸν εὐαγγελικὸν καὶ εἰς τὸν αἰῶνα διαμενεῖν. πάντες μὲν οὖν οἱ ἔμπροσθεν καταργήθησαν, ἀλλὰ τέλος καταργουμένου μόνος ὁ νόμος, ἐπειδὴ μετ᾽ αὐτὸν οὐκέτι ἕτερος καταργεῖται.

εἰ δὲ ὁ νόμος τέλος καταργουμένου καὶ τὸ εἰσάγον αὐτὸν πρόσωπον δηλονότι τέλος καταργουμένου, ὥσπερ καὶ ὁ τοῦ εὐαγγελίου δοτὴρ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος βασιλεύει καὶ κυριεύει. 2 Kor 4,1—2 Καὶ 〈τὰ κρυπτὰ τῆς αἰσχύνης,〉 φησίν, 〈ἀπειπάμεθα,〉 οἷον· οὐδὲν οὐδ᾽ ἐν κρυφῇ αἰσχύνης ἄξιον διαπραττόμεθα, ἀλλὰ μὴ ἐκκακοῦντες ἐν ταῖς θλίψεσιν ὡς καὶ ὑμεῖς ὁρᾶτε, οὐδὲ κατὰ λογισμὸν ἄλλο τι διανοούμεθα αἰσχύνης ἄξιον, οἷον οὐκ ὀλιγωρίαν, οὐκ ἀμφιβολίαν, οὐ δισταγμόν, οὐκ ἀχαριστίαν, οὐκ ἄλλα τι κατὰ διάνοιαν ἀναδεχόμεθα. ἀλλ᾽ ὥσπερ ἐν τῷ φανερῷ οὐκ ἐκκακοῦμεν, οὕτως οὐδ᾽ ἐν τῷ κρυπτῷ αἰσχύνης ἄξιόν τι λογιζόμεθα, ἀλλὰ πάντα τὰ τῆς αἰσχύνης κρυπτὰ ἀπειπάμεθα.

εἶτα 〈μὴ περιπατοῦντες ἐν πανουργίᾳ〉 καὶ ἑξῆς· πανουργίας γὰρ ὡς ἀληθῶς καὶ δόλου ἄλλα μὲν ἐπιδείκνυσθαι, ἄλλα δὲ διαλογίζεσθαι. 〈Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτούς.〉 οἱ γὰρ ψευδαπόστολοι οὐ 〈τῇ φανερώσει τῆς ἀληθείας〉 ἀλλὰ τῷ ὑποδῦναι πρόσωπον ἀληθείας συνίστων ἑαυτούς, οὐδ᾽ ἐνώπιον τοῦ θεοῦ ἀλλ᾽ εἰς ἀρέσκειαν τῶν ἀπατωμένων μόνον. 2 Kor 4,12 〈Ὥστε ὁ μὲν θάνατος·〉 τὰ πάθη καὶ αἱ θλίψεις καὶ αἱ θανατηφόροι συμφοραί, ταῦτα νῦν 〈ἐν ἡμῖν ἐνεργεῖται,〉 φησίν, ἡ δὲ πίστις καὶ ἡ εὐσέβεια—ἥτις ἐστὶν ἡ ἀληθινὴ ζωή—〈ἐν ὑμῖν.〉 ζωὴ δέ ἐστιν ἡ εὐσέβεια, ὅτι τὴν ἀγήρω καὶ ἄλυπον ζωὴν καὶ ἀΐδιον ἐν οὐρανοῖς προξενεῖ. 2 Kor 5,1 Πολλὰ ἐν τοῖς ἄνω διεξῆλθε δεικνὺς τοὺς πειρασμοὺς καὶ τὸ τὸ σῶμα φθείρεσθαι πρὸς ὠφέλειαν ἡμῶν γινόμενον, νῦν τὸ πλέον λέγει ὅτι καὶ ἡ παντελὴς τοῦ σώματος ἡμῶν φθορά, ἡ διὰ τοῦ θανάτου, ὠφέλιμος· ἀπὸ γὰρ φθαρτοῦ, φησίν, ἄφθαρτον αὐτὸ λαμβάνομεν. ὅρα δὲ τῇ παραθέσει πόσον ἔδειξε τὸ διάφορον· τοῦτο 〈ἐπίγειον,〉 ἐκεῖνο 〈οὐράνιον,〉 τοῦτ᾽ ἔστι τὸ ἐξ οὐρανοῦ τὴν ἀφθαρσίαν λαμβάνον.

τοῦτο 〈οἰκία σκήνους〉 ὅπερ τὸ εὐδιάλυτον δηλοῖ, ἐκεῖνο 〈αἰώνιον.〉 εἶτα λέγει ἐκεῖνο καὶ 〈ἀχειροποίητον·〉 οὐ τοῦτο δηλονότι τὸ παρὸν σῶμα χειροποίητόν ἐστιν, ἀλλὰ τὰ ἐγκώμια αὔξει ἐκείνου. 2 Kor 5,11 〈Ἀνθρώπους πείθωμεν, θεῷ δὲ πεφανερώμεθα.〉 συμβουλῆς καὶ παραινέσεως τὸ 〈πείθωμεν,〉 διὸ καὶ διὰ τοῦ μακροῦ 〈ω〉 γραπτέον. 2 Kor 5,11—13 Τὸ 〈εἴτε ἐξέστημεν〉 καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς προειρημένοις· 〈ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι,〉 καὶ 〈οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν,〉 οὐ γὰρ δεόμεθα πρὸς ὑμᾶς, φησί, συστάσεως. ἄν τε γὰρ ἐξεστηκότας τις ἡμᾶς ἐρεῖ, θεῷ ἐστι τοῦτο ἀνακείμενον καὶ τῆς ἐκεῖθεν κρίσεως δεόμενον, οὐχ ὑμῖν. ὃ καὶ ἀλλαχοῦ ἔλεγεν· 〈ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν.〉 εἴτε οὖν, φησίν, ἐξέστημεν, θεῷ ἡ τοιαύτη κρίσις ἀνάκειται, οὐχ ὑμῖν.

εἴτε τινὶ ὅλως δοκοῦμεν σωφρονεῖν, ὑμῖν μᾶλλον ὑπὲρ τοὺς ἄλλους πάντας νομιστέον ὑμᾶς σωφρονεῖν· 〈ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς,〉 φησὶν ἀλλαχοῦ, 〈ὑμεῖς ἐστε ἐν κυρίῳ.〉 δεῖ οὖν ὑμᾶς οὕτως περὶ ἡμῶν φρονεῖν καὶ λογίζεσθαι· οὐ μόνον δέ, ἀλλὰ καὶ πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους τὰ αὐτὰ ὑπὲρ ἡμῶν καὶ λέγειν καὶ διατείνεσθαι. 2 Kor 6,11—13 〈Τὸ στόμα ἡμῶν ἀνέῳγεν,〉 ἀντὶ τοῦ εὐπορίαν ἡμῖν παρεσχήκατε τοῦ ἀνοίγειν πρὸς ὑμᾶς τὸ στόμα· ὅταν γὰρ ὁ μέν τις ἀγαπᾷ διαπύρως, οἱ δὲ οὐκ ἀνταγαπῶσιν ὁμοίως, πολλῶν δικαιωμάτων εὐπορίαν παρέχουσι πρὸς αὐτοὺς τῷ ἀγαπῶντι. 〈ἀνέῳγεν,〉 φησίν· τῷ γὰρ πλήθει καὶ τῇ ἰσχύϊ τῶν δικαιωμάτων καὶ ἡμῶν σιγᾶν ἐθελόντων, αὐτὸ ὅμως ὑπ᾽ αὐτῶν ἔνδοθεν ἀναβλυζόντων καὶ ὑπερπηδώντων 〈ἀνέῳγεν,〉 καὶ ἀναπετάννυσι τὰ χείλη πρὸς τὸ λέγειν. καὶ λοιπὸν ἄρχεται τῶν δικαιωμάτων· ὑπεραγαπῶμεν, φησί, καὶ ἐγκαρδίους ἔχομεν καὶ πλατυνόμεθα καὶ χαίρομεν ἔχοντες, καὶ αὐτοὶ τῆς ἀγάπης ἠρξάμεθα. ὑμεῖς δὲ ὡς 〈στενοχωρούμενοι〉 ἐὰν δέχησθε ἡμᾶς 〈ἐν τοῖς σπλάγχνοις〉 ὑμῶν, οὐκ ἔχετε ἡμᾶς ἐν αὐτοῖς, ἀλλ᾽ οὐδ᾽ ὡς 〈ἀντιμισθίαν〉 πληροῦντες πρὸς τοὺς κατάρξαντας ἡμᾶς τῆς ἀγάπης στοργὴν ἐπιδείκνυσθε, ἀλλὰ καὶ τὸ βαρύτερον, μᾶλλον τῶν ἀπίστων ἢ τὴν ἡμῶν ἀγάπην τῶν ὑπεραγαπώντων ὑμᾶς προκρίνετε.

ἐγὼ δὲ 〈λέγω〉 ὑμῖν 〈ὡς τέκνοις·〉 κἂν ὡς ἀντιμισθίαν καὶ ἀντάμειψιν πληροῦντες, 〈πλατύνθητε〉 καὶ αὐτοί, καὶ δέξασθε ἡμᾶς ὡς καὶ ἡμεῖς ὑμᾶς 〈ἐν τοῖς σπλάγχνοις〉 ἡμῶν, καὶ ἀγαπήσατε τῆς τῶν ἀπίστων στοργῆς ἑαυτοὺς ἐξαιροῦντες καὶ διατειχίζοντες, καθὼς κατὰ φύσιν διέστηκε καὶ διατετείχισται ἀλλήλων ἡ πίστις καὶ ἡ ἀπιστία, ἡ δικαιοσύνη καὶ ἀδικία, τὸ φῶς ἀπὸ τοῦ σκότους, ὁ Χριστὸς ἀπὸ τοῦ ἀντιχρίστου, αὐτὸς ὁ πιστὸς ἀπὸ τοῦ ἀπίστου, ὁ ναὸς τοῦ θεοῦ καὶ ὁ ναὸς τῶν εἰδώλων. εἰ οὖν τῆς δικαιοσύνης ἐστέ, τοῦ φωτός, τοῦ Χριστοῦ, πιστοί, ναὸς τοῦ θεοῦ, διάστητε καὶ διαχωρίσθητε ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς ἀδικίας, ἀπὸ τοῦ ἀντιχρίστου· τῶν γὰρ ἀπίστων ἐστὶ ταῦτα καὶ τῶν κατασκευασάντων ἑαυτοὺς ναοὺς εἰδώλων, ὧν δεῖ ὑμᾶς κεχωρίσθαι καὶ ἀφωρισμένους εἶναι. τότε γὰρ καὶ ὁ κύριος εἰσδέξεται ὑμᾶς καὶ ἐνοικήσει ἐν ὑμῖν καὶ ἐμπεριπατήσει πάσας κατευθύνων τὰς τρίβους καὶ τὰ διαβήματα. —Ἢ καὶ οὕτως· 〈τὸ στόμα ἡμῶν ἀνέῳγεν,〉 ἀντὶ τοῦ ἕτοιμοί ἐσμεν καὶ παρεσκευάσμεθα εἰς τὸ πάντα διδάσκειν ὑμᾶς μετὰ ἁπλότητος καὶ πλάτος καρδίας. διὸ καὶ ὑμεῖς προθύμως εἰσδέχεσθε. 〈Τὴν δὲ αὐτὴν ἀντιμισθίαν,〉 ὡς 〈τέκνοις λέγω,〉 κατ᾽ ἔλλειψιν εἴρηται· λείπει γὰρ ἢ ἐπιδείξασθε ἢ εἰσενέγκατε.

δύναται ἐκληφθῆναι καὶ χωρὶς ἐλλείψεως, ἵνα ᾖ παρέλκον τὸ 〈δέ.〉 πολλὴ δέ ἐστι παρὰ τῷ θεσπεσίῳ Παύλῳ ἡ παρολκὴ τῶν συνδέσμων ὥσπερ καὶ ἡ ἔλλειψις. εἴη δ᾽ ἂν κατὰ παρολκὴν τοῦ συνδέσμου τὸ ῥητὸν ἐκλαμβανόμενον τοιαύτην διάνοιαν παριστῶν· 〈στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν.〉 καὶ τό τε εἰς τί; εἰς 〈τὴν αὐτὴν ἀντιμισθίαν.〉 ἄδικον δὲ τὸ πρὸς τὴν αὐτὴν ἀντιμισθίαν στενοχωρεῖσθαι, διὸ 〈ὡς τέκνοις λέγω·〉 ἔτι γὰρ ὡς τέκνων τὴν ἀγάπην ἐπιζητῶ. πλατύνθητε καὶ ὑμεῖς εἰς τὴν αὐτὴν ἀντιμισθίαν, καὶ ἀγαπήσατε ἡμᾶς ὡς καὶ ἡμεῖς ὑμᾶς. 2 Kor 7,3—4 Εἰ 〈ἐν ταῖς καρδίαις〉 ἡμᾶς ἔχεις, εἰ οὕτως ἀγαπᾷς ὡς καὶ 〈συναποθνήσκειν καὶ συζῆν,〉 διὰ τί ἐλέγχεις καὶ ἐπιπλήττεις; δι᾽ αὐτὸ τοῦτο, φησίν· ἐκ γὰρ τοῦ ὑπεραγαπᾶν πολλὴν ἔχω τὴν πρὸς ὑμᾶς παρρησίαν καὶ οὐδὲν ὑφορῶμαι σκάνδαλον, μή πως τραχύνω, μή πως εἰς ἀγανάκτησιν περιστήσω, μή πως εἰς ἀπόγνωσιν, ἢ τοὐναντίον εἰς περιφρόνησιν ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. —Ἢ καὶ οὕτως· πόθεν δῆλον ὅτι οὐ πρὸς κατάκρισιν εἶπον; διότι 〈ἐν ταῖς καρδίαις〉 ἡμῶν ἔχομεν ὑμᾶς καὶ ἑξῆς. τοῦτο δὲ πόθεν δῆλον; ἐκ τοῦ θαρρεῖν ὑμῖν καὶ παρρησιάζεσθαι πρὸς ὑμᾶς.

ἀλλὰ καὶ τοῦτο πόθεν δῆλον; 〈καυχῶμαι,〉 φησίν, 〈ἐν ὑμῖν·〉 τοῦτο γὰρ ἄλλοθεν οὐ γίνεται ἢ ἐκ τοῦ λίαν πεποιθέναι καὶ θαρρεῖν. διὸ καί φησιν· 〈πεπλήρωμαι τῇ παρακλήσει〉 καὶ ἑξῆς. 〈Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν.〉 ἐπετίμα πρότερον ἐν οἷς πρὸς τοὺς ἀπίστους διὰ τῆς ἀγάπης ἀπέκλινον, ἐπαινεῖ δὲ νῦν ἐν οἷς τὰ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἐπικληθέντα αὐτοῖς διὰ σπουδῆς διωρθώσαντο· τοῦτο γὰρ ἀδεκάστου διαιτητοῦ, τὸ καὶ τὰ ἡμαρτημένα ψέγειν καὶ τὰ κατορθούμενα ἐν ἐπαίνῳ ποιεῖσθαι. 2 Kor 7,7—9 〈Ὥστε με μᾶλλον χαρῆναι.〉 τίνος μᾶλλον χαρῆναι; ἢ τῆς λύπης μᾶλλον χαρῆναι ἣν ὑπέστην ἐν τοῖς εἰρημένοις πειρασμοῖς καὶ στενοχωρίαις, ἢ τῆς λύπης ἣν ὑπέστην, διότι ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ. οἰκειότερον δὲ τὸ δεύτερον· πρὸς τοῦτο γὰρ μᾶλλον καὶ οἱ ἑξῆς ἁρμόζουσι λόγοι. δυνατὸν δὲ καὶ συναμφότερα· φησὶν γὰρ ὅτι ἡ χαρὰ πλέον ηὔφρανεν ἢ ἡ λύπη ἠνίασεν. εἶτα· 〈ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ,〉 φησίν, 〈ἀλλ᾽ οὖν εἰς μετάνοιαν ἐλυπήθητε,〉 ὅπερ ἐστὶ 〈κατὰ θεὸν〉 λυπηθῆναι. καὶ ἡ μὲν καθ᾽ εἱρμὸν διάνοια αὕτη, τὰ δὲ μεταξὺ περιβολαὶ καὶ ἀντιλογίαι καὶ ἐπαναλήψεις.