Ἔργον
Μέγας Φώτιος – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν (ἐν ταῖς σειραῖς)
Ερμηνεία στα κεφάλαια 4 και 5
Η δικαίωση του Αβραάμ εκ πίστεως, η βεβαιότητα της ελπίδας και της σωτηρίας, η τυπολογία μεταξύ Αδάμ και Χριστού και η υπεροχή της χάριτος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στα κεφάλαια 4 και 5
Η δικαίωση του Αβραάμ εκ πίστεως, η βεβαιότητα της ελπίδας και της σωτηρίας, η τυπολογία μεταξύ Αδάμ και Χριστού και η υπεροχή της χάριτος.
Röm 4,1—3 Τὸ 〈κατὰ σάρκα〉 ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· 〈τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα;〉 πρὸς Ἰουδαίους δὲ ὁ λόγος, οἷον· ἐπεί, φησί, τὸ πᾶν ὑμῖν τῆς σεμνολογίας καὶ μεγαλαυχίας ἐν τῷ κατὰ σάρκα πατρὶ ἡμῶν Ἀβραάμ ἐστιν, σκοπήσωμεν τί ἂν εἴποιμεν ἐκεῖνον εὑρηκέναι. καί φησιν αὐτὸς προϊών, ὅτι δικαιοσύνην εὗρεν· τοῦτο γάρ ἐστι τὸ 〈ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην,〉 τοῦτ᾽ ἔστιν ὅτι ἐδικαιώθη· τὸ γὰρ εὑρεῖν δικαιοσύνην δικαιωθῆναί ἐστιν. εὗρεν οὖν δικαιοσύνην, ἀλλὰ πῶς εὗρεν; ἐξ ἔργων ἢ ἐκ πίστεως; καὶ δείκνυσιν ὅτι ἐκ πίστεως, μάρτυρα τὴν γραφὴν παριστάς· 〈ἐπίστευσε γάρ,〉 φησίν, 〈Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.〉 τί οὖν; φησίν· οὐκ εἶχεν ἔργα Ἀβραάμ; οὐκ ἐδικαίου ταῦτα αὐτόν; μὴ γένοιτο· ἔργα μὲν γὰρ εἶχεν, ὥστε πρὸς τοὺς συμπολιτευομένους αὐτῷ ἀνθρώπους κρινόμενον δικαιωθῆναι καὶ προκριθῆναι ἐκείνων· τὸ δὲ 〈πρὸς τὸν θεὸν〉 δικαιωθῆναι ἐκ τῶν ἔργων αὐτοῦ, ὥστε ἄξιον καὶ ἰσοστάσιον ἑαυτὸν παραστῆσαι τῆς ἐκεῖθεν παρεχομένης εὐεργεσίας καὶ δωρεᾶς, παντελῶς ἀπελείπετο. οὐκοῦν οὐδὲν ὅλως ἔχει καύχημα ἤτοι προτέρημα καὶ κατόρθωμα πρὸς τὸν θεὸν εἰς τὸ ἀξιωθῆναι τῆς εὐεργεσίας καὶ δωρεᾶς.
τί γὰρ ἄν τις καὶ δι᾽ ἔργων ἐπιδείξειεν ἄξιον τοῦ μετὰ στείρωσιν καὶ παρακμὴν δύο παθῶν τὰς πηγὰς τῆς γονῆς ξηρανάντων καὶ τοὺς τῆς γενέσεως ὀφθαλμοὺς πηρωσάντων; τί οὖν τις ἄξιον πράξοι, ὥστε μετὰ τηλικαύτην φύσεως νέκρωσιν παιδὸς πατέρα ὀφθῆναι καὶ βλαστὸν κοιλίας ἐκφῦναι; τί δ᾽ ἄν τις ὅλως ἄξιον οἴσει τοῦ πληθυνθῆναι τὸ σπέρμα αὐτοῦ ὡς τὴν ἄμμον τῆς θαλάσσης, τοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, τοῦ Χριστὸν αὐτὸν ἐκεῖθεν τὸν κοινὸν σωτῆρα προελθεῖν; ὁρᾷς ὅτι οὐδὲν ὅλως ἔχει, οὐδ᾽ ἴχνος ἔργων πρὸς τὰς τηλικαύτας ἐκ θεοῦ δωρεάς. πόθεν οὖν ἠξιώθη ταῦτα; ἐκ μόνης πίστεως· 〈ἐπίστευσεν γάρ,〉 φησὶν ἡ γραφή, 〈Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.〉 ἐπίστευσε, καὶ ἐδικαιώθη παρὰ θεοῦ τοσούτων καὶ τηλικούτων τυχεῖν. ὦ πίστεως πᾶσαν πρᾶξιν τὴν ἐν νόμῳ δευτέραν ποιούσης. ἐκείνην πράττων Ἀβραὰμ εἶχέν τι μικρὸν καύχημα, ἀλλὰ πρὸς τοὺς ὑπὸ τὸν αὐτὸν αὐτῷ τελοῦντας νόμον· τὴν πίστιν δὲ προβαλλόμενος, ἀθρόον πατὴρ ἐγένετο πάντων, καὶ τῶν μυρίων ἐκείνων ἀγαθῶν ἐδικαιώθη ἀπολαύειν. ὡς ἐν πορίσματος δὲ μοίρᾳ εἴληπται, καὶ λύσις ἐκ τῶν εἰρημένων. πῶς οὗτος μὲν ἐκ πίστεως λέγει δικαιωθῆναι τὸν Ἀβραάμ, ὁ δὲ θεῖος Ἰάκωβος ἐξ ἔργων λέγων· 〈Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας τὸν υἱὸν αὐτοῦ〉 καὶ ἑξῆς;
Röm 4,5 Τῷ μὴ θαρροῦντι μὲν ἀπὸ τῶν ἔργων, προσιόντι δὲ ἐκ πίστεως, 〈λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,〉 καὶ δικαιοῦται δι᾽ αὐτῆς. Röm 4,6—10 Κατάλληλος λίαν καὶ ἁρμόζουσα ἡ ψαλμικὴ χρῆσις· καὶ γὰρ πᾶσα δικαίωσις ἀπὸ θεοῦ· ἢ ἐκ τοῦ ἀφεθῆναι γίνεται τὰς ἀνομίας καὶ ἁμαρτίας, ἢ ἐκ τοῦ ἐπικαλυφθῆναι, οἷον διά τινων κατορθωμάτων ἐκνικηθῆναι καὶ καταποθῆναι, ἢ ἐκ τοῦ μὴ λογίσασθαι τὸν θεὸν τὸ πραχθὲν εἰς ἁμαρτίαν. καὶ διὰ τῶν τριῶν τούτων φιλανθρώπων τρόπων λογίζεται ὁ θεὸς τῷ ἀνθρώπῳ τὴν δικαιοσύνην ὡς συμπαθῶν, ὡς οἰκονομῶν, ὡς φιλοτιμούμενος· ἡ μὲν γὰρ ἄφεσις συμπαθείας, ἡ δὲ ἐπικάλυψις οἰκονομίας, τὸ δὲ μὴ λογίσασθαι εἰς ἁμαρτίαν φιλοτιμίας. τίνες οὖν ἀξιοῦνται τούτων; οἱ πιστοί, καὶ διὰ τῆς πίστεως· διὸ καὶ μακαρίζει αὐτοὺς ὁ προφήτης Δαυίδ. τοῖς δὲ ἐν νόμῳ καὶ ἐξ ἔργων ζητοῦσι δικαιωθῆναι οὐδεμία τῶν τριῶν δικαίωσις ἕπεται, τοῖς δὲ ἐκ πίστεως διὰ τῶν τριῶν τούτων τρόπων ἡ δικαιοσύνη λογίζεται. προσφόρως ἄρα τὴν Δαυϊδικὴν μαρτυρίαν ὁ θεσπέσιος Παῦλος τῇ ἰδίᾳ ἥρμοσε διδασκαλίᾳ.
Röm 4,11—12 Διὰ τί, φησί, πρῶτον ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ οὕτω περιετμήθη; πρῶτον μέν, ἵνα ὡς σημεῖον νομισθῇ ἀρετῆς ἡ περιτομή, καὶ οὐχ ὡς αὐτοαρετὴ καὶ κατόρθωμα· τὸ γὰρ 〈σημεῖον τῆς περιτομῆς,〉 φησί, 〈σφραγίς〉 ἐστιν, οἷον· σημεῖόν ἐστι καὶ παράστασις τῆς ἐν ἀκροβυστίᾳ διὰ πίστεως δικαιοσύνης. δεύτερον δέ, ἵνα καὶ τῶν ἀκροβύστων καὶ τῶν ἐμπεριτόμων κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶς μετὰ τὸ πιστεῦσαι. πάντων οὖν εἰκότως ἂν λογισθείη πατὴρ τῶν τὴν πίστιν δηλονότι παραδεξαμένων, εἴτε ἀπερίτμητοι, εἴτε περιτετμημένοι εἶεν. ἂν δὲ τὴν πίστιν μὴ ἔχωσιν, οὐδὲ τὴν πρὸς ἐκεῖνον συγγένειαν ἔχουσιν, οἵτινες ἂν εἶεν, οὐδὲ κληρονόμοι ἄρα τῆς πρὸς ἐκεῖνον ἐπαγγελίας· τοῖς γὰρ συγγενέσι, τῷ γὰρ σπέρματι αὐτοῦ, αἱ ὑποσχέσεις καὶ αἱ εὐλογίαι. 〈Καὶ πατέρα περιτομῆς·〉 οὐχ ἁπλῶς φησι πατὴρ τῶν ἐμπεριτόμων—τοῦτο γὰρ δηλοῖ τὸ 〈περιτομῆς〉—, ἀλλὰ πατὴρ ἐκείνων τῶν ἐμπεριτμήτων, τῶν μὴ μόνον περιτετμημένων ἀλλὰ καὶ κατὰ τὰ ἴχνη αὐτοῦ τὴν πίστιν Χριστοῦ εἰσοικιζομένων.
ἐκεῖνοι δὲ κατὰ τὰ ἴχνη καὶ κατὰ μίμησιν τοῦ Ἀβραὰμ πιστεύουσιν εἰς Χριστόν, οἱ ἀδιστάκτως καὶ χωρὶς φιλονεικίας καὶ συνδοιασμοῦ προσερχόμενοι τῷ Χριστῷ. 〈Ἴχνη〉 λέγεται τὰ τῶν προοδευσάντων σύμβολα καὶ σημεῖα τῶν ποδῶν. ἐπεὶ οὖν οὗτοι μεταγενέστεροι, οἰκείως καὶ ἁρμοδίως φησίν· τοῖς ἐμμένουσι καὶ ἐπακολουθοῦσι τοῖς ἴχνεσιν, ἤτοι πορευομένοις κατὰ τὰ ἐκείνου ἴχνη καὶ τὴν ἐκείνου ὁδὸν ἥτις χωρὶς περιτομῆς ὑπῆρχεν.
Röm 4,14—16 〈Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι.〉 εἰπὼν πρότερον ὅτι διὰ τοῦτο ἀκρόβυστος ὢν ὁ Ἀβραὰμ ἐπίστευσε καὶ ἐδικαιώθη, ἵνα πατὴρ λογισθῇ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν, καὶ διὰ τοῦτο πάλιν περιετμήθη, ἵνα καὶ τῶν ἐν περιτομῇ πιστῶν πατὴρ λογισθῇ, καὶ ἐπαγαγὼν καὶ ἀποδείξας ὅτι μᾶλλον λογίζεται πατὴρ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν, ὅσῳ καὶ πρὸ τῆς περιτομῆς καὶ πρὸ αὐτοῦ τοῦ νόμου τοῦ καὶ τὴν περιτομὴν περιέχοντος αὐτὸς καὶ ἐπίστευσεν, καὶ ἡ πίστις αὐτοῦ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ταῦτα εἰπὼν καὶ παραστήσας, νῦν καὶ ἑτέρῳ τρόπῳ τὸ αὐτὸ δείκνυσι καί φησιν· ὑποκείσθω μὴ οὕτως ἔχειν ὡς ἔφημεν, ἀλλὰ τοὺς ἐκ νόμου μόνους εἶναι κληρονόμους τῶν πρὸς Ἀβραὰμ ἐπαγγελιῶν, οὔκουν εἰς μάτην γέγονεν ἡ πίστις τῷ Ἀβραάμ; αὐτὸς γὰρ πρὸ τοῦ νόμου καὶ χωρὶς τοῦ νόμου ἐπίστευσεν. 〈κεκένωται〉 ἄρα ἡ 〈πίστις,〉 οὐδέν ἐστιν αὐτῆς, τὸ ὅλον ἠφάνισται· ἀλλὰ καὶ αἱ ἐπαγγελίαι κατηργήθησαν, οἷον ἄχρηστοι καὶ ἀτέλεστοι γεγένηνται. εἰ γὰρ ἡ πίστις δι᾽ ἣν ἡ ἐπαγγελία ἐκενώθη, καὶ αἱ ἐπαγγελίαι δηλονότι, αἱ ἐπὶ τῇ πίστει ἑδραζόμεναι συναπερρύησαν καὶ γεγόνασι φροῦδοι. τί οὖν οἱ διὰ νόμου κληρονομήσουσιν, τῆς μὲν πίστεως κενωθείσης, συνεκρυείσης δὲ τῇ πίστει τῆς ἐπαγγελίας; ὁρᾷς ὡς δι᾽ ὧν λέγουσι διὰ νόμου κληρονομεῖν, διὰ τούτων δείκνυνται μηδ᾽ ὅλως κληρονομεῖν.
οὕτω τοίνυν διχῶς τὰς ἀποδείξεις ἐποιήσατο, ὅτι ὁ μακαρισμὸς ἐπὶ τὴν διὰ πίστεως ἀκροβυστίαν μᾶλλον ἁρμόζει ἢ ἐπὶ τὴν περιτομήν, τὴν πρώτην μὲν ἐπ᾽ εὐθείας προσαγαγὼν καὶ ἐξ αὐτῶν τῶν κατὰ τὸν Ἀβραὰμ πραχθέντων, τὴν δευτέραν δὲ συνδραμὼν ἐκείνοις καὶ ὑποθεὶς τὸ παρὰ τὼν ἐναντίων λεγόμενον, καὶ δείξας οἷον ἄτοπον ἕπεται τῇ ὑποθέσει αὐτῶν. τίθησι δὲ καὶ τρίτην ἀπόδειξιν ἐξ αὐτοῦ λαμβανομένην τοῦ νόμου καί φησιν· ὁ 〈νόμος〉 ἐφ᾽ ᾧ ἐπερείδεσθε, παραβαθεὶς 〈ὀργὴν κατεργάζεται.〉 τοῦτο εἰπών, τὸ ἀκόλουθον ὡς δῆλον ὑπάρχον κατέλιπεν, οἷον· ὑμεῖς δὲ παραβεβήκατε—δῆλον γὰρ τοῦτο καὶ συνεπινοούμενον—· εἰ οὖν ὁ νόμος ὀργὴν κατεργάζεται παραβαθείς, ὑμεῖς δὲ παραβεβήκατε, οὐ μόνον ἐπαγγελιῶν οὔκ ἐστε ἄξιοι, ἀλλὰ καὶ τιμωρηθήσεσθε· τοῦτο γὰρ ὑμῖν ὁ νόμος παραβεβηκόσιν διὰ παντὸς ἐπανατείνεται. πόθεν οὖν σωθήσεσθε; πόθεν ὑμῖν αἱ ἐπαγγελίαι; ἐπεὶ οὖν τά τε ἄλλα εἴρηται καὶ δέδεικται ὅτι καὶ ἐκ τοῦ νόμου οὐκ ἔστιν ὅλως δικαιωθῆναι, λείπεται καταφυγεῖν ἐπὶ τὴν διὰ πίστεως χάριν· διὰ ταύτης γὰρ καὶ αἱ ἐπαγγελίαι περατοῦνται, καὶ ὁ Ἀβραὰμ πάντων γίνεται πατήρ. ὥστε ὁ τοῦ Δαυὶδ μακαρισμὸς κοινὸς ὑπάρχων ἐπὶ τῶν διὰ πίστεως σωζομένων πάντων, οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλόν ἐστιν ἐπὶ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ἐφαρμόζων, ὅσῳ καὶ πρῶτον ἐπὶ τοῦ ἐν ἀκροβυστίᾳ Ἀβραὰμ ἐφάνη ἐπαληθεύων.
ταῦτα δὲ ἤρτηται τοῦ 〈νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται〉 καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει.
Röm 4,17 〈Κατέναντι·〉 ἐναντίον, ἐνώπιον, εἰς πρόσωπον θεοῦ· εἰς πρόσωπον γὰρ θεοῦ εἴρηται, οἷον ὡς ἐκ προσώπου θεοῦ τὸ 〈πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.〉 ἐπειδὴ γὰρ εἶπεν 〈καθὼς γέγραπται,〉 μὴ προσθείς, ποῦ γέγραπται ἢ πῶς, ἐπήγαγεν, εἰ καὶ ὑπερβάς, τὸ 〈κατέναντι θεοῦ,〉 τὸ ἀξιόπιστον καὶ βέβαιον τοῦ γέγραπται παριστῶν. 〈καθὼς γέγραπται κατενώπιον θεοῦ〉, τοῦτ᾽ ἔστιν εἰς πρόσωπον θεοῦ καὶ ἐκ προσώπου θεοῦ. ἀξιόπιστός ἐστι, φησίν, ἡ γραφή, ἀμετάπτωτος, βεβαία, θεός ἐστιν ἐν αὐτῇ εἰπών· 〈πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.〉 τὸ γοῦν ἐφεξῆς τῆς τοῦ λόγου συμφράσεως· 〈καθὼς γέγραπται κατέναντι οὗ ἐπίστευσε θεοῦ, ὅτι πατέρα πολλῶν ἐθνῶν〉 καὶ ἑξῆς.
Καλῶς φησιν· 〈καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·〉 λόγῳ γὰρ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καὶ ἅμα τῷ καλέσαι παράγει, ὥστε εἶναι. παρ᾽ αὐτῷ δυνατὸν καὶ ῥᾷον, καὶ τὰ μὴ ὄντα ὡς ὄντα, καὶ ἔμπαλιν εἰ βουληθείη, καὶ τὰ ὄντα ὡς μὴ ὄντα καλεῖν.
Röm 4,18 〈Ὃς παρ᾽ ἐλπίδα ἐπίστευσεν,〉 ἀντὶ τοῦ ἐπαγγελίαις ἐπίστευσεν, πολὺ τὸ ἀνέλπιστον ἐχούσαις κατ᾽ ἀνθρώπινον λογισμόν, μόνῃ ἑδρασθεὶς τῇ ἐπὶ θεὸν ἐλπίδι. Röm 4,24—5,5 Δείκνυσι τοὺς Ἰουδαίους στασιάζοντας πρὸς τὴν πίστιν, καὶ μὴ παραδεχομένους τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ πρὸς αὐτὸν στασιάζειν τὸν πατέρα 〈τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν.〉 ἵνα γάρ, φησί, δικαιωθῶμεν ἡμεῖς, διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ ἀνέστη ἐκ τῶν νεκρῶν, ὑμεῖς δὲ οὐ προσδεχόμενοι αὐτόν, καὶ τῷ πατρὶ πολεμεῖτε τῷ ἀναστήσαντι αὐτόν. ἀλλ᾽ οἱ 〈δικαιωθέντες,〉 φησίν, 〈εἰρήνην ἔχωμεν πρὸς τὸν πατέρα,〉 καταλύσωμεν τελείως τὸν πρὸς αὐτὸν πόλεμον. πῶς δὲ καταλύεται; διὰ τελείας καὶ ἀδιστάκτου πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· αὐτὸς γάρ ἐστι καὶ ὁ προσάγων ἡμᾶς αὐτῷ τῷ πατρί. 〈Εἰς τὴν χάριν ταύτην.〉 δεικτικῶς εἶπε τὸ μέγεθος τῶν ἐμπεριεχομένων τῇ χάριτι καὶ τὸ πλῆθος δηλῶν, καὶ γὰρ αὐτὴ ἡ 〈προσαγωγὴ〉 μέγα καὶ θαυμάσιον, καὶ πρὸ τούτου ἡ τῶν ἁμαρτιῶν ἄφεσις, καὶ μετὰ ταῦτα ἡ τῶν οὐρανῶν ἐπηγγελμένη βασιλεία. ἐπὶ ποίᾳ πράξει; ἐπὶ ποίῳ κατορθώματι αὕτη ἡ χάρις ἐδόθη; ἐπὶ πίστει μόνῃ· μόνον γὰρ ἐπιστεύσαμεν, καὶ διὰ τοῦ βαπτίσματος πάντα ἡμῖν ταῦτα ἡ χάρις ἐχαρίσατο.
ἢ οὕτως· ὥσπερ 〈εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ,〉 οὕτω πάλιν 〈καυχώμεθα καὶ ἐν ταῖς θλίψεσιν, εἰδότες〉 ὅτι δι᾽ αὐτῶν καὶ διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς εἰς τὴν αὐτὴν ἀκαταίσχυντον ἐπανατρέχομεν ἐλπίδα. 〈Ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.〉 ἢ ὅτι δοξάζεται ὁ θεός, ἢ ὅτι δοξάζει ἡμᾶς ὁ θεός· καὶ γὰρ δοξάζει ἡμᾶς ἀρρήτῳ καὶ ὑπερφυεῖ δόξῃ, δωρούμενος ἃ ἐπηγγείλατο, υἱοθεσίας καὶ βασιλείας οὐρανῶν ἀξιῶν, καὶ δοξάζεται καὶ αὐτός, εἰ καὶ μὴ κατ᾽ ἀξίαν ἀλλ᾽ ὅσον ἐστὶν ἀγγέλοις καὶ ἀνθρώποις δυνατόν, τοσαύτην φιλοτιμίαν περὶ τὸ ἀνθρώπινον ἐπιδεικνύμενος γένος, καὶ ταῦτα περαίνων καὶ εἰς ἔργον ἄγων ἃ μόνης ἐστὶ τῆς αὐτοῦ θειότητος καὶ φιλανθρωπίας ἐνδεικτικά. 〈Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν.〉 πόθεν καυχώμεθα ἐν ταῖς θλίψεσιν; ὅτι ἐρῶμεν σφόδρα τοῦ θεοῦ· ἐραστὴς γὰρ ἅπας χαίρει καὶ σεμνύνεται, ἡνίκα πάσχει ὑπὲρ οὗ ἐρᾷ. ἀλλὰ πόθεν ὁ θεῖος ἔρως ἐκεῖνος 〈ἐκκέχυται〉 καὶ ὅλην ἐμπεριείληφε τὴν ἡμῶν καρδίαν; ἐκ 〈τοῦ παναγίου πνεύματος τοῦ δοθέντος ἡμῖν,〉 ὥστε τὸ ὅλον τῆς ἄνω χάριτος. ἀλλὰ καὶ χρεωστοῦμεν ὑπερερᾶν αὐτοῦ, κἄν τι δέοι παθεῖν, μὴ ἀφίστασθαι τοῦ πρὸς αὐτὸν ἔρωτος. διὰ τί; ὅτι αὐτὸς ἡμῶν ἠράσθη πρῶτος. καὶ τότε τίνων; ἐχθρῶν καὶ πολεμίων ὑπαρχόντων. εἶδες ὑπερβολήν, εἶδες πόσον τὸ χρέος.
πρόσθες καὶ τὸ ἔτι μεῖζον· οὐκ ἠράσθη μόνον ἀλλὰ καὶ ἠτιμάσθη ὑπὲρ ἡμῶν καὶ ἐρραπίσθη καὶ ἐσταυρώθη καὶ ἐν νεκροῖς ἐλογίσθη. διὰ τούτων ἁπάντων τὸν περὶ ἡμᾶς αὐτοῦ παρέστησεν ἔρωτα. ὦ ἔρωτος ἀγγέλους καταπλήξαντος, ἀνθρώπους εἰς οὐρανοὺς ἀνυψώσαντος, καὶ δαιμόνων τυραννίδα καταργήσαντος. τίς ἐραστὴν τοιοῦτον οὐ φιλεῖ; μᾶλλον δὲ τίς τί πράξας ἄξιον τοῦ τηλικούτου ἔρωτος ἐπιτελέσει, ἢ κἂν βραχὺ γοῦν τοῦ χρέους ἀποτίσει; κἂν γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ᾽ οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσχει. διὸ ἡνίκα πάσχομεν, χαίρειν ὀφείλομεν καὶ σεμνύνεσθαι, ὅτι κἂν βραχὺ γοῦν ὑπὲρ τηλικούτου ἐραστοῦ καὶ ἡμεῖς παθεῖν τι κατηξιώθημεν.
Πῶς καυχώμεθα ἐν ταῖς θλίψεσιν; καλῶς φησιν· αἱ γὰρ θλίψεις γυμνάζουσι πρὸς 〈ὑπομονήν〉. ἀλλὰ τί τὸ κέρδος τῆς ὑπομονῆς; μέγα, φησίν· δοκιμωτέρους γὰρ ἐργάζονται ὥσπερ καὶ τὸν χρυσὸν ἡ χωνεία. τί δὲ γίνεται ἐκ τοῦ δοκιμωτέρους ὀφθῆναι; πολὺ ὄφελος· ἡ γὰρ ἐλπὶς ἡμῶν ἐντεῦθεν βεβαιοτέρα καὶ ἀσφαλεστέρα καθίσταται. ἐκ δὲ ταύτης τί; τὸ πᾶν ἀνύεται, φησίν. ποῖον; τυγχάνομεν ὧν ἐλπίζομεν· ἡ γὰρ ἐλπὶς ἡ βεβαία καὶ διὰ δοκιμῆς ἀχθεῖσα καὶ ὑπομονῆς καὶ θλίψεων, οὐδέποτε καταισχύνει. καὶ ὅρα πῶς εἰπὼν ἀνωτέρω ὅτι 〈καυχώμεθα ἐπ᾽ ἐλπίδι,〉 πάλιν καὶ ἐνταῦθα εἰς ἐλπίδα κατέληξεν· καὶ γὰρ ἀπ᾽ ἐλπίδος δεῖ ἄρχεσθαι, καὶ ὁμοίως εἰς ἐλπίδα καταλήγειν. ἀλλ᾽ ἡ μὲν ἀρχομένων ἐλπίς, οὔπω δῆλον ὅπως ἔχει, μήπω θλίψεων καὶ πειρασμῶν προσβαλόντων· ἡ δὲ διὰ τούτων ὁδεύσασα καὶ δοκιμασθεῖσα καὶ φανεῖσα ἀδίστακτος καὶ μὴ σαλευομένη, αὕτη καὶ τὸ τέλειον ἔχει, καὶ τῶν ἐλπισθέντων ἐν ἀπολαύσει γενέσθαι παρασκευάζει. ἤλπισεν ὁ Ἀβραὰμ μετὰ γῆρας καὶ στείρωσιν μήτρας ὅτι ἔσται κατὰ τὴν ἐπαγγελίαν πατήρ· μέγα μέν, ἀλλ᾽ οὐχ οἷον μετὰ τὴν δοκιμήν. ἐπείρασεν αὐτὸν ὁ θεὸς καὶ ἐχώνευσεν ὡς ἀληθῶς χωνείαν φρικτὴν καὶ φοβερὰν πῦρ τοῖς ἐγκάτοις ὑφάψας, ὅτε σφάξαι προσέταξε τὸν υἱόν.
ἔδειξεν ἐκεῖνος καὶ διὰ τούτων ἀσάλευτον καὶ σταθερὰν τὴν ἐλπίδα· ἔδραμε γὰρ σφάξαι τὸν υἱόν, καὶ οὐκ ἐδίστασε λογισάμενος· πῶς οὖν ἔσομαι πατήρ. τοῦτο ὑπερμεγέθης ὡς ἀληθῶς ἐλπίς, διὸ καὶ τυγχάνει ὧν ἤλπισεν.
Röm 5,6—11 Τρία τίθησι τὴν ὑπερβολὴν δεικνύντα τῆς ἀγάπης τοῦ θεοῦ καὶ ἅμα συνιστῶντα καὶ τὴν εἰς τὸ ἔπειτα αὐτοῦ πρόνοιαν καὶ φιλανθρωπίαν. ταῦτα δὲ τὰ τρία ἀπὸ μόνου λαμβάνεται τοῦ ὑποκειμένου, ἤτοι ἐξ ἐκείνων περὶ ἃ ἡ τῆς ἀγάπης ἐπίδειξις. ἐπεὶ ἔστι καὶ ἄλλα πάλιν ἐξ αὐτοῦ τοῦ ἀγαπήσαντος, δι᾽ ὧν πάλιν ἡ ὑπερβολὴ τῆς ἀγαπήσεως συνίσταται καὶ παρίσταται, οἷον αὐτὸ τὸ παρθενικὴν ἐνοικῆσαι μήτραν καὶ σαρκωθῆναι ἐξ αὐτῆς, ὑπηρετήσασθαι ταῖς κατὰ νόμον ἐντολαῖς τὸν νομοθέτην, εἶτα ἀτιμασθῆναι, ὑβρισθῆναι, ῥαπισθῆναι, καὶ τὸ κεφάλαιον· διὰ σταυροῦ θανατωθῆναι. αὐτὸς δὲ τὰ μὲν ἐκ τοῦ ἀγαπήσαντος συνκεφαλαιωσάμενος, καὶ τὸν θάνατον μόνον τέως εἰπὼν τὰ ἀπὸ τῶν ἀγαπηθέντων διεῖλεν, συντελούσης αὐτῷ ἐνταῦθα τῆς τοιαύτης μεταχειρήσεως εἰς τὸ ὅτι ἔτι καὶ ἔτι προνοήσεται καὶ ὑπερασπιεῖ καὶ ῥύσεται ἐκ πάσης ὀργῆς, τῆς τε παρούσης ὅτι τοῦτο συμφέρειν οἶδεν, καὶ τῆς μελλούσης ἥτις ἐστιν ὡς ἀληθῶς ἐσχάτη ὀργή. ἃ δὲ τίθησι τρία ταῦτά ἐστιν· 〈ἀσθενεῖς〉 ἦμεν, φησίν, ἀσθενεῖς δὲ οὐκ ἐκ φύσεως ἀλλ᾽ ἐξ οἰκείας γνώμης καὶ πράξεως· ἀσθενεῖς οὖν ἦμεν καὶ πολλῆς βοηθείας ἐχρῄζομεν. ἀλλὰ καὶ 〈ἀσεβεῖς〉 ἦμεν, αὐτὸν τὸν μέλλοντα, φησί, βοηθεῖν ἀπωθούμεθα, ἑτέροις μὲν τὸ σέβας προσάπτοντες, αὐτὸν δὲ τοῖς ἐχθροῖς ἴσα καὶ πολεμίοις ἐνυβρίζοντες.
οὐκοῦν ἄπορα πανταχόθεν τὰ ἡμέτερα· εἰ γὰρ αὐτοὶ μὲν καὶ ἀσθενεῖς καὶ ἀδύνατοι ἀναστῆναι τοῦ νοσήματος, πολλῆς δὲ βοηθείας δεόμενοι, τὸν δὲ βοηθὸν ἐνυβρίσαντες ἀπωσάμεθα, πῶς οὐκ εἰς ἔσχατον ἀπορίας τὰ ἡμέτερα; εἶτα ἀλλὰ καὶ 〈ἁμαρτωλοί,〉 φησί, καὶ ὁ βίος, φησί, καθεῖλκε μᾶλλον ἐπὶ τὸ πτῶμα καὶ ἀνενεγκεῖν οὐ συνεχώρει. οὕτως δὲ ἐχόντων καὶ πάσης ὑπαρχούσης ἀπογνώσεως, τότε αὐτὸς ὁ ἀγαθός, ὁ φιλάνθρωπος, ὁ τοῦ θεοῦ παῖς καὶ 〈ἠγάπησε〉 καὶ 〈τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν τέθεικεν.〉 εἰ δὲ τότε μυρίοις ἐνεχομένους κακοῖς καὶ εἰς παντελῆ ἀσχημοσύνην καὶ αἰσχρότητα κατηντηκότας καὶ ἠγάπησε καὶ τῆς ἀσθενείας ἀνέστησε καὶ ἐνεδυνάμωσε, τὸ αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δεδωκὼς αἷμα, πολλῷ μᾶλλον οἰκειωσάμενος καὶ δικαιώσας, καὶ προστήσεται καὶ ἀντιλήψεται καὶ ὑπερασπιεῖ, ὅτε μήτε χρεία θανεῖν αὐτόν, μήτε οὕτως ὡς πρότερον εἰς ἀρρωστίαν καὶ ἀσχημοσύνην κατηνέχθημεν, ἀλλὰ μηδ᾽ αὐτὸν ἀπωσάμεθα τὸ σέβας ἑτέροις περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸν ἐπαγγειλάμενον καὶ παρέξοντα πάντως κύριον ἡμῶν καὶ θεόν· οὐ γὰρ μόνον ἀπὸ τῆς ὀργῆς σώσει ἡμᾶς, ἀλλὰ καὶ τῆς οὐρανίου δόξης ἀξιώσει.
Röm 5,12 Σωθησόμεθα, φησί, πάντες ὑπὸ τοῦ θεοῦ, ἐάν περ αὐτοὶ μόνον θέλωμεν, καὶ εἴρηνται μὲν μικρῷ πρόσθεν αἱ ἀποδείξεις· ἀλλὰ καὶ 〈διὰ τοῦτο,〉 φησί, σωθησόμεθα. διὰ ποῖον; ὅτι καὶ δυνατὸν τοῦτο καὶ εὔλογον καὶ ἀκόλουθον. πόθεν τοῦτο δῆλον; ἐκ τοῦ ἐναντίου, φησίν· καὶ γὰρ 〈δι᾽ ἑνὸς ἀνθρώπου καὶ ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ〉 αὐτὸς ὁ 〈θάνατος.〉 εἰ οὖν δι᾽ ἑνὸς ἀνθρώπου ταῦτα γέγονεν ἡμῖν τὰ χαλεπά, δυνατὸν καὶ ἀκόλουθον δι᾽ ἑνὸς ἀνθρώπου, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ παρεισαχθέντα ἀναιρεθῆναι χαλεπὰ καὶ τὰ ἀμείνω δωρηθῆναι ἡμῖν. αὐτὸς δὲ τὰ τοῦ Ἀδὰμ παραθείς, κατέλιπεν ἅπερ ἔπραξεν ὁ Χριστός, διδοὺς τοῦτο ἐκ τοῦ ἐναντίου ἐννοεῖν, καὶ ἅμα προειρηκὼς αὐτά, καὶ δυνατὸν κἀνταῦθα ἐκεῖνα συνεπινοεῖν. διὸ μόνον τὴν παραβολὴν προτάξας ὡς ἐφελκυστικὸν ἐκείνου τοῦ νοήματος· ἀπαιτεῖ γὰρ πάντως τὸ εἰπεῖν· ὥσπερ τόδε καὶ τὸ ἀκόλουθον, οὕτως καὶ τόδε. ἀλλ᾽ ὡς ἔφημεν, διὰ τῆς παραβολῆς τὸ ἀκόλουθον ἐνδειξάμενος ῥητῶς οὐ παρέθετο, ἀλλ᾽ αὐτοὺς ἡμᾶς συνεπινοεῖν προετρέψατο. 〈Ἐφ᾽ ᾧ πάντες ἥμαρτον. ἐφ᾽ ᾧ·〉 ἐπὶ τούτῳ, φησίν, συναποθνήσκομεν τῷ Ἀδάμ, ἐφ᾽ ᾧ καὶ συναμαρτάνομεν. καὶ τὴν μὲν ἀρχὴν ἐκεῖνος παρέσχεν, ἡμεῖς δ᾽ ἐκεῖθεν τὴν ἀφορμὴν λαβόντες οὐκ ἐκωλύσαμεν τὸ κακόν, ἀλλὰ καὶ συνηργήσαμεν καὶ ἐπὶ μέγα χωρῆσαι παρεσκευάσαμεν.
Röm 5,13—14a 〈Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.〉 εἰπὼν 〈ἐφ᾽ ᾧ πάντες ἥμαρτον,〉 ἵνα μή τις εἴπῃ· καὶ πῶς ἦν ἁμαρτεῖν 〈νόμου μὴ ὄντος;〉 αὐτὸς γὰρ σὺ ἀνωτέρω ἔφης ὅτι 〈οὗ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις·〉 παραβάσεως δὲ μὴ οὔσης, οὐδὲ ἁμαρτία δηλονότι. πῶς οὖν 〈διῆλθεν ὁ θάνατος εἰς πάντας, ἐφ᾽ ᾧ πάντες ἥμαρτον;〉 ἵνα οὖν μὴ ᾖ τις λέγων τοῦτο, προλαβὼν λύει τὴν ἀπορίαν, καί φησιν ὅτι ἦν καὶ πρὸ τοῦ νόμου· ἐπράττετο γάρ, καὶ τὸ πραττόμενον οὐκ ἔστι μὴ γενέσθαι. ἦν οὖν ἡ ἁμαρτία, ἀλλ᾽ οὐχ οὕτω πᾶσιν ἐλογίζετο, οὐδ᾽ εἰς ὅσον χωρεῖ τιμωρίας τῶν ἁμαρτανομένων ἕκαστον ἐγνωρίζετο. τοῦ δὲ νόμου τάξαντος καὶ ὁρίσαντος τὰς τιμωρίας, καὶ διὰ τῆς ποινηλασίας ἐκδηλότερον αὐτὰς καταστήσαντος, καὶ τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐμφανίσαντος, μᾶλλον καὶ πᾶσιν ἐγένοντο γνώριμοι, καὶ συνετῷ καὶ ἀσυνέτῳ, καὶ νέῳ καὶ πρεσβύτῃ, καὶ γυναικὶ καὶ ἀνδρί. διὰ τοῦτο οὖν πρὸ τοῦ νόμου οὐχ ὁμοίως ἐλογίζετο ἡ ἁμαρτία, ὅτι τε οὐχ ὥριστο ἡ τιμωρία, καὶ ὅτι οὐδὲ τὸ μέγεθος αὐτῶν ἀκριβῶς ἐγινώσκετο, καὶ ὅτι οὐδὲ κατὰ πόδας ἠκολούθει τοῖς πλημμελοῦσιν ἡ τιμωρία. ἐπεὶ ὅτι ἦν ἡ ἁμαρτία, καὶ ὅτι εἰ καὶ μετὰ πολλῆς ἀνοχῆς καὶ μακροθυμίας ὅμως ἐπιμενόντων αὐτῶν καὶ ἀνιάτως ἐχόντων, αἱ τῶν δικῶν εἰσπράξεις ἐγένοντο, μαρτυρεῖ σαφῶς τά τε Σοδομιτῶν πάθη, καὶ πρό γε τούτου τὸ κοινὸν ναυάγιον ὁ κατακλυσμός, καὶ τοιαῦτα ἕτερα.
ἦν οὖν ἁμαρτία πρὸ τοῦ νόμου καὶ ἐλογίζετο, ἀλλ᾽ οὐχ οὕτως ὡς μετὰ τὸν νόμον· ὥστε ἄμφω καλῶς ἔχει, καὶ τὸ 〈διῆλθεν εἰς πάντας ἀνθρώπους ὁ θάνατος, ἐφ᾽ ᾧ πάντες ἥμαρτον,〉 καὶ τὸ 〈οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις·〉 λέλυται γὰρ τὸ δοκοῦν ἀντιπίπτειν διὰ τοῦ εἰπεῖν τὸν θεσπέσιον Παῦλον· 〈ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ〉 καὶ ἑξῆς. 〈Ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος,〉 τοῦτ᾽ ἔστιν εἰς ἔννομον ἐξουσίαν ἐλογίσθη αὐτῷ ἡ τυραννὶς τῷ τε χρόνῳ σεμνυνομένη καὶ τοῖς ἡμῶν ἁμαρτήμασι κρατυνομένη. 〈ἀπὸ Ἀδάμ,〉 φησί, τοῦ κατὰ παράβασιν ἐντολῆς νενομοθετημένης ἁμαρτήσαντος· 〈ἀπὸ Ἀδὰμ〉 οὖν ὁ 〈θάνατος ἐβασίλευσεν,〉 τοῦτ᾽ ἔστι κατ᾽ ἐξουσίαν πολλὴν ἐκράτησεν, 〈καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τοῦ Ἀδὰμ ἁμαρτήσαντας.〉 μέχρι τίνος; 〈μέχρι Μωϋσέως·〉 οἱ γὰρ μεταξὺ Ἀδὰμ καὶ Μωϋσέως ἥμαρτον μέν, ἀλλ᾽ οὐχὶ 〈ἐπὶ ὁμοιώματι τῆς τοῦ Ἀδὰμ παραβάσεως·〉 ὁ μὲν γὰρ ὡρισμένην καὶ νομοθετηθεῖσαν ἐντολὴν θεοῦ παρέβη καὶ ἥμαρτεν, οἱ δὲ ἡμάρτανον τὸν αὐτοδίδακτον τῆς φύσεως λόγον ἐνυβρίζοντες, οὐ μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες.
καὶ οἱ μὲν 〈μέχρι Μωϋσέως〉 οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ᾽ ὁμοιότητα τῆς τοῦ Ἀδὰμ παραβάσεως ἡμάρτανον, νόμους ῥητοὺς καὶ νόμους ἐκ θεοῦ διὰ Μωϋσέως δοθέντας παραβαίνοντες ἡμάρτανον. 〈ἐβασίλευσε〉 δὲ ὁ 〈θάνατος,〉 εἰπών, 〈ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ἁμαρτήσαντας,〉 οὐκ ἐξάγει τοὺς ἐξ ἐκείνου μέχρι Χριστοῦ ἡμαρτηκότας· πῶς γὰρ ἂν ἐξῆγε τοὺς μᾶλλον ἐοικότας ταῖς παραβάσεσι τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ; οὐκ ἐξάγει τοίνυν τούτους τῆς τοῦ θανάτου βασιλείας καὶ ἐπικρατείας, ἀλλὰ διὰ τοῦ εἰπεῖν 〈καὶ ἐπὶ τοὺς μὴ καθ᾽ ὁμοιότητα τοῦ Ἀδὰμ ἁμαρτήσαντας〉 τῇ προσρήσει τοῦ 〈καὶ〉 ἐκείνους μάλιστα παρεδήλωσεν, οἷον· οὐ μόνον ἐπὶ τῶν καθ᾽ ὁμοιότητα τοῦ Ἀδὰμ ἁμαρτησάντων ἐβασίλευσεν ὁ θάνατος, ἀλλὰ καὶ ἐπὶ τῶν μὴ ἐπὶ τῷ ὁμοιώματι αὐτοῦ ἁμαρτησάντων. ἢ οὖν οὕτω ῥητέον, ἢ ἐν ὑπερβατῷ νοήσαντας τὸ 〈ἐπὶ τῷ ὁμοιώματι〉 καὶ συμφράσαντας τὸ ῥητὸν τὸν τρόπον τοῦτον· 〈ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας.〉 οὕτω οὖν συντάξαντας δεῖ τὸν νοῦν ἀναπτύξαι. 〈Ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως.〉 τρία ἐστὶν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν· ὁμοιότης τις, ἐναντιότης, ὑπερβολὴ κατὰ τὴν ὁμοιότητα.
ἐναντιότης μέν· ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς θεόν, καταλλαγὴ πρὸς θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτῶμα καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις. ἡ δὲ ὁμοιότης· ὥσπερ δι᾽ ἑνὸς τοῖς πᾶσι τὰ χείρω συνέπεσεν, οὕτω δι᾽ ἑνὸς τὰ ἀμείνω τοῖς πᾶσιν ἐπιγέγονεν. ἡ δὲ ὑπερβολή· ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνου τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν, ὥστε οὐχ ὁμοίως καὶ ἐπ᾽ ἴσης, ἀλλὰ καθ᾽ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης. πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα—ὅπερ ἐν ἐναντίοις ὅμοιον καὶ ἀνάλογον—, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω, ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν.
Röm 5,14b—19 Εἰπὼν ὅτι 〈τύπος〉 ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ, τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου—ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις θανάτου, οὕτως ὁ Χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως—· εἰπὼν οὖν, ὡς ἔφημεν, ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ, ἐπειδὴ μέλλων αὐτὸ κατασκευάζειν, οὐ μόνον τὴν ὁμοιότητα κατασκευάζει καὶ τὸν τύπον, ἀλλὰ καὶ τὴν ἐν τῷ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν· 〈ἀλλ᾽ οὐχ ὡς τὸ παράπτωμα,〉 καὶ πάλιν· 〈καὶ οὐχ ὡς δι᾽ ἑνὸς ἁμαρτήσαντος.〉 ἐπεὶ οὖν σύνθετον αὐτῷ πως γέγονε τὸ ἐπιχείρημα, ἀνομοιότητά πως ἐν ὁμοιότητι διαπλέκοντι, νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτό, καθαρῶς δὲ τὴν ὁμοιότητα δείκνυσι, καὶ οὐκ ἐπιπλέκων ὅσον ἀπὸ τῆς λέξεώς τινα ἀνομοιότητος μάχην. εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι᾽ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσουσι δι᾽ ἑνὸς Χριστοῦ, ἐπάγει ὥσπερ συμπεραινόμενος καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον, καί φησιν· 〈ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα〉 καὶ τὰ ἑξῆς.
εἶτα ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δευτέρῳ καὶ διακεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ, καὶ ἐν τῷ ὥσπερ συμπεράσματι ἐπενεχθέντι, παραπτώματος μὲν καὶ χαρίσματος, καὶ κατακρίματος καὶ δωρήματος καὶ δικαιώματος, καὶ τοιούτων μνημονεύει, ὅθεν δὲ τὴν ἀρχὴν εἴληφεν ἑκάτερα τῶν ἐναντίων, ἡ συστοιχία αὕτη οὐδέπω ἐπεσημήνατο, νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει, καί φησιν ὅτι τὰ μὲν ἐκ 〈παρακοῆς〉 ἐρρύη, τὰ δὲ ἐξ 〈ὑπακοῆς〉 ἤνθησεν, ὥστε κατασκευαστικὸν ἂν εἴη τοῦτο τοῦ ἐπιχειρήματος τοῦ 〈κατασκευάζοντος〉 τὸν τύπον καὶ τὴν ὁμοιότητα, οἷον· εἰ 〈γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος〉 καὶ ἑξῆς. οὐ ταυτολογεῖ τοίνυν, ὡς ἄν τις οἰηθείη, ὁ θεῖος ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν οὖν τὸ μὲν 〈ἀλλ᾽ οὐχ ὡς τὸ παράπτωμα〉 καὶ ἑξῆς ἕως τοῦ 〈ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα〉 ἐπιχείρημα μέν, ὡς ἔφημεν, δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιότητος, ἀλλὰ διαπεπλεγμένον πως καὶ συντεθειμένον δι᾽ ἀνομοιότητος. ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως· τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἐπαγγέλλον. ἀλλ᾽ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον.
οὐδὲ τοῦτο παρορᾷ, ἀλλ᾽ ὥσπερ συμπεραινόμενος καὶ τῇ τοῦ λόγου θαρρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· 〈ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος〉 καὶ ἑξῆς. εἶτα ἐπεὶ οὐκ ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ, πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων· 〈ὥσπερ γὰρ διὰ τῆς παρακοῆς〉 καὶ ἑξῆς.
Röm 5,20 Τὸ γεγονὸς λέγει, οὐκ αἰτίαν φησὶ τὸν νόμον τῆς ἁμαρτίας, οἷον· νόμος δὲ παρεισῆλθε καὶ ἐπλεόνασε τὸ παράπτωμα· τοῦτο γὰρ ἐπ᾽ αὐτῶν ὤφθη τῶν ἔργων καὶ πράξεων. ἅμα δὲ καὶ ἐπιπληκτικῶς πρὸς τοὺς Ἰουδαίους εἴρηται· πρὸς γὰρ ἐκείνους ἀποτείνεται, καὶ ἐκεῖνοι ἦσαν οἱ ὑπέρογκα τῷ νόμῳ φρονοῦντες. ἐπιπλήττων οὖν ὑπαινίττεται, ὅτι μάτην τῷ νόμῳ μέγα φρονεῖτε· ὅσῳ γὰρ ἐπὶ ταῖς ἡμετέραις ἐργασίαις 〈ὁ νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα.〉 τοῦτο δὲ νῦν ἔφη, ἐπειδὴ τῶν ἐκ τοῦ Ἀδὰμ χαλεπῶν ἐπεμνήσθη, καὶ τούτων ἀπαλλαγὴν μόνον ἔφη γενέσθαι τὸν σωτῆρα, ἵνα μὴ λέγωσιν· τί οὖν; ὁ νόμος οὐδὲν συνεβάλλετο εἰς τὴν ἐκείνων ἀπαλλαγήν; τίθησι τοῦτο, ὅτι οὐ μόνον οὐδὲν συνεισήνεγκεν, ἀλλ᾽ ὅσον ἐφ᾽ ἡμῖν καὶ ἐπλεόνασε τὴν ἁμαρτίαν ἐκείνην.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.