Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς α' ἐπιστολήν (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία εις 1 Θεσσαλονικείς 2,13-16: Η αποδοχή της πίστεως και ο έλεγχος των Ιουδαίων

Αναφορά στον μακαρισμό όσων αποδέχονται το ευαγγέλιο εξ ακοής και αυστηρός έλεγχος της συνεχιζόμενης αμαρτίας των Ιουδαίων, η οποία επισύρει την τελική οργή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 3

ἔλεγε δὲ καὶ ὁ κύριος· 〈μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες,〉 δι᾽ ἀκοῆς δηλονότι καὶ λόγου παραδεξάμενοι τὴν εὐσέβειαν. 1 Thess 2,15—16 Ὅρα ἐπιτεταμένην τὴν Ἰουδαίων κατηγορίαν καὶ ἀξίαν τῆς αὐτῶν μιαιφονίας. φησὶ γὰρ ὅτι πάντα ἃ ἐποίησαν Ἰουδαῖοι, σκοπῷ τοῦ ἁμαρτάνειν ἐποίουν, τοῦτ᾽ ἔστιν ᾔδεισαν ὅτι ἁμαρτάνουσι, καὶ ἡμάρτανον· 〈εἰς τὸ ἀναπληρῶσαι〉 γάρ, φησίν, 〈αὐτῶν τὰς ἁμαρτίας,〉 οἷον ὅτι ὥσπερ χρεωστοῦντες ἁμαρτάνειν οὕτως ἡμάρτανον· εἰ γὰρ τὸν κύριον ἀγνοοῦντες ἀνεῖλον, τοὺς προφήτας διὰ τί; ἐφ᾽ οἷς σεμνύνονται. ἡμᾶς διὰ τί διώκουσιν; ὑμᾶς δὲ διὰ τί κακοῦσιν; τὰ ἔθνη διὰ τί κωλύουσι σωθῆναι; εἰ γὰρ ἀγαθόν ἐστι τὸ προσελθεῖν τῇ πίστει Χριστοῦ τὰ ἔθνη, τί μὴ προστρέχουσι καὶ αὐτοί, ἀλλὰ καὶ τοὺς προστρέχοντας ἐπιχειροῦσι κωλύειν; εἰ δὲ οὐκ ἀγαθὸν ἡγοῦνται, τί διαφθονοῦνται τοῖς προσιοῦσιν; τί δὲ αὐτοῖς καὶ τῶν ἐθνῶν μέλει; ὁρᾷς πῶς ἑκουσίως ἁμαρτάνουσι καὶ πάντα ποιοῦσιν 〈εἰς τὸ πάντοτε ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας,〉 τοῦτ᾽ ἔστιν ἕνεκα τοῦ μηδέποτε ἀποστῆναι αὐτοὺς τοῦ ἁμαρτάνειν. διὰ τοῦτό φησιν· 〈καὶ ἔφθασεν ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.〉 ἀεὶ μὲν γὰρ ἁμαρτανόντων εἵπετο ἡ ὀργή, ἀνεβάλλετο δὲ τῇ μετανοίᾳ χώραν διδοῦσα, νῦν δὲ κατέλαβεν αὐτούς. 1 Thess 4,11 〈Φιλοτιμεῖσθαι.〉 εἰς τί;