Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Μέγας Φώτιος

Ερμηνεία στα κεφάλαια 14 έως 16: Η παρηγορία των μαθητών και η διδασκαλία για τον Παράκλητο

Επεξήγηση των αποχαιρετιστήριων λόγων του Χριστού, της οδού προς τον Πατέρα, της αμπέλου, καθώς και της εκπορεύσεως και του έργου του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 7 από 9

Jo 14, 1—7 Τί ἐστι τὸ πάλιν 〈ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς;〉 καὶ ποῦ μετὰ ταῦτα φαίνεται ἐλθὼν καὶ παρειληφὼς αὐτούς; ἢ οὐ τοῦτο λέγει νῦν οὐδὲ ἁπλῶς ἀποφαίνεται, ὅτι ἐλεύσομαι 〈καὶ παραλήψομαι ὑμᾶς,〉 ἀλλ᾽ ἐξ ὑποθέσεως αὐτὸ ἔφη τὴν περὶ αὐτοὺς διάθεσιν ἐνδεικνύς· λέγει γάρ· 〈εἰ μὴ〉 ἦσαν 〈ὑμῖν〉 ἡτοιμασμέναι ἐν οὐρανῷ ἀναπαύσεις, τοσοῦτον ὑμῶν κήδομαι, ὅτι ἀπελθὼν ἂν ἡτοίμασα καὶ 〈πάλιν〉 ἐλθὼν καὶ λαβὼν 〈ὑμᾶς〉 ἀποκατέστησα ἂν 〈ὑμᾶς〉 ἐν αὐταῖς. ἀλλὰ τούτων οὐκ ἔστι νῦν χρεία, ὅτι προητοίμασεν ὑμῖν ταῦτα ὁ πατήρ.

τὸ δὲ 〈ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε〉 ἔνστασιν ἔχει· πῶς γὰρ ἄν τις αὐτοὺς εἰδέναι εἴποι αὐτῶν ἐκείνων ὁμολογούντων ἀγνοεῖν τοῦ μὲν Πέτρου δι᾽ ὧν ἔλεγεν «κύριε 〈ποῦ〉 ὑπάγεις», τοῦ δὲ Θωμᾶ αὐτόθεν ἀνακεκραγότος 〈κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις.〉 πῶς οὖν ἔλεγεν αὐτοῖς ὁ σωτὴρ 〈ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε;〉 ἢ οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ἀλλὰ συνηρτημένον ἐστὶ τοῖς ὄπισθεν καὶ ἐξ ὑποθέσεως ῥηθεῖσιν οἷον· 〈εἰ μὴ〉 ἦσαν 〈ὑμῖν〉 οἰκίαι, ἀπῆλθον ἂν καὶ ἡτοίμασα καὶ 〈πάλιν〉 ἐλθὼν 〈καὶ〉 παραλαβὼν 〈ὑμᾶς〉 ἀποκατέστησα ἂν 〈ὑμᾶς〉 ἐν αὐταῖς, 〈ἵνα ἦτε καὶ ὑμεῖς, ὅπου ἐγώ εἰμι καὶ ἵνα ὅπου ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε·〉 ἀπὸ κοινοῦ γὰρ τὸ ἵνα καὶ συνήρτηται ταῦτα τοῖς προειρημένοις ἐξ ὑποθέσεως, ὥστε οὐ κατὰ ἀπόφασιν καὶ ἀπολύτως εἴρηται ταῦτα τῷ δεσπότῃ, ἀλλ᾽ ὡς ἐξ ὑποθέσεως καὶ τοῖς προειρημένοις ἑπόμενα. διὰ τί δὲ ὅλως αὐτῷ τοιαῦτα εἴρηται; ὁ θαυμάσιος Ἰωάννης θεοσόφως τὴν αἰτίαν ἀπεφήνατο. τὸ δὲ 〈πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς〉 καὶ βαθυτέραν ἄλλην καὶ μυστικωτέραν ἔννοιαν ἔχει, τοῦτ᾽ ἔστιν 〈εἰ μὴ〉 ἦν 〈ὑμῖν〉 ἡτοιμασμένα ταῦτα, οὐκ ἂν ἀπώκνησα καὶ πάλιν ἐλθεῖν καὶ παθεῖν ὑπὲρ ὑμῶν μετὰ τὸ πρῶτον πάθος, 〈ἵνα〉 μόνον αὐτοὶ μὴ 〈ἦτε〉 ἐστερημένοι τῆς ἐκεῖθεν σὺν ἐμοὶ διαγωγῆς. τοσοῦτον ἐμοὶ μέλει περὶ ὑμῶν. εἰ δὲ ταῦτα, οὐ χρὴ ὑμᾶς ταράσσεσθαι καὶ ἀδημονεῖν.

τὸ δὲ 〈ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν〉 εἶπε τὸ πάντως ἐσόμενον αὐτοῖς καὶ ἀναμφιβόλως συμβησόμενον παριστὰς οἷον· πάντως ἔσται ἡ ἀληθινὴ γνῶσις περὶ ἐμοῦ τε καὶ τοῦ πατρὸς καὶ τοῦ παρακλήτου ἐπελθόντος ὑμῖν καὶ χρὴ θαρρεῖν ὑμᾶς καὶ ἀναμφιβόλως ἔχειν περὶ τούτου, ὅτι γνώσεσθε ὡς καὶ ἤδη ἀπηρτισμένη ὑμῖν ἐτύγχανεν καὶ παροῦσα ἡ τοιαύτη γνῶσις.

Jo 14, 8—9 Τίνα ἀκολουθίαν ἔχει τὸ ἐπιζητοῦντος τοῦ Φιλίππου ἰδεῖν 〈τὸν πατέρα〉 εἰπεῖν τὸν Χριστὸν 〈τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με·〉 οὐ γὰρ αὐτὸν ἐπεζήτει ἰδεῖν ὁ 〈Φίλιππος,〉 ἀλλὰ 〈τὸν πατέρα.〉 ἢ καὶ πολλὴν ἄγαν τὴν ἀκολουθίαν ἔχει· ὁ γὰρ 〈Φίλιππος〉 αἰσθητῶς ἰδεῖν ἐπεζήτει 〈τὸν πατέρα.〉 ἐλέγχων οὖν αὐτὸν ὡς κακῶς ἐπιζητοῦντα τοῦτό φησιν οἷον ἀσυνέτως ποιεῖς ἐμοῦ τοῦ λόγου καὶ ἀσωμάτου 〈ὄντος〉 〈τὸν πατέρα〉 αἰσθητοῖς ἰδεῖν ἐπιζητῶν ὀφθαλμοῖς. ἀλλ᾽ ὡς ἔοικεν οὐδὲ 〈ἐμὲ ἔγνωκας,〉 ὅτι λόγος εἰμὶ καὶ θεὸς καὶ ἀσώματος· εἰ γὰρ τοῦτο ᾔδεις, οὐκ ἂν 〈τὸν〉 ἐμὸν 〈πατέρα〉 σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ γὰρ συνεωρακὼς καὶ κατειληφώς, ὅτι θεὸς ἐγὼ ὁ υἱὸς καὶ ἀσώματος, κατείληφε πάντως καὶ συνεώρακεν, ὅτι καὶ ὁ ἐμὸς πατὴρ τοῦ τοιούτου υἱοῦ θεός ἐστι καὶ ἀσώματος καὶ αἰσθητοῖς ὀφθαλμοῖς οὐ καταλαμβανόμενος. τὸ δὲ 〈τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι,〉 τοῦτο δηλοῖ, 〈τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν〉 ὢν σημεῖα καὶ τέρατα ἐπεδειξάμην, δι᾽ ὧν τὸ τῆς θεότητος ἀξίωμα καὶ τῆς ἀσωμάτου καὶ ὑπερκειμένης οὐσίας δυνατὸν ἦν ἀποκαλυφθῆναι τοῖς ὁρῶσιν.

καὶ αὐτὸς οὔπω 〈με ἔγνωκας,〉 ὅτι θεός εἰμι καὶ ἀσώματος οὐσία, ἀλλὰ καὶ 〈τὸν πατέρα〉 σωματικὸν ὑπολαμβάνεις καὶ σωματικοῖς ἰδεῖν ἐπιζητεῖς ὀφθαλμοῖς.

Jo 14, 20 Τρία αὐτοῖς 〈ἐν τῇ ἡμέρᾳ〉 τῆς ἀναστάσεως ἤτοι ἐν τῷ καιρῷ ἐκείνῳ εἰς γνῶσιν ἐπηγγείλατο ἐλθεῖν, ἓν μὲν τὸ ἐπιγνῶναι, ὅτι ὁ Χριστὸς ὡς ἀληθῶς θεός ἐστι καὶ τοῦ πατρὸς ἀδιαίρετος κατὰ τὸν τῆς οὐσίας καὶ ἐξουσίας καὶ κυριότητος λόγον· δεύτερον δέ, ὅτι 〈καὶ ὑμεῖς〉 μᾶλλον οἰκειωθήσεσθέ μοι καὶ μᾶλλον μαθήσεσθε, ὅτι 〈ἐν ἐμοὶ〉 δεῖ ἔχειν ὑμᾶς καὶ ἀνατιθέναι πάσας τὰς ἐλπίδας καὶ μηδὲν περὶ μηδενὸς δεδιέναι· φησὶν γάρ· 〈καὶ ὑμεῖς ἐν ἐμοί.〉 καὶ τρίτον· ἐπιγνώσεσθε, ὅτι τότε μᾶλλον 〈ἐγὼ ἐν ὑμῖν·〉 ἐπιδείξω γὰρ ἔτι μᾶλλον τὸ περὶ ὑμᾶς φίλτρον μείζοσι σημείοις καὶ τέρασιν ἢ ἐποίησα ἐγὼ δοξάζων καὶ μεγαλύνων ὑμᾶς καὶ ἔτι ἐνισχύων καὶ δυναμῶν ὑμᾶς ἐλέγχειν ἄρχοντας καὶ βασιλεῖς καὶ καταφρονεῖν αὐτῶν πάσας τιμωρίας καὶ βασάνους, οἳ πρότερον ἐκ μόνης τῆς ἐμῆς συλλήψεως ἀποδειλιάσαντες πεφεύγατε καὶ ἐγκατελίπετέ με. ἀλλὰ τότε τοσαύτη δύναμις ὑμῖν καὶ ἰσχὺς ἐπιχορηγηθήσεται, ὥστε μηδὲν ὅλως ἡγεῖσθαι τὸν θάνατον αὐτόν, ἀλλὰ νικᾶν καὶ κρατεῖν ἐν τῷ κολάζεσθαι καὶ περιγίνεσθαι κατὰ κράτος τῶν ἐχθρῶν.

Jo 14, 26 〈Ἐκεῖνος ὑμᾶς διδάξει πάντα,〉 οὐχὶ ἄλλην διδασκαλίαν εἰσάγει παρ᾽ ἣν ἐγὼ ἐδίδαξα, ἀλλ᾽ αὐτὴν ταύτην ἐπὶ τὸ σαφέστερον ἀναπτύσσων καὶ ἀποκαλύπτων ὑμῖν. δι᾽ ὃ εἰπὼν 〈ἐκεῖνος ὑμᾶς διδάξει〉 εὐθέως ἐπήγαγεν 〈καὶ ὑπομνήσει πάντα,〉 τοῦτ᾽ ἔστιν ἡ διδασκαλία αὐτοῦ ὑπόμνησις καὶ διασάφησις ἔσται τῆς παρ᾽ ἐμοῦ γενομένης διδασκαλίας, ἀλλ᾽ οὐκ ἄλλη παρ᾽ αὐτήν.

Jo 14, 27—28 Δύο τίθησιν αἰτίας δι᾽ ὧν αὐτοὺς πειρᾶται παραμυθεῖσθαι ἀθυμοῦντας λίαν ἐπὶ τῷ πάθει καὶ τῷ σταυρῷ, μίαν μὲν τί ταράσσεται 〈ὑμῶν ἡ καρδία· εἶπον〉 μὲν γάρ, ὅτι 〈ὑπάγω,〉 ἀλλὰ γνωστὸν ὑμῖν, ὅτι πάλιν 〈ἔρχομαι πρὸς ὑμᾶς.〉 εἰ οὖν τὸ ἀπιέναι λύπης αἴτιον, τὸ πάλιν παραγενέσθαι χαρᾶς καὶ εὐφροσύνης ὀφείλει καθίστασθαι ὑμῖν, μᾶλλον δὲ ἡ ἐλπὶς τοῦ παραγενέσθαι οὐδὲ ὅλως λύπην ἐπὶ τῇ ἀποδημίᾳ συγχωρεῖν ὀφείλει συνίστασθαι. οὕτως οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ὀφείλετε ταράσσεσθαι ἢ δειλιᾶν. δι᾽ ἑτέραν δέ, ὅτι ὑμεῖς αὐτοὶ τὸν πατέρα μείζονα ὑπολαμβάνετε· οὐ γὰρ ἂν ἐλέγετε «δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν»· ἐμὲ γὰρ ἔχοντες μεθ᾽ ἑαυτῶν καὶ πλείστους λόγους παρακλήσεως ἀκούοντες ὅμως ἔτι τὸν πατέρα ἐζητεῖτε ὡς ὑπολαμβάνοντες μείζονα. ἀπ᾽ αὐτῆς τοιγαροῦν τῆς ὑμετέρας ὑπολήψεως τὴν παραμυθίαν ὑμᾶς χρὴ λαμβάνειν· εἰ γὰρ ὁ 〈πατήρ〉 μου 〈μείζων μού ἐστιν ὡς〉 ὑμεῖς ὑπειλήφατε, ἐγὼ δὲ 〈πρὸς〉 αὐτὸν 〈πορεύομαι,〉 οὐ χρὴ ὑμᾶς ἀθυμεῖν ἢ δειλιᾶν· 〈πρὸς〉 γὰρ 〈τὸν〉 μείζω 〈πορεύομαι.〉 τί δὲ λέγω ὡς οὐ χρὴ ἀθυμεῖν, μᾶλλον δὲ καὶ χαίρειν ὑμᾶς δεῖ εἴπερ 〈ἠγαπᾶτέ με,〉 ὅτι 〈πρὸς〉 ἐκεῖνον 〈πορεύομαι,〉 ὃν ὑμεῖς μείζονα ὑπειλήφατε.

Jo 14, 30 Τὸ δὲ 〈οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν〉 ἔφη προσεκτικωτέρους αὐτοὺς τοῖς εἰρημένοις ποιῶν. τοῦτ᾽ ἔστι προσέχετε τοῖς ῥηθεῖσιν καὶ κατέχετε αὐτὰ ἀσφαλῶς· 〈οὐκέτι〉 γὰρ ἔσται ὑμῖν ἄδεια ὡς τὸ πρότερον ἐπερωτᾶν καὶ ἃ διαλανθάνει μανθάνειν. καὶ γὰρ οὐδὲ 〈πολλὰ λαλήσω μεθ᾽ ὑμῶν,〉 ἄλλως τε [δέ.] καὶ ἐπεὶ ἔμελλεν ἐρεῖν τὰ ἐφεξῆς ὑψηλὰ καὶ ὑπὲρ ἄνθρωπον ὄντα, τὸ μὲν γὰρ μηδὲν ὅλως μηδ᾽ ἴχνος ἔχειν ἁμαρτίας, εἶτα «μετὰ ἀνόμων» σταυρωθῆναι καὶ λογισθῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἡλίκην ἔχει τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. ἐπεὶ οὖν καὶ ταῦτα ἔμελλεν λέγειν, ἵνα προσέχωσιν, 〈οὐκέτι,〉 φησίν, 〈πολλὰ λαλήσω μεθ᾽ ὑμῶν.〉 δεῖ οὖν ἰσχυρῶς προσέχειν ὡς ἤδη τῶν λόγων παύεσθαι μελλόντων.

Jo 15, 9—11 〈Ταῦτα λελάληκα ὑμῖν·〉 ποῖα 〈ταῦτα;〉 ὅτι 〈καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς,〉 ὅτι 〈ἐὰν τὰς ἐντολάς μου τηρήσετε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου〉 καὶ τὰ ἑξῆς. 〈ταῦτα〉 οὖν 〈λελάληκα ὑμῖν,〉 φησίν, 〈ἵνα ἡ χαρὰ ἡ ἐμή〉—χαρὰν ἰδίαν καλῶν τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς, τοῦτ᾽ ἔστι τὸν σταυρόν—ἵνα οὖν ἡ 〈χαρὰ〉 αὕτη 〈ἐν ὑμῖν〉 μείνῃ, οἷον 〈ἵνα〉 ἀεὶ διὰ μνήμης ἔχητε, ὅτι χαίρων ἔπαθον ὑπὲρ τοῦ κόσμου καὶ ὑμῶν καὶ ἵνα ᾖ ἀπηρτισμένη καὶ τετελειωμένη καὶ ἡ ὑμετέρα 〈χαρά,〉 ὅτι μέλλετε πάσχειν ὑπὲρ ἐμοῦ, ὅτι τὸν διδάσκαλον μιμεῖσθε καὶ ὅτι ὡς ἀληθῶς ἐν τῇ 〈ἀγάπῃ〉 ἐμείνατε 〈τῇ ἐμῇ.〉 Jo 15, 10 Ἐντολὴν 〈τοῦ πατρός〉 〈τηρεῖν〉 ἐστι τὸ σταυρωθῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. σταυροῦται δὲ δῆλον ὅτι καθὸ ἄνθρωπος, ὥστε καὶ 〈τὰς ἐντολὰς〉 τηρεῖν λέγει καθὸ ἄνθρωπος.

Jo 15, 14—17 〈Ταῦτα ἐντέλλομαι ὑμῖν· ταῦτα〉 ποῖα; ὅτι 〈φίλοι μού ἐστε,〉 ὅτι ὁμοίως 〈ἐξελεξάμην ὑμᾶς,〉 ὅτι ὅπερ ἂν ἕκαστος ὑμῶν αἰτήσῃ, τούτου τεύξεται. διὰ τί δὲ εἶπον ὑμῖν 〈ταῦτα;〉 ἵνα ἐννοοῦντες καὶ ἀναλογιζόμενοι, ὅτι κοινὸν ἔχετε τὸ χάρισμα τῶν ἰάσεων, ὅτι κοινωνίαν ἔχετε ἐν τῇ ἐκλογῇ, ὅτι ὁμοτίμως καὶ κοινῶς εἰς τὴν ἐμὴν φιλίαν συνῆψα ὑμᾶς. ἔχοντες πολλὰς ἀφορμὰς κοινωνίας καὶ τῆς πρὸς ἀλλήλους ἑνώσεως, πολλὴν τὴν εἰς ἀλλήλους ἀγάπην ἐπιδείξασθε, ἔτι δὲ καὶ ὅτι κοινὸν κατὰ πάντων ὑμῶν καὶ ὁμοίως οἱ ἐν τῷ κόσμῳ πονηροὶ τὸ μῖσος ἕξουσιν· συνάπτειν γὰρ οἶδεν καὶ κοινὸν ἐξ ἐχθρῶν ἐπιδεικνύμενον μῖσος τοὺς ὑπ᾽ ἐκείνων μισουμένους.

Jo 15, 15 〈Πάντα〉 ὅσα 〈ἤκουσα,〉 οὐχ ἁπλῶς 〈πάντα,〉 ἀλλ᾽ ὅσα 〈ἤκουσα,〉 περὶ τοῦ πάθους δέ φησι καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως. καὶ δηλοῖ τὸ προηγούμενον, 〈ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος,〉 ὥστε 〈πάντα〉 ἐκεῖνα αὐτοῖς ἐγνώρισεν, ὅσα αὐτὸς κύριος ὢν ἔμελλε ποιεῖν οἷον σταυροῦσθαι, πάσχειν, καταλύειν τὸν θάνατον, νεκροὺς ἐγείρειν καὶ συνανιστᾶν ἑαυτῷ· ταῦτα γὰρ 〈πάντα〉 ἐγνώρισεν αὐτοῖς ἃ ἔμελλεν αὐτὸς κύριος ὢν ποιεῖν. διὰ τί δὲ καὶ τὸ σταυροῦσθαι καὶ τὸ θνῄσκειν ποιεῖν λέγει; ἐπειδὴ ἐν τῷ ὑφίστασθαι αὐτὸν καὶ ὑπομένειν ταῦτα οὐχὶ αὐτὸς μᾶλλον ἠνιᾶτο καὶ ἤλγει, ὅσον ἐτραυμάτιζε τὸν διάβολον καὶ τὸν θάνατον κατήργει καὶ ᾐχμαλώτιζεν. ἄλλως τε δέ. καὶ ὅτι ταῦτα πάσχων καὶ ἀναδεχόμενος τὸ θέλημα ἐποίει 〈τοῦ πατρός.〉 Jo 15, 18 〈Γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν〉 ἀντὶ τοῦ ἐννοεῖσθε, ἀναλογίζεσθε τοῦτο· ἀρκεῖ γὰρ ὑμῖν τοῦτο εἰς παραμυθίαν πᾶσαν, ὅτι τὰ ἴσα τῷ διδασκάλῳ οἱ μαθηταὶ καὶ τὰ ἴσα τῷ κυρίῳ οἱ δοῦλοι πάσχετε.

Jo 15, 26 Τὸ δὲ ὃ 〈παρὰ τοῦ πατρὸς ἐκπορεύεται〉 εἶπεν δεικνύς, ὅτι καὶ τοῦ πνεύματός ἐστιν αἴτιος καὶ πηγὴ ὁ πατὴρ ὥσπερ δὴ καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ ὅτι ἄμφω ὁμοούσιοι καὶ ἀλλήλοις καὶ τῷ πατρὶ ὡς ἀπὸ τῆς αὐτῆς οἱονεὶ ῥίζης ἀναφύντες.

Jo 15, 26 Τὸ δὲ ὃ 〈παρὰ τοῦ πατρὸς ἐκπορεύεται〉 εἶπεν δεικνύς, ὅτι 〈ἐὰν〉 καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα θεάσωνται, πολλῷ μᾶλλον κατακριθήσονται. Jo 16, 8 〈Ἐλέγξει τὸν κόσμον〉 καταπεμφθεὶς ὁ παράκλητος λίαν ἡμαρτηκότας, διότι οὐκ ἐπίστευσαν εἰς ἐμέ. ποιήσεται δὲ τὸν ἔλεγχον ἐκ πολλῆς περιουσίας καὶ ἀναμφιλέκτου δικαιοσύνης· ὅταν γὰρ ἐγὼ δείκνυμι πρὸς τὸν πατέρα πορευθείς, τίς αὐτοῖς λελείψεται πρόφασις τοῦ μὴ πιστεῦσαι; ἆρα ἔτι ἐροῦσί με ἀντίθεον τὸν πορευθέντα πρὸς τὸν θεὸν καὶ πατέρα; πόθεν δὲ δῆλον, ὅτι πρὸς ἐκεῖνον πεπόρευμαι; αὐτόθεν τῷ τε ὑποσχέσθαι τὸν παράκλητον ἐλθεῖν καὶ τῷ ἤδη τοῦτον παραγενέσθαι. ἆρ᾽ ἔστι τι τοῦ ἐλέγχου τούτου λαμπρότερον; ὁ δὲ καὶ ἄλλοθεν αὐτοῦ δείκνυσιν ὑπερβολήν, ὅτι καὶ ὁ πάντων, φησίν, ἀρχηγὸς τῶν κακῶν καὶ πάσης ἰταμότητος καὶ ἀναισχυντίας ταμίας κατακέκριται καὶ κατήσχυνται μηδὲν ὅλως μηδ᾽ ἴχνος ἁμαρτίας ἐν τῷ ἐνανθρωπήσαντι σωτῆρι ἐφευρηκώς. οἱ ἔτι τοίνυν μὴ πιστεύσαντες εἰς ἐμὲ δηλονότι σφοδρῶς ὑπὸ τοῦ παρακλήτου ἐλεγχθήσονται καὶ κατακριθήσονται, ὅτι καταισχυνθέντος τοῦ ἄρχοντος αὐτῶν αὐτοὶ ἔτι ἀναισχυντεῖν καὶ ἀπαυθαδιάζεσθαι τετολμήκασιν. ἀλλὰ πῶς ἐλέγχει 〈τὸν κόσμον〉 ὁ παράκλητος καὶ ποῦ φαίνεται τοῦτο πεποιηκώς; τίνες οἱ τῶν ἐλέγχων λόγοι, ποῦ δὲ συνέστη τὸ κριτήριον;

τὸ μὲν κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι᾽ αὐτῶν τῶν πραγμάτων γεγένηται. ὁ χρόνος δὲ οὐ πολὺς μεταξὺ τῆς μιαιφονίας καὶ τῆς κρίσεως· οὔπω γὰρ πεντήκοντα παρῆλθον ἡμέραι καὶ τὸ κριτήριον ἀνεῴχθη καὶ ὁ ἔλεγχος ἐκεῖθεν ἄρξας εἰς πάντα τὸν κόσμον ἐξεχύθη, ὅτε πυρίναις γλώσσαις τὸ πνεῦμα τοὺς ἀποστόλους ἐξώπλισεν, τοὺς μαθητὰς τοῦ ἐσταυρωμένου, ὃν πλάνον καὶ ἀντίθεον οἱ θεομάχοι ἐκάλουν, ὅτε σημείοις καὶ παραδόξοις χαρίσμασι τούτους ἐνεύρωσεν, ὅτε νεκροὶ τάφων ἠγείροντο καὶ χωλοὶ τὰς βάσεις ὠρθοῦντο καὶ ἀπὸ τῆς σκιᾶς καὶ τῶν σιμικινθίων καὶ σουδαρίων ποικίλα πάθη ἐθεραπεύετο. τότε ἠλέγχθησαν οἱ μὴ πεπιστευκότες Χριστῷ καὶ ἐξ ἐκείνου καὶ εἰς ἔτι καὶ νῦν καὶ ἐλέγχονται καὶ ἀναπολογήτῳ κατακρίσει παραδίδονται.