Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Το χριστολογικό δόγμα, τα δύο θελήματα στον Χριστό και η ερμηνεία των Πράξεων των Αποστόλων

Ενδελεχής δογματική ανάλυση για την απουσία γνωμικού θελήματος στον Χριστό, και επίλυση αποριών από τα γεγονότα των Πράξεων των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 26 από 34

Ἀπορίαι καὶ λύσεις ἐκ τοῦ περὶ υἱοῦ δευτέρου λόγου τοῦ θεολόγου Γρηγορίου ἀντιρρητικῶν καὶ δογματικῶν ἱερῶν ζητημάτων Οὐκ ἠξίουν ἔγωγε ῥημάτων πατρικῶν διάνοιαν εἰς μάθησιν ἐλθεῖν ἐπιζητεῖν, ὃν ὅ τε χρόνος καὶ τὸ περὶ τὰς λογικὰς ἐφόδους φιλόπονον καὶ τῶν ἱερῶν λογίων ἡ σχολὴ ἑτέροις προκαθίζουσιν πολλῶν καὶ καλῶν μαθημάτων διδάσκαλον. πλὴν ἐπεὶ σύ, καθάπερ τῶν παίδων οἱ φιλοπάτορες, κἂν ἤδη καθ’ ἑαυτοὺς ἀκριβῶς τὸ πρακτέον συνορῶσιν, ὅμως τοῖς πατρικοῖς βουλεύμασιν ἐπιστηρίζεσθαι θέλοντες εἰς αὐτοὺς ἀφορῶσιν, οὕτως καὶ αὐτὸς αὐτάρκης ὢν ἐπιλύεσθαι τὰς ἀνακυπτούσας λογικὰς ἀμφισβητήσεις πρὸς τὴν ἡμετέραν ὅμως ἀφορᾶν ἔκρινας γνώμην, καὶ τὸν φιλοπάτορα μὴ καθυβρίζειν ἐδοκίμασα καὶ τὸ περὶ τὰ τέκνα τιμᾶν οὐχ ἧττον εἱλόμην φιλόστοργον. διὸ καὶ τοῦ καιροῦ τὸ βαρύτατον καὶ τῶν ὑπογραφέων τὸ ἄπορον τὸ ἧττον ἔσχε, τἀναντία πράττειν τῆς αἰτήσεως βιαζόμενον.

Τοῦ μὲν οὖν προταθέντος σοι ζητήματος ὁ νοῦς σαφής τε καὶ οὐδεμιᾶς ἑρμηνείας οἶμαι δεόμενος, ἡ δὲ τοῦ λόγου συμπλοκὴ ἔχει τι συνεστραμμένον καὶ δεόμενον εἰς διάλυσιν ἐπισκέψεως. καὶ γὰρ καὶ ὁ θεὸς καὶ ὁ πατὴρ ἐπὶ τοῦ ἐνανθρωπίσαντος λόγου ῥηθείη ἄν, ἀλλὰ πατὴρ μὲν κυρίως τοῦ λόγου, θεὸς δὲ κυρίως τοῦ προσλήμματος, ὥσπερ καὶ θεὸς μὲν οὐ κυρίως τοῦ λόγου οὐδὲ πατὴρ τοῦ προσλήμματος. ὥστε καὶ τὸ κυρίως καὶ τὸ οὐ κυρίως ἐπί τε τοῦ πατρός, φημί, καὶ τοῦ θεοῦ εὑρίσκεται προαγόμενον· τὸ μὲν κυρίως, τοῦ ‘πατρὸς’ τῷ λόγῳ συνταττομένου καὶ τοῦ ‘θεὸς’ τῷ προσλήμματι, τὸ δὲ οὐ κυρίως ἔμπαλιν, τοῦ μὲν ἀνταποδιδομένου τῷ λόγῳ, τοῦ δὲ ‘πατὴρ’ τῷ προσλήμματι. τοιαύτη μὲν οὖν, καὶ ὡς ὁρᾷς οὐδὲν ἀσαφὲς παρέχεται, ἡ διάνοια.

Ἡ δὲ πλοκὴ τοῦ λόγου πῶς ἂν ἐπιλυθείη; ἢ λαμβανόντων ἡμῶν διὰ τοῦ ‘ὥστε τὸ μὲν κυρίως ἐπ’ ἀμφοῖν’ οὐκ ἀνὰ μέρος οὔτε τὸ ‘θεὸς’ οὔτε τὸ ‘πατὴρ’ καθ’ ἑνός τινος τῶν ὑποκειμένων οὐδὲ κατ’ ἄμφω, ἀλλ’ ἑκατέρου τούτων πρὸς ἑκάτερον τῶν ὑποκειμένων, τοῦ μὲν ‘πατρὸς’ τῷ λόγῳ, τοῦ δὲ ‘θεὸς’ ἀποδιδομένου τῷ προσλήμματι· ὡσαύτως δὲ καὶ τὸ ‘οὐ κυρίως’, οὐκ ἀφωρισμένως ἑνός τινος τῶν κατηγορουμένων λαμβανομένου καθ’ ἑνός τινος τῶν ὑποκειμένων, οὐδὲ κατ’ ἄμφω, ἀλλ’ ἄμφω μὲν πρὸς ἑκάτερον τῶν ὑποκειμένων, κατὰ δὲ τὸν λόγον τῆς ἐναλλαγῆς ἢ ὡς ἐπὶ τοῦ κυρίως ἐλέγετο· ὁ γὰρ θεὸς εἶναι τοῦ λόγου κατηγορούμενος καὶ ὁ πατὴρ τοῦ προσλήμματος τὴν τοῦ μὴ κυρίως σημασίαν ὑποβάλλεται.

Ἔοικεν δὲ τὸ κυρίως καὶ τὸ μὴ κυρίως παρ’ ὃ κεχρήμεθα τούτοις ἐφ’ ἡμῶν ἐναντίως ἔχειν. ἐν μὲν γὰρ τῇ ἀρρήτῳ τοῦ λόγου συνόδῳ καὶ τῆς σαρκὸς τὸ μὲν ‘πατὴρ’ κατὰ τοῦ λόγου κυρίως λέγεται, τὸ δὲ ‘θεὸς’ οὐ κυρίως· ἐπὶ δὲ τῆς καθ’ ἡμᾶς φύσεως ἔμπαλιν, τὸ μὲν ‘θεὸς’ κυρίως, οὐ κυρίως δὲ τὸ ‘πατήρ’. καὶ τοῦτό ἐστιν, ὅπερ ἠρώτησας, ἡ τοῦ ἦτα δύναμις, οὐ διάζευξιν δηλοῦσα οὐδέ τι ἄλλο τῶν εἰς ὅσα καταμερίζεσθαι πέφυκεν, ἀλλὰ τὸν διασαφητικὸν ἀσπαζομένη χαρακτῆρα καὶ τὴν τοῦ ‘παρὰ’ χρείαν ἀναπληροῦσα. εἴη δ’ ἂν ὁ λόγος ἐσχηματισμένος εἰς τὸ σαφέστερον, εἴ τις ἐθέλοι μεταλαβεῖν καὶ λέγειν, ‘ὥστε τὸ μὲν κυρίως ἀπὸ θατέρας τῶν συζυγιῶν λαμβανόμενον, τὸ δὲ οὐ κυρίως ἀπὸ τῆς ἑτέρας, ἐναντίως ἢ ἐφ’ ἡμῶν ἔχει’. συνίστατο μὲν γὰρ τό τε κυρίως καὶ τὸ οὐ κυρίως ἐκ τῆς ποιᾶς συμπλοκῆς τῶν κατηγορουμένων καὶ ὑποκειμένων, αὐτόθεν δὲ συνεπινοούμενον λαβὼν τό τε κυρίως ἑκάτερον καὶ τὸ οὐ κυρίως (φιλοσύντομος γὰρ εἰ καί τις ἄλλος ὁ θεωρητικὸς οὗτος ἀνήρ) καὶ πρὸς τὰς ἐκ τούτων ὑφισταμένας συζυγίας τὸν νοῦν τῶν ἀκροατῶν ἀναπέμπων ἐπήγαγεν τὸ ‘ἐναντίως ἢ ἐφ’ ἡμῶν ἔχει’· καὶ γὰρ ἑκατέραν συμπλοκὴν τὴν ἐκ τοῦ κυρίως καὶ τοῦ μὴ κυρίως ἀποτελουμένην ὁ νοῦς τοῦ ‘ἐναντίως ἢ ἐφ’ ἡμῶν ἔχει’ ὁρᾶται περιπτυσσόμενος.

βούλεται δὲ ἡ περικοπὴ τοῦ λόγου διδάσκειν αὕτη ὡς οὐδὲν κωλύει καὶ τὸ κυρίως καὶ τὸ οὐ κυρίως ἐπὶ τοῦ λόγου λέγεσθαι, ἐπεὶ καὶ ἐφ’ ἡμῶν, εἰ καὶ κατὰ διάνοιαν ἀντιτεταγμένην, ἄμφω θεωρεῖται· ἐκεῖ μὲν γὰρ τὸ ‘θεὸς’ οὐ κυρίως, ἀλλὰ τὸ ‘πατήρ’, ἐνταῦθα δὲ οὐ τὸ ‘πατὴρ’ κυρίως, ἀλλὰ τὸ ‘θεός’.

Ἐπὶ δὲ διαγράμματος γένοιτ’ ἂν σαφέστερον ἔχοντα τὰ εἰρημένα, προταττομένων μὲν τοῦ ‘πατὴρ’ καὶ ‘θεός’, ὑποταττομένων δὲ τῷ μὲν πατρὶ τοῦ λόγου, τῷ θεῷ δὲ τοῦ προσλήμματος, καὶ γραμμῶν ἐκ παραλλήλου προαγομένων αἳ συνάπτουσι τῷ λόγῳ τὸν πατέρα καὶ τὸν θεὸν τῷ προσλήμματι, καὶ μὴν καὶ γραμμῶν ἄλλων εὐθειῶν γραφομένων, ἀφ’ ἑκατέρας ἀρχῆς τῶν παραλλήλων πρὸς ἑκάτερον πέρας συναπτομένων καὶ χιασμὸν μέν τινα πρὸς ἀλλήλας σχηματιζομένων, διαγώνιον δὲ θέσιν πρὸς τὰς παραλλήλους ἑκατέρας ἀναδεχομένης. δῆλον γὰρ ἐντεῦθεν ὡς κατὰ μὲν τὴν παράλληλον τῶν εὐθειῶν θέσιν ὅ τε πατὴρ τοῦ λόγου καὶ ὁ θεὸς τοῦ προσλήμματος θεὸς ἂν ὀφθείη κυρίως λεγόμενος, κατὰ δὲ τὴν συνάφειαν τοῦ χιασμοῦ καὶ ὁ θεὸς θεὸς τοῦ λόγου καὶ ὁ πατὴρ οὐ κυρίως ἂν ῥηθείη τοῦ προσλήμματος. εἰ δὲ τὸ μὲν ἐκ παραλλήλου λάβοις, τὸ δὲ κατὰ τὴν διαγώνιον γραμμήν, καὶ τοῦτο καθ’ ἑκατέραν συζυγίαν, δι’ ἀμφοτέρων ὄψει τό τε κυρίως ἅμα καὶ οὐ κυρίως ἀναφυόμενον· καὶ γὰρ ὁ μὲν πατὴρ τοῦ λόγου κυρίως, ὁ δὲ θεὸς οὐ κυρίως, καὶ πάλιν ὁ μὲν πατὴρ τοῦ προσλήμματος οὐ κυρίως, τὸ δὲ θεὸς κυρίως.

Τεσσάρων οὖν συζυγιῶν ἐν διπλασιασμῷ θεωρουμένων, μιᾶς μὲν τῶν ἐκ παραλλήλου, ἑτέρας δὲ τῶν κατὰ χιασμόν, δυοῖν δ’ ὑπολοίπων, ὧν ἑκατέρα διὰ μιᾶς μὲν τῶν διαγωνίων, θατέρας δὲ τῶν ἐκ παραλλήλου συμπλεκομένων ἀλλήλαις ἀποτελεῖται, φανερὸν ὡς τὸ ‘ἐναντίως ἢ ἐφ’ ἡμῶν ἔχει’ πρὸς ἑκατέραν τῶν τελευταίων ἀποδοθήσεται· καὶ γὰρ ἐπὶ τούτων ὁ ‘πατὴρ’ τῷ λόγῳ καὶ τῷ προσλήμματι συναπτόμενος τῷ μὲν λόγῳ κυρίως, οὐ κυρίως δὲ τῷ προσλήμματι συναρμόζεται, ὡσαύτως δὲ καὶ τὸ ‘θεὸς’ κυρίως τοῦ προσλήμματος, οὐ κυρίως δὲ τοῦ λόγου θεὸς εἶναι περιαγγέλλεται. οὕτω τοιγαροῦν ἡμῶν ἐπισκοπούντων τὸ μὲν τῆς συζυγίας κυρίως, τὸ δὲ οὐ κυρίως ἔχον ἀναφανήσεται· καὶ τοῦτο οὐ μονοειδῶς, ἀλλ’ ἐν σχέσει καὶ συναφείᾳ παραλλαττούσῃ διπλασίονι.

καὶ δῆλον ὡς ἑκατέρας τῶν συζυγιῶν ἑκάτερον τοῦ κυρίως καὶ τοῦ οὐ κυρίως ‘ἐναντίως ἢ ἐφ’ ἡμῶν ἔχει’· καὶ ἐπειδὴ ἐπεζεύχθη τὰ ὀνόματα, τὸ ‘θεὸς’ λέγω καὶ ‘πατήρ’, διὰ τῆς τοῦ κυρίως οἰκειώσεως, ἐπεζεύχθη δὲ οὐδὲν ἔλαττον καὶ διὰ τῆς τοῦ μὴ κυρίως συναρτήσεως, εἰ βούλει δέ, καὶ διότι ἐπὶ τῆς αὐτῆς ὑποστάσεως, εἰ καὶ μὴ ὁμοίως, φέρεται, πρόφασις γέγονε τοῖς αἱρετικοῖς τὸ τοιοῦτον εἰς τὸ κρατύνειν αὐτῶν μετὰ προσωπείου τὸ δυσσέβημα, κλεπτόντων μὲν τὸ κυρίως καὶ τὸ οὐ κυρίως, σεσυλημένα δὲ προφερόντων ὡς ἂν βούλοιντο τὸ ‘πατὴρ’ καί γε τὸ ‘θεὸς’ ἐφ’ ἑκατέρας τῶν καθ’ ὑπόστασιν ἡνωμένων φύσεων πρὸς τὴν τῆς ἰδίας βλασφημίας σύστασιν. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα ὁ τῆς φιλοσόφου θεωρίας διέξεισι λόγος.

Περὶ δὲ τοῦ ‘νῦν δ’ ἐγὼ ψεύδομαι’ καὶ ἑξῆς εἰς μνήμην οἶμαί σε μὴ βραδύτερον τῆς ἱστορίας ἐλθεῖν διηγουμένης. καὶ γὰρ πάλαι ποτὲ κατὰ τὰς διαλεκτικὰς συγγυμνασίας, τὰς τοπικὰς μεθόδους ἀναπτύσσοντός μου τοῖς ἀκροωμένοις, ὧν καὶ αὐτὸς οὐδὲ τῶν τυχόντων, ἀλλὰ τῶν μάλιστα συζητούντων ἦσθα, ἱκανῶς ἔχων λόγος περὶ τούτου τοῦ ζητήματος κατεβλήθη, ἐφ’ ᾧ καὶ γεγραμμένον ἔχειν τηνικαῦτα τοῖς βουλομένοις ἐξεδόθη· καὶ χρή σε τοῦτον ἀνερευνησάμενον καὶ εὑρόντα, εἴ τί σε διέλαθεν περὶ τῆς προκειμένης ἀμφισβητήσεως ἀνακτήσασθαι τῇ μνήμῃ. πλὴν καὶ νῦν ὡς ἐν τύπῳ σὴν χάριν οὐ περιττὸν οὐδὲ φιλότιμον οἶμαι εἰπεῖν.

Ὁ τὰ θεῖα θεολογήσας ὑπερφυῶς Γρηγόριος, τῶν ἀπ’ Εὐνομίου τὴν κατάληψιν τῶν ἀκαταλήπτων ἐκ τῆς λογικῆς ἐντρεχείας οἰομένων ὥσπερ τι τῶν πολλῶν ὑπὸ θήραν ποιεῖν καὶ προνομεύειν καὶ διὰ τῆς ἀντιφατικῆς ἐρωτήσεως ὡς ᾤοντο τὸν συναΐδιον τοῦ πατρὸς λόγον ὕστερον καὶ τοῖς γεγονόσιν ἕνα συντάττειν θρασυνομένων, συγχωρήσας {εἶναι} τὸν ἠρωτημένον λόγον ὁ θεῖος Γρηγόριος δι’ ἀντιφάσεως προεληλυθέναι—καίτοι γε οὐχ οὕτως εἶχεν, ἀλλ’ ἄμφω τὰ μέρη τῆς ἀντιθέσεως πρὸς τὸ καταφατικὸν διετυποῦτο, εἰ καὶ ἡ μὲν τῶν φωνῶν τὴν ἁπλῆν, ἡ δὲ τὴν ἐκ μεταθέσεως ἔφερε μορφήν—πλὴν ἀλλὰ τοῦτό γε παριδών, ἵνα μὴ δόξῃ ταῖς τεχνολογίαις ὁ ταύταις πάροδον ἐπὶ θεοῦ καὶ θεολογίας μὴ διδοὺς ἐπισεμνύνεσθαι, κατ’ αὐτῆς αὐτῶν τῆς ἀκροπόλεως τὰς τῆς ἀληθείας ἐφίστησιν ἑλεπόλεις, καὶ τῇ ἐναργείᾳ τῶν πραγμάτων μᾶλλον ἢ τῇ τῶν ῥημάτων ἀνθυποφορᾷ βοᾷ ὡς ‘οὐ πάντως, ὦ σοφώτατοι, τὸ τῆς ἀντιφάσεως ὑμῶν καταφύγιον θατέραν ἀπαιτεῖ συνομολογεῖν τῶν προτάσεων, δι’ οὗπερ ὑμῖν κατὰ τῆς εὐσεβείας τὸ θράσος ἐδόκει ἄμαχον, οὐδέ ἐστιν αὐτῆς ἀδέκαστος ἡ διάκρισις’. καὶ τοῦτο ἀνθυπενεγκὼν τίθησι παραδείγματα τό τε ‘νῦν ἐγὼ ψεύδομαι’ καὶ τὸ ‘σαυτῷ δὲ γεννωμένῳ παρῆς;’

καὶ ὅσα τοιαῦτα, δεικνὺς ὡς οὐ πάντως τὸ ἕτερον τῆς ἀντιφάσεως ἀνάγκη συνομολογεῖν, ἀλλ’ ἔσθ’ ὅτε δυνατόν, ὥσπερ καὶ ἐπὶ τῶν προκειμένων, ἑκάτερον ἀπαρνεῖσθαι καὶ ἀποπέμπεσθαι καὶ τρίτον ἕτερον ἐφορᾶν, ἐν ᾧ καθορᾶται ἀναφυομένη ἡ ἀλήθεια.

Καὶ ἦν μὲν τεχνολογοῦντι τῷ θεολόγῳ διαιρεῖν, ποῖαι τῶν ἀντιφάσεων ἔχουσι τὴν διάκρισιν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ ποῖαι μή· ἐπεὶ δὲ θεολογεῖν αὐτῷ, ἀλλὰ μὴ καλλωπίζεσθαι τῇ τέχνῃ προὔκειτο, καὶ τοὺς αἱρετικοὺς διελέγχειν, ἀλλὰ μὴ τελεῖν τοὺς γνωρίμους οἷς ὁ διαλεκτικὸς θειασμὸς ὀργιάζεται, εἰκότως ἠρκέσθη διὰ τῶν παραδειγμάτων στηλιτεῦσαι τοὺς τεχνολογεῖν τὴν τοῦ θεοῦ φύσιν εἰς θράσος ἀπενεχθέντας πολλῷ δεισιδαιμονίας χαλεπώτερον, καὶ δεῖξαι μηδὲ τὸ τῆς ἀντιφάσεως αὐτοῖς πολυθρύλητον ὄργανον ἐπὶ τῶν τυχόντων ἀεὶ πραγμάτων τὴν ἰσχὺν ἄμαχον ἔχειν, μή τί γε κριτήριον ὑπάρχειν τῆς ὑπερφυοῦς οὐσίας καὶ ὑπὲρ λόγον μεγαλειότητος.

Πολλὰ δ’ ἂν εἴη τῶν ῥημάτων τὸ μὲν σχῆμα σῴζοντα τῆς ἀντιφάσεως, τὴν δὲ χρείαν οὐκέτι ὁμοίως παρέχοντα τῆς διακρίσεως. οἷον εἴ τις περὶ τοῦ ζῶντος ἐπερωτᾷ ‘πότερον οὗτος ἀναστήσεται τοῦ θανάτου ἢ οὐκ ἀναστήσεται;’ οὐδέτερον γὰρ ἐνταῦθα σωφρονοῦντός ἐστιν ἀποδέξασθαι· καίτοι γε ἡ παροῦσα τοῦ λόγου συνθήκη καὶ πλέον τι πρὸς ἀσφάλειαν ἔχειν δοκεῖ· τὸ γὰρ ἀρνητικὸν μόριον τῷ κατηγορουμένῳ συνῆπται ῥήματι, ἀλλ’ οὐ μετέβη πρὸς τὸ ὑποκείμενον. τοιοῦτον δὲ καὶ τὸ ‘πότερον τοὺς τῶν λεόντων ὄνυχας ἔτι φύουσιν οἱ τῶν ἀνθρώπων πόδες ἢ οὐ φύουσιν;’ ‘ἀλλ’ ὁ τοῖς δρόμοις φερόμενος ἤδη πρὸς τὸ τέλος τοῦ ἀγῶνος πότερον ἐν αὐτῷ τῷ φέρεσθαι τὴν ἀρχὴν τῆς φορᾶς ἐβάλλετο ἢ ὅλως οὐκ ἤρξατο;’ πῶς γὰρ ἡ τοιαύτη πλάσις τῶν λόγων τοῦ ψεύδους διακρίνει τὴν ἀλήθειαν; ‘τὸ δὲ πῦρ ὑγραῖνον καὶ ψῦχον τὰ σώματα πότερον κατὰ φύσιν ἢ οὐ κατὰ φύσιν ταύτην ἐπιδείκνυσι τὴν ἐνέργειαν;’ τοῦτο δὲ δῆλον, ὅτι ὥσπερ καὶ τὸ παρὰ τῆς αἱρετικῆς ἐπινοίας προτεινόμενον, παραπεποιημένην ἔχει τῆς ἐρωτήσεως τὴν διάπλασιν. ‘ὁ δὲ ἄνθρωπος μετάρσιος ἀπὸ γῆς φερόμενος πότερον παύεται τῆς μετεώρου φορᾶς ἢ οὐ παύεται;’ τῆς μὲν εἰρημένης αἰτίας ἀπήλλακται, οὐχ ἧττον δὲ τὸ σχῆμα μετασχηματίζει καὶ παραχαράττει τῆς κυρίως ἀντιφάσεως. ‘ὁ δὲ χρόνος ὑδάτων ῥέων νάμασι παραπλησίως ἆρα στήσεται τῆς ῥοῆς ἢ οὐ στήσεται;’

δῆλον δὲ ὡς ἡ συμπλοκὴ καὶ αὕτη τοῦ λόγου τὴν πρὸ αὐτοῦ μιμουμένη διὰ τῆς αὐτῆς κακουργίας προελήλυθεν. εἰ βούλει δὲ καὶ ‘πότερον ἡ ἀσώματος φύσις τὴν σωματικὴν ὑποδυομένη διάπλασιν ἐξ ὕλης καὶ εἴδους ἢ ἐξ οὐδετέρου τούτων ἔσχε τὴν σύγκρισιν;’ εἰ μὲν γὰρ ἐξ ὕλης καὶ εἴδους, πῶς ἀσώματον; εἰ δὲ ἐξ οὐδετέρου τούτων, πόθεν τὴν σωματικὴν ὑπέστη διάπλασιν; πάλιν ‘ἡ κίνησις ἐν κινήσει γίνεται ἢ ἐν οὐ κινήσει;’ εἰ μὲν γὰρ ἐν κινήσει, τίς καὶ ἐν τίνι καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά; πῶς δ’ οὐ κἀκείνη πάλιν ἐν κινήσει; καὶ παρεισδύσει τὸ ἄπειρον· εἰ δὲ μὴ ἐν κινήσει, πῶς ἀκινησία συνέξει τὴν κίνησιν, καὶ ἡ στάσις τῇ φορᾷ συνοῦσα οὐ συγκινηθήσεται ἢ μὴ συνακινητίσει τῇ ἠρεμίᾳ καὶ ἡ κίνησις; ‘ἡ δὲ σύμπασα κτίσις κρείττων οὖσα δημιουργίας, πότερον ὑπό τινος ἐνεργείας παρήχθη ἢ οὐδ’ ὅλως παραχθεῖσα γνωρίζεται;’ εἰ μὲν γὰρ οὐ παρήχθη, πῶς ὅλως καὶ κτίσις ὑπάρχειν λέγεται; εἰ δὲ παρήχθη, πῶς τὸ κρείττων εἶναι τῆς δημιουργίας ἀπηνέγκατο;

Καὶ πόση τοιαύτη λέσχη καὶ τερατεία περὶ τὸ σχῆμα χορεύει τῆς ἀντιφάσεως; πόσης δὲ δεῖται τῆς ἀνακαθάρσεως; ἀλλὰ παρενθήκης τῶν λειπομένων; ἀλλ’ ἀποβολῆς τῶν περιττευόντων; ἀλλὰ λεπτουργίας τε καὶ ἐπιγομφώσεως; ὧν οὐδὲν δυνατὸν τῆς μακαρίας ἐκείνης καὶ ἀχράντου ψαύειν φύσεως οὐδὲ ἐγγύς, ἀλλὰ καὶ λίαν πόρρω, καὶ πλέον ἢ ὅσον δημιουργικὴ φύσις τῶν γηγενῶν δημιουργημάτων ἀνακεχώρηκεν. εἰ δὲ ἐπὶ τῶν ἐνύλων οὐ καταπιστεύεται τὸ σχῆμα τῆς ἀντιφάσεως κρίσιν ζυγοστατεῖν ἀληθείας καὶ ψεύδους, μὴ πολλῶν καὶ ἄλλων συμπαραλαμβανομένων καὶ συνακριβολογούντων ὑποστηριζόντων τε καὶ συντελειούντων τοῦ κριτηρίου τὴν δύναμιν, ἦ πού γε ἐπὶ τῆς θείας καὶ ὑπὲρ λόγον καὶ λογισμῶν ἀνθρωπίνων οὐκ ἀνεχομένης ἔρευναν χώραν εὑρήσει κριτηρίου περιβαλέσθαι κράτος τε καὶ ἀξίωμα τῆς ἀντιφάσεως τὸ περίεργον;

Καὶ ὅρα, εἴ γε βούλει, καὶ τῶν εἰρημένων ἐγγύτερον. ‘ὄντα προήγαγεν ὁ θεὸς τὸν αἰῶνα ἢ μὴ ὄντα; καὶ ἆρα ὑφέστηκεν ἢ οὐχ ὑφέστηκεν;’ εἰ μὲν γὰρ ὄντα, πῶς οὐ μάτην; πῶς δ’ οὐ λῆρος ἡ παραγωγή; εἰ δὲ μὴ ὄντα, ποῦ τοῖς ἀιδίοις τὸ παρεκτεινόμενον; καὶ εἴ γε μὴ ὑφέστηκεν, πῶς τῶν ὄντων ὅλως ἢ πόθεν αἰών; εἰ δ’ ὑφέστηκεν, πόθεν αὐτῷ τὸ ἀπέραντον ἐπακολουθήσει καὶ ἀδιεξίτητον; ἔτι δ’ ἐγγύτερον τὸ ἄτοπον βούλει καθορᾶν; ‘ὁ πατὴρ ὢν γέγονε πατὴρ ἢ μὴ ὤν;’ εἰ μὲν γὰρ ὤν, τὸ μὲν αὐτοῦ πρότερον, τὸ δὲ ἐπιγέγονεν· καὶ πῶς μεταβέβληται τὸ ἀμετάβλητον; εἰ δὲ μὴ ὤν, καὶ ὁ τῆς μεταβολῆς μὲν λόγος οὐδὲν ἧττον ἀποσκευάζεται τὸ ἀμετάβλητον, καὶ κατὰ τῆς ἀιδιότητος πλέον ἵσταται. ἀλλὰ ληρούντων ταῦτα· τῆς αἱρετικῆς ἐστι καὶ πρώτης σπορᾶς πάντα γεώργια· εἶεν.

Ἀλλ’ ἴσως ἄν τις ἕτερος αἱρετίζων νεανιεύσοιτο λόγος, καὶ τὴν ἐκ μεταθέσεως, ὑφ’ ἧς ἡ ἀντίθεσις ἐνοθεύετο, ἀποσκευαζόμενος αἰτίαν οὕτω πως προαγαγεῖν ἐπιτεχνάσαιτο τὴν ἐρώτησιν· ‘ὄντα γεγέννηκεν ὁ πατὴρ τὸν υἱὸν ἢ ὄντα οὐ γεγέννηκεν;’ καὶ ἐπιζητήσει θάτερον μέρος τῆς ἀντιθέσεως ἀποκρίνασθαι. ἀλλὰ γὰρ καὶ ἡ τοιαύτη καταφυγὴ δέδεικται μὲν διὰ τῶν εἰρημένων παραδειγμάτων σαθρὸν προβεβλημένη καὶ περιυβρισμένον τῷ δικαίῳ τὸ ἄσυλον, οὐδὲν δὲ κωλύει καὶ νῦν τὸν ἔλεγχον ἐπ’ εὐθείας τε καὶ ἐπιτόμως εἰπεῖν. τὸ τοίνυν ‘ὄντα οὐ γεγέννηκεν’ εἰς διττὸν ἐπιμερίζεται διανόημα· καὶ τὸ μὲν ἁπλῶς ἀπάγει πρὸς τὸ μὴ γεγέννηκεν, ἕτερον οὐδὲν τῶν ὀφειλόντων ἐπισυνάπτεσθαι συμπλέκον, τὸ δὲ συνεπάγεται τὸ ἀκόλουθον. οὐ γεγέννηκεν γὰρ ὄντα, ὁ ῥᾳδιουργίαν πᾶσαν ἐκφεύγων ἁρμοδίως τὸν λόγον συνείρων ἐρεῖ, διότι σύνδρομον ὁ γεννηθεὶς ἔχει τῇ γεννήσει τὴν ὕπαρξιν. μορμολύττων τοίνυν ὁ αἱρετίζων λόγος διὰ τῆς προτέρας ἐκδοχῆς τοὺς ἁπλουστέρους, φεύγειν ἀναπείθει μηδὲ πρὸς τὴν δευτέραν διάνοιαν καὶ τῷ λόγῳ προσήκουσαν ἐπιστρέφεσθαι. εἰ μὲν γὰρ ἀπερείσαιτό τις πρὸς ἐκείνην τὸν νοῦν, εὐχερεστάτην, ὡς ὁρᾷς, καὶ ὀρθοδοξοῦσαν ἀποδοίη τὴν ἀπόκρισιν· τὸ γὰρ ‘ὄντα οὐ γεγέννηκεν’ ἀποφήνασθαι, διότι τῇ ὑπάρξει σύνδρομος ἡ γέννησις, τί μὲν ἐργῶδες, τί δὲ ἄπορον; πῶς δὲ τῇ αἱρέσει σύνδρομον, μᾶλλον δὲ πῶς οὐ μαχόμενον;

τίνος δὲ λειπόμενον πρὸς εὐσέβειαν;

Εἰ δὲ καὶ πρὸς τὸ ταπεινότερον τοῦ λόγου δεήσῃ κατελθεῖν κἀκεῖθεν περὶ τῆς ὑψηλοτέρας διασκέψεως ἔτι μᾶλλον ἀνηπλωμένην τὴν θεωρίαν λαβεῖν, ἐντεῦθεν ἔξεστί σοι σκοπεῖν. οἷον, ‘τὸ γεγεννημένον ἀπέθετο τὸ ἀίδιον ἢ οὐκ ἀπέθετο;’ ἁπλῶς μὲν γὰρ ὑπενεγκεῖν ‘ἀπέθετο’ τῷ σοφιζομένῳ κακουργεῖν ὁδὸν οὐκ ἐκώλυσεν· ἁρπάσας γὰρ τὴν φωνὴν ὁ σοφιστής, ‘οὐκοῦν παρ’ ἑαυτῷ ἔχει’ συμπεραίνειν δόξει ‘τὸ ἀίδιον’· εἰ δέ τις ἐπισυνάψας τὸ λεῖπον ἀποφήναιτο ὡς οὐκ ἀπέθετο, διότι μηδ’ ἔσχεν ποτέ (τῶν γὰρ προκεκτημένων ἐστὶ τὸ ἀποτίθεσθαι), ἰσχυρὸν ἔθετο κημὸν τῷ μελετᾶν τέχνην ἔχοντι τὴν γλωσσαλγίαν. κἀκ τούτου δὲ μυρία σοι κατὰ νοῦν γεωργοῦντι ἀναβλαστήσει τὰ δι’ ὧν ἡ αἱρετικὴ λέσχη καὶ τὸ θράσος ἐπιστομίζεται παραδείγματα.

Ἀλλὰ γὰρ ταῦτά σοι περὶ τῆς κατὰ τὴν ἀντίφασιν τεχνολογίας καὶ τῆς αἱρετιζούσης ἀδολεσχίας κατ’ ἐπιδρομὴν εἴρηται, τὴν ἐντελεστέραν διδασκαλίαν καὶ θεωρίαν τοῦ προειρημένου λόγου, ὃς κατὰ τὰς διαλεκτικὰς πάλαι παρρησιάζεται διατριβάς, παρέχειν ὄντος ἱκανωτάτου. τὰ δ’ ἄλλα ἔρρωσο καὶ βραδύνειν πρὸς τὰς σὰς αἰτήσεις τὴν τῶν ὑπογραφέων ἀπορίαν ἀντὶ τοῦ τῶν σῶν αἰτήσεων ὀλιγωρεῖν ἡμᾶς νόμιζε.

Διὰ τί Μωυσῆς ἐν τῇ κοσμογενείᾳ οὔτε ἀγγέλων οὐσίας οὔτε γενέσεως ἐμνημόνευσεν; Ἄμφω μὲν τὰ ζητήματα ταῦτα καὶ ἐν ἑτέροις ἡμῶν γράμμασιν οἶμαι τὴν λύσιν εὑρεῖν, τῆς μὲν ἀκριβείας οὐκ ἂν εἴποιμι μηδὲν ἀποδέουσαν, τῆς δὲ δυνάμεως οὐδὲν ἔχουσαν ἐνδεέστερον. ἐπεὶ δέ σοι φίλον καὶ ἰδιαίτερον ἔχειν τὴν περὶ αὐτῶν θεωρίαν καὶ ἀνάμνησιν, καίτοι γε κεχαριτωμένος ὢν καὶ αὐτὸς οὐ μόνον εἰδέναι τὰ τοιαῦτα, ἀλλὰ καὶ ἄλλοις μαθεῖν παρέχειν, τῆς σῆς συνέσεως τὴν αἴτησιν οὐ παρῃτησάμεθα.

Διό φαμεν, ἐξ ὧν τῆς μνήμης καὶ τῶν λογισμῶν ὁ πολὺς ὄχλος καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων οὐκ ἀφείλαντο, ἀλλ’ ἔτι μένειν τινὰ τῶν λειψάνων ὑπελείποντο, ὡς καὶ δι’ ἄλλας μὲν αἰτίας Μωσῆς τῆς κοσμογενείας εἰς ἐμφανῆ διήγησιν καθιστάμενος ἀγγέλων οὔτε οὐσίας οὔτε γενέσεως ἐπεμνήσθη (κεχωρισμένα τε γὰρ ταῦτα τῆς αἰσθητῆς κτίσεως καὶ τοῖς ἐξ Ἰσραὴλ ἄρτι πρὸς θειοτέραν θεωρίαν ἀναγομένοις ἀπὸ τῆς Αἰγυπτιακῆς μάλιστα δεισιδαιμονίας, ἐν ᾗ πολὺν χρόνον, εἰ καὶ μὴ τῇ πλάνῃ κάτοχοι, ἀλλ’ οὖν <ἔν> γε τοῖς κατεχομένοις τὸν βίον διέτριβον, οὐκ ἦν εὐχερὲς οὐδὲ ῥᾴδιον φέρειν πρὸς τὴν τῶν ἀσωμάτων καὶ θεοειδῶν νόων ἐπανάγεσθαι μάθησιν)· οὐδὲν δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον τῶν εἰρημένων, ὅτι μηδ’ ἀγγέλοις τοὺς νόμους εἰσφέρειν ἔμελλεν, ἀλλ’ ἀνθρώποις, οἷς ἦν καὶ ἡ γένεσις καὶ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος καὶ ὁ γενεσιουργὸς ἀναγκαῖα μαθήματα καὶ τὸ χρήσιμον παρεχόμενα. οὐρανοῦ μέντοι καὶ γῆς καὶ τῶν ἄλλων εἰσάγει γένεσιν, ὅτι ταῦτά τε πρὸ τῆς τοῦ ἀνθρώπου οὐσίας ὑπέστη καὶ ὅτι ἐν αὐτοῖς τὴν δίαιταν ὁ ἄνθρωπος ἔμελλεν ἔχειν καὶ διότι τὰς κατὰ τὴν αἴσθησιν ἄλλας ἀναγκαίας χρείας τοῖς νομοθετουμένοις ἔμελλε παρέχειν.

Θεοῦ μὲν γὰρ ὁποίαν δήποτε ταῖς ψυχαῖς, εἰ καὶ μὴ πρὸς τὴν ἀκρίβειαν ἀνηγμένην, ὅμως ἔννοιάν τινα καὶ φαντασίαν εἶχον, ἀγγέλων δὲ οὐδαμῶς· ὅπου γε καὶ τὸ Σαδδουκαίων μετὰ πολλὰς γενεὰς ἔθνος θεὸν μὲν ὁμολογεῖν ἐφρόνει, ἀγγέλους δὲ καὶ πνεῦμα οὐδ’ ἀκοῇ παραδέχεσθαι ἀνεκτὸν ἡγοῦντο. ὅτι δὲ δι’ ἀσθένειαν τῶν δεχομένων ἡ τῶν ἀσωμάτων νόων διήγησις τῷ θεόπτῃ κατ’ ἀρχὰς παραλέλειπται Μωσεῖ, δῆλον ἐξ ὧν ἐπὶ τέλει τῆς ἄλλης ἱστορίας καὶ τῶν πολλῶν λόγων εἰς μνήμην αὐτῶν περιῆλθεν, εἰ καὶ μηδὲ τότε γένεσιν εἰσάγων, ἀλλ’ εὐφροσύνην μὲν οὐρανῶν, προσκύνησιν δὲ ἀγγέλων, ‘εὐφράνθητε’ λέγων ‘οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ’. ὁ μέντοι γε θεοπάτωρ Δαυὶδ πυρός τε αὐτῶν ἀνεῖπεν τὴν οὐσίαν, καὶ δημιουργὸν ὑπάρχειν ὃς καὶ τῆς ἄλλης ἐστὶν κτίσεως ἁπάσης καὶ ἐπιγινώσκεται δημιουργός. ὁ μὲν οὖν καιρὸς περὶ τῶν ἀγγέλων τοιαῦτα παρέσχεν εἰπεῖν.

Τὸ δὲ ‘τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ’ ἀντὶ τοῦ ‘ἐπισυνάξεις τοὺς κατανεμομένους αὐτοῦ καὶ διαφθείροντας τὴν κεφαλὴν ἄνθρακας’· καὶ γὰρ θᾶττον αὐτὴν διεργάσαιντο, εἰ μὴ θᾶττον αὐτοὺς σὺ ταύτης ἀποσωρεύσῃς καὶ ἀπαλλάξῃς τοῦ ἕρποντος καὶ κατεσθίοντος αὐτὴν πάθους. πῶς δ’ οὐκ ἂν ὀφθείης ἄριστος οὕτω πράττων τοῦ πλησίον ἰατρός; τραπέζῃ γὰρ καὶ φιλοτησίᾳ παρὰ σοῦ δεξιούμενος ὁ ἐχθρός, εἰ καὶ μὴ διότι φιλόκαλος καὶ τῆς ἀρετῆς ἐραστής, ἀλλ’ οὖν γε διὰ τὴν εὐπάθειαν ἧς παρὰ σοῦ τὴν ἀπόλαυσιν ἔχει, πῶς οὐκ ἂν ἐκστῆναι μὲν τῆς ἔχθρας λογισμὸν ἀναλάβοι, ἐκστῆναι δὲ διανασταίη τῆς ἐπιβουλῆς, καὶ ἀνανήψας τοὺς λογισμοὺς καὶ τὴν ἐν αὐτοῖς πύρωσίν τε καὶ φλεγμονὴν ἣν ἀνέφλεγεν ἡ ἔχθρα πρὸς τὸ μαραίνεσθαι καὶ πραΰνεσθαι μεταβαλών, κατὰ μικρὸν ἐπὶ τὸ εἰδέναι καὶ στέργειν τὸν εὐεργέτην χειραγωγηθείη διὰ τῆς εὐεργέτιδος καὶ φιλοφρονούσης δεξιᾶς, πᾶσαν τὴν τοῦ μίσους διαγλυκάνας πικρίαν καὶ τὴν κατεσθίουσαν αὐτοῦ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν κατὰ τοῦ εὐεργέτου δυσμένειαν εἰς αἰδῶ διαλυσάμενος καὶ στοργήν;

εἰ δέ γε μετὰ τὴν τοσαύτην εὐεργεσίαν, δι’ ἧς τὸ τῆς θείας ἀγαθότητος ἐξεικονίζεται κάλλος, οὐδὲν πρὸς τὸ βέλτιον ὁ τῷ φθόνῳ τοῦ πλησίον καὶ τῷ μίσει κάτοχος οὐδὲ πρὸς μεταβολὴν καὶ διόρθωσιν ἐπιβλέψαι βούλοιτο, θηρίον μὲν ἂν ὁ τοιοῦτος καὶ οὐκ ἄνθρωπος εἴη· καὶ σπάνιον ἐν ἀνθρωπίνῃ φύσει τὸ τοιοῦτον κακόν. σὺ δὲ οὐδὲν μὲν ἧττον οὐδὲ μετὰ τὴν τοσαύτην ἀπόνοιαν, ἀλλὰ καὶ μᾶλλον τοὺς κατανεμομένους αὐτοῦ τὴν κεφαλὴν ἄνθρακας τῇ γε σῇ προνοίᾳ σωρεύων, τὴν δεσποτικὴν ἂν εἴης μίμησιν ταῖς εὐεργεσίαις ἀναπληρῶν· ἐκεῖνος δ’ αὐτοῦ τὸ ἁμάρτημα πάσης ἀθλίως ἐπὶ πλέον, ὥσπερ εὐεργεσίας, οὕτω καὶ συγγνώμης ἔδειξε δυνατώτερον.

Εἰ δέ τις τὸ ‘ἄνθρακας πυρὸς ἐπισωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ’ καὶ κατὰ τὴν πρόχειρον ἐκδοχὴν καὶ τοὺς πολλοὺς παρακαλοῦσαν εἰς τὸ μὴ τὴν ἔχθραν ἔχθρᾳ καὶ ἀμύνῃ χαλεπωτέραν ποιεῖν θελήσοι νοεῖν, οὐδὲ τοῦτο ἂν εἴη στοχασμοῦ διαπεσεῖν ὑφ’ οὗ παρασκευάζεται· καὶ πρὸς συγκατάθεσιν ἕλκειν μᾶλλον δύναται ἡ τοῦ μὴ ἀμύνασθαι παραινοῦσα τοὺς πολλοὺς πειθώ. οὐ παύεται βέλη κινῶν ὁ μάτην κατὰ σοῦ τὴν ἔχθραν ὑπελθών; ἄμεινον μὲν ἂν εἴη, τὸν κοινὸν πλάστην καὶ τὴν πλάσασαν δεξιὰν καὶ τὴν αὐτὴν φύσιν ἐννοοῦντα, νικῆσαι γνώμης χρηστότητι τὸν μισούμενον, διότιπερ ἄγει δι’ ἔχθρας τὸ ὁμοφυές· εἰ δὲ μή, βούλει δὲ τοῦτον ἀμύνασθαι καὶ λυπῆσαι καὶ μηδὲν ἐν τούτοις διαμαρτεῖν, ψώμιζε, πότιζε αὐτόν. πῶς καὶ διὰ τί; τὸν κοινὸν δεσπότην διὰ τούτων σαυτοῦ παρασκευάζεις ἐκδικητήν, ἐκεῖνον δὲ διὰ τῶν εὐεργεσιῶν εἰς ἐκδίκησιν κινήσας θᾶττον ἂν ἴδοις τὸν ἐχθρὸν οἷα πυρὶ τῇ ἐκείνου δίκῃ καὶ κρίσει φλεγόμενόν τε καὶ καταπιμπράμενον καὶ αὐτῇ συναπολλύμενον ἔχθρᾳ καὶ ἐπιβουλῇ.

Ποῖα δεῖ λέγειν ἐπὶ Χριστοῦ γνωμικὰ θελήματα, καὶ ποῖόν ἐστι λέγειν ἐπ’ αὐτοῦ τοῦ Χριστοῦ ἀνθρώπινον θέλημα ὑποστατικόν; καὶ ἕτερα Ὁ περὶ τῶν γνωμικῶν θελημάτων ἐπὶ Χριστοῦ λόγος τῇ μέν ἐστι χαλεπός, τῇ δὲ ῥᾴδιος. διότι μὲν γὰρ οὐδείς, ὅσα γε ἐμὲ εἰδέναι, τῶν ἀξιολόγων καὶ θεοφόρων πατέρων ἡμῶν οὐδὲν ἀξιόλογον καὶ διακεκαθαρμένον εἰς εὐκρίνειαν περὶ τούτου παραδέδωκεν πλήν γε Μαξίμου τοῦ μεγάλου τῆς εὐσεβείας ὡς ἀληθῶς προμάχου, διὰ τοῦτο τὸ χαλεπὸν εἰπεῖν ὑπεισέρχεται· ἐφ’ ἑνὶ γὰρ ἀνδρὶ τηλικοῦτον δόγμα σαλεύειν οὐκ ἂν εἴη τοῖς ἐπηρεάζειν βουλομένοις φοβερὸν καὶ ἀπροσπέλαστον· διότι δὲ πάλιν ἀπ’ αὐτῶν τῶν τῆς εὐσεβείας θαλάμων καὶ τῶν λογισμῶν τῶν συμψήφων πολλαὶ προϊᾶσιν ἀποδείξεις τὴν ὀρθὴν δορυφοροῦσαι δόξαν, ταύτῃ τὸ ῥᾷστον εἰπεῖν ἢ ὑψηλότερον καταλήψεως περίεστιν.

Σὺ δέ μοι, ἱερέων ἐρασμιώτατε, εἰ μὲν ὁ τοῦ λόγου τόκος ἄξιός σοι τῆς αἰτήσεως καὶ τῆς ἐλπίδος φανῇ, οἷα δὴ κοινὸν ὄντα τοῦ τε μαιευσαμένου καὶ τοῦ τεκόντος περίεπε· εἰ δ’ ἀτελῶς καὶ ἐνδεῶς πρὸς τὰ ἤδη σοι τελεσφορηθέντα ταῖς θεωρίαις ἔχει—εὐξαίμην δ’ ἂν τοῦτο, εἴπερ ὁ τοῦ νικᾶν πόθος εἶχεν· πολλῷ γὰρ ἥδιον ἐν φίλῳ ἢ ἐν ἄλλῳ νικᾶν· οὐ γὰρ ἐν τῷ Καρὶ τὸν κίνδυνον, ὡς ἡ παροιμία, σοφιζόμεθα, ἀλλ’ ἐν τῷ οἰκείῳ αἵματι τὸ τοῦ κράτους γνήσιον ἐπιζητεῖν ἡγούμεθα συνετόν—πλὴν ἀλλ’ ὡς ἔκθετον ἀναλαβὼν τὸ γέννημα καὶ πόνοις οἰκείοις συναυξήσας τε καὶ τελεσφορήσας, κοινὴν ἐπ’ αὐτῷ ποιεῖσθαι μὴ φθονήσῃς τὴν εὐφροσύνην καὶ τὴν ἀπόλαυσιν.

Διττῶν τοιγαροῦν τῶν ψυχικῶν δυνάμεων ὑπάρχειν πάλαι διευκρινημένων (μικρὸν γὰρ ἀναδραμεῖν δεῖ), τῶν μὲν γνωστικῶν, τῶν δὲ ζωτικῶν, μᾶλλον πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ τῶν ζωτικῶν ἐστι χρεία, ἤτοι τῶν ὀρεκτικῶν. ἐνέσπαρται τοίνυν τῇ ψυχῇ δύναμις ὀρεκτικὴ τοῦ κατὰ φύσιν ὄντος καὶ πάντων τῶν οὐσιωδῶς προσόντων συνεκτική, ἥτις λέγεται θέλησις· διὸ καὶ ὁρίζονται φυσικὸν εἶναι θέλημα ὄρεξιν φυσικήν τε καὶ λογικήν, μόνων ἠρτημένην τῶν φυσικῶν. ὥστε ἡ μὲν θέλησίς ἐστιν αὐτὴ ἡ ζωτική τε καὶ λογικὴ ὄρεξις πασῶν τῶν τῆς φύσεως συστατικῶν ἁπλῆ δύναμις· ἡ γὰρ τῶν ἀλόγων ὄρεξις μὴ οὖσα λογικὴ οὐ λέγεται θέλησις.

Θέλησις μὲν οὖν τί ποτέ ἐστιν εἴρηται, βούλησις δέ ἐστι ποιὰ φυσικὴ θέλησις, ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξίς τινος πράγματος. ἔγκειται μὲν γὰρ ἡ δύναμις ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ τοῦ λογικῶς ὀρέγεσθαι, ὅτε δὲ φυσικῶς κινηθείη αὕτη ἡ λογικὴ ὄρεξις πρός τι πρᾶγμα, λέγεται βούλησις· βούλησις γάρ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος λογική. λέγεται δὲ βούλησις καὶ ἐπὶ τῶν ἐφ’ ἡμῖν καὶ ἐπὶ τῶν οὐκ ἐφ’ ἡμῖν, τοῦτ’ ἔστιν καὶ ἐπὶ τῶν δυνατῶν καὶ ἐπὶ τῶν ἀδυνάτων· βουλόμεθα γὰρ καὶ μὴ ἀποθανεῖν. ἔστι δὲ ἡ βούλησις τοῦ τέλους, οὐ τῶν πρὸς τὸ τέλος· τέλος γὰρ τὸ βουλητόν, ὡς τὸ ὑγιᾶναι, πρὸς τὸ τέλος δὲ ὁ τρόπος δι’ οὗ ὀφείλομεν ὑγιᾶναι.

Μετὰ δὲ τὴν βούλησιν ζήτησις καὶ σκέψις· μεθ’ ἃ ἡ βουλή. βουλὴ γὰρ ὄρεξίς ἐστιν ζητητικὴ περὶ τῶν ἐφ’ ἡμῖν πραγμάτων γινομένη. βουλεύεται γὰρ εἰ ὀφείλει τις μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ· εἶτα κρίνει, καὶ λέγεται ‘κρίσις’· ἐφ’ οἷς διατίθεται καὶ ἀγαπᾷ, καὶ λέγεται ‘γνώμη’. ἂν κρίνῃ μὲν γάρ, μὴ διατεθῇ δὲ πρὸς τὸ κριθέν, ἤγουν ἂν μὴ ἀγαπήσῃ, οὐ λέγεται ‘γνώμη’. ἐπὶ μέντοι τῇ γνώμῃ ἡ ‘προαίρεσις’ ἕπεται, οἷον ἡ ἐκλογή· μετὰ δὲ τὴν προαίρεσιν ἡ πρὸς τὴν πρᾶξιν ἀκολουθεῖ ‘ὁρμή’, εἶτα ‘χρῆσις’· μεθ’ ἣν τὰ τῆς ὀρέξεως παύεται. ἐπὶ μὲν οὖν τῶν ἀλόγων μετὰ τὴν ὄρεξιν εὐθὺς ἡ ὁρμὴ ἕπεται, ἐπὶ δὲ τῶν λογικῶν οὐ πάντως. τὰ μὲν γὰρ ἄλογα ὑπὸ τῆς φυσικῆς ὀρέξεως ἄγεται, διὸ οὐδὲ θέλησις ἡ τῶν ἀλόγων ὄρεξις λέγεται οὐδὲ βούλησις· ἐπὶ δὲ τῶν ἀνθρώπων μᾶλλον ἄγεται ἡ φυσικὴ ὄρεξις ἤπερ ἄγει. αὐτεξουσίως γὰρ καὶ μετὰ λόγου κινεῖται, ἐπειδὴ καὶ συνεζευγμέναι εἰσὶν αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν τῷ ἀνθρώπῳ. αὐτεξουσίως τοιγαροῦν ὀρέγεται καὶ αὐτεξουσίως ὁρμᾷ καὶ τὰ ἄλλα αὐτεξουσίως ποιεῖ.

Ἐπὶ δέ γε τῆς θείας καὶ μακαρίας καὶ ὑπερουσίου φύσεως ‘βούλησιν’ μὲν λέγομεν, ‘προαίρεσιν’ δὲ κυρίως οὐ λέγομεν, ὥσπερ οὐδὲ ‘σκέψιν’ οὐδὲ ‘βούλευσιν’. ἀλλ’ οὐδὲ ἐπὶ τῆς τοῦ κυρίου ψυχῆς ‘βουλὴν’ λέγομεν ἢ ‘προαίρεσιν’· οὐ γὰρ εἶχεν ἄγνοιαν, εἰ καὶ τῆς τὰ μέλλοντα ἀγνοούσης ἐχρημάτιζε φύσεως. ἑνωθεῖσα γὰρ τῷ θεῷ λόγῳ καθ’ ὑπόστασιν πάντων εἶχεν τὴν γνῶσιν, οὐ χάριτι, ἀλλὰ διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν· ὁ αὐτὸς γὰρ ἦν θεὸς καὶ ἄνθρωπος. διὸ οὐδὲ γνωμικὸν εἶχεν θέλημα· θέλησιν μὲν γὰρ εἶχεν τὴν φυσικήν, τὴν ἁπλῆν, τὴν ἐν πάσαις τῶν ἀνθρώπων φύσεσιν ὁμοίως θεωρουμένην, τὴν δὲ γνωμικὴν θέλησιν οὐκ εἶχεν αὐτοῦ ἡ ἁγία ψυχὴ ἐναντίαν τοῦ θείου θελήματος αὐτοῦ, οὐδὲ ἄλλο παρὰ τὸ θεῖον αὐτοῦ θέλημα. ἡ γὰρ γνώμη συνδιαιρεῖται ταῖς ὑποστάσεσιν, πλὴν ἐπὶ μόνης τῆς ἁγίας καὶ ἁπλῆς καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου θεότητος· ἐκεῖ γὰρ τῶν ὑποστάσεων μὴ εἰς ἅπαν διαιρουμένων μηδὲ διισταμένων οὐδὲ τὸ θελητὸν διαιρεῖται, ἀλλ’ ἔστιν τῷ φυσικῷ τὸ γνωμικὸν ὥσπερ ἡνωμένον καὶ νόμῳ περιγραφῆς ἰδίας ὑπομεριζόμενον.

κἀκεῖ μὲν ἐπειδὴ μία φύσις, μία καὶ ἡ φυσικὴ θέλησις, ἐπειδὴ δὲ καὶ αἱ ὑποστάσεις ἀδιαίρετοί εἰσιν, ἓν καὶ τὸ θελητὸν καὶ μία ἡ κίνησις τῶν τριῶν ὑποστάσεων, οὐκ ἀνεχομένης τῆς ἀχράντου καὶ ὑπερφυοῦς ἑνώσεως μερισμῷ ὑλικῆς τινος φαντασίας καθυβρίζεσθαι· ἐπὶ δὲ τῶν ἀνθρώπων ἐπειδὴ μία ἡ φύσις, μία μὲν καὶ ἡ φυσικὴ θέλησις, κεχωρισμέναι δέ εἰσιν ἀπ’ ἀλλήλων αἱ ὑποστάσεις, καὶ διεστήκασι χρόνῳ τε καὶ τόπῳ καὶ τῇ πρὸς τὰ πράγματα διαθέσει καὶ κατὰ πολλὰ ἄλλα· τούτου ἕνεκα διάφορα τά τε θελήματα καθορᾶται καὶ αἱ γνῶμαι. ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπεὶ διάφοροι αἱ φύσεις, διάφοροι μὲν καὶ αἱ φυσικαὶ θελήσεις τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος, ἤγουν αἱ θελητικαὶ δυνάμεις· ἐπεὶ δὲ πάλιν ἡ ὑπόστασις μία καὶ εἷς ὁ θέλων, ἓν καὶ τὸ θελητόν, ἤγουν τὸ γνωμικὸν αὐτοῦ θέλημα, δηλονότι τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἑπομένης τῇ θείᾳ αὐτοῦ θελήσει καὶ τὰ αὐτὰ θελούσης ἃ ἡ θεία αὐτοῦ θέλησις ἠθέλησε θέλειν αὐτήν. γνωμικὰ τοίνυν θελήματα καὶ ὑποστατικὰ καὶ προσωπικὰ καὶ προαιρετικὰ τὸ αὐτὸ ἂν εἴησαν ὑποκείμενον πρᾶγμα σημαίνοντα. εἰδέναι δὲ δεῖ πείρας φιλολόγου καὶ σαφεστέρα ἀναπληρώσεως ῥημάτων χάριν, ὡς τὸ θέλημα ποτὲ μὲν τὴν θέλησιν δηλοῖ ἤτοι τὴν θελητικὴν δύναμιν, καὶ λέγεται θέλημα φυσικόν, ποτὲ δὲ τὸ θελητόν, καὶ λέγεται θέλημα γνωμικόν.

Καὶ κατὰ τὸν ἱερὸν δὲ Μάξιμον διαφέρει θέλημα γνωμικὸν θελήματος φυσικοῦ ὅτι τὸ μὲν ὑποστατικόν τε καὶ προσωπικὸν καὶ ἔστιν καὶ ὀνομάζεται, τὸ δὲ φυσικὸν θέλημα οὐκέτι. καὶ ἔτι διαφέρει ὅτι ἡ μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχουσα τῶν κατὰ φύσιν συστατικῶν ὁρμή τε καὶ ἔφεσις θέλημά ἐστι φυσικόν, ἡ δὲ τῶν καθ’ ἡδονὴν συναγερτικῶν ποιὰ καὶ διάφορος κίνησίς τε καὶ ὄρεξις θέλημα γνωμικόν· ἥτις καὶ ἐν ἐπιτάσει καλοῦ τε καὶ τοῦ μὴ τοιούτου γινώσκεται. καὶ οὐκ ἔστι τὸ πρότερον σημαινόμενον τοῦ δευτέρου παντελῶς ἀλλότριον, ἀλλ’ ἔστιν αὐτοῖς ἡ κοινωνία ἐν ποσότητός τε καὶ ποιότητος ἰδιότητι καὶ ὃν τρόπον καὶ τὸ σημαινόμενον τῆς ἐπ’ ἀνθρώπου λαμβανομένης φύσεως. καὶ γὰρ διττὸν ἐνταῦθα τὸ τῆς φύσεως, τὸ μὲν ἁπλῶς καὶ καθόλου σημαῖνον ἕκαστον τῶν ὑπὸ τὸν ἄνθρωπον τελούντων ἀτόμων, τὸ δὲ οὐχ ἁπλῶς, οὐδὲ τὸν ὅλον τῆς ἐμφύτου δυνάμεως πρὸς τὰς πράξεις ἐνισχυούσης· καθ’ ὃν καὶ τὸ σύστημα τῶνδε τῶν ἀνθρώπων τὸ μὲν γεωμετρεῖν πέφυκε μᾶλλον, τὸ δὲ μουσικῇ τελεῖσθαι ἐπιτηδειότερον, ἢ οἱ μὲν πραότητος, οἱ δὲ σωφροσύνης μᾶλλον ἐργάται γνωρίζονται.

Διαφέρει μὲν οὖν τοῦ φυσικοῦ θελήματος λογισμοῖς γενναίοις ἡ προαίρεσις καθὸ ἡ μὲν ὄρεξίς ἐστι βουλευτικὴ τῶν ἐφ’ ἡμῖν, καὶ ἔτι καθὸ τὸ μὲν φυσικὸν θέλημα μόνων ἤρτηται τῶν φυσικῶν, ἡ δὲ μόνων τῶν ἐφ’ ἡμῖν. ἓν δὲ θέλημα, φησίν, τοῦ Χριστοῦ φυσικὸν ἢ προαιρετικὸν φρονεῖν ἢ λέγειν οὐδεὶς εἰπεῖν τῶν πατέρων ἐτόλμησεν, ἀληθῶς εἰδότες ὅτι τῶν ἐπ’ ἄμφω κινουμένων ἐστὶν ἡ προαίρεσις, λέγω δὲ ἐπί τε τὰ καλὰ καὶ ἐπὶ τὰ φαῦλα, ὅπερ ἐστὶν ἐπὶ Χριστοῦ καὶ νοεῖν καὶ λέγειν τῆς ὀρθῆς ἐνδεέστερον κρίσεως.

Ἔτι δὲ εἰ ἔστιν ὑποστατικὸν θέλημα ἐπὶ Χριστοῦ, διοίσει πάντως τῶν ἐφ’ ἑκάστου τῶν ἀνθρώπων θεωρουμένων γνωμικῶν θελημάτων, διοίσει δὲ ὡσαύτως καὶ τοῦ ἐν πατρὶ καὶ πνεύματι θεωρουμένου θελήματος. τί οὖν ἐστιν ὃ μήτε ἀνθρώπινόν ἐστι γνωμικὸν μήτε ὅλως θεϊκὸν θέλημα; οὐ γὰρ δή τι σύνθετόν τις ἐρεῖ, ὅτι μηδέ ἐστιν ἐπινοῆσαι θελήματος σύνθεσιν, ὥσπερ ὑπόστασιν ὁρᾶν ἐστιν σύνθετον. εἰ δέ τις λέγοι ὡς ὁ λόγος οὗτος οὐδ’ ἄλλον τινὰ τῶν ἀνθρώπων ἐᾷ γνωμικὸν ἔχειν θέλημα— ἅπαν γὰρ γνωμικόν τινος θέλημα οὐδενὶ τῶν ἐν τοῖς καθ’ ἕκαστα γνωμικῷ θελήματι θεωρουμένων ταὐτόν ἐστιν, ἀλλὰ πάντως ἕτερον, ὥστε οὐκ ἂν εἴη ἀνθρώπινον, μηδενὶ τῶν ὑπὸ τὸν ἄνθρωπον ἀτόμων ὡς ἀνθρώπῳ ἁρμοζόμενον· εἰ γὰρ ἦν κυρίως τινὶ τῶν καθ’ ἕκαστα τὸ γνωμικὸν θέλημα, ἀνθρώπινον ἂν ὑπῆρχεν, οὐκ ἔστι δὲ ἀνθρώπινον, διότι οὔτε ὁ Σωκράτης οὔτε ὁ Πέτρος οὔτε τις ἄλλος καθὸ πέφυκεν ἄνθρωπος γνωμικὸν θέλημα ἔχει.

Ἢ σοφισματώδης ὁ λόγος ὁ τὸ ὁμοφυὲς ἄτομον τῶν ἄλλων καθ’ ἕκαστα διαστέλλων καὶ ἐκ τοῦ συνομολογεῖν μηδενὶ τῶν ἄλλων ἀτόμων ταὐτὸν εἶναι τῇ ὑποστάσει μηδὲ τοῖς ἄλλοις ἰδιώμασι τὸν προκείμενον, ἐκ τούτου καὶ τῆς κοινῆς αὐτὸν ἀποστερεῖν φύσεως καὶ τὸ γνωμικὸν αὐτοῦ θέλημα μὴ λέγειν ἀνθρώπινον εἶναι. ἐκ πολλῶν γὰρ ἀφορμῶν ὁ παραλογισμὸς οὗτος τὴν κοινὴν φύσιν ἀποστήσει καὶ διαχωρίσει τῶν ὑπ’ αὐτὴν τελούντων καὶ ἐμπεριεχομένων ἀτόμων αὐτῆς τῷ προσρήματι. διόπερ οὐχ ὁμοίως ὁ λόγος οὗτος ἔχει καὶ ὁ τὸ γνωμικὸν ἐπὶ Χριστοῦ μὴ παραδεχόμενος θέλημα. ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων ἕνα λαβὼν ὁμολογουμένως τῶν καθ’ ἕκαστα γνωμικὸν ἔχειν θέλημα, ἐκ τῆς πρὸς τὰ λοιπὰ τῶν ὁμοειδῶν ἑτερότητος τὴν κοινὴν φύσιν παραγράφεται, ὅπερ ἐστὶ σεσοφισμένον καὶ ἀνακόλουθον συλλογίσασθαι· ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρῶτον μὲν ζητοῦμεν τέως εἰ ὅλως δεῖ λέγειν γνωμικὸν αὐτῷ προσεῖναι θέλημα, καὶ οὐκ ἔστι λαβεῖν ὁμοφυεῖς ὑποστάσεις τῷ τοῦ Χριστοῦ περιεχομένας ὀνόματι.

Ἔτι δὲ ἐπὶ μὲν τῶν ἀνθρώπων ἐστὶν εἰπεῖν ὅτι τὸ ἐνυπάρχον αὐτοῖς γνωμικὸν θέλημα, καθὸ μὲν ταῖς ὑποστάσεσι διακέκριται, οὐκ ἔστιν ἕτερον ἑτέρῳ ταὐτόν, καθὸ δὲ εἰς μίαν φύσιν συνεισάγεται, οὐδὲν κωλύει λέγεσθαι καὶ ἀνθρώπινον καὶ ταὐτόν, ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ ἕξει τις τὸ ὅμοιον εἰπεῖν, οὐ γάρ ἐστιν ἕν τι κοινὸν λαβεῖν ἐπὶ Χριστοῦ· δύο γὰρ συνιστῶσι τὴν ὑπόστασιν φύσεις, ἀλλ’ οὐ μία, καὶ οὐκ ἔστιν εἰπεῖν, ‘τὸ γνωμικὸν θέλημα, καθὸ μὲν τόδε, οὐκ ἔστιν ταὐτόν, καθὸ δὲ τόδε, ταὐτόν ἐστιν’. εἷς γὰρ ὁ Χριστὸς καὶ ἓν αὐτοῦ τὸ πρόσωπον καὶ μία ἡ ὑπόστασις, μήτε ὁμοταγεῖς καὶ συνωνύμους ἔχων ὡς Χριστὸς συντεταγμένας ὑποστάσεις μήτε τι κοινῶς ἐπ’ αὐτοῦ λεγόμενον ὃ δύναιτ’ ἂν καὶ ἑτέροις ἐναρμόζεσθαι. ὥστε διαμένει τὸ ἑπόμενον ἄπορον ἄλυτον, ὅπερ τί ποτ’ ἂν εἴη διηπόρει τὸ γνωμικὸν θέλημα, μήτε ἀνθρώπινον μήτε θεῖον δυνάμενον εἶναι μήτε ὀνομάζεσθαι. δεύτερον μὲν οὖν ἐστι τὸ εἰρημένον ἐπιχείρημα, μὴ δεῖν ἐπὶ Χριστοῦ λέγειν γνωμικὸν ὑπάρχειν ἤτοι ἀνθρώπινον ὑποστατικὸν θέλημα.

Τρίτον δέ, εἰ λέγειν ἐστὶν ἐπὶ Χριστοῦ ἀνθρώπινον θέλημα ὑποστατικόν, τὸ δὲ θέλημα τὸ ὑποστατικὸν θελήματος ἤρτηται τοῦ φυσικοῦ (τὸ θέλημα γὰρ τὸ γνωμικὸν ποιόν ἐστι θέλημα φυσικόν), φυσικοῦ ἄρα θελήματος καὶ τὸ ἐπὶ Χριστοῦ γνωμικὸν ἠρτημένον ἂν καὶ προβεβλημένον εἴη, φυσικοῦ δὲ οὐχ ἁπλοῦ, ἀλλὰ συνθέτου καὶ συγκεκραμένου θελήματος· τῆς γὰρ συνθέτου ὑποστάσεως καὶ τὸ ὑποστατικόν (ἂν ἄρα τις ὅλως ὑποθοῖτο προσεῖναι) θέλημα γνωμικὸν συνθέτου ἂν εἴη φυσικοῦ προενηνεγμένον θελήματος. ὥστε ἔσται σύνθετος φύσις ἐπὶ Χριστοῦ, ὅπερ ἁπάσαις ψήφοις προκατέγνωσται, τῶν δύο φύσεων τὸ κῦρος ἄμαχον ἀναδεξαμένων.

Ἔτι εἰ τὸ γνωμικὸν θέλημα προηγουμένην ἔχει τὴν σκέψιν καὶ τὴν πρὸς τὸ κρινόμενον διάθεσίν τε καὶ συγκατάθεσιν, τούτων δέ ἐστι τὸ μὲν ἐξ ἀγνοίας εἰς γνῶσιν καὶ διάκρισιν μετάβασις, τὸ δὲ τροπή τις καὶ μεταβολὴ διαθέσεως (ἐτράπη γὰρ εἰς στοργὴν ἐκ τοῦ μὴ στέργοντος ἡ διάθεσις), οὐδὲν δὲ τούτων ἐπὶ Χριστοῦ φρονεῖν συγκεχώρηται, οὐκ ἄρα ἐστὶν ἀνεκτὸν ἀνθρώπινον γνωμικὸν ἐν αὐτῷ λέγειν ὑπάρχειν θέλημα.

Χωρὶς δὲ τῶν εἰρημένων, εἰ τῷ γνωμικῷ θελήματι χρώμενοι τὸ ἀνθρώπινον εἰώθασι τῷ θείῳ θελήματι διαμάχεσθαι, πῶς ὅλως οἷόν τέ ἐστιν ἐπινοεῖν ἐπὶ Χριστοῦ γνωμικὸν θέλημα; κοινότερον δὲ φάναι, εἰ τὸ γνωμικὸν θέλημα πρὸς ἑκατέραν ὁμοίως ῥέπει τῶν πράξεων, τήν τε φαύλην φημὶ καὶ τὴν κρείττονα, πῶς οὐ τολμηρὸν ἐπὶ Χριστοῦ γνωμικὸν εἰσάγειν θέλημα, καὶ πρὸς τὰ χείρω καὶ τὰ ἀμείνονα τὴν ῥοπὴν ἔχειν ἀναπλάττειν ἐφάμιλλον τὸ μονοειδῶς ἀγαθουργὸν καὶ κυρίως ἀγαθοειδέστατον;

Ἀλλ’ ὅτι μὲν τὸ ἀνθρώπινον γνωμικὸν θέλημα μὴ δύναται ἐφαρμόττειν καθαρῶς Χριστῷ, τοσαῦτα τέως εἰρήσθω· ζητητέον δὲ πότερον οὐδὲ θεῖον δεῖ λέγειν ἐπὶ Χριστοῦ γνωμικὸν θέλημα, ὥσπερ οὐδὲ ἀνθρώπινον γνωμικόν, ἢ ἐκεῖνο μὲν οὐ συγκεχώρηται, τοῦτο δὲ οὐ κεκώλυται; ἀλλὰ πῶς οὐ κεκώλυται; τῶν τε γὰρ ἐν ἐκείνοις ῥηθέντων ἐπιχειρημάτων τὸ τρίτον μάλιστα καὶ τὸ τέταρτον κατὰ τὸν ὅμοιον τρόπον ἐπὶ τῶν αὐτῶν τὴν ἰσχὺν ἔχει (διὰ τῆς αὐτῆς γὰρ ἐφόδου τό τε θεῖον καὶ τὸ ἀνθρώπινον γνωμικὸν θέλημα ὁ τῆς ἀληθείας διαστέλλει τε καὶ συμβιβάζει λόγος)· καὶ χωρὶς δὲ τῶν εἰρημένων, εἴ τις ὑποθοῖτο τὸ θεῖον ἐπὶ Χριστοῦ γνωμικὸν λέγεσθαι θέλημα, λεγέτω πότερον ταὐτὸν νομίζει τοῦτο τῷ θεϊκῷ φυσικῷ θελήματι ἢ ἕτερον. εἰ μὲν γὰρ ταὐτόν, τίς ἡ περίνοια τοῦ ὀνόματος, φαντασίαν νοημάτων εἰς ἑτερότητα σχιζομένων παρεισάγοντος; εἰ δὲ ἕτερον, πῶς οὐκ ἂν εἴη καὶ τοῦ ἐν πατρὶ καὶ πνεύματι θεωρουμένου θελήματος, ὅπερ ἄτοπον, ἕτερον; καὶ γὰρ τὸ φυσικὸν ἐπὶ θεοῦ θέλημα, κοινὸν ὑπάρχον καὶ ἀδιαίρετον τῶν τριῶν θεαρχικῶν ὑποστάσεων, ὁμοτίμως τε καὶ ἀπαραλλάκτως αὐταῖς ὁρᾶται συναρμοζόμενον.

ὃ γὰρ ἐπὶ τῆς τῶν ἀνθρώπων φύσεως οὐκ ἔστι δυνατὸν λαβεῖν, τοῦτο δὴ κατὰ τὴν ὑπέρθεον καὶ ὑπερούσιον οὐσίαν ἐστὶ κατανοεῖν· τὸ γὰρ φυσικὸν αὐτῆς καὶ ὑπέρθεον θεῖον θέλημα ταὐτότητι γνώμης καὶ συμπνοίας ἑνότητι καὶ τῷ ἀπαραλλάκτῳ χαρακτηρίζεται τῆς συννεύσεως. πῶς ἂν οὖν ὅλως τὸ κοινὸν τῆς φύσεως καὶ ἀπαράλλακτον θέλημα εἰς ὑποστατικὸν γνωμικὸν συσταλείη τε καὶ συμπεριενεχθείη;

Οὐκοῦν κυρίως μὲν οὐκ ἂν οὐδαμῶς ῥηθείη θεῖον γνωμικὸν ἐπὶ Χριστοῦ θέλημα, ὅτι μηδὲ ἐπὶ πατρὸς μηδὲ ἐπὶ τοῦ ἁγίου πνεύματος κυριολογῶν τις εἰπεῖν θαρρήσειεν· ὅπερ γάρ ἐστι κοινόν, πῶς ἂν ὑποστατικὸν εἴη; εἰ δέ τις καταχρῷτο τῇ φωνῇ κατὰ μεταφορὰν αὐτὴν ἀπὸ τῶν ἀνθρωπίνων λαμβάνων ὑποστάσεων, μηδαμῶς τὴν θεοπρεπῆ διαφθείρων διάνοιαν, ἴσως ἂν ἑαυτὸν τῆς ἐν λόγοις οὐκ ἀποστερήσει συγγνώμης, ῥημάτων εὐθύνας οἰόμενος ἀλλ’ οὐ δογμάτων εἰσπράττεσθαι ἀλλοτριότητα.

Οἰκεῖον δ’ ἂν εἴη καὶ οἷς τῶν ἱερῶν ῥημάτων ἐπερειδόμενοι τὸ ἐναντίον νομίζουσιν κρατύνειν θέλημα, καὶ ταῦτα παραθέσθαι, καὶ ὑποβάλλοντας εὐκρινείᾳ καὶ διανοίας ὀρθότητι καὶ ταύτην αὐτῶν ἀφῃρημένην δεῖξαι τὴν πρόφασιν. φασὶν οὖν εἰρῆσθαι, ‘οὐκ ἦλθον ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός’, καὶ δῆλον ὅτι τὸ γνωμικὸν ἐνταῦθα σημαίνεται θέλημα. πρὸς ὃ ῥᾷόν ἐστιν ἀπαντῆσαι ὡς εἰ ‘τὸ θέλημα τοῦ πατρὸς’ οὐ τὸ γνωμικὸν ἐδήλωσεν εἰπών (οὐ γάρ ἐστιν ἐπὶ τῶν θεαρχικῶν τριῶν ὑποστάσεων θέλημα γνωμικὸν εὐσεβούντων ἀποφήνασθαι), δῆλον ὅτι καὶ ‘τὸ θέλημα τὸ ἐμὸν’ προσειπὼν οὐ τὸ γνωμικόν, ἀλλὰ τὸ φυσικὸν συνεδήλωσεν. ὥστε οὐ μόνον τὸ ῥητὸν τὸ γνωμικόν ποθεν συνίστησι θέλημα, ἀλλ’ ἀναιρετικόν ἐστι μᾶλλον τῆς τοιαύτης ὑπολήψεως· τὸ γὰρ φυσικὸν ὁμοταγές ἐστι καὶ ἀνταποδιδόμενον τῷ φυσικῷ, ὥσπερ τὸ γνωμικὸν ὁμόστοιχον καὶ συνδιακείμενον τῷ γνωμικῷ.

Καὶ ἄλλως δὲ οἰκειότερον ἂν ἢ ἐκεῖνοι φαῖεν, εἰ ἀρνητικῶς ἐκληφθείη τῶν ὀνομάτων ἡ δύναμις· οἷον, ‘οὐκ ἦλθον ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, οὐ γάρ ἐστιν ὅλως ἕτερον θέλημα παρὰ τὸ ἐν τῷ πατρὶ καὶ πνεύματι θεωρούμενον τὸ ἐμόν’. εἰ δὲ μηδ’ ἀρνητικῶς τις ἀλλὰ συγκριτικῶς τὴν φωνὴν εἰρῆσθαι νομίσοι, ὅπερ καὶ μᾶλλον τὸ τῆς λέξεως ὑποβάλλει πρόχειρον, νοηθείη ἂν εἰκότως ὡς ‘οὐκ ἦλθον ποιῆσαι τὸ φυσικὸν θέλημα τῆς ἀνθρωπίνης φύσεως, ἀλλὰ τὸ θεϊκόν’, ὅπερ ἐστὶ τὸ αὐτὸ καὶ οὐ γνωμικόν, ἀλλ’ ἑνιαῖόν τε καὶ ἀπαραλλάκτως ἐν ταῖς τρισὶ θεαρχικαῖς ὑποστάσεσι θεωρούμενον, εἰ καὶ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως καὶ τῶν ἄλλων ἁπάντων ὅσα δημιουργικὴ σοφία ὑπέστησεν οὐκ ἂν οὐδαμῶς θεωρηθείη οὐδ’ ἐγγὺς γενόμενον τῆς θείας καὶ ὑπερθέου ἰδιότητος.

Εἰ δέ τις προστετηκὼς εἴη τῷ τοῦ γνωμικοῦ θελήματος ῥήματι καὶ πρὸς οὐδεμίαν ἄλλην ἀφορᾶν ἐθέλει τῶν εἰρημένων ἐπιλύσεων, ἐχέτω παραμύθιον τὴν παροῦσαν ἀνάπτυξιν. δύναιτο γὰρ ἂν νοηθῆναι τὸ δηλούμενον νῦν ὑπὸ τῆς δεσποτικῆς φωνῆς τὸ γνωμικὸν Χριστοῦ θέλημα, οὐ τοῦ κατὰ τὸν ἄνθρωπον δὲ νοουμένου, ἀλλὰ τοῦ κατὰ Χριστὸν θεωρουμένου· ὃ δὴ καὶ τῆς θεότητος ὅλον γεγονὸς εἰς τὸ θεῖον καὶ ὑπερφυὲς τῆς ἀπειρίας τὴν οἰκείαν ἀναφέρει περιγραφὴν τελειούμενον. καὶ οὐ δήπου πάλιν ἡμῖν δύο γνωμικὰ προσανακύψει θελήματα, ἄλλο γὰρ καὶ ἄλλο εἰπεῖν διπλοῦν εἰσάγει τὸ προκείμενον. ἄλλως τε δὲ καὶ ἄλλως τὸ αὐτὸ φάναι, σχέσεων μὲν εἰσάγει παραλλαγὴν καὶ ἀλλοίωσιν, τομὴν δὲ καὶ μερισμὸν τοῦ ἀπ’ ἀρχῆς ἑνὸς οὐδαμῶς· καὶ τὸ μὲν οὐδὲ τῶν πολλῶν εἴασε τὴν θήραν διαφυγεῖν, τὸ δὲ σχολῆς χωρὶς καὶ συγγυμνασίας τῆς ἐν τοῖς λόγοις οὐδὲ τοῖς τῶν θηραμάτων ἴχνεσιν ὀρθῶς ἐστιν ἐπιστῆσαι.

Τῆς αὐτῆς δ’ ἂν εἴη διανοίας καὶ τὸ ‘πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ’. τῆς μὲν γὰρ ἀνθρωπίνης ἦν φύσεως τὸ δειλιᾶν τὸν θάνατον, τῆς θείας δὲ τὸ μὴ μόνον μηδὲν παρόντος ἐπιταράττεσθαι, ἀλλὰ καὶ εὐδοκίαν τοῦτον ποιεῖσθαι τῆς σωτηρίας τοῦ ἀνθρωπίνου φυράματος.

Καὶ μὴν καὶ τὸ ‘θέλω, καθαρίσθητι’ οὐ γνωμικοῦ θελήματός ἐστιν ἔνδειξις, τοῦ δὲ θείου καὶ ἐμφύτου καὶ ἀδιαιρέτου θελήματος δήλωσις, ὅπερ ὁμοτίμως τῇ ὑπερουσίῳ καὶ ὁμοφυεῖ τριάδι ἐναρμόζεται. ὡς γὰρ ἡ παντοκρατορικὴ θεότης αὐτῶν καὶ ἐξουσία καὶ πρόνοια κοινή, οὕτω καὶ τὸ θέλημα τῆς σωτηρίας ἡμῶν, τῆς τε κατὰ σῶμα καὶ τῆς κατὰ ψυχήν, κοινόν ἐστι καὶ τομὴν οὐδεμίαν ἔχον οὐδέ τινι διαφορᾷ διαιρούμενον. διὸ καὶ τὸ ‘θέλω, καθαρίσθητι’ τῆς ὑπερφυοῦς ἐστι θεότητος θέλημα· ταύτης γὰρ ἡ πρόνοια τῶν ἀνθρώπων ἐξηρτημένη τήν τε τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν ἐπιμέλειαν διοικονομεῖται καὶ πρὸς τὸ συμφέρον ἐπιγινώσκεται διατάττουσα.

Οὐδὲ τὸ ‘ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;’ γνωμικὸν αἰνίττεται θέλημα, ἀλλ’ ἄγνοιαν μέν ἐστι τῶν ἀποστόλων διὰ τῆς ἐρωτήσεως ἀποσκευάζεσθαι προνοούμενον, τί ποτε δ’ ἂν πράξαιεν τῶν περὶ τὸ πάσχα ὃ μὴ γένοιτο τῷ διδασκάλῳ ἀπόβλητον· οἷον, ‘ποῦ σοί ἐστιν ἀρεστὸν φαγεῖν τὸ πάσχα; τίς δὲ οἰκία τὸν δεῖπνον ὀφθείη ἐπιτηδεία ὑποδέξασθαι;’ ἄλλως τε δὲ καὶ αὐτὸ τοῦτο ἡ παροῦσα φωνὴ τῆς τῶν μαθητῶν ἐστιν ἀγνοίας καὶ ὑπολήψεως, οὐ κρίσις τοῦ σωτῆρος οὐδ’ εἰσήγησίς τινος δόγματος, ὥσπερ καὶ τὸ ‘κύριε, εἰ θέλεις, δύνασαί με καθαρίσαι’· τοῦ γὰρ τὴν ἴασιν χρῄζοντός ἐστιν ἡ φωνή, ἀλλ’ οὐχὶ τοῦ ταύτην παρέχοντος. καὶ οὐδὲν κωλύει λέγειν κἀνταῦθα ὡς τῆς ὑπερφυοῦς θεότητος τὸ θέλημα συνεισάγεται.

Τὸ δὲ ‘τί θέλεις ποιήσω σοι;’ καὶ ‘εἰ θέλεις τέλειος εἶναι’ δῆλον ὅτι οὐ πρὸς τὴν ὑπόστασιν ἀφορᾷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ οὐδὲ πρὸς ἐκείνην ἔχει τὴν ἀναφοράν, ἀλλ’ εἰς τὸ πρόσωπον τὸ ταῖς παραινέσεσιν ὑποβαλλόμενον καὶ τῆς ἰάσεως ἐφιέμενον· ἑκατέρου δὲ τούτων τὸ γνωμικὸν ἐνσημαίνεται θέλημα. καὶ ἀλλαχοῦ δέ, ἔνθα ἂν γένοιτο λόγος θελήματος μὴ συντάττων κατὰ λέξιν τὸ φυσικὸν ἢ τὸ γνωμικόν, ῥᾳδίως ἕξει τὴν διάκρισιν πρὸς μίαν τινὰ θεωρίαν τῶν προειρημένων ἀναφερόμενον.

Συντάττοιτο δ’ ἂν τοῖς εἰρημένοις καὶ ἕτερά τινα δι’ ὧν οὐδὲν ἔλαττον ὁ τὸ γνωμικὸν λόγος ἐπὶ Χριστοῦ καταρτίζων καὶ διοικονομούμενος ὁρᾶται θέλημα. εἰ γὰρ ὁ τοῦ θεοῦ ἐνυπόστατος λόγος ἄνθρωπος δι’ ἡμᾶς γεγονὼς καὶ καθὸ μὲν ἄνθρωπος τὸ φυσικὸν ἔσχεν ἀνθρώπινον θέλημα, καθὸ δὲ θεὸς τὸ φυσικὸν καὶ θεῖον θέλημα, λέγει δὲ ὁ διαφιλονεικῶν λόγος ὅτι καὶ γνωμικὸν ἔσχεν ἤγουν ὑποστατικὸν θέλημα, ἐρεῖ πάντως καὶ ἄκων ὡς τὸ μὲν γνωμικὸν καὶ ὑποστατικὸν αὐτοῦ ἀνθρώπινον θέλημα καθὸ ἀνθρωπίνη ἐχρημάτιζεν ὑπόστασις ἔσχεν, τὸ δὲ θεϊκὸν γνωμικὸν θέλημα καθὸ ὑπόστασις θεϊκή· τῇ φαντασίᾳ γὰρ καὶ διατυπώσει τοῦ γνωμικοῦ θελήματος καὶ ὁ προσωπικὸς χαρακτὴρ τῆς συγγενοῦς θεωρίας τῇ ἀλληλουχίᾳ συνεισάγεται. ὥσπερ γὰρ οὐκ ὄντος προσώπου οὐδὲ γνωμικοῦ θελήματος ὁμοταγοῦς ἐστι πάροδος, οὕτω γνωμικοῦ θελήματος ἐνυπάρχειν δοθέντος τὸ τῆς ὑποστάσεως ἀδίστακτον μὴ οὐχὶ παρεῖναι γέγονεν. ἀλλὰ τὸ μὲν πρότερον τῆς Νεστορίου λύσσης ἐστίν, ὑπόστασιν ἀνθρωπίνην ἐπὶ Χριστοῦ δογματίζειν καὶ φαντάζεσθαι· τὸ δὲ δεύτερον τῆς Ἀρειανῆς μανίας, ἥτις τὰς τρεῖς θεαρχικὰς ὑποστάσεις ταῖς ἄλλαις οὐσιώδεσι διαφοραῖς καὶ τοῖς γνωμικοῖς θελήμασιν ὁμοίως ἀπ’ ἀλλήλων διετείχιζεν.

τὸ δὲ τῆς ἐκκλησίας φρόνημα, ὥσπερ τοὺς ὑπόστασιν ἀνθρωπίνην ἐπὶ Χριστοῦ λέγοντας γυμνὴν τῆς θεότητος ὡς ἀσεβεῖς ἀποπέμπεται, οὕτω καὶ τοὺς τὸ κοινὸν θέλημα τῆς τριαδικῆς θεότητος καταμερίζοντας ἀθεότητος εἰσπράττεται ἔγκλημα.

Ἀλλὰ γάρ, φασί, γνώμῃ πέπτωκε τῆς ἐντολῆς ὁ Ἀδάμ, γνώμῃ δὲ πεσὼν τὸ γνωμικὸν ἐτραυματίσθη θέλημα· ὃ δὲ τὸ πάθος ὑπέστη, τούτῳ δεῖ καὶ τὸ φάρμακον καὶ τὴν θεραπείαν τὸν ἄριστον τῶν ἰατρῶν προσενέγκασθαι· εἰ δὲ τοῦτο, ἀνάγκη τὸ γνωμικὸν τοῦ ἀνθρώπου ὑπὸ τοῦ σωτῆρος καὶ ἰατροῦ τῶν ψυχῶν ἡμῶν τῷ ἀνθρωπίνῳ συναναλαμβάνεσθαι φυράματι.

Ἀλλ’ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὡς, εἰ τὸ διαμαρτεῖν τῆς γνώμης καὶ διαπεσεῖν τῆς ἐντολῆς αἴτιον γίνεται τῆς προσλήψεως, οἷς μὴ προσείληπται τὸ ἀναμάρτητον, οὐδὲ τὸ γνωμικὸν ὁλόκληρον συμπεριλαμβάνεται φρόνημα, ἀλλ’ ἡμίσει μέρει κατ’ αὐτοὺς ἀποκληροῦσι τῆς ἐν ἀνθρώπῳ λογικῆς ψυχῆς τὸ ἰδίωμα· εἰ γὰρ προσείληπται διότι ἥμαρτεν, οὐκ ἦν ἂν πάντως μὴ ἡμαρτηκὼς διότι μηδὲ προσείληπτο;

Ἔτι δὲ εἰ τὸ φυσικὸν θέλημα μάλιστα τοῦ ἀνθρώπου συστατικόν ἐστι τῆς οὐσίας καὶ δι’ αὐτοῦ χαρακτηρίζεται, διὰ δὲ τοῦ φυσικοῦ θελήματος καὶ τὸ τέλειον ἐν τῷ ἀνθρώπῳ καθορᾶται καὶ τὴν ὕβριν ὁ λόγος ὡς ἡμαρτημένον γνωμικὸν οὐχ ὑπομένει θέλημα, πῶς οὐ χρὴ διευλαβεῖσθαι τὸ λέγειν γνωμικὸν θέλημα ἀναλαβεῖν τὸν Χριστόν, ἀλλὰ μὴ φυσικόν, ὃ καὶ κοινόν ἐστιν ἀνθρώπων πάντων καὶ συνεισάγει τὴν τῆς φύσεως τελειότητα;

Ἔτι εἰ τὸ γνωμικὸν θέλημα τῇ γενέσει συγκαταβέβληται, ἔδει τὰ βρέφη τοῖς μαστοῖς ἔτι περικαθήμενα καὶ τὴν ὑγρὰν αὐτῶν τροφὴν ἐκεῖθεν ἐπινοούμενα τράπεζαν, γνωμικῷ θελήματι τὴν φύσιν αὐτῶν ἐμφανῆ παρέχειν, καὶ τῶν δισταγμῶν, αἵρεσιν οὔπω λαβεῖν ἔχοντα δύναμιν, ὅλως ἀποσκευάζεσθαι.

Ἔτι δὲ εἰ ὁ Χριστὸς βρέφος γέγονεν καὶ ἄνθρωπος καὶ πάντα ἡμῖν ὡμοιώθη ‘χωρὶς τῆς ἁμαρτίας’, τοῖς δὲ βρέφεσι τὸ γνωμικὸν οὐ συγκατεβλήθη φρόνημα, δῆλον ὅτι οὐδὲ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. εἰ δ’ ὕστερον ἡ τούτου γέγονεν πρόσληψις, λεγέτωσαν πόθεν διπλῆν ἔμαθον τὴν πρόσληψιν, καὶ διὰ τοῦτο καὶ τὴν ἐνανθρώπισιν, μάλιστά γε ὅτι παραβὰς ὁ Ἀδὰμ οὐ τῷ φυσικῷ, τῷ γνωμικῷ δὲ καθυπηρετήσατο θελήματι.

Ἀλλὰ γὰρ ταῖς ἀντιλογίαις αἱ συμπλοκαὶ ἕρπειν ἔτι φιλονεικοῦσι, καίτοι πολλάκις οὐ παρασχόντες μεμπτὰς τὰς εὐθύνας· καί φασιν, εἰ ἐπὶ πάντων τῶν φύσει συνεστώτων πραγμάτων ἡ φύσις πάντως ὁμοειδῆ περιέχει ἄτομα, ἐπὶ δὲ Χριστοῦ φυσικὸν ἀνθρώπινον θέλημα λέγομεν, τούτου δὴ τοῦ φυσικοῦ θελήματος καὶ ὑποστατικὸν καὶ γνωμικὸν θέλημα εἰκότως ἂν λέγοιτο· ἔτι δὲ εἰ τὸ γνωμικὸν θέλημα οὐδὲν ἕτερόν ἐστιν ἀλλ’ ἢ φυσικὸν ποιόν, ὁ Χριστὸς δὲ τὸ φυσικὸν ἔχων οὐχ ἁπλῶς μόνον ἐνήργει, ἀλλὰ καὶ ὡς τόδε τι πράττων, ἔστιν ἄρα καὶ ἐν αὐτῷ λαβεῖν γνωμικὸν θέλημα.

Ἀλλ’ ἑκάτερον τῶν εἰρημένων σοφιστικῆς ἤρτηται πλοκῆς· τὸ μὲν πρῶτον ὅτι ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ ὑποστατικὰ ἐποιεῖτο τὴν κάθοδον, τέμνον τὴν φύσιν εἰς τὰ καθ’ ἕκαστα, ὁ δὲ τῆς εὐσεβείας λόγος ἐπὶ Χριστοῦ οὐκ ἀπὸ μιᾶς τινος φύσεως ἐπὶ τὰ καθ’ ἕκαστα ποιεῖται τὴν τομὴν καὶ τὴν κάθοδον (οὐ γάρ ἐστί τις ἡ τεμνομένη φύσις ἐνταῦθα μία), ἀπὸ δὲ τῆς ὑποστάσεως μᾶλλον εἰς τὴν τῆς φύσεως ἀναπλοῦται δυάδα. κἀκεῖ μὲν τὸ φυσικὸν ὑποστατικὰ ἕξει, ὅτι καὶ πολλαὶ πεφύκασιν ὑπ’ αὐτὴν ὑποστάσεις· ἐπὶ δὲ τοῦ καθ’ ἡμᾶς μυστηρίου, ἐπεὶ ἓν μόνον τὸ καινὸν ὑπὸ τὸν ἥλιον ὤφθη καὶ μία ἐστὶν ἡ τοῦ Χριστοῦ καὶ ἀδιαίρετος ὑπόστασις, οὔτε ὑποστατικὸν ὅλως ἡ φύσις δύναται περιέχειν οὔτε φύσις ὅλως ἐπινοεῖσθαι μία.

Τὸ δὲ δεύτερον τῶν αἱρετιζόντων σόφισμα παρὰ τὸ ἑπόμενον κατασκευάζει τὸ κακούργημα. τὸ μὲν γὰρ γνωμικὸν θέλημα καὶ ὑποστατικὸν πάντως ἐστὶ καὶ ποιόν, τὸ δὲ ποιὸν οὐ πάντως ἐστὶν ὑποστατικόν· καὶ γὰρ καὶ τὰ κοινὰ φυσικὰ θελήματα ποιότητι φυσικῇ τῶν ἑτερογενῶν διενήνοχεν, ἀλλὰ ποιὰ ὄντα οὐκ εἰσὶ θελήματα γνωμικά. ἀλλὰ γὰρ εἰ καὶ συνεφέλκεται τὸ ἑπόμενον ὁ παραλογισμός, ὅμως οὐ παρὰ τοῦτο τὸ ψεῦδος ἐσχηματίζετο· ἔστι γὰρ εἰπεῖν ὡς εἰ καὶ τὸ ποιὸν θεωρεῖται διττόν, τὸ μὲν ἐπὶ τοῦ φυσικοῦ θελήματος, τὸ δὲ ἐπὶ τοῦ ὑποστατικοῦ, οὐδὲν κωλύει λέγειν, μᾶλλον δὲ καὶ χειραγωγήσει, ὡς διττοῦ τυγχάνοντος τοῦ ποιοῦ, ἐπεὶ οὐκ ἔστι φυσικόν (ἐκεῖνο γὰρ κοινόν), ὑποστατικὸν ἂν εἴη θέλημα καὶ γνωμικόν· ὥστε εἰς ταὐτὸν ἂν εἴη περιενηνεγμένον, εἰ καὶ μὴ παρὰ τὸ ἑπόμενον ἡ τοῦ λόγου προὔβη σύνθεσις, τὸ τῆς αἱρέσεως κατασκεύασμα.

Τί οὖν δεῖ λέγειν; ὅτι ὁ Χριστός, εἰ καὶ μία ἦν ὑπόστασις, οὐχὶ ποιῷ τινι κεχρημένος ὑποστατικῷ θελήματι φαίνεται, ἀλλὰ τροφῆς μὲν ὡς φυσικὸν πληρῶν θέλημα μετασχεῖν ἠθέλησεν, γλυκαζούσης δὲ ἢ στυφούσης ἢ ἄλλως ἡδυνούσης οὐκέτι· καὶ ποτὸν μὲν κατὰ τὸν αὐτὸν τῆς ἀνθρωπίνης φύσεως λόγον ἠθέλησεν προσενέγκασθαι, ἀνθοσμίαν δὲ οἶνον ἢ σίκερα ἤ τι τοιοῦτον οὐκ εἶχεν τὸ ἐρεθίζον οὐδὲ παρορμῶν αὐτὸν θέλημα. ἀλλ’ ἁπλῶς μὲν τροφῆς τε καὶ ποτοῦ κατὰ τὸν τῆς ἀνθρωπίνης φύσεως λόγον, ὥσπερ εἴρηται, ὁ εἷς καθ’ ὑπόστασιν Χριστὸς ὁ θεὸς ἡμῶν προσεφέρετο, εἰς ἰδιάζουσαν δὲ καὶ κολακεύουσαν παρὰ τὸ ἀναγκαῖον τὴν αἴσθησιν τροφῆς ἢ πόσεως ἰδιότητα οὐ μὴν οὐδαμῶς συναπενήνεκται τῷ θελήματι. διὸ καὶ τῆς ἀνθρωπίνης φύσεως μετὰ τὴν ἀνάστασιν πιστούμενος τὴν ἀλήθειαν καὶ ὅτι ταύτην οὐκ ἀπεσκευάσατο, οὐ τόδε τι τῶν βρωμάτων ἐπεζήτησεν, ἀλλ’ ἁπλῶς ‘ἔχετέ τι βρώσιμον ἐνθάδε;’ φησίν, καὶ ἄλλην μὲν τοῦ λόγου θεωρίαν ἴσως συνεισάγοντος, οὐδὲν δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὴν διδάσκουσαν ἡμᾶς ὅτι μία ὢν ὁ Χριστὸς ὑπόστασις ἀδιαίρετός τε καὶ ἀχώριστος τὸ μὲν ἀνθρώπινον φυσικὸν εἶχέν τε καὶ συνετήρει θέλημα, τὸ δὲ γνωμικὸν δεδεγμένος οὐδαμοῦ θέλημα ἐπιδέδεικται.

Καὶ διστάζουσα τῶν νοῦν ἐχόντων ἔννοια παρενοχλήσει οὐδενί, ὅπου γε καὶ τῶν ἱερῶν ἀνδρῶν πολλοὶ πολλάκις ἀσκητικοῖς ἀγῶσιν ἐνδιαπρέποντες τῆς μὲν ἐμφύτου τοῦ σώματος ἀπορροῆς τὴν κατὰ φύσιν ἀναπλήρωσιν διὰ πρεπούσης ἁπλῶς τῇ φύσει τροφῆς φυσικῷ προελθεῖν οὐκ ἀνανεύουσι θελήματι, καρυκείαις δὲ καὶ λαιμὸν καταγοητευούσαις τροφαῖς καὶ τοιαύταις ἄλλαις περιεργίαις, ἃ τοῦ γνωμικοῦ θελήματος ἀποβλαστάνει καὶ φύεται, οὐ πολλὴν ἐπιστροφὴν ἔχουσιν, οὐ μὴν οὐδὲ παντελῶς ὑπερορῶσι ταῦτα καὶ τῷ ἀνορέκτῳ περιστέλλουσιν, ἀλλ’ οἱ μὲν ἀμέμπτως τε ζῆν θέλουσιν καὶ ἀμέμπτως μετέχουσιν, οἱ δὲ ἑκάτερον αὐτῶν ἡμαρτημένως καὶ ἐπισφαλῶς διαπράττονται. ἔχεις τὸν Ἰσαὰκ τοῦ προτέρου παράδειγμα, ἐπιθυμήσαντα ἄγραν καὶ τυχόντα, καὶ μετασχόντα πανευλαβῶς καὶ σωφρόνως, ἐξ ἧς βρώσεώς τε καὶ ἀπολαύσεως ἡ εὐλογία γένος ἀνθρώπων οὐκ εὐαρίθμητον ἐπηύξησέν τε καὶ πολλὴν τῆς οἰκουμένης κατεκληροδότησεν· ὁ δὲ τούτου παῖς ὁ Ἡσαῦ, κατάσχετος τῇ ἐπιθυμίᾳ γεγονώς, οὐκ ὀρθῶς ἠθέλησεν οὐδὲ ἐπεθύμησεν, καὶ βραχείᾳ ἡδονῇ μεγάλην δόξαν καὶ τιμὴν νόμῳ κυρουμένην ἀπεμπόλησε, κριτὴν τὸν λαιμὸν τῶν πράξεων ἀντὶ τοῦ νοῦ προβαλλόμενος, ἐξ οὗ στάσεις καὶ μυρία κακὰ τοὺς ἐνόχους κατελάβετο.

Ὁ δὲ δι’ ἐναντίας λόγος ἔτι προσαναισχυντεῖ· καί φησιν ὡς αὐτὸ τοῦτο, τὸ θέλειν εἶναι σπουδαῖον καὶ τῆς τῶν πολλῶν διαίτης ἀνηγμένον μηδ’ ἥττονα εἶναι γαστρὸς καὶ βρωμάτων, γνωμικόν ἐστι θέλημα· εἰ γὰρ φυσικὸν ἦν, ἔδει πάντας τοῦτο ποιεῖν. ἀλλὰ γὰρ εἰ γνωμικόν, ὦ τᾶν, θέλημα τὸ πόνοις αὑτὸν καὶ ταλαιπωρίαις κατατρύχειν καὶ τῶν ἀνιωμένων μᾶλλον ἢ τῶν εὐπαθούντων γίνεσθαι, πρῶτον μὲν οὐχ ἕξει τι τῶν καθ’ ἕκαστα, ὥσπερ ὁ λόγος ὁ τὸ γνωμικὸν ἐπιδεικνὺς μὴ προσεῖναι θέλημα, παράδειγμα πρὸς συγκατάθεσιν ἄγον παρακομίζειν, ἀλλ’ εἰς κοινόν τι καὶ ἀποφαντικὸν καταφεύγων ὄνομα, καὶ τότε τὸ ἰδικόν τε καὶ ὑποστατικὸν ἀφοριζόμενος θέλημα, τὴν οἰκείαν ἐρεσχελίαν ἐπιζητήσει κρατύνεσθαι. δεύτερον δὲ οὐκ ἀκρίδες καὶ μέλι ἄγριον γνωμικοῦ θελήματός ἐστι προβολή· καὶ γὰρ ‘βιαστή ἐστιν ἀπὸ τῶν ἡμερῶν Ἰωάννου ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν’· βίαιος οὖν ἦν, καὶ οὐ μόνον ἔξω γνωμικοῦ θελήματος, ἀλλ’ οὐδὲ θελήματος ὅλως ἡ τοῦ Ἰωάννου τροφή.

Εἰ δέ τις προσεπιφιλονεικῶν φαίη ὡς αὐτὸ τὸ βίαιον θελήματός ἐστι γνωμικοῦ, πολλὰ μὲν τὰ ἄτοπα ἕψεται, πρόχειρον δὲ ὅτι λέληθεν ἑαυτὸν καινόν τι θελήματος εἶδος, ἀλλ’ οὐ γνωμικὸν ἐπεισάγων θέλημα· ἔσται γὰρ αὐτοῦ τὸ τοιοῦτον θέλημα ἀβίαστον βίαιον καὶ ἀθέλητον θέλημα, ὅπερ ἀναπλάττων ὁ τοῦ γνωμικοῦ θελήματος προεστὼς λαβεῖν συναίσθησιν οὐκ ἠθέλησεν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὅσα τὸ γνωμικὸν περιλαμβάνειν δύναται θέλημα.

Εἰ δὲ κατὰ τὸ ἀνθρώπινον χώραν οὐχ εὗρεν τὸ γνωμικὸν καὶ ὑποστατικὸν θέλημα ἐπὶ Χριστοῦ, σχολῇ γ’ ἂν εἴη τοῦτο ἐπὶ τῆς θείας τοῦ λόγου φαντάζεσθαι φύσεως, μάλιστά γε ὅτι μηδὲ τῷ πατρὶ μηδὲ τῷ παναγίῳ πνεύματι, καὶ διὰ τοῦτο μηδὲ τῷ υἱῷ καὶ λόγῳ διακεκριμένον τι ποιότητι καὶ διαστελλόμενον ἰδιότητι οὐμενοῦν οὐδεὶς εὐσεβῶν λογισμὸς περιάπτειν ἀνέξοιτο γνωμικὸν θέλημα.

Ἴσως δ’ ἄν τισιν ἐπέλθοι λέγειν ὡς οὐδέν ἐστιν ἀδύνατον ἀβίαστον βίαιον λέγειν καὶ ἀθέλητον θέλημα· οὗτος δ’ ἂν εἴη ὁ μὴ συναισθόμενος τὸ ἀδύνατον. εἰ δὲ καθ’ ἕτερον μὲν βίαιον, καθ’ ἕτερον δὲ ἀβίαστον, καὶ καθ’ ἕτερον μὲν ἀθέλητον, καθ’ ἕτερον δὲ θέλημα, πῶς ἂν εἴη παρείσδυσιν ἔχον τὸ ἄτοπον; καὶ γάρ, ἵνα νῦν παρῶ τὰ ἄλλα, ὁ τῶν μαρτύρων χορὸς ὑπὲρ εὐσεβείας πάσχων τὰ ἀνήκεστα, καθὸ μὲν ἠλγύνετο καὶ τὴν ἀκαρτέρητον ἐκείνην βίαν ὑφίστατο, τῷ βιαίῳ ἂν εἴη στενοχωρούμενος, καθὸ δὲ ἐξὸν τὰς βασάνους ἐκκλίνειν πρὸς τὴν εἰδωλικὴν ἀπονεύσαντα πλάνην οὐκ ἠνέσχετο, ἀβίαστόν τε αὐτὸ ἐποιεῖτο τοσαύτην βίαν ἐπαγόμενον· ἐκ δὲ τῆς αὐτῆς εἰκόνος καὶ τὸ ἀθέλητον διευκρίνηται θέλημα.

Ἢ οὗτος ὁ λόγος ἀνάπτυξις μέν ἐστι ῥημάτων μαχομένων καὶ σαφήνεια, οὐ μὴν τὴν κατασκευάζουσαν ἀπόδειξιν ὡς οὐκ ἔστιν ἐπὶ Χριστοῦ γνωμικὸν ἀνθρώπινον θέλημα παρασαλεύειν ἰσχύει ἢ τὸ ταύτης ἐναντίον περαίνει. καὶ γὰρ τὸ κατά τι μὲν βίαιον, κατά τι δὲ ἀβίαστον, καὶ τὸ κατά τι μὲν ἀθέλητον, κατά τι δὲ θέλημα, οὐδαμῶς μέχρι τοῦ νῦν τῷ γνωμικῷ περιάψειν ἐτερατεύσατο θελήματι.

Ἢ οὐκ εἰ μὴ εἴρηται τὸν καθαρῶς εἰδότα καὶ ἀδεκάστως φιλοσοφεῖν προσήκει σκοπεῖν, ἀλλ’ εἰ τὸ πεφυκὸς εἶναι ὡς μὴ ὂν παρεώραται, καὶ ἅμα τῷ μὴ συνορᾶν τὴν φύσιν τῷ λόγῳ θεωρουμένην καὶ πρὸς τὴν κλῆσιν διαμάχεσθαι. οὐκ εἴρηται, ἀλλ’ οὐχὶ καὶ τὴν ὕπαρξιν ἐρευνώμενον ψεύδεται· οὐκοῦν εἰρῆσθαι δεῖ, διότι τῶν ὄντων ἐστίν, ἀλλὰ μὴ διότι τοῖς πολλοῖς σιγᾶται καὶ τὴν ὕπαρξιν παραγράφεσθαι. πολλὰ γάρ, πρὶν ἢ μὲν ἀκριβεστέρᾳ ὑποβληθῇ ἐρεύνῃ, ἁπλῶς τε λέγεται καὶ τὸ ὄνομα πᾶσι δῆλον παρέχεται, ἀναπτυσσόμενα δὲ καὶ λεπτολογούμενα συμπλοκήν τινα προβάλλεται καὶ κλῆσιν ἐπιζητεῖ κατάλληλον τοῦ νοήματος. αὐτίκα τὸ φυσικὸν ἀνθρώπου καὶ ὁμολογούμενον θέλημα πολυπραγμονούμενον διαφορὰς ἂν ὀφθείη προϊσχόμενον αἳ καὶ τὴν ἑτερότητα συνιστῶσι καὶ τὸ κοινὸν εἶδος εἰς ἑτέρας κοινότητας οὐ διατέμνουσιν. οἷον, θέλει τις φαγεῖν καὶ πιεῖν, ἀλλ’ ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον τὴν τοιαύτην ἔφεσιν διὰ βίου κέκτηται· καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ φυσικὸν οὐ μερίζει καὶ συστέλλει πρὸς εἰδικώτερον θέλημα, διότι μηδὲ πέφυκε τὸ μᾶλλον καὶ ἧττον εἴδους τινὸς ἢ κοινότητος σύμφυτον ἐξαλλαγὴν ἀπεργάζεσθαι.

ἐρεῖ οὖν τις ὀρθῇ διασκοπούμενος κρίσει ὡς τοῦτο δὴ τὸ φυσικὸν θέλημα, καθὸ μὲν ἐπὶ πάντας ἀνθρώπους ὁμοτίμως διαβαίνει, εἰς ὑποβεβηκότα εἴδη οὐ τέμνεται, καθὸ δὲ τὰς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον ἐπιδέχεται παραλλαγάς, ἀναλογίαν τινὰ σῴζει πρὸς τὰ διαιρούμενα, κἂν τὴν διαίρεσιν εἰς εἴδους προβολὴν οὐκ ἐπιδέχεται. οὐδὲν οὖν ἐκώλυσεν καὶ τὸ φυσικὸν ἁπλῶς ὁμολογεῖν ἀνθρώπου θέλημα καὶ τοῦτο πολυπραγμονούμενον καὶ διαφοραῖς ὥσπερ αὐτὸ διαστελλόμενον ποικιλωτέρᾳ διανοίᾳ καὶ ποικιλωτέροις ὀνόμασιν ὑποβάλλεσθαι.

Τὸ αὐτὸ δὲ καὶ ἐπ’ ἄλλων μυρίων προβλημάτων εὑρήσει τις θεωρούμενον. ἀλλὰ τί τὰ πορρωτέρω λέγω, ἐνὸν ἐγγυτέρῳ τὸν λόγον πιστώσασθαι παραδείγματι; Παῦλος ξυρᾶται καὶ ἁγνίζεται καὶ περιτέμνει Τιμόθεον· ἆρα καθαρῶς καὶ ἀμιγῶς θέλων καὶ μηδὲν ὑφιστάμενος τῶν ἀθελήτων ἐπιπλεκόμενον τῷ θελήματι; καὶ πῶς ζημίαν ἡγεῖται τὰ τοῦ νόμου καὶ σκύβαλα, καὶ τὸ περιτέμνεσθαι τὸ τοῦ Χριστοῦ καταργεῖσθαι κήρυγμα; οὐκοῦν ἀκούσια ταῦτα καὶ ἀθέλητα (λόγος οὐδεὶς ἀντιφθέγξοιτο) καὶ τρόπος οἰκονομίας τῷ ἀπρεπεῖ μάλιστα καὶ ἀθελήτῳ στηριζόμενός τε καὶ ἐπιπλεκόμενος τῷ θελήματι. ἆρ’ οὖν τις ἡμῖν φθονήσει τῶν ὀνομάτων, ὁρῶν τὰ κατὰ συμπλοκὴν πράγματα προσφυῶν καὶ καταλλήλων ῥημάτων δεόμενα; τί δαὶ ἄτοπον, μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον ὀνομάζειν, ἐπείπερ ὑπάρχον ὁρᾶται, καὶ ἀθέλητον θέλημα καὶ βία ὑποδυομένη τὸ ἑκούσιον, καὶ τοῖς σημαίνουσιν ἀπαγγέλλειν ταῦτα γνώριμά τε ποιεῖν καὶ τοῖς ῥήμασιν; ἀναθεωρεῖν τοίνυν προσῆκεν, οὐχ ὅτι μὴ πρόχειρά σοι καθέστηκε τὰ ὀνόματα, ἀλλ’ εἰ ἐπιζητεῖ τῶν πραγμάτων ἡ φύσις διὰ τῶν προσφυῶν ὀνομάτων σημαίνεσθαι.

Ἀλλὰ ταῦτα μὲν εἰς τοὐναντίον πάλιν ἐρεῖ, περιτρέπων τὴν ἀπόδειξιν δι’ ἧς γνωμικὸν ἐπὶ Χριστοῦ μὴ δεῖν λέγεσθαι κατεσκευάζετο θέλημα, ὁ τῆς ἀντικειμένης προϊστάμενος μερίδος. ἀλλ’ οὐδεὶς ἀπῄτησεν, ἀνθυποφερεῖ ἂν ἡ ἀλήθεια, οὔτε διερευνᾶσθαι τὴν φύσιν τοῦ προτεθέντος πράγματος οὔτε εὑρεθεῖσαν σιωπῇ ταύτην ἀφανίζειν καὶ ἀποκρύπτεσθαι, οὐδ’ ἀπὸ τῆς τῶν ὀνομάτων σπανιζούσης χρήσεως τὴν τῶν πραγμάτων διασκεδάζειν ὑπόστασιν, οὐμενοῦν οὐδεὶς τούτων οὐδὲν οὔτε προέθετο οὔτε ᾐτιάσατο, ἀλλ’ ὅτι τὸ γνωμικὸν θέλημα καθαρῶς καὶ χωρίς τινος ἐπιπλοκῆς ἀλλοτρίας προτεθὲν εἰς ζήτησιν, τοῦτο μὲν ὥσπερ μηδὲ ῥηθὲν ὅλως μηδὲ νοηθὲν παρέδραμέν τε καὶ παρεβλέψατο, συμφορήσας δὲ τὸ ἑκούσιόν τε καὶ ἀκούσιον καὶ τὸ βεβιασμένον καὶ ἀβίαστον, καὶ τούτῳ τῷ πολυπλόκῳ νοήματι τὴν τοῦ ἁπλοῦ περιθέμενος διάνοιαν, οἴεται τοὺς ἀκροατὰς λανθάνειν ὁ τὴν ἀντιλογίαν βίον ποιούμενος. ἄλλως τε δὲ οὐδὲ καθόλου περιαιροῦμεν τῶν ἁγίων ἀνδρῶν τὸ γνωμικὸν θέλημα, μή τι γένηται (ἄνθρωποι γὰρ ὄντες καὶ μήπω τοῦ σαρκίου τὸ φορτίον ἀποθέμενοι, καὶ ἀνθρωπίνοις πολλάκις γνωμικοῖς ἐχρῶντο θελήμασιν,) ἀλλ’ ἐκεῖνό φαμεν, ὡς εἰ ἐν ἐκείνοις πολλάκις, ἔτι σαρκὶ συνδεδεμένοις καὶ αἵματι, τὸ γνωμικὸν συνεστέλλετο θέλημα ἐπιλελοίπει τε παρεῖναι μὴ κωλυόμενον, τίς ἂν οὐκ ἐγκαλύψαιτο φρονεῖν ἢ λέγειν ἐπὶ Χριστοῦ γνωμικὸν ὑπάρχειν θέλημα;

Οὐ μὴν οὐδὲ ἡ συνεχὴς ἀντιλογία τοῦ κατασκευάζοντος τὴν ὀρθὴν δόξαν ἐπιχειρήματος ἀνωτέραν τὴν περὶ τῆς ἀληθείας ἀπόδειξιν ἀπεργάζεται, ἀλλὰ τοὐναντίον καὶ ἀναντίρρητον ἐπιδείκνυσι· τὸ γὰρ πάσας μὲν λαβὰς κατ’ αὐτῆς ἐπινοεῖν, πάσας δὲ ἐκείνην ῥᾳδίως διαλύειν καὶ πάσης ἐκτὸς διαβολῆς καὶ ἐπηρείας ἑστάναι, πῶς οὐκ ἀνυπέρβλητον αὐτῆς τὸ κράτος πᾶσιν ἀνακαλύπτεται; καίτοι γε εἰ καὶ τὸ ἐπιχείρημα τοῦτο ἀντιλογίαν οὐ ῥᾷον οὖσαν ἐδέχετο διαλύεσθαι, οὐδ’ οὕτως ὁ ἐναντίος λόγος ἐρρώννυτο· τὰ γὰρ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπὶ τοσοῦτον ἐμφανεστάτην παρέχεται τὴν ἀλήθειαν, ὡς μηδ’ ἐπιχειρῆσαι ὅλως πρὸς αὐτὴν ἀντιβλέψαι τὸν πάσας τόλμας ἕτοιμον ὄντα τολμᾶν, εἰ καὶ τὴν αἰσχύνην διὰ πασῶν ἀποφέρεται. οἷς μὲν γὰρ οἱ προσενεχθέντες λόγοι τὸ ἧττον ἠνέγκαντο, τὴν νίκην κηρύττουσιν ἄμαχον, οἷς δὲ καὶ αὐτὸ τὸ συμπλακῆναι τεθήπασι, τὸ κράτος τῶν ἀριστευμάτων οὐδ’ ἀμφίβολον ἐμαρτύρησαν.

Ἄλλως τε δέ, εἰ ἄριστος μὲν λόγος οὗ τῆς ἀληθείας ἐπὶ τοσοῦτον ἡ αὐγὴ ἀπαστράπτει ὡς μηδ’ ἀντιβλέψαι πρὸς αὐτὸν τὴν ἔριν ὑπομεῖναι μηδὲ τὴν ἀρχὴν προσβαλεῖν ἐπισκιάζειν αὐτῆς ταῖς φιλονεικίαις τὴν λαμπρότητα, κράτιστος δὲ πάλιν λόγων ὁ ἁπάσας τὰς τῶν ἀντιπάλων λαβὰς αἳ τούτοις ἐπενοήθησαν διαφυγὼν καὶ κατὰ πάντας ἀγῶνας τὴν νίκην ἀναδησάμενος, εἰς τέλος καταβληθέντων τῶν ἀνταγωνιστῶν, ὁ ἄμφω συλλαβὼν ἐν ἑαυτῷ, τοῦ μὲν τὸ ἄμαχον κράτος, τοῦ δὲ τὸ ἀναφαίρετον ἀριστεῖον, καὶ τὴν ἐξῃρημένην καὶ ἀπαραμίλλητον ἀρετὴν ἑκατέρου μόνος ἔχων ἐλλαμπρύνεσθαι, πῶς οὐκ ἂν ὁ λόγος οὗτος, οἷος ὁ παρών, τελεωτάτην τε καὶ ἀνυπέρβλητον τὴν τῆς ἀληθείας ἰσχὺν ἐπιδείκνυσιν;

Ἀλλὰ γὰρ διὰ τοῦτο ταῦτά τε καὶ τὰς ἀντιλογίας προήνεγκεν ἡ τῆς ὑποθέσεως ἔρευνα, ἵνα σαφῶς ἐπιγνῷς ὡς, εἰ καὶ συντόμως, πλὴν οὐ παρέργως τὴν τῶν πραγμάτων φύσιν εἰς φῶς προβαλλομένη προήνεγκεν. Ὁ μὲν οὖν παρὼν λόγος, οὐ κατὰ πολὺ ἔλαττον τῆς συγγυμνασίας στοχαζόμενος ἢ τῆς ἐν τῇ φύσει τῶν πραγμάτων ἐπιγνώσεως, ἐπιτόμως οὕτως ταῦτα διελήλυθεν· εἰ δέ τις ἀπὸ τῶν ἱερῶν λογίων ἢ τῶν θεοφόρων ἡμῶν πατέρων γλαφυρωτέραν τινὰ θεωρίαν μᾶλλον καὶ πρὸς ἀλήθειαν ἀνηγμένην μαθὼν ἀποκαλύψειεν, θᾶττον ἂν ἡμᾶς ὄψαιτο τὴν τῶν μαθητῶν καταλαβόντας τάξιν ἀντὶ τοῦ ζητεῖν διδασκάλους νομίζεσθαι.

‘Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.’ Ἀρχὰς καὶ ἐξουσίας ἐκάλεσεν τὰ ἐναέρια καὶ πονηρὰ πνεύματα, οὐχ ὡς ἀρχὴν ἡμῶν ἢ ἐξουσίαν τινὰ οἴκοθεν ἢ ἄνωθεν ἐσχηκότων, ἀλλ’ ὡς ταῖς ἁμαρτίαις ἑαυτοὺς ἡμῶν ἐκδεδωκότων, ὧν εἰσιν οἱ δαίμονες ὑποσπορεῖς τε καὶ ὑποφῆται, ἐκείνων τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν δι’ ὧν πράττομεν τὰ αὐτῶν θελήματα παρεσχημένων. καὶ γάρ φησιν ὁ αὐτὸς ἱερὸς ἄνθρωπος· ‘ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται’. ἡττώμενοι γοῦν τοῖς ἐκείνων ἐρεθισμοῖς καὶ ὑποθήκαις καὶ πρὸς ἃ βούλονται τῆς ἁμαρτίας ἔργα φερόμενοι, εἰκότως αὐτοὺς ἄρχοντας καὶ ἐξουσιαστὰς τῶν ἐν ἡμῖν ἐκεῖθεν φυομένων παθῶν καθιστῶμεν, ἅτε δὴ τῆς μὲν ἐλευθερίας ἐκστάντες τοῦ παναγίου πνεύματος καὶ τὸ τῆς αὐτεξουσιότητος ἀφῃρημένοι κύριον, εἰς δούλους δὲ ἑαυτοὺς καὶ ὑπευθύνους τῆς ἁμαρτίας γραψάμενοι.

Διὰ τοῦτο οὐχ ἁπλῶς τὰ τῆς πονηρίας πνεύματα ἀρχὰς καὶ ἐξουσίας καλεῖ, ἀλλὰ ‘τοῦ κοσμοκράτορος’ καὶ ‘τοῦ κόσμου’, κόσμον ἐνταῦθα, ὡς ἔθος τῇ γραφῇ, οὐ τὸ δημιούργημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ προαχθέν, ἄπαγε, ἀλλὰ κόσμον τοὺς τὰ κοσμικὰ φρονήματα καὶ σαρκικὰ ἐπανῃρημένους καὶ πρὸς τὰ τὰς αἰσθήσεις θέλγοντά τε καὶ ἐκθηλύνοντα ἐπτοημένους· καθ’ ὃ σημαινόμενον καὶ ὁ σωτὴρ ἔλεγεν περὶ τῶν μαθητῶν ὅτι ‘οὐκ εἰσὶν ἐκ τοῦ κόσμου’. εὔδηλον μὲν γὰρ ὅτι καὶ οὗτοι ἐκ τοῦ δημιουργήματος ἦσαν, ὥσπερ καὶ σύμπαν τὸ ἀνθρώπινον γένος, ἀλλ’ οὐκ ἦσαν, φησίν, ἐκ τοῦ κόσμου, τοῦτ’ ἔστιν οὐκ ἦσαν ἐκ τῶν ἐπτοημένων πρὸς τὰ φθαρτὰ καὶ ἐπίκηρα τῆς κοσμικῆς ματαιότητος καὶ ἀπάτης.

Τὸ δὲ ‘ἐν τοῖς ἐπουρανίοις’ τινὲς μὲν τὸ πρόχειρον τοῦ φιλανθρώπου προτιμήσαντες, μεταπλάττοντες τὴν τῆς λέξεως ἀρχὴν {ἀλλ’} οὐκ ἐπουρανίοις, ἀλλ’ ὑπουρανίοις ἐξακούουσιν, οὐχ οὕτως τῆς ἱερᾶς ἡμῶν γραφῆς ἐχούσης· καὶ φασὶν τὰ δαιμόνια καλεῖσθαι ὑπουράνια, τοῦτ’ ἔστιν τὰ πνευματικὰ τῆς πονηρίας· καὶ γὰρ κἄν τε περὶ ἀέρα κἄν τε περὶ γῆν αὐτῶν ἡ διατριβή, οὐδὲν ἧττον ἂν ὑπουράνια ῥηθείη. ἀλλὰ τούτων μὲν κἂν ἡ διάνοια οὐκ ἀσεβής, ὅμως ὁ μεταπλασμὸς οὐκ εὐσεβής· οὐ δεῖ γὰρ οὐδ’ ὅλως οὐδ’ ἐφ’ ἑνὶ γράμματι παραχαράττειν τὰς λέξεις τὰς ἱεράς, μάλιστά γε ὅτι καὶ τῆς ἀπαραχαράκτου λέξεως ἐχούσης ὡς ἔφην, ἀνεμποδίστως ἡ τοῦ ῥητοῦ πρόεισι διάνοια. καὶ γὰρ ἐπουράνια καὶ τὰ ἐντὸς τοῦ οὐρανοῦ εἴωθεν καλεῖσθαι, οἷον ὁ ἀήρ· καὶ οὐδὲν κωλύει τὰ ἐν αὐτῷ διατρίβοντα, τοῦτ’ ἔστιν τὰ πνευματικὰ τῆς πονηρίας δαιμόνια, ἀπὸ τῆς ἐν αὐτῷ διατριβῆς οὕτως ὀνομάζεσθαι. πνευματικὰ δὲ εἴρηται ὅτι σαρκὸς καὶ αἵματος οὐ μετέχει, ἀλλὰ ἄυλόν τινα καὶ ἄσαρκον τὴν οὐσίαν ἀπ’ ἀρχῆς ἐκληρώσαντο.

Ἀκολουθότερον δ’ ἄν τις καὶ τοῦ προκειμένου φαίη ὡς ἐπουράνια ἐνταῦθα τὴν εὐσέβειάν τε καὶ τὰς ἀρετὰς ἐπωνόμασεν· καὶ γὰρ διὰ ταῦτα τὴν τῶν οὐρανῶν κληροδοτούμεθα βασιλείαν καὶ ἔστιν ἡμῖν ἡ πάλη πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν ταῖς ἀρεταῖς τε καὶ ἐν τῇ εὐσεβείᾳ, ἡμῶν μὲν κατορθοῦν ταῦτα σπουδαζόντων, ἐκείνων δὲ τὸν δυνατὸν αὐτοῖς τρόπον ἀντιτιθέντων καὶ πάντα πόλεμον ἀναδεχομένων. διὸ σοφῶς ὁ τῆς οἰκουμένης διδάσκαλος καὶ ἁρμοδίως ἔφη ὡς ‘οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας’, τοῦτ’ ἔστιν τὰ μήτε σαρξὶ μήτε αἵματι συνδεδεμένα δαιμόνια. καὶ τότε ἐν τίσι καὶ περὶ τίνων ὁ πόλεμος; ἐν τοῖς ἐπουρανίοις, φησίν, τοῦτ’ ἔστιν ἐν τοῖς προξένοις τοῦ οὐρανίου σκηνώματος, ὅπερ ἐστίν, ὡς εἴρηται, ἡ εὐσέβεια καὶ τῶν ἀρετῶν ὁ χορός. εἰ δέ τις ‘ἐν τοῖς ἐπουρανίοις’ προχειρότερον ἐκλαβεῖν θέλοι αὐτὴν τὴν ἐπουράνιον κατοικίαν, καὶ οὕτως ὁ τῆς εὐσεβείας νοῦς εὐοδοῦται· καὶ γὰρ ἡ πρὸς αὐτούς ἐστιν πάλη, ἡμῶν μὲν ἀγωνιζομένων τυχεῖν τῆς οὐρανίου κληροδοσίας, ἐκείνων δὲ τοῦ στερῆσαι ταύτης καὶ ἡμᾶς, ἐξ ἧς αὐτοὶ καταπεπτώκασιν.

Διὰ τί Πράξεις τῶν ἀποστόλων ἐπιγράφεται τὸ βιβλίον, καίτοι γε οὐ τῶν δώδεκα πράξεις περιέχει, ἀλλὰ κατ’ ἀρχὰς μὲν θαύματα καὶ διδασκαλίαν ὀλίγην τῶν ἀποστόλων, ἐφεξῆς δὲ εἰς Παῦλον κινεῖται πᾶσα ἡ πραγματεία; Ὅτι Πράξεις, φησίν, τῶν ἀποστόλων ἐπιγράφεται τὸ βιβλίον, καίτοι γε οὐ τῶν δώδεκα πράξεις περιέχει, ἀλλὰ κατ’ ἀρχὰς μὲν θαύματα καὶ διδασκαλίαν ὀλίγην τῶν ἀποστόλων, ἐφεξῆς δὲ εἰς Παῦλον κινεῖται πᾶσα ἡ πραγματεία· πλὴν διὰ τοῦτο Πράξεις τῶν ἀποστόλων ἐπιγράφεται, διότι κατὰ τὸν Παῦλον ‘δοξαζομένου ἑνὸς μέλους συνδοξάζεται πάντα τὰ μέλη’. οὕτω δὲ καὶ τὰς Πέτρου καὶ Παύλου πράξεις κοινοποιούμενος ὁ συγγραφεὺς τῶν ἀποστόλων τὸ βιβλίον ἐπέγραψε Πράξεις. εἰ δὲ καὶ τῇ κορυφῇ συμπεριλαμβάνεται τὸ ὅλον σῶμα, εὐλόγως ἂν τὰς <τῶν> κορυφαίων πράξεις Πράξεις ἐκάλεσεν τῶν ἀποστόλων. πλήν γε καὶ ἡ κοινὴ τῶν ἀποστόλων ἐμπεριεχομένη ταύταις διδασκαλία, κἂν ἐπ’ ὀλίγον ἡ ταύτης διήγησις παρατείνεται, ἀλλ’ ἀφορμὴν τῆς ἐπιγραφῆς παρέχεται εὔλογον.

Τὸν δὲ συγγραφέα τῶν Πράξεων οἱ μὲν Κλήμεντα λέγουσιν τὸν Ῥώμης, ἄλλοι δὲ Βαρνάβαν, καὶ ἄλλοι Λουκᾶν τὸν εὐαγγελιστήν. αὐτὸς δὲ Λουκᾶς ἐπικρίνει, πρῶτον μὲν ἐξ ὧν προοιμιάζεται, ὡς καὶ ἑτέρα αὐτῷ πραγματεία τὰς δεσποτικὰς περιέχουσα πράξεις καταβέβληται· δεύτερον δὲ ἐξ ὧν καὶ τῶν ἄλλων εὐαγγελιστῶν διαστέλλεται, ὅτι μέχρι τῆς ἀναλήψεως οὐδεὶς αὐτῶν τὸ σύνταγμα προελθεῖν ἐποιήσατο, ἀλλ’ οὗτος μόνος καὶ τὴν ἀνάληψιν ἀκριβῶς ἐξηγήσατο, καὶ πάλιν τὴν τῶν Πράξεων ἀπαρχὴν ἀπὸ ταύτης ὑπεστήσατο. Ματθαίου μὲν γὰρ τέλος ἔχει τὸ εὐαγγέλιον ‘οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν’, τέλος ‘ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἀμήν’, καὶ περὶ τῆς ἀναλήψεως οὐδὲν προστίθησιν. Μάρκος δέ, εἰ καὶ μνημονεύει, ἀλλ’ ὡς ἐν ἐπιδρομῇ, λέγων· ‘ὁ μὲν οὖν κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ’· οὔτε γὰρ τὸν τρόπον οὔτε τὸν τόπον οὐδ’ ἄλλο τι τῶν συνεκτικῶν κεφαλαίων τῇ τηλικαύτῃ πράξει συνδιέλαβεν. Ἰωάννου δὲ τὸ εὐαγγέλιον <ἐν> τέλει ἀναλήψεως μὲν οὐ παρέδωκεν ἱστορίαν, ἐπεσημήνατο δὲ ὅτι ‘πολλὰ καὶ ἄλλα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία’. μόνον δέ, ὡς εἴρηται, Λουκᾶς καὶ τὴν ἀνάληψιν ἐν τῷ τέλει τοῦ εὐαγγελίου πλατύτερον διεξῆλθεν καὶ τὴν ἀρχὴν τῶν Πράξεων ἀπὸ ταύτης προάγει.

Ποσάκις ὁ Χριστὸς τοῖς ἀποστόλοις μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ὤφθη καὶ ποῦ καὶ πότε; Ὅτι ἐν τεσσαράκοντα ἡμέραις τοῖς μαθηταῖς ὁ σωτὴρ ὠπτάνετο, ἑνδεκάκις δὲ μόνον αὐτοῖς εἰς ὀπτασίαν κατέστη. καὶ εἰκότως· ἕνδεκα γὰρ ὄντων τῶν μαθητῶν, ἑνδεκάτην καὶ αὐτὸς τὴν ὀπτασίαν ἐποιήσατο. πόαʹ θεν δὲ ἡ ἀπόδειξις ὡς ἑνδεκάκις μόνον ὤφθη;

ἐντεῦθεν· καὶ γὰρ πρῶτον μὲν ὤφθη τῇ Μαρίᾳ ἐν τῷ μνήματι καὶ ταῖς ἄλλαις γυναιξίν, ὥσπερ καὶ Ἡσαΐας προαναφωνεῖ, καλῶν τὰς γυναῖκας καὶ λέγων ‘γυναῖκες ἐρχόβʹγʹ μεναι ἀπὸ θέας, δεῦτε ἀναγγείλατε ἡμῖν’· ἔπειτα ὤφθη Πέτρῳ· εἶτα τοῖς περὶ Κλεώπαν, εἴς τε τὴν ὁδὸν ἀπιοῦσιν αὐτοῖς εἰς Ἐμμαούμ, κἂν οὔπω συνίεσαν ἐκεῖνοι, καὶ ἐν τῇ κλάσει τοῦ ἄρτου ὅτε ἐφανέρωσεν αὐδʹ τοῖς ἑαυτόν· εἶτα τοῖς δέκα μὴ παρόντος Θωμᾶ, ‘οὔσης ὀψίας τῇ ἡμέρᾳ εʹ ἐκείνῃ’· εἶτα τοῖς ἕνδεκα καὶ αὐτοῦ παρόντος Θωμᾶ καὶ συναριθμουμέϛʹ νου· εἶτα ὁμοῦ ἐπάνω πεντακοσίοις ἀδελφοῖς, ὡς ἐπισημαίνεται Παῦλος, ζʹ ἐφάπαξ, ὅτι ‘καὶ αὐτῶν οἱ πλείους μένουσιν ἕως ἄρτι’· ἔτι δὲ Ἰακώβῳ, καὶ τοῦτο Παῦλος διδάσκει, οὐχὶ μόνον τοῖς δώδεκα· καὶ γὰρ προλαβὼν εἶπεν, ‘ὤφθη Κηφᾷ, εἶτα τοῖς ἕνδεκα’, καὶ οὕτως ἐπήγαγεν’ τοῖς ἀποστόηʹ λοις’· εἶτα τοῖς ἑπτὰ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, τοῦτ’ ἔστιν Πέτρῳ καὶ Θωμᾷ καὶ Ναθαναήλ, Ἰακώβῳ καὶ Ἰωάννῃ, καὶ ἄλλοις δύο τῶν θʹ μαθητῶν αὐτοῦ· εἶτα ‘τοῖς ἀποστόλοις πᾶσιν’, τοῦτ’ ἔστιν τοῖς ἑβδομήιʹ κοντα· εἶτα ‘εἰς τὸ ὄρος τῆς Γαλιλαίας, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς’· ιαʹ καὶ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ὅτε καὶ ἡ ἀνάληψις.

Διὰ τί παρήγγελλεν ὁ Χριστὸς τοῖς ἀποστόλοις ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι; καὶ πότε τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἤκουσαν; ‘Παρήγγελλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατέ μου’. ἀλλ’ ὅτι μὲν ὁ σωτὴρ ἔφη τοῦτο, δῆλον· εἶπεν γὰρ ὅτι ‘ἀναβαίνω πρὸς τὸν πατέρα μου, καὶ παρακαλῶ αὐτόν, καὶ πέμπει ὑμῖν τὸν παράκλητον’· ὁ δὲ πατὴρ ποῦ ἐπηγγείλατο; ἐκ μὲν γὰρ τοῦ εὐαγγελίου ἡ τοῦ πατρὸς ἐπαγγελία οὐχ εὑρίσκεται. ἢ δῆλον ὡς ἐν τοῖς προφήταις εὑρίσκεται, ὡς μαρτυρεῖ καὶ Παῦλος λέγων ‘Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ’· προεπαγγειλάμενος τοίνυν εὐαγγέλιον, ἐπηγγείλατο καὶ πνεῦμα ἅγιον διδόναι. λέγει δὲ καὶ διὰ τοῦ προφήτου ὁ θεός· ‘ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει κύριος παντοκράτωρ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν’. ἰδοὺ ἡ ἐπαγγελία· ἡ δὲ ἔκβασις, ὅτε τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν ἐφ’ ἕνα ἕκαστον τῶν μαθητῶν ἐκάθισεν, καὶ ἐλάλουν τὰ μεγαλεῖα τοῦ θεοῦ.

ὅτι δὲ ὁ πατὴρ ταῦτα λέγει, οὐχ ὁ υἱός, ἐκ τῆς ἐπαγωγῆς δῆλον· ‘καὶ δώσω’ γάρ φησιν ‘σημεῖα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω’· αἷμα μὲν γάρ, ὃ παραδόξου σημείου λόγον ἐπέχει, τὸ ἐκ τῆς δεσποτικῆς μετὰ θάνατον ῥεῦσαν πλευρᾶς, πῦρ δέ, τὸ τοῖς ἀποστόλοις, ὡς προείρηται, διαιρεθέν. ἀλλὰ καὶ ‘ὁ ἥλιος’ φησὶν ‘μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ’, τοῦτ’ ἔστιν τοῦ υἱοῦ. ὅτι δὲ ἀπὸ τοῦ πατρὸς εἴρηται ταῦτα, καὶ οὐκ ἀπὸ τοῦ προφήτου, ἡ ἀρχὴ τοῦ ῥητοῦ μαρτυρεῖ· ἔχει γὰρ ‘ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα’ καὶ ἑξῆς. κύριος δὲ δῆλον ὅτι οὐχ ὁ προφήτης, ὁμόδουλος ὢν ἡμῖν, ἀλλ’ ὁ τοῦτον ἀπεσταλκὼς θεὸς καὶ πατήρ.

Πότε ἐβαπτίσθησαν οἱ ἀπόστολοι καὶ παρὰ τίνος; Εὑρίσκομεν τοὺς ἀποστόλους λαβόντας βάπτισμα πρὸ τοῦ πάθους Χριστοῦ τὸ Ἰωάννου· ὁ δὲ σωτὴρ πρὸ τοῦ πάθους οὐ δίδωσιν βάπτισμα ἕτερον, ἵνα μὴ λύσῃ τὸ Ἰωάννου κήρυγμα καὶ δῷ ἀφορμὴν τοῖς ἀντιλέγουσιν Ἰουδαίοις ὅτι πρὸς ὕβριν τοῦ βαπτιστοῦ ἴδιον ἐπεισήγαγεν βάπτισμα. ἀναπληροῖ δὲ τὸ λεῖπον οὐκ ἐν ὕδατι βαπτίζων, ἀλλ’ ἐν πνεύματι, καθὼς καὶ αὐτός φησιν ‘ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας’, δηλονότι μετὰ δέκα. δίδονται δὲ προθεσμία αἱ δέκα ἡμέραι διὰ γυμνασίαν τῆς τῶν ἀποστόλων πίστεως· ἡσυχαζούσης γὰρ τῆς χάριτος καὶ μηδενὸς τῶν ἐπηγγελμένων φαινομένου ἐγυμνάζετο αὐτῶν ἡ πίστις καὶ ἡ ἐλπὶς τὸ ἀδίστακτον καρποφορεῖν καιρὸν ἐλάμβανεν. τὸ γοῦν βαπτισθῆναι ἐν πνεύματι ἁγίῳ ἴσον ἐστὶν τῷ λαβεῖν πνεῦμα ἅγιον· ἦσαν οὖν {πνεύματι καὶ} ὕδατι πρὸ τοῦ πάθους βαπτισθέντες οἱ ἀπόστολοι, καὶ ἦν τὸ λουτρὸν ἐκεῖνο εἰς ἄφεσιν μὲν ἁμαρτιῶν, οὐκ εἰς μετοχὴν δὲ πνεύματος ἁγίου.

Ὅτι δὲ τοὺς ἀποστόλους ὁ Ἰωάννης ἐβάπτισεν, φανερὸν ὁ δεσπότης ποιεῖ ἐν τῷ λέγειν πρὸς τὸν Πέτρον κατὰ τὸν καιρὸν τοῦ νιπτῆρος ἀνανεύοντα, ‘ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, εἰ μὴ τοὺς πόδας’· ἔδειξεν γὰρ διὰ τῆς φωνῆς οὐ μόνον τὸν Πέτρον λελουμένον, ἀλλὰ καὶ τοὺς ἄλλους, ἐν τῷ νίπτειν αὐτῶν τοὺς πόδας μόνον, τῷ τοῦ Ἰωάννου βαπτίσματι. ὁ σωτὴρ οὖν τὸ μὲν βάπτισμα τῆς μετανοίας καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τελούμενον παρὰ τοῦ Ἰωάννου οὐκ ἠθέτησεν, ἀλλὰ καὶ ἐτελείωσεν προσθεὶς τῇ τοῦ παναγίου πνεύματος δωρεᾷ.

Πῶς οἱ εἰς Χριστὸν βαπτιζόμενοι Χριστὸν ἐνδύονται; Εἰ μὴ θεὸς τὸ πνεῦμα, εἰ μὴ θεϊκῆς χάριτος πηγή, πῶς οἱ θεϊκὸν ἔνδυμα τὸν Χριστὸν ἐνδυσάμενοι ἰδιωτικὸν τὸ τοῦ πνεύματος ἐπενδύονται; εἰ γὰρ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο, λέγει δὲ ὁ σωτήρ, ‘μείνατε ἐν Ἱερουσαλὴμ <ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν>, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς’, πῶς ἐν τῷ καιρῷ τοῦ δεσποτικοῦ ἐνδύματος δουλικὸν ἐνδυόμεθα; ἀλλὰ δῆλον ἄρα ἑκάτερον ἔνδυμα ὁμότιμον καὶ μίαν καὶ τὴν αὐτὴν τῆς εὐεργεσίας καὶ χάριτος παρίστησιν αὐθεντείαν. ἔνδυμα δὲ τὸ πνεῦμα τὸ ἅγιον λέγεται τῶν πιστῶν οὐχ ὡς ἱμάτιον, ἀλλ’ ὡς ἐνδύεται σίδηρος τὸ πῦρ, οὐκ ἔξωθεν περιβαλλόμενος, ἀλλ’ ὅλος δι’ ὅλου. οὕτως γὰρ καὶ τὸν Χριστὸν {τὸ πανάγιον πνεῦμα} οὐχ ὡς ἱμάτιον ἔξωθεν περικείμενον περιβαλλόμεθα, ἀλλ’ ὡς τὴν καρδίαν καὶ τοὺς λογισμοὺς πληρούμενοί τε φωτὸς καὶ τὸ πρόσωπον χάριτος. διὸ καὶ ἀτενίζοντες εἰς τὸ πρόσωπον Στεφάνου οἱ ἐπανιστάμενοι εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου.

Διὰ τί εἶπε ‘πορευομένου αὐτοῦ’ καὶ οὐκ ‘ἀναλαμβανομένου’; καὶ διὰ τί καλοῦσιν οἱ ἄγγελοι Γαλιλαίους τοὺς ἀποστόλους; ‘Καὶ ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ’· οὐκέτι, φησίν, ‘ἀναλαμβανομένου’ λέγει, ἀλλὰ πορευομένου, καὶ γὰρ τῇ σαρκὶ μὲν ἀνελήφθη, τῇ αὐθεντείᾳ δὲ ἐπορεύετο.

Γαλιλαίους δὲ καλοῦσιν τοὺς μαθητὰς οἱ ἄγγελοι, σεμνύνοντες αὐτούς· Γαλιλαῖοι γὰρ οἱ ἀποκεκαλυμμένοι σημαίνει. καὶ γὰρ καὶ πρῶτον σημεῖον ἐν Κανᾷ τῆς Γαλιλαίας ἐποίησεν ὁ Χριστός, καὶ ἐκεῖ ἐφανέρωσεν καὶ ἀπεκάλυψεν τὴν δόξαν αὐτοῦ· ἔνθεν καὶ ὁ προφήτης Ἡσαΐας προανακράζει· ‘ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Ἀσσαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος’.

Ἐνταῦθα δεῖ ὑποταγῆναι ‘τί ἑστήκατε ἐμβλέποντες’. Καὶ ὁ μὲν Ἠλίας ὡς δοῦλος εἰς ὕψος ἀέριον ἀνελήφθη, οὐκ εἰς τὸν οὐρανόν, ἀλλ’ ‘ὡς εἰς τὸν οὐρανόν’, ὁ δὲ δεσπότης ὡς κύριος πάντων οὐχ ‘ὡς εἰς τὸν οὐρανόν’, ἀλλ’ ‘εἰς τὸν οὐρανόν’. καὶ τρίτον δὲ ἐπισημαίνεται τὸ πορεύεσθαι ἢ ἀναλαμβάνεσθαι τὸν δεσπότην ‘εἰς τὸν οὐρανόν’, τῇ τριπλῇ τοῦ ῥήματος ἐπιφορᾷ τὸ βέβαιόν τε καὶ ἀληθὲς καὶ ἀφαντασίαστον παριστῶν· ἰδίωμα γὰρ βεβαιώσεώς τε καὶ ἀσφαλείας τὸ τοιοῦτον σχῆμα τοῦ λόγου ἡ ἱερὰ ἡμῶν οἶδεν γραφή.

Τίνος ἐστὶν ἡ φωνὴ ἡ λέγουσα· ‘τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης’; Ὥσπερ ἡ γῆ θεασαμένη τὸν σωτῆρα δύναμιν ἔχοντα θεϊκὴν καὶ ἐπιτάσσοντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ ξενιζομένη ἔλεγεν ‘τίς ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτοῦ;’ οὕτω καὶ ὁ οὐρανὸς <ἐν> σαρκὶ βλέπων τὴν θεότητα ξενιζόμενος λέγει ‘τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;’

Διὰ τί ὁ τῆς νηστείας χρόνος ἐν μʹ ἡμέραις ἀριθμεῖται; Ζητοῦσίν τινες τί δήποτε ὁ τῆς νηστείας χρόνος ἐν ἡμέραις ἡμῖν τεσσαράκοντα περιγράφεται, καὶ οὔτε εἰς τὸν πεντηκοστὸν ἢ ἑξηκοστὸν παρατείνεται οὐδὲ ἐντὸς πάλιν τῶν τεσσαράκοντα περικλείεται· καὶ οὐχ ἡμῖν μόνον οὕτω παραδέδοται, ἀλλὰ καὶ αὐτὸς ὁ κοινὸς δεσπότης καὶ σωτὴρ ἡμῶν, ὁ νομοθέτης τῶν ἐν τῇ χάριτι, τεσσαράκοντα ἡμέρας φαίνεται νηστεύσας, ὁπότε αὐτῷ προσβαλεῖν ὁ πειράζων πρὸς ἀγῶνας ἀπεδύετο, καὶ πρό γε τοῦ δεσπότου ὁ προφήτης Ἠλίας τοσαύτας ἡμέρας ἐν νηστείαις διανύσαι ἀναγέγραπται, καὶ ἔτι πρὸ τούτου Μωσῆς ἐν τῷ Σιναίῳ ὄρει, ἡνίκα τὰς πλάκας θεόθεν λαβεῖν παρεσκευάζετο. ἡ μὲν οὖν ζήτησις αὕτη.

Ἀλλὰ γὰρ τὴν μὲν βαθυτέραν καὶ ἀπορρητοτέραν αἰτίαν ἴσως ἄν τις ἄλλος, κατὰ τοὺς προειρημένους ἄνδρας ἀνηγμένος τε καὶ μετάρσιος τὴν θεωρίαν, ὑψηλοτέραν τε καὶ θειοτέραν ἀποδώσειεν· ἃ δὲ εἰς ἡμετέραν ἧκεν μάθησιν, ἐροῦμεν. ἐν ἓξ ἡμέραις ὁ θεὸς τὸν παρόντα καὶ ὁρώμενον τοῦτον κόσμον ἐδημιούργησεν, τῇ δὲ ἑβδόμῃ κατέπαυσεν μὲν ἀπὸ τῶν ἔργων καὶ πέρας ἔθηκεν τῷ φιλοτεχνήματι· συναριθμεῖται δὲ καὶ αὕτη ταῖς πρὸ αὐτῆς, ὥσπερ καὶ πᾶσα ἀρχὴ χρόνου τινὸς καὶ πέρας ἐν τῇ συναριθμήσει τῶν μεταξὺ συμπαραλαμβάνεται, καὶ ὁ παρὼν αἰὼν τῆς ἑβδομάδος συνεχῶς ἀνακυκλουμένης ἀπαρτίζεται. ἡ δὲ ὀγδοὰς τὸν μέλλοντα αἰῶνα δηλοῖ καὶ τὴν ἐκ τοῦ παρόντος εἰς ἄλλην τινὰ θειοτέραν λῆξιν καὶ κατάστασιν, ἥτις καὶ ὀγδοὰς καλεῖται καὶ πρώτη καὶ μία· ὀγδοὰς μὲν ὡς ἄλλο τι διάστημα παρὰ τὸν συμπληρούμενον χρόνον πρὸ τῆς ἑβδομάδος ὑπάρχουσα, πρώτη δὲ ὡς ἀρχὴ οὖσα λήξεως ἑτέρας καὶ πολιτείας θειοτέρας καὶ ἀμείνονος, μία δὲ ὡς οὐκ ἔχουσα μετ’ αὐτὴν ἑτέραν χρονικὴν περίοδον, ἀλλ’ αὐτὴ ἀτελευτήτως ὑπάρχουσα καὶ διαμένουσα.

Τούτων οὕτω προτεθεωρημένων ἡμῖν, ὅσοι μὲν ἑβδόμην κατὰ τὴν ἑβδομάδα βούλοιντο τὸν ῥευστὸν τοῦτον χρόνον καὶ ἐπίκηρον καὶ τοῖς ῥευστοῖς καὶ φθαρτοῖς συμπαραμετρούμενόν τε καὶ συμπαραρρέοντα, οὗτοι ταῖς ἁμαρτίαις καὶ τῶν παθῶν τῇ ἀχλύι τὰς αἰσθήσεις πάσας κατεκηλίδωσαν, καὶ ἀκοὴν μὲν ἐνέπλησαν ᾀσμάτων πορνικῶν καὶ τῶν ὅσα τούτοις συνέπεται, καὶ ὄψις μὲν αὐτοῖς τὰ ψυχοφθόρα θεάματα, ἁφὴ δὲ καὶ γεῦσις καὶ ὄσφρησις, ἵνα μὴ καθ’ ἕκαστον αἰσθητήριον λέγων εἰς μῆκος ἀποτείνω τὸν λόγον, οἷς οὐ θέμις ἐνδιατρίβουσιν, ἐξὸν αὐτοῖς ἀκατακρίτως ἅ τε ἡ φύσις παρέσχετο καὶ ἃ μὴ θεῖος νόμος ἐκώλυσε, περὶ ταῦτα ἀναστρέφεσθαι. τῶν οὖν ἐν ἡμῖν πέντε αἰσθήσεων οὕτως ἐρρυπωμένων τε καὶ λελυμασμένων ὑπὸ τῶν παθῶν τε καὶ τῆς ῥοῆς, ἃ ἐν τῷ ῥέοντι προσλαμβάνομεν χρόνῳ, τούτων ἡ κάθαρσις καὶ εἰς τὸ ἀρχαῖον ἀποκατάστασις οὐκ ἂν γένοιτο κατὰ τὸν τύπον καὶ τὴν μίμησιν τοῦ ῥευστοῦ καὶ φιλαμαρτήμονος χρόνου, κατὰ τὴν τάξιν δὲ μᾶλλον καὶ παιδαγωγίαν καὶ ἐκμίμησιν τοῦ ἀπαθοῦς τε καὶ ἀρρεύστου καὶ ἀτελευτήτου χρόνου, ὃν ὁ λόγος μικρὸν ἄνωθεν ὀγδόην τε καὶ πρώτην καὶ μίαν ἐδίδαξεν ἐπονομάζεσθαι.

ἐπεὶ οὖν αἱ πέντε αἰσθήσεις ἡμῶν ἐπὶ τὴν ὀγδοάδα πολλαπλασιαζόμεναι τὸν τεσσαρακοστὸν ἀποτελοῦσιν ἀριθμόν, διὰ δὲ τῶν πέντε αἰσθήσεων ζῶμέν τε καὶ τὰς πράξεις ἐπιτελοῦμεν, ὅσαι τε φαῦλοι καὶ ὅσαι εἰς ἀρετῶν ἀναφέρονται λόγον, εἰκότως διὰ τεσσαράκοντα ἡμερῶν ταύτας καθαίρομεν καὶ πᾶσαν αὐταῖς ἰατρείαν προσάγειν παρελάβομεν, <καὶ> οὕτω κατὰ ταύτας πολιτεύεσθαι, ὡς ἂν ἡ ὀγδοάς, ἀλλὰ μὴ τὸ ῥευστὸν τῆς ἑβδομάδος ἐπιτάττοι τε καὶ διακελεύεται. ταύτῃ δὲ ἡμῶν τῇ θεωρίᾳ καὶ ὁ ἅγιος Ἰωάννης ὁ Κωνσταντινουπόλεως ἔν τινι τῶν αὐτοῦ λόγων, ὃς ἐπιγέγραπται Περὶ νηστείας, συνᾴδων τε καὶ προμαρτυρόμενος ἐπιδείκνυται.