Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ανασκευή των αιρετικών σοφισμάτων και το αυτεξούσιο του ανθρώπου

Αναίρεση της διδασκαλίας των Ευνομιανών και των διαλεκτικών τους παραλογισμών, καθώς και θεώρηση της θείας προγνώσεως σε σχέση με την ανθρώπινη ελευθερία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 31 από 34

Πότερον οἱ δαίμονες ἴσασιν ὡς μετανοοῦντες ἐφ’ οἷς ἐτόλμησαν ἀφίενται τοῦ τολμήματος, ἢ τῆς ἅπαξ θεοσοφίας πεσόντες καὶ τὴν τούτου γνῶσιν συναφῃρέθησαν; Ἀλλ’ εἰ μὲν τὸ πρότερον, πῶς ἀσώματος φύσις καὶ μηδὲ τοσαύταις βαρύτησιν σαρκὸς καθελκομένη τῆς ὑπὸ τούτου συνεχομένης χείρων γένηται; πολλοὶ γὰρ ἀνθρώπων εἰς ἔσχατον ἐλάσαντες κακοῦ διὰ μετανοίας καὶ τῆς προτέρας αὐτοῖς ἐνούσης πολιτείας ὑπερήρθησαν. εἰ δὲ μετὰ τὴν πτῶσιν διόλου τούτους καὶ τῆς τόλμης καὶ τῆς ἐπαναστροφῆς ἔλαβεν ἄγνοια καὶ οὕτω βαθεῖ σκότῳ μεμυκότες καθεύδουσιν, πῶς εἰς κακουργίαν πᾶσαν ἐπίνοιαν ὑπερβάλλουσαν οὐκ ἀνιᾶσι τοὺς ἀνθρώπους, ἐφ’ οἷς οὐδὲ μελέτη τις πολλάκις προηγήσατο, εἰς ἀπορρήτους τόλμας ἅμα ἐρεθίζουσί τε καὶ συγκαθέλκουσιν;

Τὸ μὲν σόν, ὡς ἐγᾦμαι, εἴ τις τοὺς πολλοὺς συνοπτικώτερον εἴποι λόγους, τοιοῦτον ἂν εἴη πρόβλημα. ἔπταισε τὸ δαιμόνιον· τί μὴ μετανοεῖ; ἀλλ’ ἐπωρώθη. πόθεν ἡ πώρωσις; αὐτὸ γὰρ τῶν ἄλλων αἰτία πωρώσεως. ἀλλὰ πεπώρωται· πῶς οὐκ ἐπωρώθη ἄλλους τε πεπωρωμένους ποιεῖν καὶ αὐξάνειν τὴν πώρωσιν; πῶς δ’ ἐπ’ ἀγαθῷ πλασθὲν ὅλως νένευκεν μὲν οὐδαμῶς πρὸς ἐκεῖνο, πρὸς ὃ δὲ μὴ προήχθη, ὡς ἐκεῖνο καταπέπτωκεν; καὶ τί ἂν ἐκεῖνο εἴη ὃ μήπω τραπέντος τοῦ δαιμονίου φύλου τούτους ὑπεδέξατο;

Ὡς ἐν διαλέξει Ἑλληνίζοντος καὶ Χριστιανοῦ κεφάλαια πρὸς τὸν αὐτόν, δι’ ὧν κατασκευάζεται ἡ τριάς —Τοῦ Χριστιανῶν σε δόγματος προασπιστὴν εἰδὼς καὶ ὑπέρμαχον, ἄλλως τε δὲ καὶ ἐπιεικείᾳ λαμπρυνόμενον, οὐκ ἂν εὐλαβηθείην λογισμοῖς ἐτάσεως ὑποβαλεῖν, εἴ γε καὶ αὐτὸς ἐπινεύοις, τοῦ παρ’ ὑμῖν πρεσβευομένου λόγου τὴν διάνοιαν. ὁρῶ γὰρ ἐν αὐτῇ πολὺ μὲν τὸ ἀπίθανον, ἐπειδὰν δὲ τὸ πιθανὸν ὑποδύοιτο, οὐκ ἐλάττω δηλοῦσαν τὸν ἔλεγχον καὶ καταστρέφουσαν ἃ κατασκευάζειν προῄρητο. —Πῶς δή, καὶ τίς σε λόγος ὧδε φρονεῖν καὶ λέγειν ἀνέπεισεν; ὅτι μὲν γὰρ ἡ σὴ δόξα καὶ ἡμῖν καὶ τῇ ἀληθείᾳ {οὐ} μάχεται, οὐδὲν δεῖ μαθεῖν, ὅτι δὲ τοῖς ἐν ἀχλύι δογμάτων κατεχομένοις ἡ τῆς εὐσεβείας οὐχ ὁρᾶται καθαρότης, οὐδὲ τοῦτο ἐργῶδες ἐννοεῖν. πλὴν ἀλλά γε λέγε, οἵ σε τῶν λόγων ἐπῆραν λέγειν ὡς οἱ περὶ τῆς εὐσεβείας ἡμῶν λόγοι τὸ πιθανὸν μηχανώμενοι μᾶλλον πρὸς τὸ ἀπίθανόν τε καὶ ἀναπόδεικτον ἀπορρέουσι. —Ἐρῶ τε τοίνυν οὐ νέους οὐδὲ προσφάτους λόγους, ἀλλὰ παλαιοῖς ὑμῖν καὶ χρονίοις πατράσιν ἀνῃρημένους· καὶ γὰρ οὗτοι υἱὸν καὶ πνεῦμα τῷ θεῷ παρεισάγοντες (τοῦτο γάρ ἐστιν τὸ ὑμέτερον τῶν Χριστιανῶν καὶ δόγμα καὶ κήρυγμα), τοιαύτην τινὰ πλοκὴν ἐν ἐρωτήσει διαπλέκουσιν.

ὁ θεὸς οὐκ ἂν ἐρεῖς ὡς ἄλογος· εἰ δὲ καὶ σὺ φεύγεις τὸ βλάσφημον, λόγον ὡς ἔχει πάντως ἐρεῖς· εἰ δὲ μηδ’ ἄπνους καὶ τῶν ἀναισθήτων τὴν φύσιν ὑποβαλλόμενος, ἔχει πάντως καὶ πνεῦμα· οὐκοῦν ἐν τριάδι τὴν θεολογίαν ὑμνολογεῖν δεῖ. τοιαῦτα δέ τινα καὶ ἄλλα σοφίσματα παραπλέκουσιν. οὐ τῶν ἐστερημένων ἐστὶν γονῆς ὁ θεός· οὐκοῦν ἐστίν τε γονῆς πατὴρ καὶ γεγέννηκεν. ἀλλὰ καὶ χωρὶς οὐκ ἂν εἴη πνεύματος· τριὰς οὖν πάλιν ἐκ τούτων ἂν εἴη ὁ θεός.

καὶ πολλὰ τοιαῦτα ἄλλα συναγείρειν τοῖς κατὰ τὴν ἰδέαν τῶν ὑπνούντων σχολάζουσιν οὐκ ἂν εἴη χαλεπὸν ἀθροίζειν, καὶ θεραπεύειν ἑαυτούς, ἀλλ’ οὐκ ἄλλους, τῇ πεπλανημένῃ περὶ ταῦτα θεωρίᾳ καὶ πειθούσῃ τοὺς ἀνεξετάστους παραδέχεσθαι τὸ ἀπίθανον. —Τίς οὖν σε λόγος, μᾶλλον δὲ ποῖον ἀπονοίας θράσος τοσαῦτα ληρῆσαι κατὰ τῆς εὐσεβείας παρεσκεύασεν; —Οὐδὲν εἶπας, ἀλλὰ τὰ σὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας προπύλαια—καί μοι μηδὲν ἀχθεσθῇς, καὶ οὐδὲν ὧν ἔδει μέν σε εἶναι—ἐν {ᾗ} καιρῷ δὲ τὸ ἑπόμενον ἀποκρύψομεν. —Λέγε προθύμως, μηδὲν εὐλαβούμενος· τὰ γὰρ ἔνδον οὐδὲν εὑρήσεις τῶν προπυλαίων θρασύτερα, πλὴν εἰ μήπω καὶ αὐτός, οὐδ’ ὑπὸ τῆς ἐκ τῶν λόγων ἀνάγκης συνεχόμενος, πρὸς ὕβριν τῆς εὐσεβείας τὴν γλῶτταν ὀξύνεις καὶ τὴν ὀφρῦν ἀνασπάσεις κατὰ τοὺς ἄφρονας. —Φαῦλον μὲν οἴκοθε οὐδὲ ὑβριστικὸν οὐδὲν ἐρῶ· εἰ δὲ αἱ παρ’ ὑμῶν ἀποδείξεις δοκοῦσαι ταῦτα φέρουσιν, οὐκ ἐγὼ ταῦτα φέρω, ἀλλ’ οἱ προκομίσαντες τῆς αἰτίας ἔνοχοι. —Λέγε τοίνυν, καὶ τῆς ἀληθείας ἡ βάσανος οὐκ ἂν παρόψεται τὸ σφαλλόμενον. —Οὐκ ἄλλα γε ἐρῶ, ἀλλὰ ταῦτά γε καὶ ἃ τοῦ λόγου καταρχόμενος ἔφην. —Πῶς δή; —Ἐρωτῶσιν οἱ Χριστὸν εἰσάγοντες υἱὸν τοῦ θεοῦ πότερον ὁ θεὸς ἔχει λόγον, ἢ οὔ; —Ἐρωτῶσι μέν, οὐκ οἶδα δὲ εἰ ὡς σὺ τὴν ἐρώτησιν μετασχηματίζεις· ἀλλὰ τέως ἔστω τοῦτο νῦν, ἵνα μήπω πρὸ ἄλλης ἐξετάσεως ἄλλη βάσανος παραληφθεῖσα τὴν τοῦ σοῦ λόγου ἀκολουθίαν τε περικόψῃ καὶ ἀσύνετον τὴν ὅλην ἀπεργάσηται διήγησιν. —Ἂν δέ γε ἐμὲ ἐρωτήσειαν, τί ἂν εἴποιμι; —Σὺ ἂν εἰδείης καὶ ἡ σὴ πρὸς ἑτέραν δόξαν ἀπονεύουσα γνώμη. —Ἐγὼ μὲν ὁσάκις ἂν ταῦτα προτεινομένην τὴν ἐρώτησιν ἀκούω, διαχέομαι μὲν τῷ μειδιάματι, διαπυνθάνομαι δὲ τὸν ἐρωτῶντα πότερον ἡδέως ἀκούειν ἔχει μέρος τῆς ἀντιφάσεως.

ἐμοὶ γὰρ ἑκάτερόν ἐστιν εἰπεῖν οὐκ ἀηδές· ἄν τε γὰρ ‘ὁ θεὸς λόγον ἔχει’ φαίην, ἀφεῖλον τὸν λόγον τοῦ εἶναι θεόν, οὐ γὰρ ἔχει λόγον ὁ λόγος, εἰ μὴ τοὺς Ἕλληνας εἰς πολυμαθίαν θεὸν παρακαλεῖν ἁμιλλᾶσθαι βούλοισθε· ἄν τε φῶ μὴ ἔχειν, ἐξ αὐτῆς βαλβῖδος ὑμῖν διερρύη τὸ ἐρώτημα. ὑπὸ δὲ τὸν αὐτὸν ἀναχθείη ἂν ἔλεγχον καὶ τὸ τοῦ ‘πότερον ἄγονος ὁ θεὸς ἢ γεννητικός τε καὶ ἔμπνους;’ καὶ ὅσα ἄλλα τοιαῦτα ὑμῖν ὡς ἐπὶ σκηνῆς δραματουργεῖται σοφίσματα. ταῦτα οὐχ ὕβρις ἐστίν, ἀλλ’ ἔλεγχος, καὶ τὴν ἐπίνοιαν ἣ τὴν ἀλήθειαν ἐπεσκίαζεν διασκεδάζει καὶ ὑμῶν ἀφίησι περιορᾶσθαι τὸ κακούργημα. —Εὖγέ σοι, πᾶς ὁ κατὰ τῆς εὐσεβείας ἰὸς πολλοῖς ἐνσαπεὶς χρόνοις ὀψὲ καὶ μόλις ἀπημέθη· καὶ ὄψει γε τοῦτον, εἰ βουληθείης ἀνανήψας ἐφορᾶν, ὅσην εἶχεν ἰσχὺν καταλυμαίνεσθαι τὰ ἐντόσθια. —Πῶς μήν; —Οὐκ οἶμαί σε λαθεῖν ὡς εἴρηται προτείνεσθαι μὲν ταῦτα τοῖς εὐσεβέσιν, οὐχ ὡς σὺ δὲ προέτεινας. —Ἆρά γε καὶ τίνα τρόπον ἄλλον; —Οὐκοῦν οὐχ ἅπερ <εἶπας> ἐρωτῶσιν, ἀλλ’ ἕτερά τινα. —Καὶ πάλιν ἀφίεμαι δικαίας αἰτίας καὶ μεγάλης μέμψεως, ἐκεῖνα ψέγων ὧν οὐδὲ σὺ τῆς προστασίας ὑπέρμαχος· τὸ γὰρ μεθεῖναί σε καθ’ ὧν τὴν αἰτίαν φέρω, ἑτέραν δὲ προκομίζειν, ὅσον ἔχει τοῖς προκομιζομένοις τὸ θαρρεῖν, τοσοῦτον τοῖς ὑφ’ ἡμῶν διαβαλλομένοις ἀπένειμας τὸ μὴ θαρρεῖν. —Ἀλλὰ πῶς ἄν τίς σε ἡδύτερον ἴδοι ἢ καλὸν καὶ ἀγαθὸν ὀνομάσειεν;

πεσὼν γὰρ εἰς ἃ μὴ ἔδει, οὐκ εἴ τις χαίρεις ἀναστήσειεν, ἀλλὰ καὶ χάριν ὅτι μὴ κείμενον ἀφῆκεν ἀπαιτεῖς. —Πῶς δὴ καὶ τίνα τρόπον; —Ὅτι κατηγορήσας ἐκείνων ἃ μηδεὶς προτείνειεν, καὶ τῆς κατηγορίας ὁρῶν σεαυτόν, ὡς ἔοικεν, ἐξωθούμενον, οὐ συγγνώμην οἷς ἥμαρτες αἰτεῖς οὐδ’ ὅτι χάριν ὀφείλεις εἴ τίς σε μεταστήσειεν τοῦ θράσους ἐννοεῖς, ἀλλ’ ὅτι καθ’ ἑτέρων ὡρμημένος διέβαλες ἕτερα, μέγα νομίζεις φρονεῖν· καίτοι τῆς ἀνοίας ταύτης τί ἂν εἴη χαλεπώτερον; —Πρὸ τῶν ἐλέγχων οὐ δεῖ τὴν ὀφρῦν αἴρειν, οὐδὲ φρονεῖν μέγα ἐφ’ οἷς ἂν τοὺς ὑπέχοντας λόγον ἢ καὶ προβαλλομένους τις ἐπιχλευάσειεν. —Καλῶς γε ἔφης, καί μοι τοῖς λογισμοῖς παρακολούθει. οὐ προτείνουσιν τὴν ἐρώτησιν, ‘ὁ θεὸς ἔχει λόγον;’. —Καὶ πῶς ἄλλως; —Ἆρά ἐστίν τι θεῖον ὑπεριδρυμένον τῶν ὄντων δημιουργικόν τε καὶ ἐποπτικόν, ἢ οὔ; —Οὐδὲν τοῦτο πρὸς τὸν ἐμὸν λόγον· οὐδὲ γὰρ ὅτι μὴ συνείρω τῇ θείᾳ φύσει τὰ προσόντα αὐτῇ, διὰ τοῦτο τοὺς σοφιστὰς συκοφαντεῖν δόξω. —Οὐ τοῦτο λέγω, ἀλλὰ μικρὸν σεαυτὸν ὑπόθου τῇ ἀκροάσει· τοῦτο δὴ τὸ θεῖον (καὶ οὐκ ἐρῶ τοὺς ὕμνους) πότερον λογικὸν ἐρεῖς καὶ ἔμπνουν, ἢ ἄλογόν τε καὶ ἄπνουν;

καί μοι θρασέως τε καὶ σπουδαίως ἀποκρίνου. —Οὐχ ὁπότερον ἂν ἐρῶ βουλοίμην; —Ἀλλ’ ὃ θάτερόν σε τῆς προτέρας ὕβρεως οὐκ ἀπάγει· ἄν τε γὰρ ἐρεῖς λογικὸν καὶ ἔμπνουν, οὔτε τὸν λόγον λόγον ἔχειν ἡμᾶς προσαναγκάσεις οὔτε πνοὴν τὸ πνεῦμα· ἄν τε μὴ ἐρεῖς ὅτι τὸ θεῖον ἐκεῖνο λόγου τε καὶ ζωαρχικῆς ἀμέτοχόν ἐστιν πνοῆς, σεαυτόν, οὐκ ἄλλους, εἰς τὴν ἐσχάτην ἀσέβειαν βυθίζεις· καὶ οὔτε σὺ τὸ πολύθεον τῆς Ἑλληνικῆς ἀθεότητος καθ’ ἡμῶν ἔχειν χώραν ἐναπορρίπτεις, οὔτε ὁ λόγος ἐκβάλλεται, ἀλλ’ οὐδὲ τὸ πνεῦμα τῆς θεότητος. ὁρᾷς ὅπως τὰ αὐτὰ μὴ ὡσαύτως προτεινόμενα πολὺν σάλον καὶ τάραχον τοῖς ἀπείρως ἔχουσιν τῆς σοφῆς καὶ ἀδιαβλήτου μεθόδου κατεπανίστησι; τί δὴ σιγᾷς;

εἰ μὲν γὰρ συνῆκας, οὐ δεῖ τὴν σύνεσιν μαλακίζεσθαι, εἰ δὲ μή, πάλιν λέγειν τὰ δοκοῦντα ἐμποδών ἐστιν, ὡς ὁρᾷς, οὐδέν. —Θαυμάζω πῶς ὁ αὐτὸς λόγος ἄλλως μὲν σχηματιζόμενος πολλὰς γονὰς ἐδίδου λαβῆς, ὑπὸ δὲ σοῦ νυνὶ προαχθεὶς ἀπηλλαγμένος πάντων ἐκείνων ἐδείχθη περιφανῶς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δοκεῖ τὸ παρὰ σοῦ κηρυττόμενον ἄγειν εἰς πειθώ. —Οὐκ ἐπὶ τῆς εἰρημένης θέσεώς ἐστιν, ὦ βέλτιστε, μόνης τοῦτο κατιδεῖν, ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν τὸ σχῆμα τοῦ λόγου καὶ ἡ προαγωγὴ κακουργουμένη μὲν εἰς ἀπορίαν περιτρέπεται, κατ’ εὐθὺ δὲ προτεινομένη τὸ οἰκεῖον διασῴζει, καὶ διαφυλάττει τὸ ἀξίωμα. —Οἷον τί; —Ἐῶ μέν, εἰ βούλει, τὰ πόρρω· ἀλλ’ ἐκεῖνο ῥητέον, ὃ καὶ αὐτὸ μετὰ τῆς προειρημένης ἀποδείξεως τῆς χλεύης γέγονεν κοινωνόν. —Τὸ ποῖον λέγεις; —Οὐκ ἐρῶ πάλιν, ‘ἆρά γε γόνιμος ὁ θεός, ἢ οὔ; ’, ἵνα μὴ τὸ γόνιμον ἀφελὼν τοῦ υἱοῦ συναφέλῃς καὶ τὴν θεότητα, ἢ διδοὺς πολυθεΐας ἡμῖν διαπλέξῃς σειράν. ἀλλ’ οὕτω πως ἐροίμην ἄν· πότερον τὸ θεῖον—ἐῶ δὲ νῦν τοὺς ὕμνους, οὓς ἡ μακαρία φύσις ἐκείνη βιάζεται λέγειν—ἀλλ’ οὖν τὸ θεῖον πότερόν ἐστιν γεννητικόν, ἢ τῆς δυνάμεως ἀφῄρηται ταύτης;

τῆς δὲ διανοίας τοῦ ἁπλοῦ, ἀντὶ τοῦ ῥέπειν πρὸς τὴν ἐρημίαν τῆς γεννήσεως, εἰς τὴν γέννησιν ἐπιστρεφομένης, ἔχομεν τὸν υἱόν, οὔτε τῆς θεότητος ἀλλοτριοῦντες οὔτε γεννήσεως ἴδιον ἀνομολογοῦντες· ἐν ὅλῃ γὰρ ταῦτα τῇ θεότητι, ἀλλ’ οὐκ ἐφ’ ἑκάστῳ τῶν ἐν αὐτῇ θεολογουμένων προσώπων.

Εἰς τὸ τοῦ Ἰὼβ ‘πόθεν παραγέγονας;’ Οὐχ ἁπλῶς, ὡς ἄν τις οἰηθείη, ἡ φωνὴ ἐρωτήσεως μόνον προβάλλεται τύπον, ἀλλὰ καὶ βαθυτέρας ζητήσεως ἀνακαλύπτει θεωρίαν. σύ, φησίν, ἐν τοῖς χαμαιπετέσιν καὶ περιγείοις διὰ τὴν ἀλαζονείαν καταδικασθεὶς τὴν δίαιταν ἔχειν, πόθεν ἢ πῶς ἐνταῦθα παραγέγονας, οὐδεμίαν ἔχων ἐξουσίαν ἱερῶν ἀνδρῶν περιεργάζεσθαι βίους, ἐν ἐκείνοις δὲ μόνοις ἀπορριφεὶς οἵ σε τῆς οἰκείας πολιτείας τοῖς πλημμελήμασιν εἰσηγητὴν καὶ χορηγὸν τῶν ἀτόπων ποιοῦνται; πόθεν οὖν εἰς μηδέν σοι προσήκοντα βίον λογοθέτην ἑαυτὸν ἐπῆρας γενέσθαι;

‘Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γεννώμενον’ δεῖ λέγειν ἢ ‘γενόμενον’, δι’ ἑνὸς ν ἢ διὰ δύο; ‘Γενόμενον’ δεῖ λέγειν ‘ἐκ γυναικός’, ὥσπερ καὶ ‘γενόμενον ὑπὸ νόμον’, διὰ τοῦ ἑνὸς ἀμεταβόλου· πρῶτον μὲν ἐκ τῆς συνεχοῦς παραθέσεως τῶν νοημάτων τε καὶ ῥημάτων, δεύτερον δὲ ὅτι γεγέννηται μὲν ὁ Χριστὸς ἐκ παρθένου, τῶν δύο γραφομένων κατὰ τὴν δευτέραν συλλαβὴν ἀμεταβόλων, οὐ μὴν δὲ γεννᾶται· ἅπαξ γὰρ ἐκ παρθένου γεγέννηται. μηδενὶ δὲ ἡ τοῦ θεολόγου Γρηγορίου φωνὴ πλάνης αἴτιον γινέσθω· ἐκεῖνος γὰρ ἔφησεν ‘Χριστὸς γεννᾶται’, οὐχ ὅτι διὰ παντὸς ἐκ παρθένου γεννᾶται, ἀλλ’ ὅτι γε ἡ παροῦσα τότε πανήγυρις τῆς τοῦ δεσπότου γεννήσεως ἐτύγχανεν ἡμέρα· διὸ παντὶ τρόπῳ φυλακτέον τοῦ ‘γενόμενον ἐκ γυναικὸς’ διὰ τῶν δύο νν μήτε τὴν γραφὴν μήτε τὴν ἐκφώνησιν ποιεῖσθαι.

Περὶ φύσεως καὶ ὑποστάσεως Τὸ φαινόμενον τοῦ Χριστοῦ τί ἦν, φύσις ἢ ὑπόστασις; ἀλλ’ εἰ μὲν ὑπόστασις, ἔστιν δὲ καὶ τὸ μὴ φαινόμενον, ἤτοι ἡ τοῦ λόγου ὑπόστασις, δύο ἄρα, ὅπερ ἄτοπον. εἰ δὲ φύσις, πλείω τὰ ἄτοπα· καθόλου τε γὰρ καὶ ὀφθαλμοῖς οὐκ ἔστιν ὁρατή (ἐννοεῖται γὰρ καὶ κατὰ πλειόνων)· πῶς δὲ ἢ κυοφορεῖται ἢ γεννᾶται φύσις; καὶ μυρία ἄλλα.

Οὔτε φύσις οὔτε ὑπόστασις, ἀλλὰ μέρος τῆς τοῦ λόγου συνθέτου ὑποστάσεως, ὅπερ ἐστὶν ἐνυπόστατον. εἰ δὲ καὶ ὑπόστασίν τις αὐτό, ‘οὐκ ἄλλην παρὰ τὴν τοῦ λόγου’ προσθεὶς ἐν τῇ ἀποκρίσει, ἀποφήνῃ, τάχα ἂν οὐ κακῶς εἴη πρός γε Νεστοριανοὺς ἀποκρινόμενος.

Ἀχώριστός ἐστιν ἑαυτῆς ἡ τριάς, ἢ καὶ ἰδιώμασι καὶ λόγοις μόνοις χωρίζεται, καὶ οὐκ ἔστιν τῶν ὄντων οὐδὲν ἐν ᾧ ἡ μὲν πατρικὴ πάρεστιν ὑπόστασις, ἄπεστιν δὲ ἡ τοῦ υἱοῦ ἢ ἡ τοῦ πνεύματος, ἀλλ’ ὅσα πληροῦται τῆς πατρικῆς ὑποστάσεως καὶ ἑκατέρας τῶν ἄλλων πληροῦται, καὶ τὸ ἀνάπαλιν. πῶς, λέγοντες τὴν <τοῦ> υἱοῦ σεσαρκῶσθαι καὶ γεγενῆσθαι ὑπόστασιν, ἢ οὐ χωρίσομεν τῆς τοῦ πατρὸς καὶ τοῦ πνεύματος ὑποστάσεως, ἢ κἀκείνας γεννηθῆναι καὶ σαρκωθῆναι συγχωρήσομεν;

Εἰ ἐπὶ τῶν <ἐν> γενέσει καὶ φθορᾷ δυνατόν ἐστιν δεῖξαι τοῦτο, ἵνα καὶ ἀχώριστά ἐστιν τῇ ὑποστάσει, καὶ ἑνὸς τούτων ποιοῦντος ἢ πάσχοντος μηδὲν τῶν λοιπῶν τὸ αὐτὸ ποιεῖ ἢ πάσχει, πολλῷ ἄρα ῥᾷον ἐπὶ τῶν ἀπαθῶν καὶ ἀκηράτων ὑποστάσεων τοῦτο συγχωρεῖν. παράδειγμα δὲ τοῦ πυρὸς ἡ φωτιστικὴ καὶ καυστικὴ ποιότης· ποιεῖ γὰρ τούτων ἑκατέρα, ἀχώριστος οὖσα τῆς λοιπῆς, καὶ μηδὲν θατέρας ἐν τῷ ποιεῖν τῆς ἑτέρας ποιούσης. ἄλλως τε δὲ εἰ τὸ γεννηθῆναι τὸν υἱὸν ἐκ τοῦ πατρὸς οὐ τὴν ἀχώριστον ὕπαρξιν τῆς αὐτῶν ὑποστάσεως ἢ χρόνῳ ἢ ἐνεργείᾳ χωρίζει, μόνον δὲ τὸ ἰδίωμα τῆς τοῦ υἱοῦ παρίστησιν ὑποστάσεως, οὐδὲ τὸ σαρκωθῆναι καὶ ἐκ παρθένου τεχθῆναι χωρίσει πατρὸς ἢ πνεύματος, ἰδίωμα δὲ μόνον τῆς τοῦ υἱοῦ συνθέτου ὑποστάσεως παραστήσει· ὁ σίδηρος γὰρ τυπτόμενος καὶ πάσχων κατά τινα τῶν ἐν αὐτῷ ποιοτήτων οὐ πάσχει κατὰ βαρύτητα.

Περὶ ὑποστάσεως Πότερον ἡ τοῦ λόγου σύνθετος ὑπόστασις ὁμοφυής ἐστιν τῇ τοῦ λόγου ἁπλῇ ὑποστάσει ἢ ἑτεροφυής, ἢ πῇ μὲν ὁμοφυής, πῇ δὲ ἑτεροφυής; εἰ μὲν γὰρ ὁμοφυής, ἔστιν δὲ ἡ τοῦ λόγου ἁπλῆ ὑπόστασις τῇ τοῦ πατρὸς ὁμοφυής, καὶ ἡ σύνθετος ἄρα τῇ τοῦ πατρὸς ἁπλῇ ὑποστάσει ὁμοφυής. πῶς οὖν ἡ σύνθετος τῇ ἁπλῇ ὁμοφυής; πῶς δ’ οὐχὶ σύνθετος ῥηθείη ἂν καὶ ἡ τοῦ πατρός; καὶ τρίτον τετρὰς αἱ τρεῖς ἁπλαῖ ὑποστάσεις, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἡ σύνθετος τοῦ λόγου. εἰ δ’ ἑτεροφυής, καὶ οὕτως μένει τετράς. πῶς δὲ καὶ ἑτεροφυὴς αὐτὸς ἑαυτοῦ, εἴ γε μὴ δύο τὰ κεχωρισμένα, τό τε σύνθετον λέγοις καὶ τὸ ἁπλοῦν; εἰ δὲ πῇ μὲν ἑτεροφυής, πῇ δὲ ὁμοφυής, τὸ μὲν τετράδα λέγειν τὴν τριάδα καὶ οὕτως ἕψεται, ἕψεται δὲ καὶ τὸ διαπορεῖν πῶς ἐστιν αὐτὸς ἑαυτῷ πῇ μὲν ἑτεροφυής, πῇ δὲ ὁμοφυής.

Ἠκολούθησεν τὰ ἄτοπα ἐκ τοῦ λαβεῖν ἐξ ἀρχῆς τὸ ἓν ὡς δύο· ἐκ τούτου γὰρ καὶ ταῖς ὑποθέσεσιν εἵπετο συνάγεσθαι τετράδα τὴν τριάδα. οὐ γάρ ἐστιν ἄλλη καὶ ἄλλη ἡ σύνθετος τοῦ λόγου ὑπόστασις καὶ ἡ ἁπλῆ, ἵνα ὡς περὶ δύο τις ἐπερωτᾷ τὸ ὁμοφυὲς καὶ ἑτεροφυές, καὶ πῇ μὲν ὁμοφυές, πῇ δὲ ἑτεροφυές, ἀλλὰ μία καὶ ἡ αὐτή. πρὸς οὖν τοὺς ταῦτα ἐρωτῶντας ἀναγκαῖον καὶ ἀληθὲς ἀποκρίνασθαι· οὔτε ὁμοφυής ἐστιν οὔτε ἑτεροφυὴς οὔτε τὸ ἐκ τούτων. ταῦτα γὰρ ἐπὶ δύο τοὐλάχιστον λέγεται, ἡ δὲ τοῦ λόγου ὑπόστασις, εἴτε σύνθετον ἐρεῖς, εἴτε ἁπλῆν, μία καὶ ἡ αὐτή ἐστιν.

Τινὲς δὲ τῶν ἀρχαίων οὐδὲ σύνθετον ὑπόστασιν, ὥσπερ οὐδὲ σύνθετον φύσιν, εἰρήκασιν, ἀλλὰ σεσαρκωμένην μὲν τοῦ λόγου ὑπόστασιν καὶ ἄσαρκον, σύνθετον δὲ οὐκέτι· οἱ δὲ νεώτεροι καὶ σύνθετον, οἶμαι ἀντὶ τοῦ σεσαρκωμένου καὶ μόνου τοῦτο λαμβάνοντες.

Ἀλλά φασίν τινες· πῶς οὖν τὸ σύνθετον ταὐτὸν τῷ ἁπλῷ; καὶ γὰρ οὔτε τὸ ἁπλοῦν ὅπερ τὸ σύνθετον οὔτε τὸ σύνθετον ὅπερ <τὸ> ἁπλοῦν. ἄτοπα δὲ ταῦτα· οὕτως καὶ ἐν τῇ ἁπλῇ τοῦ λόγου ὑποστάσει τὸ πρόσκαιρον καὶ ἠργμένον, ὥσπερ ἐν τῇ συνθέτῳ, καὶ ἄλλα μυρία. καὶ ἐν τῇ συνθέτῳ πάλιν τὸ μηδὲν ἠργμένον ὁρᾶσθαι καὶ τέλος μηδὲ σεσαρκῶσθαι, ταῦτα γὰρ ἡ ἁπλῆ· καὶ διὰ ταῦτα καὶ τὰ τοιαῦτα οἱ παλαιοὶ τὸ σύνθετον παρῃτοῦντο. ἢ εἰ καὶ μὴ σύνθετον λέγομεν, ἀλλ’ ἁπλῆν ἀεί, ἄσαρκον δὲ καὶ σεσαρκωμένην λαμβάνοντες, ταὐτὰ ἕψεται· εἰ γάρ ἐστιν ἡ αὐτὴ ὑπόστασις καὶ μία ἡ ἄσαρκος τῆς σεσαρκωμένης, {ἢ} τὰ τῆς ἀσάρκου τῆς σεσαρκωμένης καὶ τὰ τῆς σεσαρκωμένης τῆς ἀσάρκου ἔσται.

Ἤ, εἰ καὶ <ἡ> αὐτὴ καὶ μία ὑπόστασις ἥ τε ἄσαρκος καὶ ἡ σεσαρκωμένη, οὐκ ἀνάγκη ἕπεσθαι τὰ εἰρημένα. οὐ γὰρ ἐπειδὴ ὁ Πέτρος καὶ ἐσταυρωμένος καὶ ἀσταύρωτος ἡ αὐτὴ καὶ μία ἐστὶν ὑπόστασις, ἢ ὁ ἀσταύρωτος τοῦ ἐσταυρωμένου ἢ ὁ ἐσταυρωμένος τοῦ ἀσταυρώτου. ἢ εἰ βούλει, ἐπειδὴ ὁ ἀρνησάμενος καὶ ὁ δι’ αἵματος ὁμολογήσας καὶ μαρτυρήσας ἡ αὐτὴ <καὶ> μία ἐστὶν ὑπόστασις, διὰ τοῦτο ταὐτὸν φήσεις καὶ τὸ μαρτυρεῖν τῷ ἀρνεῖσθαι ἢ τὰ ἐν τῷ μαρτυροῦντι ὁραθέντα καὶ εὑρεθέντα ὁρᾶσθαι καὶ εὑρίσκεσθαι ἐν τῷ ἀρνουμένῳ. οὐ γάρ ἐστιν ταὐτὸν τὸ λέγειν τὴν ὑπόστασιν μίαν καὶ τὴν αὐτὴν εἶναι καὶ τὸ τὰ περὶ τὴν ὑπόστασιν ὁρώμενα διαφόρως ἓν καὶ ταὐτὰ εἶναι. μυρία δέ ἐστιν παραδείγματα· ὁ ἐνδεδυμένος Πέτρος, εἰ τύχοι, καὶ ὁ γυμνός, ὁ φιλόσοφος Σωκράτης καὶ ὁ μὴ φιλόσοφος πρότερον, ὁ διώκτης Παῦλος καὶ ὁ κῆρυξ, καὶ ἄλλα ἄπειρα, ὧν μία μέν ἐστιν ἡ ὑπόστασις καὶ ἡ αὐτή, τὰ δὲ περὶ τὴν ὑπόστασιν οὐχὶ ταὐτά.

Περὶ θεότητος Πότερον ἡ θεότης καὶ τὸ θεὸς ταὐτόν ἐστιν ἢ ἕτερον; εἰ μὲν γὰρ ἕτερον, τί τοῦτο, καὶ τί παρὰ τὸν θεὸν ἡ θεότης; εἰ δὲ ταὐτόν, ἔστιν δὲ ἑκάστη τῶν ὑποστάσεων τῶν τριῶν θεός, καὶ θεότης ἄρα. οἱ μὲν οὖν τὸ σχῆμα τῆς λέξεως αἰτιώμενοι, ὅτι ἡ μὲν θεότης θηλυκῶς προφέρεται, οὐχ οὕτως δὲ αἱ ὑποστάσεις, πλανῶνται· ἔδει γὰρ μηδὲ τὸ πνεῦμα λέγεσθαι θεόν· τὸ μὲν γὰρ οὐδέτερον, τὸ δὲ σχήματος ἀρσενικοῦ. ἔτι οὐδὲ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα μίαν οὐσίαν, ἀνομοιογενῆ γὰρ τὰ ὀνόματα· οὐδὲ τὸν ἄνθρωπον ζῷον ἢ οὐσίαν, καὶ ἄλλα ἄπειρα. οὐκ ἄρα τὸ ἀνομοιογενὲς αἴτιον τοῦ μὴ λέγεσθαι τὸν πατέρα ἢ τὸν υἱὸν ἢ τὸ πνεῦμα θεότητα, ὥσπερ θεόν.

Ἢ ἔστιν εἰπεῖν ὅτι ταὐτόν ἐστιν ταῦτα, ὥσπερ καὶ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρωπότης· ἀλλ’ ὥσπερ λέγομεν τὸν Σωκράτην ἄνθρωπον μέν, οὐκ ἀνθρωπότητα δέ, οὕτως καὶ ἐπὶ τοῦ θεὸς καὶ θεότης. ἢ τοῦτο οὐ λύοντος, ἀλλ’ αὔξοντός ἐστιν τὴν ἀπορίαν· εἰ γὰρ ταὐτὸν ἄνθρωπος καὶ ἀνθρωπότης, πῶς μὴ ἐφ’ ὧν τὸ ἄνθρωπος λέγεται, ἐπ’ ἐκείνων ῥηθείη καὶ ἡ ἀνθρωπότης; φασὶν οὖν τινες ὅτι οὐδὲν κωλύει καὶ ταὐτὸν εἶναι τὸ ἄνθρωπος καὶ ἀνθρωπότης, καὶ τὸ θεὸς καὶ θεότης, καὶ μὴ ἐφ’ οὗ τὸ ἕτερον, καὶ τὸ ἕτερον λέγεσθαι. αὐτίκα γὰρ ὁ ἄνθρωπος καὶ ἡ τοῦ ἀνθρώπου φύσις καὶ τὸ τοῦ ἀνθρώπου εἶδος ταὐτόν ἐστιν, ἀλλ’ ὅμως ἄνθρωπος κατὰ τοῦ Σωκράτους κατηγορεῖται (ἄνθρωπος γάρ ἐστιν καὶ ὁ Σωκράτης), οὐκέτι δὲ ἡ φύσις ἢ τὸ εἶδος· οὔτε γὰρ ἀνθρώπου φύσιν οὔτε εἶδός φαμεν τὸν Σωκράτην. ἀλλ’ οὐκ ἔστιν ὅμοιον τοῖς προειρημένοις· ἡ μὲν γὰρ φύσις καὶ τὸ εἶδος καὶ τὸ γένος καὶ τὰ ὅμοια λογικὰ ὀνόματα ὄντα, οὐ δύνανται διικνεῖσθαι μέχρι τῶν ἐσχάτων, ἀλλ’ ἐπ’ ἐκείνων ἵστανται ἐφ’ ὧν λέγονται, ἡ δὲ θεότης καὶ ἡ ἀνθρωπότης οὐκ ἔστιν λογικά, ἀλλὰ φυσικῶν πραγμάτων ὀνόματα.

Ἀλλ’ εἰ καὶ τοῦτο ἀληθές, οὐδὲν ἧττον εὕρηται ταὐτὰ ὄντα ὁ ἄνθρωπος καὶ ἡ ἀνθρώπου φύσις, ὧν τὸ μὲν κατὰ Σωκράτους λέγεται, τὸ δὲ οὐκέτι. τί οὖν κωλύει καὶ ἐπ’ ἄλλων ταὐτὸ ἐπακολουθεῖν τοῦτο; οὐ γάρ ἐστιν εἰπεῖν ἴσως ὡς ὁ ἄνθρωπος καὶ ἡ τοῦ ἀνθρώπου φύσις οὐχὶ ταὐτόν. ἔτι δέ φαμεν ὡς ὁ ἄνθρωπος καὶ τὸ ζῷον λογικὸν θνητὸν ταὐτόν, ναὶ μὴν καὶ τὸ γελαστικὸν τῷ ἄνθρωπος ταὐτόν, καὶ οὐχ ὅσα λέγεται περὶ ἑνός, ταῦτα καὶ περὶ τῶν λοιπῶν ῥηθήσεται· τὸ μὲν γὰρ γελαστικὸν ἴδιον τοῦ ἀνθρώπου, οὐκέτι δὲ ὁ ἄνθρωπος ἴδιον τοῦ ἀνθρώπου, καὶ τὸ μὲν ζῷον λογικὸν θνητὸν ὅρος ἀνθρώπου, οὐκέτι δὲ ὁ ἄνθρωπος ὅρος ἀνθρώπου· καίτοι κατὰ τὸ μάλιστα ταὐτά εἰσιν ταῦτα. εἰ δέ τις κἀπὶ τούτων τὰς λογικὰς φωνὰς αἰτιάσαιτο, οἷον τὸ ἴδιον καὶ τὸν ὁρισμόν (τούτων γὰρ ἀφαιρούμενα, ὅπερ ἔστιν τὸ ἕτερον, ἔστιν καὶ τὸ λοιπόν), ἀλλ’ οὖν ἐπὶ τούτων τί ἂν αἰτιάσαιτο; ὁ μὲν γὰρ ἄνθρωπός ἐστιν οὐσία καὶ ζῷον, τὸ δὲ γελαστικὸν οὔτε οὐσία οὔτε ζῷον, ἐπεὶ πολλαὶ ἂν εἴησαν ὁ ἄνθρωπος οὐσίαι καὶ ζῷα.

Ἢ εἰ καὶ ταῦτα μὲν ἀληθῆ, οὐχ ὅμοια δὲ τοῖς ἐξ ἀρχῆς προκειμένοις. ὁ γὰρ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης καὶ τὸ θεὸς καὶ θεότης, εἴπερ ἐστὶν ταὐτά, οὐκ ἔστιν κατὰ ὁμοιότητα τῶν εἰρημένων ταὐτά. οὔτε γὰρ ἴδιον θάτερον θατέρου οὔτε ὅρος, ἀλλ’ ὥσπερ ἂν εἴποι τις ὀνόματα δύο περὶ ἓν ὑποκείμενον καὶ ὡς λώπιον καὶ ἱμάτιον· πῶς οὖν οὐκ ἐφ’ ὧν τὸ ἕτερον, καὶ τὸ ἕτερον, ἢ ὅσα τῷ ἑτέρῳ, οὐχὶ καὶ θατέρῳ; φαμὲν οὖν ὅτι ταὐτὰ μέν εἰσι τὸ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης ὡς ταὐτὸ ὑποκείμενον καὶ πρᾶγμα δηλοῦντα, οὐχ ὡσαύτως δὲ λαμβάνονται· ἀλλ’ ἡνίκα μὲν ἄνθρωπός φαμεν, τὴν ἀνθρώπου φύσιν ἐννοοῦμεν ὡς ἐγκατατεταγμένην ταῖς ὑποστάσεσιν, ἡνίκα δὲ ἀνθρωπότητα, τὴν αὐτὴν μὲν ἀνθρώπου φύσιν, οὐχ ὡσαύτως δέ, ἀλλ’ ἐξῃρημένην τῶν ἀτόμων καὶ καθ’ ἑαυτὴν λαμβανομένην ἀφορίζοντες. ταὐτὰ μὲν οὖν ὁ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης, οὐχ ὡσαύτως δὲ λαμβανόμενα. διὸ οὐκ ἐφ’ ὧν τὸ ἕτερον, καὶ θάτερον, ἢ ἐφ’ ὧν μὲν τὸ ἕτερον, καὶ τὸ ἕτερον, οὐχ ὡσαύτως δέ.

αὐτίκα ἐπὶ τοῦ Σωκράτους καὶ ὁ ἄνθρωπος καὶ ἡ ἀνθρωπότης λέγεται, οὐχ ὡσαύτως δέ· ἄνθρωπον γάρ φαμεν εἶναι τὸν Σωκράτην, ἀνθρωπότητα δὲ οὐκ εἶναι, ἀλλ’ ἔχειν· καὶ τὴν ἀνθρωπότητα δὲ πάλιν φύσιν εἶναι τοῦ Σωκράτους φαμὲν καὶ τῶν ἄλλων ἀνθρώπων, καὶ περιεκτικὴν εἶναι τῶν καθ’ ἕκαστα· οὐδὲ γάρ τι τούτων ἔξω ταύτης πίπτει· ὥστε εἰ καὶ μὴ ἀεὶ ὡσαύτως, ἀλλ’ ἐφ’ οὗ λέγεται ὁ ἄνθρωπος, δύναται καὶ ἡ ἀνθρωπότης ἁρμόσαι. εἰ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἴσως ἡμῖν καὶ ἐπὶ τοῦ θεὸς καὶ θεότης, ὅσον ἐν ἀνθρωπίνοις παραδείγμασι φαντασθῆναι τὰ θεῖα, εὐπορίαν τῶν ἠπορημένων ποιήσει.

Εἰ τῇ ψυχῇ καὶ τῷ σώματι τοῦ Χριστοῦ, ἤτοι τῷ κυριακῷ ἀνθρώπῳ, ἡ τοῦ πατρὸς καὶ τοῦ πνεύματος παρῆν ὑπόστασις (οὐδὲν γὰρ τῶν ὄντων οἷς μὴ πάρεστιν ἐπιστατοῦσα καὶ προνοοῦσα ἡ τριάς), λέγεται δὲ ὁ υἱὸς τῷ παρεῖναι πάντως σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, πῶς οὐχὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα ταῦτα ῥηθείη ἄν; ἢ τὸ παρεῖναι διττόν· τὸ μὲν ὡς προνοοῦν, καθὼς εἴρηται, καθ’ ὃ σημαινόμενον ἡ τριὰς παρεῖναι τῷ κυριακῷ ἀνθρώπῳ ὥσπερ καὶ τοῖς οὖσιν ἅπασιν λέγεται, ἀλλ’ ὥσπερ οὐδὲν τῶν ὄντων διὰ τὸ παρεῖναι τούτοις γεγενῆσθαι λέγεται, οὕτως οὐδὲ σαρκωθῆναι ἢ ἐνανθρωπῆσαι. λέγεται δὲ παρεῖναι ἕτερον ἑτέρῳ ὡς ἡ ψυχὴ τῷ σώματι, ἡνίκα ἄμφω εἰς μίαν συνῆλθεν ὑπόστασιν, καθ’ ὃ σημαινόμενον μόνον τὸν υἱὸν τῷ κυριακῷ φαμεν ἀνθρώπῳ παρεῖναι, οὐκέτι δὲ τὸν πατέρα ἢ τὸ πνεῦμα. καὶ κατὰ μὲν τὸ πρῶτον σημαινόμενον πᾶσιν παρῆν, ὥσπερ ἔφημεν, ἀνθρώποις καὶ ἁπλῶς τοῖς οὖσιν ἡ τοῦ λόγου ὑπόστασις, κατὰ δὲ τὸ δεύτερον οὐκέτι, ἀλλὰ μόνῳ τῷ κυριακῷ· ὥσπερ καὶ ὁ νοῦς ὁ ἐν ἡμῖν πάρεστιν μὲν πᾶσιν οἷς ἐπιβάλλων τούτων ἀντιλαμβάνεται καὶ νοεῖ, πάρεστιν δὲ καὶ τῷ ἐγκεφάλῳ, ἢ εἰ μὴ βούλει, ἄλλῳ τινὶ μορίῳ σωματικῷ. καὶ οὐκ ἔστιν ὁμοία ἡ παρουσία· ἡ μὲν γὰρ κατ’ οὐσίαν καὶ ὕπαρξιν, ἡ ἐν τῷ ἀφωρισμένῳ μορίῳ σωματικῷ, ἡ δὲ κατὰ μόνην νόησιν καὶ ἀντίληψιν.

Πότερον ἡ τοῦ λόγου ὑπόστασις, ἤγουν ὁ Χριστός, ταὐτόν ἐστιν ταῖς αὐτοῦ φύσεσιν ἢ ἕτερον; ἑκατέρωθεν γὰρ ἄπορον εἶναι ποιεῖ. εἰ μὲν γὰρ ταὐτόν, εἰσὶ δὲ δύο φύσεις, καὶ ὑποστάσεις ἄρα δύο· ἢ ἀνάπαλιν, ἔστιν δὲ μία σύνθετος ὑπόστασις, καὶ μία ἄρα σύνθετος φύσις· εἰ δ’ ἕτερον, ἔστιν δὲ ἐκεῖνα θεὸς καὶ ἄνθρωπος, οὐκ ἄρα ὑπόστασις ταῦτα, ὃ καὶ ἀτοπώτερον· ἀκολουθεῖ δ’ ἑκατέρᾳ τῶν ὑποθέσεων καὶ ἄλλα πλείονα ἄτοπα.

Φαμὲν οὖν ἐπιλυόμενοι ὡς οὔτε ταὐτὸν ἁπλῶς οὔτε ἕτερον, ἀλλὰ τρόπον μέν τινα ταὐτόν, τρόπον δέ τινα ἕτερον· κατὰ μὲν γὰρ τοὺς οὐσιώδεις λόγους τῶν φύσεων ταὐτὸν ὁ Χριστὸς ταῖς ἑαυτοῦ φύσεσιν· καθὸ δὲ τὸ μὲν ἄτομον, τὰ δὲ κατὰ πλειόνων δύνανται λέγεσθαι, καὶ ὅσα τούτοις ὅμοια, ἕτερον {δέ}. οὐκ ἐπὶ τοῦ κατὰ Χριστὸν δὲ μυστηρίου, εἴ τις τὸ τοιοῦτον ἐρώτημα προκομίζει, ἡ ἀπόκρισις ἡ εἰρημένη ἁρμόσει, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ πάντων ἐφ’ ὧν δύναται λέγεσθαι φύσις καὶ ὑπόστασις· καὶ γὰρ ὁ Σωκράτης τῇ αὐτοῦ φύσει καὶ ὁ ἵππος οὔτε ταὐτόν ἐστιν ἁπλῶς οὔτε ἕτερον, ἀλλὰ τρόπον μέν τινα ταὐτόν, ὥσπερ εἴρηται, τρόπον δ’ ἄλλον ἕτερον.

Πότερον ὁ Χριστὸς τὸν καθόλου ἄνθρωπον ἀνελάβετο ἢ τὸν ἐπὶ μέρους; Φαμὲν οὔτε τὸν καθόλου οὔτε τὸν ἐπὶ μέρους· οὐδὲ γὰρ ἐξ ἀνάγκης θάτερον τούτων ὑπάρχειν δεῖ· οὐ γὰρ κατὰ ἀντίφασιν ἡ ἐρώτησις. εἰ μὲν γὰρ τὸν καθόλου ἄνθρωπον ἀνελάβετο ὁ Χριστός, συμβαίνει αὐτὸν μὴ καθ’ ὕπαρξιν μηδ’ ἐν αἰσθήσει γενέσθαι ἄνθρωπον, ἀλλ’ ἐπινοίᾳ μόνῃ καὶ φαντασίᾳ, αὕτη γὰρ ἡ τοῦ καθόλου ὕπαρξις· ἄλλως τε δὲ καὶ μὴ εἶναι αὐτὸν ἐν τόπῳ περιγραφόμενον κατὰ τὴν τῆς ἀνθρωπότητος φύσιν, οὐδὲν γὰρ τῶν καθόλου τοπικῶς περιγράφεται. ἔτι δὲ καὶ εἰ τὸν καθόλου ἄνθρωπον ἀνελάβετο ὁ Χριστός, τὸ δὲ καθόλου τοῦτό ἐστιν, τὸ ἐν πολλαῖς ὑποστάσεσι θεωρούμενον, ἔσται ὁ Χριστός, ἐπεὶ τὸν καθόλου ἀνείληφεν ἄνθρωπον, ὑποστάσεις πολλαί, μᾶλλον δὲ ἄπειροι. συμβαίνει δὲ καὶ μὴ εἶναι ἡμῖν αὐτὸν ὁμοούσιον· ἀναληφθέντος γὰρ τοῦ καθόλου ἀνθρώπου ἐν τῷ θεῷ λόγῳ οὐκέτι ἡμεῖς ἄνθρωποι λεχθείημεν· πόθεν γὰρ τοῦτο ὑπάρξει ἡμῖν, καὶ κατὰ τί κοινωνήσομεν τῷ Χριστῷ; πρὸς δ’ αὖ τοῖς εἰρημένοις καὶ ἕτερον ὑπάρξει ἀτόπημα, τὸ τῶν ἀνθρώπων ἕκαστον καὶ ἄνθρωπον εἶναι καὶ μὴ ἄνθρωπον· ἕκαστος γὰρ ἡμῶν κατὰ τὸν ἀληθῆ λόγον ἄνθρωπός ἐστί τε καὶ ὀνομάζεται· τοῦ δὲ καθόλου, καθ’ ὃ πάντες ἄνθρωποι εἶναι ἐλέγοντο, παρὰ τοῦ θεοῦ λόγου ἀναληφθέντος, πῶς ἐσόμεθα ἄνθρωποι;

διὰ οὖν ταῦτα πάντα καὶ ἕτερα πλείονα οὐ λέγομεν ἀνειληφέναι τὸν Χριστὸν τὸν καθόλου ἄνθρωπον.

Ἀλλ’ οὐδὲ τὸν ἐπὶ μέρους ἄνθρωπον δίκαιον ἂν εἴη λέγειν τὸν Χριστὸν ἀνειληφέναι· εἰ γὰρ τοῦτο δοθείη, οὐ μία ἔσται ὁ Χριστὸς ὑπόστασις, ἀλλὰ δύο· τότε γὰρ ἀναλαβεῖν ἐλέγετο ὁ Χριστὸς τὸν ἐν μέρει ἄνθρωπον, εἴ γε τὴν φύσιν μετὰ τῶν ἰδιωμάτων ἀνέλαβεν, αὕτη δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ὑπόστασις.

Τί οὖν ἀνελάβετο ὁ Χριστός, ἐρεῖ τις, εἴπερ οὔτε τὸν καθόλου ἄνθρωπον οὔτε τὸν ἐν μέρει ἀνείληφεν; λέγομεν ὅτι ἀνελάβετο μὲν τὴν ἀνθρωπείαν φύσιν, ἐξ ἑαυτοῦ δὲ ὁ λόγος παρέσχε τὰ ἰδιώματα, καὶ οὕτως οὐδεμία ἀτοπία παρακολουθήσει.

Τὸ Χριστὸς ὄνομα ὅρου δύναμιν ἔχει ἢ οὐσίας ἐστὶ σημαντικόν, καθάπερ ἄνθρωπος ἢ ἵππος; οὔτε ὅρου δύναμιν ἔχει, οὔτε οὐσίας ἐστὶ σημαντικόν, πράγματος δέ τινος δηλοῦντος ἐνέργειαν. τὸ γὰρ Χριστὸς ὄνομα μίαν ὑπόστασιν σημαίνει, ἀλλ’ οὐ μίαν φύσιν· Χριστὸς γὰρ μονοτρόπως οὐ λέγεται, ἀλλ’ ἐν αὐτῷ τῷ ὀνόματι ἑνὶ ὄντι ἑκατέρων πραγμάτων δείκνυται σημασία, θεότητος καὶ ἀνθρωπότητος· διὸ καὶ θεὸς λέγεται ὁ Χριστὸς καὶ ἄνθρωπος, καὶ εἷς ἐστιν ὁ Χριστός.

Τί ἐστιν ‘ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, καταλλάγητε τῷ πατρί’; Εἴρηται τὸ ὑπὲρ Χριστοῦ ‘ἀντὶ τοῦ Χριστοῦ’, ὡς τῶν μαθητῶν ἀντὶ τοῦ διδασκάλου τὴν διακονίαν παρειληφότων. νοήσαις δ’ ἂν ὡς καὶ ἡμεῖς πολλάκις ὑπέρ τινων σπουδαίων πρεσβείαν ποιούμενοι καὶ τοῦ προσώπου προσυποβάλλομεν μνήμην, αἰδεσιμωτέραν τὴν πρεσβείαν ποιούμενοι. τοῦτο καὶ Παῦλος πράττει, ‘ὑπὲρ Χριστοῦ πρεσβεύομεν’ λέγων, ἐκ τοῦ κατὰ τὸ πρόσωπον μεγέθους εἰς εὐλάβειαν καθιστῶν τοὺς οἷς προσάγεται ἡ πρεσβεία. ‘ὑπὲρ ἐκείνου’ τοίνυν ‘παρακαλοῦμεν’ φησὶν τοῦ τὸν κόσμον ἐν θανάτῳ καταλλάξαντος· ὥστε χρὴ καὶ ἡμᾶς πειθηνίους εἶναι, ἐπεὶ τό γε ἐφ’ ἡμῖν ἡ πολλὴ καὶ ἄφατος ἐκείνη περὶ ἡμᾶς φιλανθρωπία τὸ ἄπρακτον ἕξει καὶ ἐφύβριστον. εἶτα τὸ πρόσωπον ἐπὶ πλέον ἐπαίρων φησὶν ὅτι ὁ ‘θεὸς ἁμαρτίαν μὴ γνόντα αὐτὸν ἁμαρτίαν ἐποίησεν’· καὶ πάλιν ἑτέρας αὐξήσεως προσθήκη, ἐκ τῆς εὐεργεσίας λαβοῦσα τὸ ὕψωμα, ‘ἵνα ἡμεῖς θεοῦ’ φησιν ‘δικαιοσύνη γενώμεθα ἐν αὐτῷ’· ‘συνεργοῦντες δέ’ φησιν ‘καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τοῦ θεοῦ τὴν χάριν δέξασθαι ὑμᾶς’. οὕτως ἑαυτὸν ὁ Παῦλος διασαφεῖ· οἷον, ὑπὲρ Χριστοῦ πρεσβεύομεν· ἵνα τί γένηται; ‘

ἵνα τὴν ἐκείνου χάριν τοσαύτην οὖσαν μὴ κενὴν τό γε ὑμέτερον μέρος ἀπελέγξῃ· οὐχ ἡμεῖς δὲ μόνον τὴν πρεσβείαν ὑμῖν προσάγομεν, ἀλλ’ ὡς καὶ αὐτοῦ τοῦ θεοῦ καὶ πατρὸς μεθ’ ἡμῶν ὑπὲρ τοῦ υἱοῦ παρακαλοῦντος· ἐντράπητε τοὺς πρεσβευτάς, δυσωπήθητε τοὺς παρακαλοῦντας, εὐλαβήθητε τὸν ὑπὲρ οὗ ἡ παράκλησις’. οὕτω δὲ τοῦ ῥητοῦ ἐκλαμβανομένου καὶ τὸ ὑπὲρ Χριστοῦ οὐκ ἀντὶ τοῦ Χριστοῦ, ἀλλ’ ὡς εἴρηται κατ’ εὐθεῖαν παραληφθήσεται.

Τί ἐστιν, ‘ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης’; Ἐπειδή, φησίν, τὸ ἐν ᾧ οὐχ ἕν τι παρίστησιν—οἷον ὥσπερ τὸ ἐν οὐρανῷ καὶ τὰ ἐν ***, ἕτερον γὰρ ὁ οὐρανὸς καὶ ἕτερον τὸ ἐν αὐτῷ— ἵνα μηδὲν τοιοῦτον ἕτερον ὑποπτεύσῃς καὶ ἐνταῦθα, συντόμως ἐπάγει ‘ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης’. ἔστιν δὲ λαβεῖν τοῦ λόγου καὶ εἰκόνα· ὥσπερ γὰρ ἐν τοῖς βασιλεῦσι λέγων τις εἶναι τὴν βασιλείαν, καὶ ἀκριβέστερον αὐτὴν παραστῆσαι βουλόμενος ἐνεῖναι τούτοις, ‘μᾶλλον δὲ’ ἐπαγάγοι ‘αὐτοὺς εἶναί φημι τὴν βασιλείαν’, καὶ τὸ μὲν κράτος τῆς βασιλείας αὐτοῖς ἐναργῶς περιάπτει, οὐκ εἰς ποιότητα δὲ τὴν τῶν βασιλέων ἀμείβει φύσιν, οὕτως οὐδὲν κωλύει λέγοντα ‘μᾶλλον δὲ ἃ ἡ θεότης’ τὸ ἀχώριστον μὲν αὐτῆς πρὸς τὰς ὑποστάσεις καὶ τὸ ἀδιαίρετον δηλοῖ, οὐ μὴν δὲ ἑκάστην εἰς θεότητα ἢ εἰς τὴν αὐτὴν ἀναλύει φύσιν, ἀλλὰ φυλαττόντων τὸ ἰδίωμα τῶν ὑποστάσεων, ὅτι μιᾶς ἐστιν καὶ ταῦτα καὶ φύσεως καὶ θεότητος καὶ οὐσίας διὰ τῶν ῥημάτων παρίστησι.

Τίνος ἕνεκα ὁ μὲν ὁλόλεπρος παρὰ τῇ παλαιᾷ καθαρὸς ἐλογίζετο, ὁ δὲ ἐκ μέρους ἀκάθαρτος; Ὅτι ὁ μὲν διόλου λεπρὸς τὸ ἀνέλπιστον ἔφερεν πρὸς τὴν ἴασιν, διόπερ ὁ φιλάνθρωπος θεὸς διπλῆν αὐτῷ τὴν ποινὴν ἐπάγειν οὐκ ἐδοκίμαζεν, τήν τε λέπραν φημὶ καὶ τὸ ἀπὸ τῆς ἀκαθαρσίας ὄνομα καὶ τοῦ ἱεροῦ τὸ ὑπερόριον· τῷ δὲ ἐκ μέρους λεπρῷ, ἐπείπερ ἡ ἐλπὶς τῆς ἰάσεως τὸ πολὺ τοῦ λυποῦντος ἐπεκούφιζεν, εἰκότως οὐ τῆς ἴσης φιλανθρωπίας ἀπολαύειν ἐπιδείκνυται.

Τίνος ἕνεκα λέγεται τὸ πνεῦμα εἰκὼν τοῦ υἱοῦ; καὶ τίς ἡ τῶν Πυθαγορείων τετρακτύς; καὶ τί περὶ τῆς ζʹ ὁ θεολόγος φησίν; Εἰκὼν λέγεται τοῦ πατρὸς ὁ υἱὸς καὶ ὡς πρὸς αὐτὸν κατ’ αἰτίαν ἀναφερόμενος καὶ ὡς ἐν ἑαυτῷ τὸν πατέρα προδεικνὺς καὶ εἰκονίζων, ὥς που καὶ πρὸς τὸν Φίλιππον ‘ὁ ἑορακὼς ἐμὲ ἑόρακε τὸν πατέρα’· εἰκὼν δὲ τοῦ υἱοῦ τὸ πνεῦμα, οὐχ ὡς εἰς αἰτίαν ἀναφερόμενον, ἄπαγε, ἀλλ’ ὅτι μὴ οἷόν τε γνωρίσαι τὸν υἱὸν ἑτέρωθεν, εἰ μὴ τὸ πανάγιον πρὸς τὴν χειραγωγίαν συνεργὸν λαβόντα πνεῦμα.

Τὴν τετρακτὺν δὲ τιμῶσιν οἱ Πυθαγόρειοι ὡς εἰκόνα τῶν τεσσάρων οὖσαν στοιχείων.

Διὰ τί ἀλείφει τὸν λίθον ὁ Ἰακώβ; Τὴν ἀτεράμονα καὶ κατὰ λίθους καρδίαν προτυπῶν τῶν ἐθνῶν, ὅτι χρισθήσεται μὲν αὕτη πνεύματι ἁγίῳ, ἀφορισθήσεται δὲ ὥσπερ ἐκεῖνος τῷ θεῷ. νοοῖτο δ’ ἂν καὶ καθ’ ἕτερον τρόπον, ὅτιπερ τὸν λίθον ἀλείφει διότι ἔμελλεν δι’ ἄφατον ἔλεος ἡ προσληφθεῖσα σὰρξ τῇ θεότητι χρίεσθαι· λίθος δὲ ὁ κύριος ἀκρογωνιαῖος, ἔντιμος, συνάπτων δι’ ἑαυτοῦ τοὺς δύο λαούς.

Διὰ τί προσκυνεῖ τὸ ἄκρον τῆς ῥάβδου; Προσκυνεῖ μέντοι τὴν ῥάβδον τοῦ παιδὸς ὁ νοῦς ὁ ὁρῶν τὸν θεόν (τοῦτο γὰρ ὁ Ἰσραήλ), ὅτι ἐκ τῆς ῥάβδου ἄνθος προεμήνυεν προσκυνηθήσεσθαι, οὐ μόνον ὑπὸ τοῦ νέου, ἀλλὰ καὶ ὑπὸ τοῦ γεγηρακότος Ἰσραήλ. ἀλλὰ καὶ τὰς εὐλογίας τοῖς παισὶν οὐκ ἐπ’ ἴσης μερίζει, ἀλλὰ τοὺς μὲν εὐλογίαις ὑποβάλλει, τοὺς δὲ υἱοὺς ἀρᾶς ἀπελέγχει, διότι ὥσπερ οὗτος τὸν παλαιὸν ἀπέτεκεν λαόν, οὕτω καὶ ὁ κύριος ταῖς πνευματικαῖς ὠδῖσι τὸν νέον ἀπογεννᾷ λαὸν καὶ τῆς εὐλογίας μεταδίδωσιν οὐ πᾶσιν, ἀλλὰ τοῖς παρεσκευακόσιν ἀξίους ἑαυτούς· οὐ φιλοτιμίᾳ τοίνυν διανέμει τὴν εὐλογίαν τοῖς τέκνοις ὁ Ἰακώβ, ἀλλὰ τὰς πράξεις τούτων κριτὴν ποιεῖται τῆς διανομῆς.

‘Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα’ ἕως ‘νικήσεις ἐν τῷ κρίνεσθαί σε’ Διορύττει μὲν ὁ Δαυὶδ τοὺς ἀλλοτρίους γάμους, ἐπιτίθησι δὲ τῇ μοιχείᾳ φόνον, καὶ λήσειν ἐτεχνάζετο τὴν πρᾶξιν· ἐπεὶ δὲ τὸ θεῖον εἰς ἔλεγχον ἄγει τοῦ τολμήματος διὰ τοῦ προφήτου, γίνεται ὁ ἀνὴρ ἑαυτοῦ καί φησιν, ‘σοὶ μόνῳ ἥμαρτον’, ἵνα εἴπῃς, ‘ᾤμην σε εἰς ὑποχείριον ἁμαρτὼν λαθεῖν τε καὶ καλύψαι τὸ πταῖσμα, νυνὶ δὲ κατὰ πρόσωπον τὸν ἔλεγχον φέρω’. διὰ τοῦτό φησιν, ‘σοὶ μόνῳ ἥμαρτον· εἰ γὰρ καὶ Οὐρίας ἠδίκηται, ἀλλ’ ἐγὼ τὸ ἁμάρτημα εἰς σὲ τετολμῆσθαι διὰ τῶν ἐλέγχων μαθὼν ἐπὶ τὴν συγγνώμην τρέχω· καὶ γὰρ οὐδ’ ἀφῆκας λαθεῖν εἰς δοῦλον ἐμὸν ἡμαρτηκότα, ἀλλ’ ὡς εἰς σὲ πεπαρῳνηκότα τὸν δεσπότην διήλεγξας’. διὰ τί; ‘ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου’, τοῦτ’ ἔστιν, ‘ἵνα ἡ σὴ δικαιοσύνη τῆς ἀνθρωπίνης κρατήσῃ μηχανῆς καὶ τὴν σὴν κρίσιν μηδεὶς ἐξαμαρτάνων σοφίζεσθαι οἴηται’· τοῦτο γάρ ἐστιν τὸ ‘νικήσεις ἐν τῷ κρίνεσθαί σε’. ἢ καὶ οὕτως· ‘νικᾷς ἐν τῷ μηδένα ἔχειν παρὰ σοὶ δίκαιον ὀφθῆναι, καὶ ὅτι τῇ σῇ ἀγαθότητι τὴν πάντων διψῶν σωτηρίαν τῷ παρὰ σοῦ ἐλέῳ τὰς ἡμῶν νικᾷς ἁμαρτίας, ἐπιστροφὴν καὶ μετάνοιαν ἀντὶ μεγίστων δεχόμενος δώρων.’ καὶ γὰρ κρίνεται θεὸς πρὸς ἡμᾶς, τὸν οἰκεῖον ἔλεον ταῖς ἡμετέραις ἀντιταλαντεύων ἁμαρτίαις, καὶ νικᾷ τῇ εὐσπλαγχνίᾳ λύων τὴν κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαν.

‘Οἶδα ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν’ Τοῦτο οὐκ εἰς ἑαυτὸν ὁ Παῦλος εἴρηκεν, ἀλλὰ τὸ πρόσωπον τῆς ἀνθρωπίνης οἰκειούμενος φύσεως. τότε δὲ οὐκ οἰκεῖ τὸ ἀγαθὸν ἐν τῇ σαρκὶ ἡμῶν, ἡνίκα ἔθει καὶ χρόνῳ καταδουλωθέντες τῇ ἁμαρτίᾳ ἔμμονόν τε καὶ δυσεξάλειπτον ἐν ἑαυτοῖς φέρομεν τὸ κακόν· ὁ γὰρ δουλωθεὶς τῇ χρονίᾳ τούτων διατριβῇ, κἂν βουληθῇ πάλιν πρὸς τὴν ἀρετὴν ἐπαναδραμεῖν, δύσεργόν τε καὶ δυσήνυστον εὑρίσκει τὴν βουλήν. διό φησιν, ‘οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό’, τοῦτ’ ἔστιν ‘οὐκ ἐμὸν οἶδα τὸ ἔργον (πῶς γάρ, ὅ γε στενοχωρούμενος ὑπ’ αὐτοῦ;), ἀλλὰ τῆς οἰκούσης ἐν ἐμοὶ ἁμαρτίας ἑδραίαν καὶ ἀμετακίνητον τὴν οἴκησιν κτησαμένης· διὸ καὶ ἀποδύρομαι, τὴν ἐλευθερίαν ζητῶν καὶ ἀνακράζων ‘ταλαίπωρος ἐγὼ ἄνθρωπος’ καὶ ἑξῆς.

Περὶ ὅρου ζωῆς Ἐπὶ παλαιοὺς ἡμᾶς ἀγῶνας καλεῖς, καὶ ἐφ’ ὧν πολλοὶ κονισάμενοι καὶ τοὺς ἄθλους οὐκ ἀγεννῶς ἐνεγκόντες τὴν νίκην ἡμῖν (οὐ γὰρ ἐρῶ τι φαυλότερον) καθορᾶν οὐ παρέσχον ἀνίκητον· πλὴν ἐκ τῶν προλαβόντων ἡμᾶς ὁσίων καὶ μακαρίων ἀνδρῶν λαβὰς οὐκ ὀλίγας συλλεξάμενοι, καὶ ἃς ἡ τῆς θείας ῥοπῆς εὐμένεια παρασχεῖν ἡμῖν οὐκ ἀπηξίωσεν, ταύτας ἐκείναις συνάψαντες εὐχόμεθα μὲν τὴν σὴν σπουδὴν καὶ ἐλπίδα μὴ κεκενωμένην χαρίτων καὶ γνώσεως οὐ δεομένης ἀλλαχόθεν γνώμονος ἀπελθεῖν· εἰ δὲ μή, βραχυτάτης ἔτι δεηθῆναι διορθώσεως. τὸ μὲν οὖν ἀνενδεῆ τὸν λόγον ἐπιζητεῖν εἰς μῆκός ἐστιν ἐκβιάζεσθαι τὴν γραφήν, τὸ δὲ σύντομον ἀπαιτεῖν, πολλὰ τῶν δεόντων ἐπιτρέπειν ἀπολιπεῖν· πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι κατὰ τὴν σὴν ἀξίωσιν τὸν περὶ ὅρου λόγον προάγειν.

Οἱ χάσματα γῆς προκομίζοντες καὶ ναυάγια καὶ λοιμὸν ἀέρος καί τινα τοιαῦτα ἕτερα, ἀθρόον πολλῶν καὶ διαφόρων περιλαμβάνοντα θάνατον, εἶτα ζητοῦντες πότερον ὥριστο τούτους ὑφ’ ἓν καὶ τὴν αὐτὴν ἐλθεῖν τελευτήν, οὗτοί μοι δοκοῦσι τὸ καθορώμενον ζητούμενον ποιεῖν, ἐξ ὧν αὐτοῖς συμβαίνει αἰσθήσεως μᾶλλον ἢ ἀποδείξεως δεῖσθαι, ἵνα μὴ βαθύτερον ἐξετάζων εἴπω, καὶ αὐτῆς διόλου τῆς ἀπὸ τῶν λογισμῶν προιούσης κρίσεως. τὸ γὰρ ὁμολογεῖν μὲν τὰ ὄντα, ζητεῖν δὲ ταῦτα εἰ ἔστιν, οὐδὲν ἕτερόν ἐστιν ἢ τῆς νοητῆς καὶ ἀνερμηνεύτου δυνάμεως στηλιτεύειν τὴν ἀσθένειαν. εἰ γὰρ ὑπὸ τὴν αὐτὴν περιγραφὴν τοῦ θανάτου ἕκαστον πλῆθος περιλαμβάνεται, καὶ τοῦτο καθωμολόγηται, ὁ δὲ ὅρος οὐδὲν ἕτερόν ἐστιν παρὰ τὸ τέλος ἑκάστου, πλὴν οὐχ ὅπερ ὁμολογοῦσιν ὅρον γεγενῆσθαι, οὐκ ἐλέγχονται ζητοῦντες εἰ ἄρα κατὰ πάντων εἷς ἦν ὁ παγεὶς ὅρος;

Ἀλλ’ ἓν μὲν τοῦτο· δεύτερον δὲ τί δήποτε καταφεύγουσιν εἰς πλῆθος ἀθρόον οὕτω μίαν ἀπαίτησιν εἰσπραττόμενον τέλους; ἢ δηλονότι τινῶν μὲν ὅρον ὁμολογοῦντες, περὶ δὲ τῶν πλειόνων ἀμφισβητοῦντες· οὐ γὰρ ἂν αὐτοῖς εἰς πλῆθος οὐδ’ εἰς τὸ ἀθρόον ἡ καταφυγὴ τῆς ἀοριστίας ἐπενοήθη. καὶ μὴν εἰ τινῶν μὲν λέγουσιν ὅρον, οὐ πάντων δέ, ἐξ ὧν αὐτοὶ τὸν ἐνίων ὅρον καὶ σιγῶντες ἀποδέχονται, ἐκ τῶν αὐτῶν ἐστιν καὶ τοῖς κατὰ πάντων τὸν ὅρον λέγουσιν ἐκβιάζεσθαι τούτους καὶ ἄκοντας ἕλκεσθαι πρὸς συγκατάθεσιν. οἷς γὰρ ἐκεῖνοι τὰς ἀπορίας ἀποκρούονται, ἐνίων ὅρον δοξάζοντες, τῶν πρὸς ταύτην ἀπομαχομένων τὴν δόξαν, τοῖς αὐτοῖς ἂν οἱ εὐσεβοῦντες κἀκείνους ἀποκρούεσθαι τὰς ἐπηρείας ἐκδιδάσκουσιν, τὰς κατὰ τῶν λεγόντων ἕνα κοινὸν ὅρον ἁπάντων ἐπὶ τοῦ προχειριζομένου πλήθους γεγενῆσθαι.

Ἔτι δὲ οὐ μόνον ἐπειδὰν περίστασίς τις καινοπρεπὴς ἐπιστῇ, ἀθρόα γένη καὶ διάφορα ἑνὶ ὅρῳ τοῦ θανάτου παραδίδονται, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνθρωπίνη τοῦ βίου κατάστασις καθ’ ἡμέραν ἐπιδείκνυται τοιαῦτα προβαλλομένη διηγήματα. καὶ γὰρ οὐκ ἔστιν εὑρεῖν ἡμέραν καθ’ ἣν <μὴ> ἅμα γέρων τε καὶ νεανίας καὶ παῖς καὶ γυνὴ καὶ παρθένος καὶ πένης καὶ πλούσιος καὶ ἀρχόμενος καὶ ἄρχων ὑπὸ τὴν αὐτὴν σαγήνην τοῦ θανάτου περιβέβληνται. τί οὖν τὴν καθημερινὴν κατάστασιν τοῦ βίου φυγόντες ἐπὶ τὰς ἐκ περιστάσεως γινομένας διαφθορὰς καταφεύγουσι τῶν ἀνθρώπων; ἢ δῆλον ὡς ἐξ ἐκείνης μὲν οὐ νομίζουσι τὸ σπουδαζόμενον αὐτοῖς ἐξανύεσθαι, ἐκ δὲ τῶν περιστατικῶν χώραν εὑρίσκειν τὸ ἄπορον. καὶ μὴν κἀκεῖ {τὸ} ἅμα διάφορα γένη τῷ ἑνὶ θανάτῳ παραπλησίως εὑρίσκεται ἐκδιδόμενα κἀνταῦθα, ἐκεῖθεν δὲ τὴν ἀπορίαν οὐ προάγειν τεθαρρήκασι, διὰ τῆς ἐν ἐκείνοις διδασκαλίας τὸ ἐν τούτοις νεανιευόμενον προπετείας μᾶλλον καὶ θρασύτητος ἔργον ἐπιδεικνύουσιν, οὐδὲν δὲ πιθανὸν ὅλως οὐδ’ ἀναγκαῖον παρεχόμενον τῷ ἐπιχειρήματι. ‘Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν’· ἔθηκεν γὰρ εἰς προὖπτον ζωήν, εἶτα θάνατον, οὐ φυσικὸν ἀνάγκῃ προκείμενον, ἀλλ’ αὐτεξουσίῳ ῥοπῇ· ἁμαρτία γὰρ τελεσθεῖσα ἀπέτεκεν θάνατον.

εἰ δὲ Ἀδὰμ ὥριστο ζῆσαι ἐννακοσίων τριάκοντα ἐτῶν δίαυλον, καὶ μὴ ἁμαρτὼν πάντως τετέλεστο· ζωὴ μὲν γὰρ ὥριστο παρὰ θεῷ, προέγνωστο δὲ καὶ ὁ θάνατος. διὰ τοῦτο ἀναίτιος ὁ θεὸς θανάτου· οὐ γὰρ ἡ πρόγνωσις εἰργάσατο θάνατον, ἀλλ’ ἡ τῆς ἐντολῆς παράβασις. Ἐνὼχ δὲ ζῶν ἔτι πῶς, τοῦτο ἆθλον εὐσεβείας λαχών, τὴν μετάθεσιν; τί δὲ Νῶε δικαιωθεὶς δεύτερος, κόσμου σπέρματα ἀνασωσάμενος τὸν βρύχιον θάνατον ὑποστάντος δι’ ἁμαρτιῶν πληθύν; τί δὲ Λὼτ Σοδομίτης, οὐ Σοδομίτου προαίρεσιν; τί δὲ Μωσῆς ἀμφὶ λαῷ Ἰσραηλίτῃ, Αἰγυπτίων ταρταρωθέντων; τί δὲ ‘ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ’, τῶν μὴ πταισάντων; τί δὲ οὓς ζωτάφους δέδεκται γῆ τῶν μὴ στασιασάντων φυλάρχων; τί δέ, ἵνα πᾶσαν ἐάσω ἐφάμαρτον πανωλεθρίαν καὶ ἑκουσιότητα, τὸ ‘ἐὰν θέλετε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· εἰ δ’ οὖν, μάχαιρα ὑμᾶς κατέδεται’; τί δὲ οὓς Ἠλίας ἀθέους κατῃθάλωσεν πυρὶ θείῳ μιερεῖς καὶ διπλῆν πεντηκοντάδα, πρὸς ‘οὓς κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας’, καὶ ὃν νεκρὸν ἐξανέστησεν; ταῦτα καὶ πλείονα εἰ ὥρισται κλωθῷ πρὸς θεοῦ, ποῦ τὸ αὐτεξούσιον, ἵνα μὴ εἴπω τὸ ἄτοπον; τί δὲ ἡ τελευταία πανωλεθρία τῶν Ἰσραηλιτῶν, εἴσπραξις οὖσα κυριακοῦ αἵματος καὶ προφητικοῦ λύθρου δι’ Ἰταλικῆς λόγχης, ἐξ ὅρου γέγονεν ἢ ἑκουσιότητος;

Καὶ ἄλλως, τί δὲ τὸ εἰς τὸν Ἄβελ διαπραχθὲν μιαιφόνημα; εἰ ὅρος τετέλεστο, τί Κάιν ὡς ὑπηρέτης ὅρου ἀδελφοκτόνος ὢν στόνον αὐτὸς καὶ παγγενῆ πανωλεθρίαν ἐσχάτου καταδικάζεται; καὶ πῶς τὸν φονέα νόμος θεῖος ἐκ Νῶε ἄχρι τῆς δεῦρο θανάτου καταδικάζει μετ’ ἐπιτάσεως; ἢ πῶς τὸ εἰς τὸν Ἄγαγ λογιστέον; εἰ πεπλήρωτο ὁ εἰς αὐτὸν ὅρος, οὐ τεθνήκει καὶ μὴ βουλομένου τοῦ Σαοὺλ πατάξαι αὐτόν; τί δὲ οἱ τοῦ Ἰὼβ παῖδες, ὅρῳ ἢ ἐξαιτήσει σατᾶν; τί δὲ Ἐζεκίας; τί δὲ Νινευῖται; τί δὲ οἱ καθεξῆς δι’ εὐτυχίας ἀνασωθέντες ἢ καὶ σῳζόμενοι; τί δέ, ἵνα τις θῇ ψυχὴν ὑπὲρ στεργομένου, οὗ προγραμμὸς οἱ ἅγιοι μάρτυρες; πῶς τὸ Φινεὲς ἔργον θετέον; κακοπραγίᾳ ἢ ὅρῳ; ποῦ δὲ τὸ ‘ἐὰν ἀγαθοεργήσῃς, ἔσῃ μακροχρόνιος;’ ποῦ δὲ τὸ ‘ἐλασσονοῦσι φυλὰς ἁμαρτίαι’; τί δὲ οἱ δειλίᾳ θανάτου ἀπαγχόμενοι ἑκουσίως ἢ καθ’ οἷον δήποτ’ οὖν τρόπον ἑαυτοὺς ἀναιροῦντες ἢ ἀκουσίως παρ’ ἑτέρων τοῦτο πεισόμενοι; οἱ δὲ ἄγαν λιμῷ ἢ κόρῳ ἢ ψύξει πληθούσῃ ἢ θέρμῃ ἢ λοιμώδει νόσῳ ἢ ὅσα βοηθείας ἰσχυρότερα ἢ ἀθεράπευτα, ἵνα μὴ λέγω πάντα τὰ δι’ ἀφαιρέσεως αἵματος; τί δὲ ἐὰν ἀφῇ τὴν ἀρτηρίαν ἄδετον ἑκουσίως, ἢ καὶ μή, οὐχὶ ἐν αἵματι ψυχῆς αὐτοῦ ἐκδράσει καὶ τὸ νοερὸν πνεῦμα, ὃ ἐν τούτῳ δέδεται;

ἐπεὶ αἷμα ἀποτυροῦται εἰς σάρκα· ἅμα γὰρ σάρξ, ἅμα πνεῦμα· καὶ πῶς τοῦτο {ὅτι ὁ θεῖος λόγος καὶ αὐθυπόστατος σὰρξ ἐγένετο σκηνῶν ἐν ἡμῖν} παρὰ τὸν ἀσφαλῶς δήσαντα; τί δὲ οἱ γῆν οἰκοῦντες σεισμῷ ἢ πυρκαϊᾷ ἀναιρούμενοι, καὶ οἱ ἐν θαλάσσῃ διασῳζόμενοι, ὥσπερ ἐν κλύδωνι ἀπολλύμενοι καὶ οἱ ἐν γῇ μὴ βλαπτόμενοι; τί τοὺς παρὰ Ἐλισσαίου ἀναστάντας νεκρούς; τί δὲ τοὺς παρὰ τοῦ τῆς ζωῆς ἀρχηγοῦ Χριστοῦ; τί δὲ τὸ Ταβιθᾶς; τί δὲ τὸ Ἀνανία καὶ Σαπφείρας; τί δὲ τὰ τῶν ἄλλων ἁγίων ἄχρι τῆς δεῦρο τερατουργούμενα νεκρῶν ἀναβιώματα; εἰ ὅρος ἐπεπλήρωτο, πῶς τὸ ὁρισθὲν οὐ πεπέρασται;

Πᾶσα <ἡ> παλαιὰ ὅρον, πλὴν μόνου τοῦ ἐν παραβάσει ἁμαρτίας (‘ᾗ δ’ ἂν ὥρᾳ φάγεσθε ἀποθανεῖσθε’) κατὰ πρόθεσιν, ἄλλον οὐκ οἶδεν· εἰ δὲ τὸ εὐαγγέλιον κηρύττει ὅρον, εἰπεῖν οὐκ ἔχω. ἕνα οἶδα ἀκρότατον ὅρον Χριστοῦ λέγοντος· ἐρωτώμενος γὰρ παρὰ τῶν Φαρισαίων περὶ ἀνθρώπων Γαλιλαίων, ὧν ὁ Πιλᾶτος τὸ αἷμα μετὰ τῶν θυσιῶν ἔμιξε, καὶ οὓς ὁ ἐν Σιλωὰμ πύργος πεσὼν ἀπέκτεινεν, εἰ ἁμαρτωλότατοι πάντων ἦσαν, εἶπεν· ‘οὐχί’, καὶ ἐπιφέρει οὐ μόνον τὸ ‘ἐὰν μὴ μετανοήσητε’ καὶ ἑξῆς, ἀλλὰ καὶ τῷ τῆς συκῆς παραδείγματι τὸν ὅρον καθιστᾷ φάσκων ‘ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὸν τόπον καταργεῖ;’ ὡσαύτως καὶ ὁ θεῖος ἀπόστολος ἐπιφέρει εἰς τοὺς κατὰ ἐμὲ ἀναξίως τῶν ἀχράντων μετασχόντας μυστηρίων, ὁρίζων, ‘διὰ τοῦτο πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί’.

Τί δὲ ὁ Δαυὶδ ὁ θεοπάτωρ παλαιστιαῖον ὁρίζων μέτρον ἑβδομηκοστὸν ἢ ὀγδοηκοστὸν ἐν δυναστείᾳ, καὶ περαιτέρω κόπον συνδεῖ; εἶτα ‘ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου’ καὶ αὖθις ‘μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου’, ὡς ‘ἄνδρας αἱμάτων καὶ δολιότητος μὴ ἡμισεύοντας τὰς ἡμέρας αὐτῶν’; τίς τῶν ἀποστόλων, ἀλλὰ τῶν συνόδων ἢ τῶν ἁγίων πατέρων ὁποῖος ὅρον γράφει;

Εἰ δὲ τὸν μέγαν Βασίλειον φήσωσι, κακῶς νοοῦσιν οἱ τοῦτο ὑπολαμβάνοντες· πανταχοῦ γὰρ οὕτω δοξάζει, ἐξ ἡμῶν εἶναι τὸν θάνατον, καὶ οὐχὶ τοῦ θεοῦ. ὃ δὲ ἐπιφέρει τῷ ὅρῳ, τοιοῦτόν ἐστιν· σκοπὸς ἦν τῷ ἁγίῳ δεῖξαι ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ θεός, κατὰ μέρος γὰρ διεξιὼν ἔδειξεν ὅτι ἡμέτερον μὲν τὸ ἀρρωστεῖν, θεοῦ δὲ τὸ θεραπεύειν, κατὰ τὸ ‘οὐκ ἔστιν κάκωσις ἣν κύριος οὐκ ἐποίησεν’. {Τί ἐστιν τὸ ‘ὑμεῖς ἐκ τοῦ πατρὸς {ὑμῶν} τοῦ διαβόλου ἐστέ’, καὶ τίς ἐστιν ὁ τοῦ διαβόλου πατήρ;} Πρῶτον μὲν ἀντιφθέγγεται τὸ μηδαμοῦ τῆς ἱερᾶς ἡμῶν γραφῆς, μήτε κατὰ τὰ παλαιότερα τῆς νομοθεσίας μήτε ἐν αὐτῇ τῇ χάριτι, πατέρα τοῦ διαβόλου λαβεῖν τὸ ῥῆμα τὸ εἰρημένον, καίτοι γε πολλοὶ πολλάκις περὶ τῆς πονηρᾶς ἐκείνης δυνάμεως καταβέβληνται λόγοι· ἀλλὰ σατᾶν μὲν καὶ διάβολον καὶ ἀποστάτην καὶ τὰ τοιαῦτα τὸν ἀρχέκακον τοῦ γένους ἡμῶν ἐχθρὸν εὑρίσκεται τὰ λόγια ὀνομάζοντα, καὶ υἱὸν ἔσθ’ ὅτε διαβόλου <τὸν> τὰς πονηρὰς αὐτοῦ γονὰς ἐν ἑαυτῷ δεικνύντα καὶ τῷ χαρακτῆρι τῆς πλάνης διαμορφούμενον, ὡς τὸ πρὸς τὸν Ἐλύμαν εἰρημένον τῷ μακαρίῳ Παύλῳ, ‘υἱὲ διαβόλου’.

Ἀλλ’ ἓν μὲν τοῦτο, τὸ μηδαμοῦ κατονομάζεσθαι πατέρα διαβόλου τῷ ἰδιώματι τῆς γραφῆς, δεύτερον δὲ οὐ περὶ τοῦ πατρὸς τοῦ διαβόλου τίς ὅλως ἦν τῷ σωτῆρι πρόκειται σκοπός, ἀλλὰ τίνος πατρὸς παῖδας ἑαυτοὺς ὁ τῶν Ἰουδαίων ἀγνώμων λαὸς παρεσκεύασεν καὶ εἶναι καὶ ὀνομάζεσθαι. καὶ γὰρ νῦν μὲν ἔλεγον πατέρα ἔχειν τὸν Ἀβραάμ, νῦν δὲ ‘ἡμεῖς πατέρα ἕνα ἔχομεν τὸν θεόν’, οὐχὶ δὲ ‘πατέρα ἔχομεν τὸν πατέρα τοῦ θεοῦ’· καὶ ὁ σωτὴρ ἀπάγων τῆς πατρικῆς ἐν τῇ κλήσει σχέσεως, ἐπείπερ αὐτοὶ ἑαυτοὺς διεσχίσαντο καὶ διετέμοντο τῆς πρὸς αὐτὸν ὁμοιότητος, ‘τολμᾶτε’ φησὶν ‘λέγειν ἑαυτοὺς υἱοὺς εἶναι τοῦ πατρός; ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ’· εἶτα ‘καὶ τὰς ἐντολὰς αὐτοῦ θέλετε ποιεῖν’, οὐχὶ τοῦ πατρὸς δηλονότι τοῦ διαβόλου (ποῦ γὰρ παραδέδωκεν ἐκεῖνος ἐντολάς, ὃς ὅλως οὐδὲ γνωρίζεται τῇ γραφῇ;), ἀλλὰ τὰς ἐντολὰς τοῦ διαβόλου, ὅς ἐστιν ὑμέτερος πατήρ, αἵτινές εἰσιν πορνεία, μοιχεία, κλοπή, φόνος, ψεῦδος, καὶ ὅσων ἄλλων ἐκεῖνος κακιῶν σπορεὺς τῇ γνώμῃ γέγονεν, καὶ ἀρχηγὸς τολμᾶσθαι τὰ ἀτόλμητα καὶ καταπράττεσθαι. καὶ τὸ ‘ἐκεῖνος ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐστὶν’ εἰς τίνα ἂν οἰκειότερον ἀνενεχθείη ἢ εἰς αὐτόν γε τὸν διάβολον, ὃς τῇ γλώσσῃ τὸν Ἀδὰμ τοῦ παραδείσου ἐξέβαλεν καὶ πρόξενος αὐτῷ θανάτου καὶ φθορᾶς γεγένηται; ‘

θεὸς’ γὰρ ‘θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων’· τίς δὲ ἕτερος τὸν θάνατον διὰ τοῦ ψεύδους ἐχαλκεύσατο καὶ κατὰ τῶν σπλάγχνων τοῦ Ἀδὰμ τὴν φθορὰν ἤλασεν, εἰ μὴ ὁ παραδὺς μὲν τὸν ὄφιν, δι’ αὐτοῦ δὲ τὸν θανατηφόρον ἰὸν τῆς εἰς θεὸν βλασφημίας τῇ γυναικὶ καὶ διὰ ταύτης τῷ Ἀδὰμ κερασάμενος;

Ἐκ τούτων οὖν ἁπάντων καὶ ἑτέρων τοιούτων δείκνυται περὶ τοῦ διαβόλου τὸν σωτήριον διαλαμβάνειν λόγον, καὶ τοῦτον πατέρα κατονομάζειν τῶν ἀγνωμόνων Ἰουδαίων, καὶ γὰρ κἀκεῖνοι τὸν θεὸν ἐφιλοτιμοῦντο πατέρα καλεῖν καὶ εἰς υἱοὺς αὐτοῦ καταλέγεσθαι. εἰς δύο δὲ μοίρας μερίζων ὁ σωτὴρ τὸν παρόντα λόγον συμπλέκει μὲν πάλιν ἑκατέρῳ ἑκάτερον, νῦν μὲν προτάττων τὸν διάβολον καὶ ὑποτάττων τοὺς Ἰουδαίους, νῦν δὲ προκαταλέγων τοὺς Ἰουδαίους, εἶτα ἐπάγων τὸν διάβολον. διὸ περὶ τοῦ διαβόλου προδιαλαβὼν καὶ ἐκ τῆς τῶν ἔργων συγγενείας καὶ ὁμοιότητος δείξας τοὺς Ἰουδαίους πατέρα ἔχειν αὐτόν, μεταβαίνει πάλιν ἐπ’ αὐτοὺς τοὺς Ἰουδαίους, δι’ ὧν καὶ ἡ ὅλη τοῦ λόγου γέγονεν εἰσβολή· καί φησιν, ‘ὅταν ὁ Ἰουδαῖος τὸ ψεῦδος λαλεῖ, ὥσπερ καὶ ὑμεῖς νυνί, λέγοντες πατέρα ἔχομεν τὸν θεόν, καὶ πατέρα ἔχομεν τὸν Ἀβραάμ, ἐκ τῶν ἰδίων λαλεῖ’, τοῦτ’ ἔστιν ἀπὸ κοιλίας φωνεῖ καὶ οὐκ ἐκ τῶν κριμάτων τοῦ πνεύματος· ὅτι δὲ ψεύστης ἐστίν, καὶ ἐξ ὧν αὐτὸς ἀλαζονεύεται δείκνυται καὶ ἐξ ὧν ἔθετο ἑαυτῷ πατέρα διὰ τῆς τῶν πράξεων ὁμοιότητος, περιφανῶς ἀναδείκνυται. διὸ καί φησιν, ‘ὅταν ὁ Ἰουδαῖος τὸ ψεῦδος λαλεῖ, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ’, ὃν ὁ σωτήρ, ὡς πολλάκις εἴρηται, τὸν διάβολον καὶ οὐκ ἄλλον εἶναι καὶ ἀπεφήνατο καὶ κατωνόμασεν.