Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Ποιμαντικές συμβουλές, ερμηνεία Γραφών και κανονικά ζητήματα
Σειρά επιστολών που πραγματεύονται τον πνευματικό βίο, την εκκλησιαστική τάξη κατά τη δοκιμασία και την ορθή κατανόηση γραφικών χωρίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντικές συμβουλές, ερμηνεία Γραφών και κανονικά ζητήματα
Σειρά επιστολών που πραγματεύονται τον πνευματικό βίο, την εκκλησιαστική τάξη κατά τη δοκιμασία και την ορθή κατανόηση γραφικών χωρίων.
Ζαχαρίᾳ μητροπολίτῃ Χαλκηδόνος Ἔπεμψά σοι πικρὰν τῇ τε κατασκευῇ καὶ τῇ ἐπινοίᾳ νέαν καὶ βοήθημα στομαχικόν, τέχνης μὲν τῆς αὐτῆς, ἡλικίας δὲ οὐ πρεσβυτέρας. τούτων τὴν μὲν ὑπὲρ ἡμέραν ὄρθρου προσφερόμενος κατὰ τριτημόριον τοῦ σταλέντος ὕδατι χλιαρῷ ἢ καὶ μελικράτῳ, ὡς ἂν ᾖ σοι ἀλυπότερον, τὸ δὲ μετὰ τὴν τῆς πικρᾶς πόσιν καθ’ ὅλον ἡμερῶν μῆνα Ποντικοῦ καρύου κατὰ μέγεθος εἰς τρία τῷ πλήθει λαμβάνων, τὰ μὲν ἡλιακῶν αὐγῶν πρωιαίτερον, τὸ δὲ λοιπὸν δυομένου καὶ ἐπιδείπνιον, τήν τε στομαχικὴν καχεξίαν ἐπὶ τὸ ἄμεινον ἕξεις μεθισταμένην σοι καὶ τὴν τοῦ ὠτὸς περιωδυνίαν· οὐκ ἂν δὲ φαίην εἰς ἀπαλλαγὴν παντελῆ (βραχεῖά τε γὰρ θεραπεία χρονιωτέρων ἡττᾶται νοσημάτων, καὶ ὥσπερ πανταχοῦ, οὕτω μάλιστα κἀν ταῖς ἰατρικαῖς ὑποσχέσεσι νεμεσητὸν τὸ ὑπέρογκον), ἀλλ’ οὖν, τῆς ἄνω ῥοπῆς εἰς εὐμένειαν ὁρώσης, εἰς πολὺ ῥᾴονα συγκαθισταμένην σοι διάθεσιν.
Κωνσταντίνῳ σπαθαρίῳ Σύντομόν σοι τῆς ἀπορίας τὴν λύσιν ἐρῶ· τὸ μὲν ‘ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής;’ ἀνάγνωσον κατ’ ἐρώτησιν, δι’ ἧς προαπαντῶν ὁ σωτὴρ τὴν τῶν Ἰουδαίων ὑπόληψιν ἐλέγχει καὶ διακρούεται, τὸ δὲ ‘κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν’ τὴν ἰδίαν τιθέντα ψῆφον καὶ ἀποφαινόμενον εἰπεῖν τὸν δεσπότην νόμιζε, καὶ παρείσδυσιν οὐχ ἕξει τῆς ἀπορίας ἡ πρόφασις.
Ἤ, εἰ βούλει (οὐκ ἄπορον γὰρ εἰς ἐπιλύσεις τῆς ἀληθείας ἡ δύναμις), ἐπεὶ διπλοῦς ἦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, τὸ μὲν ‘ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς’ νόμῳ φύσεως τῆς ἀνθρωπίνης, ὥσπερ καὶ πολλὰ ἕτερα, εἰρῆσθαι διαληψόμεθα (οὐδεὶς γὰρ ἀνθρώπων εἰς τὴν αὐτὸς αὐτοῦ μαρτυρίαν ἀξιόπιστος), τὸ δὲ ‘ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν’ ἀξιώματι καὶ τῇ ἐξουσίᾳ τῆς θεότητος. ἀπροσδεὴς γὰρ ἡ πασῶν ἀνωτάτω φύσις καὶ πάντων δεσπότις τῆς ἑτέρωθεν μαρτυρίας καὶ βεβαιώσεως, οὐκ οἴκοθεν μόνον προβαλλομένη τὸ αὐτόπιστον, ἀλλὰ γὰρ καὶ τοῖς ἄλλοις ἅπασιν οἷς τὸ πιστὸν περιγίνεται, ὥσπερ πηγὴ οὐσιώσεως καὶ ὑπάρξεως, οὕτω δὲ καὶ ἀξιοπιστίας ὑπάρχουσα.
Ἀλλὰ ταῦτα μὲν ὡς κατ’ ἐπιτομὴν ἱκανῶς ἔχειν οἶμαι· εἰσὶ δὲ καὶ τῶν εἰρημένων εἰς πλάτος μᾶλλον ἀποτεινόμεναι τοῦ προκειμένου λύσεις οὐκ ὀλίγαι· αἷς ὅτι ταῖς πατρικαῖς ἐνομιλοῦντι βίβλοις ῥᾷόν ἐστιν ἐντυχεῖν, καὶ οὐδεμίαν ἀνάγκην ὁρῶν ταῖς ἑτέρων φροντίσιν ἐμαυτῷ συναπαρτίζειν τὸ ῥᾷστον, ἑκὼν νῦν ἀφίημι. εἰδέναι μέντοι χρὴ ὡς καὶ τὸ ‘ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν’ ἢ διὰ τῆς κατ’ ἐρώτησιν ἀναγνώσεως ἢ κατὰ τοὺς προσήκοντας νόμους τῇ ἀνθρωπίνῃ φύσει τὸ ῥητὸν εἰρῆσθαι ἐξακούοντες εἰς οὐδεμίαν ἂν συζήτησιν περιενεχθείημεν.
Εὐλαμπίῳ ἀρχιεπισκόπῳ καὶ σκευοφύλακι Τῇ δεσποτικῇ φωνῇ τῇ λεγούσῃ ‘ὅπου ὑπάγω ἐγὼ οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε’ οὐκ ἀνακόλουθος οὐδὲ τἀναντία φθέγγεται ἡ τοῦ μαθητοῦ ὑποφώνησις, ‘κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν γνῶναι;’ οὐ γὰρ ἁπλῶς οὐδ’ ἀπολύτως τοῦτο οὐδὲ χωρίς τινος προηγουμένης ὑποθέσεως εἴρηται, ἀλλ’ ἔχει προηγούμενον, ᾧ καὶ συνάπτεται, τὸ ‘πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς’. τοῦτο γὰρ εἰπὼν ἐπισυνάπτει διὰ τοῦ. ‘ἵνα’ καὶ τὴν αἰτίαν τῆς παραλήψεως, εἰς τρία ταῦτα διελὼν αὐτήν· εἴς τε τὸ εἶναι τοὺς μαθητὰς ἔνθα καὶ ὁ διδάσκαλος, καὶ εἰς τὸ εἰδέναι ὅπου ὑπάγει, καὶ εἰς τὸ τὴν ὁδὸν εἰδέναι. φησὶ γάρ, ‘πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν’· διὰ τί; ‘ἵνα, ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε, καὶ ἵνα, ὅπου ὑπάγω, οἴδατε, καὶ ἵνα τὴν ὁδὸν οἴδατε’, τοῦ ‘ἵνα’ δηλονότι ταῖς τρισὶν αἰτίαις ὡς πολλάκις εἴωθε κοινοποιουμένου. οὐκοῦν τὸ εἰδέναι τὴν ὁδὸν καὶ ὅπου ὑπάγει οὔπω ἔλεγεν αὐτοῖς παρεῖναι, ὥσπερ οὐδὲ τὸ εἰς οὐρανοὺς αὐτῷ συνεῖναι, ἀλλ’ εἰς τὸν τοῦ ἐπανέρχεσθαι καιρὸν καὶ παραλαμβάνειν αὐτοὺς τεταμιεῦσθαι αὐτοῖς ταῦτα.
Τριῶν οὖν τοῖς μαθηταῖς κατὰ τὴν ἐπάνοδον ὑπεσχημένων, ἀποθαυμάζων ὁ Θωμᾶς τὸ μέγεθος τῶν ἐπηγγελμένων ἅτε δὴ μηδὲ τοῦ ἐλάττονός πω ἐν καταλήψει γεγονώς, εἰκότως διαμφισβητεῖ πῶς ἐν μεθέξει γενήσονται τῶν μειζόνων· ἔλαττον γὰρ τὸ εἰδέναι ἁπλῶς ποῦ τόδε ἐστὶν ἤπερ τὴν ἀπάγουσαν ὁδὸν εἰδέναι, καὶ τοῦτο πάλιν τοῦ ἐν αὐτῷ ἤδη τῷ ζητουμένῳ τόπῳ διαιτᾶσθαι. ἀκόλουθος οὖν ἡ τοῦ μαθητοῦ διαμφισβήτησις καὶ οὐδὲν τῇ διδασκαλικῇ φωνῇ μάχεται· οὐ γὰρ ἐκεῖνος τὴν ὁδὸν αὐτοὺς ἤδη ἔφησεν εἰδέναι ἢ ὅπου ὑπάγει ἢ τὸ ἐν οὐρανοῖς αὐτῷ συνεῖναι, ἀλλ’ ἔσεσθαι αὐτοῖς ταῦτα, ἐπειδὰν αὐτοῦ μὲν ἡ ἐπάνοδος, ἐκείνων δὲ διαπραχθείη ἡ πρόσληψις.
Ἐπάνοδος δ’ ἂν εἴη τοῦ δεσπότου ἢ ἡ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν τελεσθεῖσα τοῖς μαθηταῖς ἐπιφάνεια, καθ’ ἣν θεὸν αὐτὸν ἀληθῶς ἐπεγνωκότες τήν τε ὁδὸν καὶ οὗ πορεύεται ἔμαθον καὶ ὅτι συνέσονται αὐτῷ ἐν ἀδιηγήτοις ἀγαθοῖς οὐκέτι δισταγμὸν εἶχον, ἀλλ’ ὡς συνόντες ἤδη ταῖς ἐλπίσιν ἔχαιρον· ἢ οὖν τοῦτο δηλοῖ τὸ ‘πάλιν ἔρχομαι’ καὶ ἑξῆς ἢ τὴν κατὰ τὴν δευτέραν αὐτοῦ καὶ φρικτὴν παρουσίαν ἐπάνοδον, ὅτε καὶ τὴν ὁδὸν καὶ τὸν μακάριον ἐκεῖνον χῶρον καὶ τῶν ἐν αὐτῷ τὴν ἀπόλαυσιν διὰ τῆς πείρας αὐτῆς ἀιδίως εἴσονται.
Τῷ αὐτῷ Ὅτε εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε ὁ ἄγγελος ἐπέστη λύων τὴν ἔριν τῶν λογισμῶν· ὅτι γὰρ διηπορεῖτο περὶ τῷ τόκῳ καὶ ἀμηχανίας ὅλος ἐγίνετο, δῆλον ἐξ ὧν διενοεῖτο καὶ ὅσον οὔπω πράξειν ἔμελλεν· ‘ἐβουλήθη’ γάρ φησιν ‘λάθρᾳ αὐτὴν ἀπολῦσαι’, οὐκ ἂν οὔτε λάθρᾳ οὔτε ὅλως ἐκπέμψαι διανοηθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός, νόμῳ δὲ καὶ τιμωρίᾳ, δικαιοσύνης ὢν μάλιστα ἐραστής, θᾶττον ἂν παρεδίδου τὸ τόλμημα. ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο· ἥ τε γὰρ ἀνυπέρβλητος ἀρετὴ τῆς μνηστευθείσης καὶ ἡ πρέπουσα φυλακὴ τοῦ μνηστῆρος πᾶσαν ἀπετείχιζεν ὑποψίαν οὐκ εὐαγῆ. οὐδ’ ἐκείνου δὲ πάλιν σύνεσιν εἶχεν, ὡς ἄρα θείας ἐνεργείας ἡ κύησις ἦν· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην ἐχρημάτιζεν ἡ πρᾶξις· διὸ τοῖς λογισμοῖς ἐκυμαίνετο καὶ τί ἂν διηπορεῖτο πραξάμενος τὰ ἀρεστὰ πράττοι τῷ θεῷ. ὅτε γοῦν τούτοις ἐκλονεῖτο τοῖς λογισμοῖς, τότε λίαν ἐπικαίρως ἄγγελον ἐφῆκεν ὁ τῇ παρθενικῇ γαστρὶ τὸν ὄγκον θαυματουργῶν, στηρίζοντα αὐτὸν ἐφ’ οἷς ἔδει μένειν ἀκλόνητον καὶ σταθερόν. διό φησιν ‘μὴ φοβηθῇς παραλαβεῖν’ καὶ ἑξῆς.
σὺ μέν, φησίν, λαθραίως μελετᾷς ἐκπέμψαι τὴν παρθένον, δεδιὼς κατέχειν ἣν τόκος ἄδηλος ἔχει, ἐγὼ δέ σε παραλαβεῖν καὶ παρὰ σεαυτῷ ἔχειν προστάσσω· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου, καὶ οὐ μόνον ἀνεύθυνον τὴν κυοφοροῦσαν τελεῖ οὐδ’ ὑπὲρ ἄνθρωπον δόξης καὶ λαμπρότητος πληροῖ, ἀλλὰ καὶ κόσμῳ παντὶ σωτὴρ τίκτεται καὶ λυτρωτής.
Εὐκαίρως ἄρα οὐ πρότερον ὁ ἄγγελος ἐπιφαίνεται τῷ Ἰωσήφ, ἀλλ’ ὅτε αὐτὸν ἀμφίβολοι διετάρασσον λογισμοί· ὅτε γὰρ σφοδρὰ ἡ ζάλη, τότε μάλιστα γλυκεῖα ἡ γαλήνη. καὶ τὸ ‘τὴν γυναῖκά σου’ δὲ ἀντὶ τοῦ ‘τὴν ὅσα γε ἐκ τοῦ μὴ πρὸς ἕτερον ἄνδρα μήτε ὄμμα μήτε λογισμὸν ἐπιβεβληκέναι σώαν σοι καὶ ἀκαινοτόμητον τὴν τῆς γυναικὸς διατηρήσασαν τάξιν καὶ μηδ’ ἐπινοίᾳ λύσασαν τοὺς θεσμοὺς τῆς μνηστείας’. ἄλλως τε δὲ καὶ γυναῖκας ἔθος ἦν καλεῖν παλαιὸν καὶ ἃς μόνος ὁ τῆς μνηστείας δεσμὸς συνεδέσμει, κἂν ὁ τῆς ὁμιλίας αὐταῖς οὐκ ἐγινώσκετο νόμος.
Ἀρσενίῳ μοναχῷ, πρεσβυτέρῳ καὶ ἡσυχαστῇ Ἦν καιρὸς τοῦ γράφειν, ὥσπερ νῦν τοῦ σιγᾶν, ὅτε πᾶσα μὲν γαλήνη διὰ πάσης ἐκέχυτο πολιτείας, ἀρετῆς δὲ τῆς νῦν γελωμένης ἐθαυμάζετο τὸ χρῆμα, καὶ εὐσέβεια μὲν τὸ κράτος εἶχεν, ἀλήθεια δὲ (ποῦ νῦν ἀπῆρες;) καὶ γλώσσῃ καὶ ἀκοαῖς ἐπαρρησιάζετο, ὅτε τὸ πολιτικὸν ἐν εὐθυμίαις ἐπανηγύριζε σωφρονούσαις καὶ ὁ φιλόσοφος βίος πρὸς τὴν τῶν ἁγίων ἀνδρῶν ἀνατεινόμενος μίμησιν ἀξιοζήλωτος ἐνομίζετο, τὸ δὲ ἱερατικὸν καὶ ἀρχιερατικὸν οὐχ οὕτω διὰ τῶν τελεστικῶν συμβόλων ὥσπερ ἀπὸ τῶν κατορθωμάτων οἷς περιέλαμπον τοὺς μυουμένους ἐγνωρίζοντο.
Νῦν δὲ τί γράφω; θρήνους; ἀλλ’ ὁ συμπαθέστατος Ἱερεμίας προλαβὼν ἡμᾶς τοὺς θρήνους ἀπέδωκεν· οὐ γὰρ ἐκείνων τὰ νῦν ἀνεκτότερα. ἀλλὰ στεναγμούς; καὶ τίνες ἢ ποῖοι τηλικαύτῃ φορᾷ δυσχερῶν ἐπαρκέσουσιν; τῶν δακρύων ἄλλο ἐπ’ ἄλλο πάθος προκαλούμενον τὸ ῥεῖθρον τὰς πηγὰς ἀνεξήρανεν. τὰ ἅγια βεβηλοῦται· τὰ ἱερὰ συμπεπάτηται· τὸ πανάγιον πνεῦμα (ὢ χειλέων δυσσεβῶν καὶ διανοίας δυσσεβεστέρας) ὥσπερ τι τῶν ἐκ τριόδου δυσφημεῖται καὶ διασύρεται· ἐρημία καὶ ὄρη καὶ σπήλαια καὶ τῆς γῆς ἐσχατιαὶ τοὺς ἱερεῖς θεοῦ καὶ ἀρχιερεῖς, ὅσους μὴ προκατελάβοντο πικραὶ φυλακαὶ καὶ ὑπερόριοι φυγαδεῖαι, μόλις διασῴζουσιν. καὶ οὔπω λέγω τὰ ἄλλα· οὐδὲ γὰρ οὐδ’ ἀποδύρεσθαι τὰ συνέχοντα πάντα, ὃ μόνον ἦν ὡς ἐν τηλικούτοις κακοῖς τῶν συμφορῶν παραμύθιον, ὁ ἐπηρτημένος τῶν ἀπειλῶν φόβος ἐνδίδωσιν.
Ταῦτα γράφω· ἀλλ’ ἔχεις τὴν τούτων γνῶσιν, ὥσπερ ὄψει, καὶ ἀκοῇ. οὕτω δὲ συμπάσχων Χριστῷ καὶ αὐτῇ τῇ πείρᾳ ἔχω τί γράψω. στῆθι πρὸς θεόν, ἐξευμενίζων τὸν πλάστην τῷ πλάσματι· ἔκτεινον ὁσίας σου χεῖρας, τὰς ἐκταθείσας αὐτοῦ παλάμας ἐν τῷ σταυρῷ ὡς ἱκετηρίαν προτείνων, τοὺς ἥλους, τὴν λόγχην, τὸ αἷμα, τὸν θάνατον, τὸν τάφον, δι’ ὧν σεσώσμεθα. ἔχεις δι’ ὧν δυσωπήσεις τὸν εὐίλατον· τὴν βαρύτητα τῶν διωγμῶν, τῶν διωκομένων τὸ ὑπὲρ εὐσεβείας ἀνένδοτον, τὰ ποίμνια σπαρασσόμενα, τοὺς λύκους ἀγριαίνοντας, τοὺς ποιμένας ἔστιν οὓς οὐδ’ ὅποι γῆς εἰσι γινωσκομένους, τὴν ἐκκλησίαν θεοῦ κατατεμνομένην (οἴμοι) καὶ μεριζομένην· μερίζεται γὰρ αὐτὴν φόβος θεοῦ καὶ φόβος ἀνθρώπινος, οὐδὲ γὰρ οὐδ’ ἔστιν τὸν θεῖον διαψεύδεσθαι χρησμόν, ‘τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.’ Ταῦτα προβαλοῦ· μᾶλλον δὲ αὐτὸς δι’ ὧν δυσωπήσεις οἶδας· οἷς γὰρ ἡ καρδία καθαρά, ἅτε δὴ θεὸν ὡς ἔστιν ἀνθρώπῳ δυνατὸν ἰδεῖν ἐνορῶσιν, οὗτοι μᾶλλον τῶν ἄλλων συνίσασι καὶ οἷς ἐκμειλίσσεται. κίνησον μεσῖτιν τῆς πρεσβείας τὴν τοῦ λόγου μητέρα καὶ παρθένον· βόησον πρὸς αὐτὴν τῆς φύσεως τὴν ἀσθένειαν, τὴν μακρὰν ἡμῶν καὶ ἀνιστόρητον τῶν παθῶν τραγῳδίαν· οἶδεν συμπαθῆσαι τῷ ὁμοφυεῖ.
τῶν μαρτύρων τὸν χορὸν συμπαράλαβε· ἔχουσιν παρρησίαν οἷς ἔπαθον ὑπὲρ Χριστοῦ ἐπαμῦναι τοῖς δι’ αὐτὸν πάσχουσιν, καὶ τῶν παθῶν ἡ κοινωνία παράκλησίς ἐστιν αὐτὰ καθ’ αὑτὴν πρὸς τὴν τῶν πασχόντων ἐπικουρίαν. πανταχόθεν ῥᾴδια τὰ τῆς πρεσβείας· εὔελπις ἡ ἱκεσία· ἑνὸς μόνου δεῖται, τῆς σῆς ἐκτενοῦς προσευχῆς καὶ ἐπιμόνου δεήσεως.
Εὐλαμπίῳ ἀρχιεπισκόπῳ καὶ σκευοφύλακι Ἔστιν ἐναντίον τῇ ἀρετῇ ἡ κακία καὶ οὐκ ἂν εἰς φιλίαν συνέλθοιεν· ἑκατέρα δὲ ὑποκείμενον οἰκεῖον ἐφ’ ᾧ ἵδρυται καταλαμβάνουσα ἔχει. οὐκ ἔστιν οὖν μαχομένης τῆς ἐφιδρυμένης σπένδεσθαι τὸν ἑδράζοντα· εἰ δὲ τοῦτο, μηδὲν θαυμάζῃς εἰ ὁ τῆς κακίας ὑπηρέτης κατὰ τῶν ἀντιπρόσωπον αὐτῷ τὴν ἀρετὴν προβεβλημένων μέγα πνεῖ τὸ πολέμιον.
Ἰωάννῃ πατρικίῳ Τῷ μὲν φίλῳ ὑπὲρ οὗ πρεσβεύω, ὡς καὶ πρόσθεν ἔγνως, περὶ ψυχήν ἐστιν ὁ ἀγών· σὺ δέ, ὡς ἐκεῖνον ὁρᾶν ἐστιν κἂν μὴ λέγει, Λεσβίων αὐτῷ δεξιὰν προτείνεις. ἂν μὲν οὖν αὐτὸς οὐδέποτε πάθει περιέπεσας τοιούτῳ, μέγα μὲν λέγεις, μᾶλλον δὲ διότι μὴ πέπονθας χρεώστην σεαυτὸν τοῦ οἰκτείρειν ἀποφαίνεις· φοβερὸν γάρ πώς ἐστιν ἐν τῇ φύσει ἐν ἄλλοις μάλιστα προορώμενα τὰ ἀλγεινά. ἄλλως τε εἰ κρείττων μέχρι νῦν τῶν ἐν ἀνθρώποις ἐτηρήθης δυσχερειῶν (οὐ γὰρ εὐπρόσοδον τῷ πρεσβευτῇ ἀθρόον ἐμβαίνειν εἰς τὴν ἀνάμνησιν τῶν λυπηρῶν), ἀλλ’ οὖν ἀσφάλισαι τὸ μέλλον διὰ τῆς συμπαθοῦς περὶ τὸ ὁμόφυλον σπουδῆς. εἴωθε γάρ πως τὰ δεινὰ τοὺς μέχρι πολλοῦ διαφυγόντας αὐτὰ μᾶλλον τῶν ἄλλων ἐποφθαλμιᾶν καὶ σφοδρότερον ἢ οὓς πολλάκις κατελάβοντο διώκειν· καὶ οὐδὲν ὁρῶ τοιοῦτον πρὸς ἀποτροπὴν τῶν ἐν ἀνθρώποις περιστάσεων ὡς τὸ τοῖς ἐμπεσοῦσιν ἵστασθαι βοηθόν.
Εἰ δ’ ἄνθρωπος ὢν καὶ αὐτὸς ἐκοινώνησας τοῖς ἀνθρώποις, ἐκεῖνα λογίζου ἅ σε τότε διεστρόβει καὶ συνέστρεφε τὰ σπλάγχνα καὶ ὅλον πικρῶς ἐπεβόσκετο, θανάτου βαρυτέραν ἀποφαίνοντα τὴν ζωήν. μέμνημαι γάρ ποτε καὶ ἐγώ, εἴ τι μὴ ὑπὸ τῆς συνεχείας τῶν κακῶν εἰς ὀνείρους ἀποφέρομαι, τοιοῦτόν τι (ὃ μὴ γένοιτο τοῦ λοιποῦ) καὶ περὶ τὴν σὴν εὐκληρίαν ἀπαντῆσαν, ὅτε τὸ ὄμμα ξηρὸν πρὸς πάντας ἀνέῳκτο, πάσης συμφυοῦς λιβάδος συναναλωθείσης τοῖς δάκρυσιν, καὶ χεῖρες πρὸ τῶν λόγων τὴν ἱκεσίαν προὐβάλλοντο· τὸ πρόσωπον συντηκόμενον εἰς πολλὴν τοὺς ὁρῶντας καὶ πρὸ τῶν χειρῶν ἐκάλει συμπάθειαν, καὶ ὅλον εἶχεν σύγχυσις καὶ κατήφεια καὶ γνόφος—καὶ κρείττων ἡ σιγὴ τοῦ τότε διηγήματος. ταῦτα δή, ταῦτα (ὢ μηκέτι μηδαμῶς τοιαῦτα παθεῖν σε ἴδοιμι) σωφρόνως ἀναμνησθείς (πολλαχοῦ γὰρ εὔχρηστον ἡ μνήμη τῶν λυπηρῶν) γενοῦ σωτὴρ οἷον ηὔχου σοι γενέσθαι τότε (οὐ γὰρ ἐμὸν εἰπεῖν, οἷον εὗρες) τῷ νῦν εἰς τὰς ὁμοίας συμφορὰς καταπεσόντι. εὖ γὰρ ἴσθι ὡς ἐμοί τε τὸ χρέος ἀποδεδωκὼς εἴης καὶ τὸν βοηθούμενον ἐν οἷς ἂν βούλῃ χρεώστην ἀπροφάσιστον εὑρήσεις. καλὸν δὲ ἐν βίῳ πολλοὺς χρεώστας, καὶ τότε εὐγνώμονας, χαρίτων ἔχειν.
Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Ἡ κακία (καὶ μηδέν σοι δόξῃ παράδοξον· ἡ γὰρ τῶν ἐν βίῳ πεῖρα σαφὴς τῶν τοιούτων διδάσκαλος), ἂν μηδὲ τῆς ἀρετῆς ὑπέλθοι τὸ σχῆμα, τάχιστα διόλλυται. μὴ τοίνυν ἀθύμει ταύτην ὁρῶν, τὸ λεγόμενον, γυμνῇ τῇ κεφαλῇ θρασυνομένην καὶ ἀπηρυθριασμένῳ προσώπῳ κατὰ πάντων ἀσελγαίνουσαν. βραχὺς ὁ χρόνος, καὶ εἰς διαφθορὰν αὐτὴν ὄψει σὺν μεγάλῳ ἤχῳ καταστρέφουσαν· ἔχεις δὲ καὶ τὸν προφήτην ἐμοὶ συμφθεγγόμενον· ‘εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.’
Χριστοφόρῳ πρωτοσπαθαρίῳ καὶ πρωτασηκρῆτις Τὴν σὴν ἀπορίαν καὶ πικρότερον καὶ δριμύτερον οἶδά ποτε Ἰουλιανῷ τῷ παραβάτῃ διεσκευασμένην· ἃ γοῦν ἐν τοῖς πρὸς ἐκεῖνον εἶπον καὶ ὧν ἡ μνήμη τὴν σωτηρίαν ἔχει, ταῦτα δέ σοι ἄρα γράφων ἀποχρῶσαν οἶμαι τὴν λύσιν παρεσχηκέναι. ἔλεγεν οὖν ἐκεῖνος, ὥσπερ ἐμπανηγυρίζων ταῖς κατὰ τῆς ἀληθείας ὕβρεσιν, τοιαῦτα· ‘ἀκούσατε καλοῦ καὶ πολιτικοῦ παραγγέλματος· ‘πωλήσατε τὰ ὑπάρχοντα καὶ δότε πτωχοῖς· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα.’ ταύτης τις εἰπεῖν ἔχει πολιτικωτέραν τῆς ἐντολῆς; εἰ γὰρ πάντες σοι πεισθεῖεν, τίς ὁ ὠνησόμενος; ἐπαινεῖ τις ταύτην τὴν διδασκαλίαν, ἧς κρατυνθείσης οὐ πόλις, οὐκ ἔθνος, οὐκ οἰκία μία συστήσεται; πῶς γὰρ πραθέντων ἁπάντων οἶκος ἔντιμος δύναταί τι ἢ οἰκία; τὸ δὲ ὅτι πάντων ὁμοῦ τῶν ἐν τῇ πόλει πιπρασκομένων οὐκ ἂν εὑρεθεῖεν οἱ ἀγοράζοντες, φανερόν ἐστιν καὶ σιωπώμενον.’ Διὰ τοιούτων μὲν οὖν λογισμῶν ὁ παραβάτης τῆς θείας ἐντολῆς κατασκεδάζων τὴν χλεύην οἴεταί τι σοφὸν καὶ γενναῖον ποιεῖν.
ὁ δὲ τῆς ἀληθείας λόγος ὧδέ πως ἐπιρραπίζων τὸ μειρακιῶδες αὐτοῦ καὶ σαθρὸν τῶν λόγων, πρῶτον μέν φησιν ὡς οὐδὲν θαυμαστόν, εἰ δι’ ἧς ἐντολῆς τῷ σωφρονοῦντι μέγα ὄφελος περιγίνεται καὶ θαῦμα γλυκύ, πρὸς ὕμνους διεγεῖρον τοῦ νομοθέτου, διὰ τῆς αὐτῆς ὁ παραβάτης ἀντὶ μὲν σωτηρίας βλάβην, ἀντὶ δὲ κέρδους ζημίαν, καὶ ἀντὶ τοῦ χάριν εἰδέναι τὰ βλάσφημα λέγειν ἑαυτῷ προσεπορίσατο. ἔστιν μὲν γάρ, ἔστιν ὁρᾶν τὸ ἀγαθὸν ὑπὸ τῆς περὶ αὐτὸ τῶν ἀνθρώπων διαθέσεως δυσὶ τούτοις περιστοιχιζόμενον, αἱρέσει λέγω καὶ φυγῇ· ὧν ἡ μέν, τοὺς αἱρουμένους ἐπὶ τὴν ἀμείνω τάξιν ἀνάγουσα, θεατὰς τοῦ κάλλους ἔτι μᾶλλον καὶ γνησίους ἐραστὰς ἀπεργάζεται, τῇ προσθήκῃ τῆς ἐν θεωρίᾳ καταλήψεως προσθήκην ἐντιθεῖσα τοῦ ἔρωτος· ἡ δέ, τοὺς οἰκείους ὡς πορρωτάτω συμφυγαδεύουσα καὶ κατὰ κρημνῶν καὶ σκοπέλων καὶ μυρίας πλάνης φέρουσα, ἅτε δὴ ἐφάπαξ τῆς πρὸς τὸ ἀγαθὸν νεύσεως διαστήσασα καὶ λήθην βαθεῖαν τοῦ καλοῦ θεάματος ἐμποιήσασα, μόνῳ δὴ χαίρειν τῷ τῆς κακίας ἐνεθίζει ζόφῳ καὶ τυφλοὺς οὐχ ἧττον ἢ πολεμίους τῆς σφῶν σωτηρίας περιίστησιν.
Ταύτῃ τοι καὶ Ἰουλιανός, τῷ τῆς ἀποστασίας γνόφῳ ὅλην τὴν ψυχὴν τεθολωμένος καὶ τὰς ὄψεις δι’ ὧν ἡ κατάληψις τοῦ κυρίως ὄντος ἀφῃρημένος, ἐχθρὸς καὶ πολέμιος ταῖς εἰς τὸ ἄριστον ἀναγούσαις ἐντολαῖς ἐπιδείκνυται· ὃς οὐδὲ τηλικαύτης ἐφείσατο καθυλακτεῖν παραινέσεως, ἀλλ’ εἰς μώμους ἀπάγειν ἐφιλονείκησεν τὴν παντὸς ἀξίαν ἐπαίνου καὶ θαύματος. τὸ γὰρ ‘πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην’ τίνα συμπαθείας, τίνα δὲ τῆς πρὸς ἀλλήλους ἀληθοῦς εὐνοίας ἀφορμὴν ἐλλείπει; ἀλλ’ ἐγκράτειαν; ἀλλὰ σωφροσύνην; τίς δὲ μᾶλλον τῆς ἐντολῆς ταύτης φιλοσοφίας διδάσκαλος; οὐχὶ δὲ πάντων τῶν παθῶν ὅσα τίκτειν οἶδεν τὸ φιλάργυρον ἐλευθερίαν χαρίζεται; ποῦ γὰρ κλοπή, φιλαργυρίας ἀνῃρημένης; ποῦ δ’ ἁρπαγή; ποῦ δὲ λῃστεία, ἐν οἷς καὶ τῶν ἰδίων ἡ διανομὴ περισπούδαστον ὁρᾶται; ἔρεις δὲ καὶ μάχαι καὶ φιλονεικίαι οὐ τῇ τῶν χρημάτων ἀφειδίᾳ αὐτίκα συναφανίζονται; ὁ δ’ ἀκόλαστος καὶ ἄσωτος βίος ἆρα παρείσδυσιν ἕξει, τῆς ἐλεημοσύνης ἐπικρατούσης καὶ τὸ περισσὸν ἅπαν εἰς τὴν τῶν ἐνδεῶν καταναλισκούσης χρείαν καὶ οὐκ ἐώσης εἰς κόρον τρυφῆς ἢ τῆς ἄλλης ἡδυπαθείας τὸν ἄνθρωπον ἐξυβρίζειν, δι’ ὧν εἴωθεν καὶ τὰ περὶ ἁφὴν αἰσχρότερα πάθη παραφύεσθαι; πῶς οὖν τὸ φιλάνθρωπον καὶ κοινωνικόν, τὸ πρὸς τὸν ἔλεον τῶν ἠπορημένων ἕτοιμον ἀνατρέψει τὰς πόλεις καὶ τὰ ἔθνη καὶ τὰς οἰκίας;
πῶς δ’ ἡ τῆς κλοπῆς, ἡ τῆς ἁρπαγῆς, ἡ τῆς λῃστείας, ἡ πάσης ἁπλῶς ἀδικίας καὶ τυραννίδος ἀναίρεσις τῆς ἀνθρωπίνης ἔσται καταστροφὴ πολιτείας; ὁ γάρ τοι καὶ τῶν ἑαυτοῦ κτημάτων ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἠφειδηκὼς καὶ τοῖς πλησίον ἐξιστάμενος τῆς ἰδίας ὠφελείας καὶ ὅλον ἑαυτὸν ὑψηλότερον φέρων τῆς περὶ τὴν ὕλην προσπαθείας πῶς ἂν ἑνί τινι τῶν εἰρημένων ἁλοίη παθῶν; μᾶλλον δὲ πῶς οὐχὶ τούτων ἁπάντων καθαρεύων ἑαυτῷ τε διαφερόντως καταπράττοιτο τὰ ὄντως ὄντα ἀγαθὰ καὶ τοῖς πολίταις οὐ μόνον δι’ ὧν ἐπεκούρησεν ἀπορουμένοις, ἀλλὰ καὶ διὰ τοῦ καθ’ ἑαυτὸν πολιτεύματος μέγα ἂν εἴη ὄφελος καὶ ὑπόδειγμα φιλοσόφου καὶ ὑψηλοῦ βίου προτεθειμένος; ἐκ δὲ τοιούτων ἀνδρῶν, κοινὰ μὲν τὰ ὄντα προτιθέντων, ἐλέους δὲ πλήρεις τὰς δεξιὰς προτεινόντων, καὶ βίαν μὲν πᾶσαν ἐλαυνόντων, τὸ δίκαιον δὲ τιμώντων, καὶ συντόμως εἰπεῖν ἐν ἴσῳ ἑαυτοῖς τοὺς πλησίον ποιουμένων, ἡ ἐκ τοιούτων ἀνδρῶν πόλις οἰκιζομένη ἆρα φθορᾶς ἐκ γειτόνων ἔσται, ἢ μακρῷ καὶ ὅσαι πώποτε συχνοῖς ἔτεσι τὴν εὐδαιμονίαν ἔσχον παραμετρουμένην, καὶ τούτων ἁπασῶν ἀμείνω τε καὶ διαιωνίζουσαν μᾶλλον τὴν διαμονήν τε καὶ τὸ κλέος ἕξει;
Ἀλλ’ ὁ σοφὸς ὡς ἔοικεν Ἰουλιανὸς οὐ βούλεται τοῦτο, ἐθέλει δὲ τοὺς αὐτοῦ πολίτας χεῖρα μὲν βαρεῖαν προβεβλῆσθαι, ἐκ τῶν ἀλλοτρίων πόνων αὐτοῖς τὴν περιουσίαν συλλέγουσαν, μὴ φείδεσθαι δὲ μήτε λῃστηρίου τόλμης μήτε λαθραίας μήτ’ ἐμφανοῦς ἐπιβουλῆς· ἀλλὰ κἂν τυραννίδι ἐπιθέσθαι δέοι, κἂν Φαλάριδος ὠμότερον πρᾶξαί τε καὶ δόξαι, κἂν πάντας ἀποκρύψασθαι τοὺς ἐπὶ πάσῃ κακίᾳ βεβοημένους ὑπὲρ τοῦ πλείω τὰ ὑπάρχοντα ποιῆσαι, μηδὲν μηδαμῶς παραιτεῖσθαι, ὡς ἂν ἁπάσης ἡδονῆς καὶ ἐπιθυμίας ὕλην ἄφθονον ἑαυτοῖς παρεσκευακότες καὶ ἀποθέμενοι ἀδεῶς τοῦ λοιποῦ τρυφῶσί τε καὶ κατασπαταλῶσι, γαστρὶ καὶ αἰδοίοις ζῶντες καὶ τὸν εὐκλεᾶ καὶ ἀξιοζήλωτον βίον καὶ εἰς μήκιστον παρατεινόμενον χρόνον οὐκ ἄλλον ἀλλ’ οἷς οὗτοι βιοῦσιν περιορίζοντες. οὐ γὰρ καλή γε ἡ συμβουλὴ τοῦ τὰς πόλεις δι’ ὧν φροντίζει πολίζοντος καὶ οὗ ἡ βαθεῖα καὶ μεγάλη πρόνοια τὰ ἔθνη συνέχει καὶ τὰς οἰκίας συνίστησιν;
ὃς ἐξ ὧν ἔδοξε λέγειν, ἀντὶ μὲν φιλανθρώπων φιλαργύρους, ἀντὶ δὲ φιλαλλήλων ἐπιβούλους, καὶ ἀντὶ ἐλεημόνων ἀνελεήμονας, καὶ συντόμως εἰπεῖν ἀντὶ τοῦ διὰ πάντων ἀρίστους ἐν πᾶσι κακίστους εἶναι εἰσηγούμενος—δῆλον γὰρ ὅτι καθ’ ὃν τρόπον τὸ ἀφιλάργυρον ἦθος συνεφέλκεται τὰς ἄλλας ἀρετάς, οὕτως ἡ φιλάργυρος νόσος συνεπισύρεται πᾶσαν τὴν συγγενῆ κακίαν—ἀλλ’ οὖν, ὅπερ ἔλεγον, ὁ καλὸς οὗτος σύμβουλος καὶ τῆς δεσποτικῆς ἐντολῆς χλευαστής, ἀντὶ τοῦ βελτίστου τὰ χείριστα τοὺς ἀνθρώπους αἱρεῖσθαι κατὰ τὸ ἀκόλουθον ὑποτιθέμενος, μηδ’ ἂν ἄλλως εὐδαιμόνως βιώσειν μήτε πόλιν μήτε ἔθνος μηδ’ οἰκίαν κατεπαγγέλλεται, ἀλλὰ μηδὲ προελθεῖν ἐπὶ μακρότατον, εἰ μὴ ἕλοιντο μᾶλλον ἀντὶ τοῦ πάντα εἶναι χρηστοὶ τὰ πάντα εἶναι φαυλότατοι. εἰς τοιοῦτον αὐτῷ καὶ βουλῆς καὶ πολιτείας καταστρέφει τέλος τὸ κατὰ τῆς θείας ἐντολῆς θράσος καὶ ἡ εἴρων γλῶσσα καὶ τὰ τῆς ἀνατροπῆς σοφὰ ἐνθυμήματα.
Καίτοι γε εἰ μή τι ἄλλο, τοὺς σοὺς Κύνας οὓς ἐθαύμαζες ἔδει σε μεμνῆσθαι καὶ αἰσχύνεσθαι, τὸν Διογένην, τὸν Ἀντισθένην, τὸν Κράτητα, τὸν ἄλλον χορὸν τῶν θαυμασίων σου Κυνῶν, οἳ εἰ καὶ τῷ ἐπιδεικτικῷ τοῦ ἤθους τὸν τῆς ἀληθοῦς ἀκτημοσύνης χαρακτῆρα ἐκιβδήλευον, ἀλλ’ οὖν μεμισηκότες ἐφαίνοντο τὸ φιλόπλουτον καὶ τὸν λιτὸν δοκεῖν ἀσπάζεσθαι καὶ ἀφιλάργυρον βίον μέγα ἐποιοῦντο. ἐκείνοις ἐχρῆν σε μᾶλλον λέγειν, ἀντὶ τοῦ θειάζειν, ὡς ‘εἰ πάντες ὑμῖν πεισθεῖεν, οὐκ ἔθνος, οὐ πόλις, οὐκ οἰκία μία συστήσεται· πῶς γὰρ ἔτι, μιμησαμένων ὑμᾶς ἁπάντων ἀνθρώπων, οἶκος ἔντιμος δύναταί τι καὶ οἰκία;’ —τὸ σοφόν σου τοῦτο καὶ πόσης ναυτίας γέμον κατὰ τῆς ἐντολῆς ἐπαπόρημα· ‘πῶς οἶκος ἔντιμος δύναταί τι καὶ οἰκία;’ ἀλλὰ γὰρ πῶς, ἀντὶ τοῦ ταῦτα τοῖς σοῖς ἐπιτιμᾶν σε Κυσί, τούτους μὲν ὑπερθαυμάζεις, ἃ δὲ τὴν ἀμείνω πολλῷ τούτων καὶ ἀμιγῆ πάσης μοχθηρίας εἰσηγεῖται πολιτείαν, ταῦτα δὲ τὰ λόγια διασύρεις;
Τί δὲ καὶ ἐπὶ μόνης τῆς διδασκαλίας ταύτης τὸ δριμύ σου τῶν ἐνθυμημάτων καὶ τῆς ἰθυβόλου φύσεως τὸ βαθὺ καὶ ἔντονον ἐπεδείξω; ἠδύνω γὰρ τὰ αὐτὰ ματαιολογεῖν καὶ ἐπὶ πλειόνων ἄλλων. ‘λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς’· ἀλλ’ εἰ πάντες ἐκλάμψουσιν, τίνες οἱ ὀψόμενοι καὶ τὸν θεὸν ἐφ’ οἷς εἶδον διὰ δόξης θεραπεύσοντες; ‘δίδοτε καὶ δοθήσεται ὑμῖν·’ εἰ πάντες ἕλοιντο διδόναι, τίς ὁ ληψόμενος; ‘ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν’· εἰ πάντες ἀφῶσιν, τίνες οἷς ἀφήσουσιν; ‘ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν’· εἰ πάντες ἀγαπήσουσιν, ποῦ οἱ ἐχθρῶς ἔχοντες; εἰ πάντες τοῖς τὴν σιαγόνα παίουσιν τὴν δεξιὰν καὶ τὴν ἄλλην εἰς ὕβριν ἴσην ἐκδώσουσιν, ποῦ οἱ τυπτήσοντες; καὶ μυρία ἄλλα, μᾶλλον δὲ οὐκ ἔστιν ὡς ἔπος εἰπεῖν οὐδεμία θεία παραίνεσις ἐν τῇ πρὸς ἕτερον ἀφ’ ἑτέρου πράξει κατορθουμένη καθ’ ἧς οὐκ ἔστιν ἰδεῖν τὴν ἄλογον ταύτην καὶ μωρὰν ἐπήρειαν διαβαίνουσαν.
τῆς γὰρ ἐχούσης ἐντολῆς ἐν συζυγίᾳ προσώπων τὴν ὕπαρξιν, ὁ διασχίζων ταῦτα τῆς πρὸς ἄλληλα συναφείας καὶ σχέσεως, εἶτα πάντας ἀξιῶν εἰς θατέραν συνωθεῖν μοῖραν τοῦ τμήματος, οἷον ἐξ ἧς προβάλλεται ἡ ἐνέργεια, οὗτός γε τὴν ὑπόλοιπον πάντως εὐχερῶς εἰς καταστροφὴν τῆς ἐντολῆς παραλήψεται, ψευδεῖ καὶ ἀτόπῳ τῇ παρ’ αὐτοῦ συμπλασθείσῃ θέσει ἀκόλουθον ἔχων τὸ περαινόμενον· καὶ διερωτήσει γε μάλα σεμνῶς σὺν εἰρωνείᾳ καὶ διακένῳ φυσήματι, ‘εἰ πάντες ἐνεργήσουσιν, τίνες ἐν οἷς ἡ ἐνέργεια;’ Οὕτω τοιγαροῦν ῥᾳδίας οὔσης φέρεσθαι κατὰ πάσης σχεδὸν τῆς διδασκαλίας τοῦ πνεύματος τῆς ὑψηλῆς σου ταύτης καὶ δραστηρίου καταδρομῆς, πῶς, εἰ καὶ μὴ ἐπὶ πασῶν, ἀλλά γε τῶν πλείστων οὐκ ἀφῆκας τὴν τηλικαύτην σου βάσανον, μιᾷ δὲ μόνῃ τῶν ἐντολῶν ὑπὸ πολλῆς εὐλαβείας συγκατέκλεισας; οὕτω γὰρ ἄν σου τῶν ἐπιχειρημάτων τὸ εὔπορον καὶ βαθὺ μᾶλλον ἀπεθαυμάζομεν.
ἀλλ’ ἦν καὶ τοῦτο κακουργίας μᾶλλον ἢ ἀνοίας ἐπιτέχνασμα· ᾔδει γάρ, ᾔδει κατὰ πάντων μὲν τῶν δεσποτικῶν προσταγμάτων τὴν αὐτὴν κατάρρησιν προβαλλόμενος εὐφώρατον ἕξειν τὸ ῥᾳδιούργημα, ἅτε δυναμένου καὶ τοῦ τυχόντος συνορᾶν ὡς οὐκ ἂν οὕτω γε πάντα τὰ σωτήρια παραγγέλματα τὴν αὐτὴν παρεῖχεν αἰτίαν τοῦ δι’ ἑαυτῶν περιτρέπεσθαι· ἐπὶ μιᾶς δὲ μᾶλλον ἤλπισε λαθεῖν εἰ περιγράψοι τὸ συκοφάντημα, καὶ τὸ οἰκεῖον κακούργημα παρείσδυσιν οὕτω πλέον εὑρεῖν εἰς ψόγον τῶν ἀμωμήτων ἀντιπεριενεχθήσεσθαι. ὥστε καὶ δι’ ὧν λαθεῖν ἐμελέτησεν τὸ φιλοκάκουργον καὶ σαθρὸν τῶν λόγων τῶν αὐτὸς αὑτοῦ ἐθριάμβευσεν.
Ἐχρῆν δὲ τοιαύταις αὑτὸν ἐκδεδωκότα λέσχαις καὶ κακοσχόλοις σοφίσμασιν μηδὲ τὴν διὰ τῆς ἑτέρας μοίρας τῶν προσώπων ἐπήρειαν παρελθεῖν, ἀλλ’ ἐξ ὁμοίου τάχους διανοίας καὶ ἀγχιστρόφου φρονήματος ἐπαπορεῖν καὶ λέγειν· ‘εἰ δὲ πάντες ἀντὶ τοῦ πιπράσκειν ἕλοιντο ὠνεῖσθαι, τίνες ἂν οἱ πωλοῦντες εἶεν;’ τί γὰρ διαφέρει πάντας εἰς τὴν τῶν πωλούντων μοῖραν συνελαύνοντα τοὺς ὠνησομένους ἐπιζητεῖν ἢ ἀνάπαλιν εἰς ἀγοράζοντας ἀναφέροντα τοὺς πωλεῖν ἐθέλοντας διερευνᾶσθαι καὶ περιεργάζεσθαι; ἀλλ’ ἐάσθω τοῦτο.
Τί δὲ σύ; ἆρα βούλει πάντας ἀνθρώπους καλοὺς καὶ ἀγαθοὺς εἶναι καὶ πταισμάτων κρείττους ἢ ἀπαρέσκει σοι; ἀλλ’ εἰ πάντες καλοὶ καὶ ἀγαθοί, ποῦ ἡ τῶν νόμων χρεία; ποῦ δὲ τῶν νομοθετῶν ὁ πόνος καὶ ἡ σπουδὴ καὶ ἡ πρόνοια; καίτοι γε αὐτὸ τοῦτο, καλοὺς καὶ ἀγαθοὺς εἶναι τοὺς ἀνθρώπους, προνοούμενοι τοὺς νόμους ἐτίθεσαν. ἡ δικαιοσύνη δὲ ἆρ’ οὐκ εἰς τραγελάφους σοι καὶ σκινδαψοὺς περιστήσεται; ποῦ γὰρ δικαιοσύνη, δίκης οὐκ οὔσης; ποῦ δὲ δίκη, μηδενὸς ἀδικοῦντος; ἀδικῶν δὲ τίς, πάντων εἰς ἀμείνους μεταταξαμένων; οὐχὶ δὲ καὶ ἡ πραότης συνοιχήσεται; τίνι γὰρ πρᾶος, οὐκ ὄντος τοῦ παροργίζοντος; ποῦ δ’ ὁ παροργίζων, καὶ τίνα, καὶ ἡ αἰτία ποία; ἀγαθῷ γὰρ ἀγαθὸς οὐκ ἔστιν ἐφ’ ὅτῳ, κἂν βουληθῇ, παροργίσειεν, δῆλον δὲ ὡς οὐδὲ βουλήσεται. οὐκοῦν κατὰ τοῦτό γε τὸ περιπόνηρόν σου λήρημα πολλῆς καὶ μεγάλης ἔνοχος αἰτίας ὁ τοὺς ἀνθρώπους καλοὺς καὶ ἀγαθοὺς βουλόμενος εἶναι· κρατυνθείσης γὰρ τῆς διδασκαλίας οἰχήσεται τὰ κράτιστα τῶν κατορθωμάτων καὶ αὐτοὶ οἱ νόμοι μάταιόν τι καὶ περιττὸς ὄχλος ἔσονται. καὶ οὔπω λέγω ὅτι διὰ τοῦ ἀγαθοῦ ἡ τοῦ ἀγαθοῦ ἀναίρεσις καταπράττεται, οὐδ’ ὅτι ἡ τοῦ ἀρίστου αἵρεσις εἰσαγωγὴ τῶν χειρόνων ἐπιδείκνυται.
Οὐ γὰρ σοφά σου καὶ πολιτικῆς θεωρίας ἔμπλεα τὰ ἐνθυμήματα, ὁ τὰ πολιτικὰ ἡμῖν ἐπισείων καὶ λέγων, ‘ταύτης ἔχει τις εἰπεῖν πολιτικωτέραν τῆς ἐντολῆς;’ καίτοι τὸν τὰς Πλάτωνος Πολιτείας μονονουχὶ προσκυνοῦντα, μυρίας μὲν γεμούσας ἀσελγείας, μυρίας δὲ πρὸς ἑαυτὰ μάχης, καὶ πολεμιωτάτας μὲν πάσῃ ἀνθρωπίνῃ πολιτείᾳ, τὸ ἀνύπαρκτον δὲ καὶ ἀνούσιον παρ’ ὅλον τὸν αἰῶνα πολιτευομένας—τὸν ἐκείνας ἐν μνήμῃ λαμβάνοντα καὶ ταύταις ἐνσεμνυνόμενον ἆρ’ οὐκ ἐχρῆν ὅλως αἰσχύνεσθαι καὶ αὐτὸ τὸ τῆς πολιτείας ὄνομα ψιλὸν διὰ χειλέων προάγειν; σὺ δὲ καὶ ἐπειρωνεύειν ἡμῖν ταύτην ἐθρασύνθης, καὶ τοσοῦτόν σοι τὸ δραστήριον ὅτι ἃ μὲν ψέγειν σπουδάζεις ἐπαινεῖς λανθάνων, οἷς δὲ τὸν ἔπαινον φέρειν ἀγωνίζῃ, ταῦτα ψέγων οὐκ αἰσθάνῃ. ἀλλ’ ἐῶμεν τοῦτο τέως.
Ἐνόμισας δὲ ἄρα ὑπὸ πολλῆς σοφίας σὺ ὡς καὶ προηγούμενον ἔσχεν σκοπὸν ὁ σωτὴρ πολιτικὴν παραδοῦναι τέχνην. πῶς οὖν οὐκ αἰτίαις ὑπάγεις, καίτοι φιλαιτιώτατος ὢν καὶ πνέων τὴν ὕβριν, ὅτι μηδὲν περὶ στρατηγῶν μηδὲ στρατοπέδων μηδὲ στρατιωτῶν ὥρισεν, οὐδ’ ὅπως δεῖ πολεμίοις διὰ μάχης ἰέναι οὐδ’ ὅτε σπένδεσθαι, ἀλλ’ οὐδ’ ὅσου δέοι τὸν σῖτον ἢ τὰ ἄλλα πιπράσκεσθαι; ἀγορανόμους δὲ καὶ δικαστὰς καὶ νομοθέτας, ὁποῖοί τε ἔσονται καὶ ὅσοι, οὐ δυσχεραίνεις ὅτι μηδὲν εἰσηγήσατο; τυφλὲ καὶ μωρέ, οὕτω βαθὺν ὕπνον ἐκάθευδες, καὶ ταῦτα τὰς νύκτας ἀύπνους τελῶν ἐπὶ τῇ κατὰ τῶν θείων λογίων ματαιοπονίᾳ, ὥστε μηδὲ τούτου συναίσθησιν δέξασθαι, ὅτιπερ ὁ σωτὴρ ἡμῶν καὶ θεὸς τῶν μὲν πολιτικῶν τύπων καὶ τῆς περὶ αὐτὰ τάξεως οὐκ ἔσχε προηγούμενον τὸν σκοπόν; ᾔδει γάρ, ᾔδει τοὺς ἀνθρώπους ἱκανὴν τῇ πείρᾳ παρασκευὴν πρὸς ταῦτα λαβεῖν, τῆς χρείας καὶ τῆς ἀνάγκης τὴν μάθησιν αὐτοῖς ὁσημέραι ῥᾳδίαν παρεχομένης, καὶ τῶν προλαβόντων τὰ πταίσματα ἀποχρῶσαν τοῖς ἐσομένοις ἐπὶ τῶν ὁμοίων ἀντεισάγειν τὴν διόρθωσιν· εἴ τι δὲ καὶ ταύτης ἡμάρτητο, καὶ τοῦτο μὲν πρὸς τὸ εὖ ἔχον καὶ καθεστηκὸς ἐπανορθούμενος μετερρύθμιζεν· προηγουμένη δὲ τῷ σωτῆρι φροντὶς ἡ τῶν ψυχῶν ὑπῆρχε σωτηρία καὶ εἰσαγωγὴ βίου φιλοσόφου καὶ ζωῆς ὑψηλοτέρας.
διὰ ταύτης γὰρ ἡ τῶν παθῶν ἐλευθερία καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἐπιστροφὴ καὶ συνάφεια, ἀλλ’ οὐ πολιτικῆς διαγωγῆς ἢ σωματικῆς εὐδαιμονίας ἡ ἐπιμέλεια κατεβέβλητο. ταύτῃ τοι καὶ τοῖς φιλοσάρκοις καὶ φιλοσωμάτοις ἡ δεσποτικὴ παραίνεσις, ὥσπερ δὴ καὶ σοί, δύσοιστός τε καὶ δυσάρεστος· ἐχρῆν δὲ ἄρα, εἴπερ τις ἦν λογισμὸς κἂν γοῦν ἐν ταῖς συκοφαντίαις μελετῶν φυλάττειν τὸ ἀκόλουθον, μὴ ὅτι οὐκ ἔστιν πολιτικὴ ἡ δεσποτικὴ ἐντολὴ ἐν εἴρωνι λόγῳ διαθρύπτεσθαι, ἀλλ’ ὅτι οὐ φιλόσοφος οὐδὲ φιλοσόφου βίου κρηπίς. σὺ δὲ ἐξ ὧν μὲν ἐκείνη ψόγον οὐ δέχεται, τοῦτο αἰτιασάμενος, καίτοι κἀν τούτῳ ματαιολογεῖν προεληλεγμένος, δι’ ὧν δ’ ἂν ἐντολὴ τοιαύτη ψεχθείη μηδὲ μεμνῆσθαι θαρρήσας, καὶ τὸ τῆς σῆς γνώμης φιλαίτιον καὶ φιλοκάκουργον καὶ σαθρὸν ἀμάχῳ λόγῳ διήλεγξας καὶ τὸ τῆς ἐντολῆς κρεῖττον μώμου καὶ διαβολῆς ἁπάσης καὶ ἄκων προσεμαρτύρησας.
Ὅρα δὲ λοιπὸν ὅπως αὐτὸς ἑαυτῷ ὑποθέμενος τὸ ἀδύνατον καθ’ ἑτέρου δοκεῖ συνάγειν τὸ ἑπόμενον ἄτοπον. λέγων γὰρ ὅτι ‘πωλούντων ἁπάντων τίς ὁ ὠνησόμενος;’ ἀδυνάτῳ μὲν αὐτὸς θέσει τὴν ἀτοπίαν ἐφέλκεται, οἴεται. δὲ οὐ τῆς αὐτοῦ ῥᾳδιουργίας εἶναι τὸ ἔγκλημα, τὴν ἐπηρεαζομένην δ’ ἐντολὴν παρέχειν τὸ αἴτιον. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, κἂν πολλάκις τοῦτο Χριστὸς παραινέσειεν, κἂν μυρίαις ἀπειλαῖς καταδήσειεν, κἂν ἀστραπὰς καὶ βροντὰς καὶ κεραυνοὺς καὶ γῆς χάσματα τοῖς λόγοις συνεπαφήσειεν, οὐκ ἔστι δυνατὸν ἅπαντας μὲν ὑφ’ ἕνα καιρὸν ἑλέσθαι πωλεῖν, οὐδένα δὲ ὑπολελεῖφθαι τὸν φιλοκερδῆ καὶ φιλόπλουτον. εἰσὶ γάρ, εἰσὶ κατὰ πάντα καιρὸν οὗτοί τε κἀκεῖνοι, βάσιμος δὲ οὐδέποτε πᾶσιν ἅμα ἡ ἀρετή, ἀγαπητὸν δὲ κἂν οἱ πλείους καὶ ἀνὰ μέρος· ἀλλ’ οὐδὲ τοῦτο ῥᾷον, οὐδ’ ἐπί τινός ἐστιν ἰδεῖν ἀρετῆς, ἐλάττους γὰρ ἀεὶ ταύτης ἢ οἱ τῆς κακίας ἐρασταί. οὐ μὴν διὰ τοῦτο προσήκει τοῦ ἀνθρωπίνου γένους τῷ προνοητῇ τοὺς νουθετηρίους λόγους ἀφαιρεῖν καὶ τὴν διδασκαλίαν περιελεῖν, διότι μὴ πάντας πειθομένους ἔχοι· ἀλλ’ ὅτι πολλοῖς ἐγγίνεται δι’ αὐτῶν φυγὴ μὲν τοῦ χείρονος, αἵρεσις δὲ τοῦ βελτίονος, διὰ τοῦτο δεῖ πάντας ἐπ’ ἀρετὴν παρακαλεῖν.
Κἀκεῖνο δὲ σκοπεῖν ἔξεστιν, ὅπως μηδὲν προορώμενος ὁ συνετὸς οὗτος καὶ ταχὺς ἐν θεωρίᾳ τὸ ἐπιὸν λέγοι· πῶς γὰρ πάντες πωλήσουσιν; ἆρα πάντες πλούσιοι καὶ πένης οὐδείς, οὐδεὶς δὲ οὐδὲ τῶν ἐν αὐταρκείᾳ μόνη βιούντων; καίτοι τὸ πλεῖστον τῶν ἀνθρώπων ἐν τοιούτοις ὁρῶμεν ἐξεταζόμενον, πλούσιοι δὲ παρὰ πολὺ τῶν ἄλλων ἐλάττους. πόθεν οὖν πάντας ἀνθρώπους πλουσίους εὗρες καὶ πωλεῖν αὐτοὺς τὰ ὑπάρχοντα πειθηνίους ἔσχες; ἀλλ’ ὡς ἔοικεν, ἐκ τῆς Πλάτωνος τούτους συνελέξω Πολιτείας, ἐκ τῆς μηδαμῇ μηδαμῶς ὑφεστώσης τοὺς οὐδαμοῦ εὑρισκομένους Εἰ δέ τις τὴν καλήν σου ταύτην καὶ περίεργον βάσανον καὶ τὸν ἀκριβῆ τῆς ἀνοίας νόμον ἐπὶ τὰς σὰς ἐπαφήσει νομοθεσίας καὶ τὰ θαυμαζόμενά σοι τῶν διδασκάλων καὶ πατέρων ἀποφθέγματα, ἆρ’ ἔστιν ὃ μὴ γέλωτος καὶ χλεύης ὑπόθεσις εὑρεθείη; καίτοι καθ’ ἡμῶν προβαλλομένη σου ἡ βάσανος ἐχθροῦ διαβολὴν καὶ φιλαιτίου δόξαν ἀνδρὸς καὶ ἕτερον ὑγιὲς οὐδὲν μηνύει· κατὰ δὲ τῶν ἰδίων ἐπαφιεμένη, φιλοῦντος νόμος καὶ κρίσις ἔχθρας κεχωρισμένη καὶ ἀληθὴς ἔλεγχος καὶ μάλα δικαίως ἂν νομισθείη. ὥστε τὰ μὲν σὰ διὰ τῶν σῶν ἀνατέτραπται καὶ διαπέπαικται· τῶν δ’ ἡμετέρων οὐ μόνον οὐδενὸς καθάπτεται, ἀλλὰ καὶ ἀνοίας καὶ θράσους δι’ ὧν ἔφθασε συκοφαντεῖν ἔλεγχον ὑπέχει. ‘ἀλλ’ εἰ πάντες πωλήσειαν, ποῖος οἶκος ἔντιμος εἶναι δύναται;’
ὢ διαλεκτικῆς ἀκριβείας καὶ δεινότητος· βαβαὶ τῆς ῥητορικῆς σου πιθανότητος καὶ δριμύτητος· ὁ πολὺς ὁρᾶν καὶ πόρρωθεν τὸ ἑπόμενον, ὁ τοῖς ῥήμασι σοβαρὸς καὶ ταῖς ἀνατροπαῖς ἀνυπόστατος, ὁ τὰ ἐκ τριόδου κατονειδίζων ἡμῖν. ἆρα γραῦς ἐκ τριόδου, ἐκ παννυχίδων ἥκουσα τῶν σῶν θεῶν καὶ οἴνῳ διάβροχος οὐχὶ τούτων ἐντρεχέστερά τε καὶ ἀστειότερα φθέγξαιτο; ‘Ποῖος οἶκος ἔντιμος εἶναι δύναται;’ καὶ τί τῆς ἰσότητος, εἰπέ μοι, τοῖς ἰσότιμον λαχοῦσι φύσιν τιμιώτερον; τί δ’ εἰς αἵρεσιν ἄμεινον οἷς τὴν αὐτὴν πόλιν γέγονεν οἰκεῖν ὑπὲρ τοῦ κοινῆς ἀπολαύειν καὶ ὁμοίας τῆς πολιτείας; ἀλλ’ ἡ πλεονεξία, ἡ τυραννίς σοι τὰ ἔντιμα; ἢ οἱ δόλοι καὶ τὰ τῶν παλιγκαπήλων καὶ μεταβολέων ἐπάρατα κατὰ τῶν πλησίον μηχανήματα καὶ τεχνάσματα; πᾶς γὰρ ὡς ἐπὶ πᾶν πλοῦτος ἢ προσφάτους ἢ παλαιτέρας ταύτας ἔχει τὰς πηγὰς τῆς γενέσεως, δι’ ὧν ὁ παραβάτης ἀποσεμνύνειν ἔγνω τὸ ἔντιμον· ἀλλ’ ὅλως ἠγνόηκεν, ὥσπερ ἅπαντα, τί μὲν τὸ ἀληθῶς καὶ παρὰ θεῷ τίμιον, τί δὲ τὸ μὴ οὕτως ἔχον.
ἄνθρωποι μὲν γάρ, καὶ τότε οἱ ἐξ ἀγέλης (οὐ γὰρ ἂν οἵ γε φιλοσοφίᾳ καθαρὸν τὸν ἔρωτα συντηρήσαντες), πρὸς ἓν μόνον τὸν πλοῦτον καὶ τὴν ἐξ αὐτοῦ τρυφὴν καὶ δόξαν κεχηνότες, κἂν μυρίοις ὁ κεκτημένος βρύῃ κακοῖς, τίμιον αὐτὸν καὶ μακάριον ἡγοῦνται· θεὸς δὲ τὸν εὐσεβῆ τιμᾷ καὶ τοῖς φιλαρέτοις τὸ εὐκλεὲς ἀπονέμει, κἂν ὁ τῶν χρημάτων αὐτοὺς ὄγκος οὐ φλεγμαίνει οὐδ’ ὁ ἐκεῖθεν τῦφος καὶ ἡ τρυφὴ περιβλέπτους ποιεῖ. μᾶλλον δὲ οἷς ἡ δόξα διὰ τούτων, οὐδ’ ὁ τῆς ἀρετῆς ἐθέλει πόθος οὐδ’ ὁ τῆς εὐσεβείας ζῆλος περιεῖναι. ἔδει τοιγαροῦν, ἔδει θεὸν ὄντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους κενώσαντα ἑαυτὸν καὶ παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κοινωνήσαντα, μὴ πρὸς τὸ ἡδὺ καὶ κεχαρισμένον τοῖς τὰ ἐπίγεια φρονοῦσιν ἰδεῖν, μηδ’ ὅσα κακίαν φύει, τούτων εἰς ῥίζας περιορᾶν καὶ καρπὸν τὰ σπέρματα διαδίδοσθαι, ἐκεῖνα δὲ νόμον καὶ παράγγελμα ποιεῖν δι’ ὧν πρόρριζα μὲν τέμνεται τὰ πάθη, ἀρετῆς δὲ πάσης καὶ θεωρίας εἰλικρινοῦς κατορθοῦται ἡ τελείωσις. ὧν οὐδεμιᾶς ἐνδεῖ, μᾶλλον δὲ πλειόνων, ἐξ ὧν εἴρηται, τὸ κράτος ἐπέχει καὶ ἡ προκειμένη παραίνεσις.
Ἀλλ’ ἆρα μήποτε ῥηθῆναι μὲν ἡ ἐντολὴ ἅπαν διαφεύγει παράλογον καὶ τῆς ἐκ λόγων λαβῆς ἕστηκεν ὑψηλοτέρα, πραχθῆναι δὲ οὐχ ὁμοίαν ἔλαχε φύσιν, ἐνδεῖ δὲ τῆς ἐν ῥήμασιν ἀκολουθίας ἡ ἐν ταῖς πράξεσιν ὕπαρξις; καὶ τίς οὕτως ἔσχε δι’ αὐτῶν τῶν ἔργων ἐναργεστάτην παρασχεῖν τὴν ὑπόστασιν καὶ τὸ ἐν λόγοις ἀκόλουθον ὁμόλογον τῇ πρακτικῇ οὐσιώσει ἐπιδείξασθαι; ἐπεὶ γὰρ ἡ σωτήριος αὕτη παραίνεσις διὰ τῶν δεσποτικῶν καὶ ἀχράντων χειλέων προελήλυθεν, ἐξ ἐκείνου μέχρι νῦν οὐκ ἔστιν χρόνον εὑρεῖν ἐν ᾧ οὐκ ἔστιν ταύτην ἰδεῖν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς διαρριζουμένην καὶ ἐμβαθύνουσαν καὶ εἰς πλάτος καὶ μῆκος αὐξάνουσαν συναύξουσάν τε τὰς ἄλλας ἀρετὰς καὶ συναπαρτίζουσαν. τότε μὲν γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, εἶτα καὶ πλῆθος ἐκφεῦγον τὴν ἀπαρίθμησιν, συνιόντες ἀλλήλοις καὶ τῶν ἰδίων ἐξιστάμενοι κοινὰ τὰ ὄντα προὐτίθεσαν, καὶ πένης ἦν οὐδεὶς ἐν αὐτοῖς (ὢ θαυμασίας ἰσομοιρίας καὶ πρὶν πραχθῆναι μηδ’ ἐλπιζομένης) οὐδὲ πλούσιος· ‘ὅσοι’ γάρ φησιν ‘κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδοτο δὲ ἑκάστῳ καθό τις χρείαν εἶχεν’. ἀκούεις, Ἰουλιανέ; ὅσοι κτήτορες, οὗτοι ἐπώλουν, οὐχὶ ἅπαντες, οὐδ’ οἱ πένητες.
ἀλλὰ τότε μὲν ἐξ αὐτῆς ἀρχῆς οὕτως εἰς πλῆθος ἡ ἐντολὴ τελεσιουργουμένη λαμπρῶς ἐπεδίδου καὶ ὑφειστήκει, ταῖς ἐνεργείαις ἐνακμάζουσα· ἐφεξῆς δὲ μέχρι νῦν οὐκ ἀμάραντον μόνον τὸ τῆς ἀκμῆς ἄνθος διεσώσατο, δι’ οὗ τὰς ἀνθρωπίνας ψυχὰς περιανθίζουσα ἀπὸ τῆς τῶν παθῶν σηπεδόνος, πολὺ τὸ δυσῶδες ἐναποπνεούσης, ἐπὶ τὴν τῶν ἀρετῶν σωτήριον καὶ ζωοποιὸν εὐωδίαν συνεφέλκεται, ἀλλά γε δὴ καὶ πάντα τῆς οἰκουμένης τὰ πέρατα ταῖς ἐνεργείαις περιλαβοῦσα καὶ διατρέχουσα, οὐ κατ’ ἄνδρα μόνον, ἤδη δὲ καὶ κατὰ δήμους ὅλους καὶ ἀριθμοῦ κρείττω συστήματα τὸν ὡς ἀληθῶς μονάδα βίον καὶ οὐράνιον πολίζουσά τε τοῖς ἐπὶ γῆς καὶ πλατύνουσα, δι’ αὐτῶν τῶν ἔργων ὅσον ἐστὶν αὐτῆς τὸ ἐν τοῖς λόγοις ἀκόλουθον μᾶλλον ἢ διὰ τῆς κατὰ τὸν λόγον ἀκολουθίας τὸ ὑφεστὼς αὐτῆς ἐν τοῖς ἔργοις καὶ περιούσιον λαμπρῶς ἐπιδείκνυσιν.
Οὐ μὴν ἀλλά γε καὶ τῶν δεσποτικῶν ῥημάτων τὸ ἐνεργὸν καὶ τὴν δύναμιν οὐδὲν ἧττον δι’ ἑαυτῆς παρέχει θαυμάζεσθαι· τὰς γὰρ ἀνθρωπίνας ψυχὰς ὅσαι ἄξιαι πρὸς ἑαυτὴν ἐπιστρέφουσα καὶ τὸν τοῦ λόγου σπόρον ἐνιεῖσά τε καὶ ἐμβαθύνουσα, ἀπὸ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεσθαι καὶ δι’ αὐτῶν τοῦ φυτοκόμου πάλιν τὴν ἰσχὺν καὶ σοφίαν ἐξυμνεῖσθαι παρασκευὴν πολλὴν συνεξεύρατο. καὶ οὔπω γε διὰ τούτων, καίπερ τηλικούτων ὄντων, ἐφ’ ὅσον ἥκει τὸ μεγαλεῖον τῆς φύσεως αὐτῆς ἐμφανίζεται, ἀλλ’ ὅτι καὶ τῶν ἄλλων ἀρετῶν καὶ κατορθωμάτων ὑπερείδει τε καὶ συνέχει τὴν ὕπαρξιν. πῶς, εἰ μή τις Ἰουλιανῷ τὴν ἴσην δίκην ὑπέχων τυφλὸς τῷ φωτὶ περιπλανώμενος διελέγχοιτο, οὐκ ἂν ὑπεραγασθείη τὸ ἐν τῇ φύσει κράτος αὐτῆς καὶ ὑψηλὸν καὶ σωτήριον; καὶ γὰρ ὅσοι τὴν οὐράνιον πολιτείαν δι’ ὧν βιοῦσιν ἐπὶ γῆς ὑπογράφουσιν, τούτους δὴ τούτους ἔνεστιν ὁρᾶν αὐτὸ τοῦτο πρῶτον θεμέλιον οἷον καὶ ὑποβάθραν τὸ ‘πωλήσατε τὰ ὑπάρχοντα καὶ δότε ἐλεημοσύνην’ ὑποβαλλομένους καὶ οὕτω τὰς ἄλλας ἀρετὰς ἐποικοδομοῦντας, ὡς ἄνευ ταύτης μηδεμιᾶς ἄλλης ὑφεστάναι καθαρῶς δύναμιν ἐχούσης.
διὸ πωλοῦντες πρότερον τὰ ὑπάρχοντα καὶ τοῖς δεομένοις διανέμοντες (πῶς ἄν τις ἀξίως ἐξυμνήσῃ τὸ θεῖον καὶ θεουργικὸν καὶ φιλάνθρωπον τῆς παραινέσεως;), οὕτω γυμνοὶ λοιπὸν καὶ χρημάτων καὶ προσπαθείας ἄλλης γηΐνης τοὺς ἀσκητικοὺς ἄθλους ὑποδύονται, πρὸς ἓν μόνον τὸν νοῦν ἀνατεινόμενοι καὶ τὴν ἔφεσιν ἔχοντες, εἰς τὸ κατὰ Παῦλον τὸν θεῖον ἀπόστολον ‘ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι’· δι’ οὗ τοῦ πατρὸς ἐν ἁγίῳ πνεύματι (ὢ μακαρίου θεάματος) ἡ τελειοτέρα καὶ χωρὶς τῶν ἐσόπτρων γνῶσις συνανακαλυπτομένη τε καὶ συναπαστράπτουσα τὸ πρῶτον ἀγαθὸν εἰς ἀπόλαυσιν τοῖς θεαταῖς καὶ τῶν ἐφετῶν χαρίζεται τὸ ἀκρότατον.
Οὕτω δὴ οὕτως ἡ σωτήριος αὕτη καὶ δεσποτικὴ ἐντολὴ οὐ ῥηθῆναι μόνον τὸ εὔλογόν τε καὶ ἀκόλουθον πολλῇ δυνάμει συνδιεσώσατο, ἅπαν μαχόμενον καὶ πολεμεῖν ἠρμένον τρεψαμένη τε κατὰ κράτος καὶ καταισχύνασα, ἀλλὰ καὶ πολύ γε πλέον τὸν εἱρμὸν τῶν λόγων καὶ τῆς γνώμης τὸ ἀνεπίληπτον διὰ τῆς κατὰ τὰς ἐνεργείας περιφανείας τε καὶ ὑπάρξεως τῆς ἀνὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ ἐντελέστερόν τε καὶ θαυμασιώτερον ἐπεδείξατο, καὶ κρεῖττον ἢ κατ’ ἰσχύν τε καὶ φύσιν ἐπιχειρημάτων τοὺς τετολμηκότας αὐτὴν ἐξυβρίζειν τῆς ἀμηχανούσης αἰσχύνης τὸ σκυθρωπὸν ὑπελθεῖν ἐρύθημα κατεπράξατο.
Ἀλλὰ τοσαῦτα μὲν ἐξ ὧν ἡ λήθη μὴ προκατέλαβεν πρὸς Ἰουλιανὸν τὸν ἀποστάτην, κακουργοῦντά τε καὶ κατὰ τῆς εὐσεβείας ἡμῶν θρασυνόμενον, εἴρηται· σοὶ δὲ φιλομαθοῦντι καὶ τὸ θεῖον θεοπρεπῶς ὀργιάζοντι καὶ ὀλίγα τῶν εἰρημένων ἐξαρκέσειν οἶμαι πρὸς τὴν τῆς ἀπορίας ἐπίλυσιν.
Ἀπὸ τῆς ὑπερορίας τοῖς συνδεδιωγμένοις ἐπισκόποις Ὁ διωγμὸς βαρύς, ἀλλ’ ὁ τοῦ δεσπότου μακαρισμὸς ἡδύς· ἡ ὑπερορία χαλεπή, ἀλλ’ ἡ τῶν οὐρανῶν βασιλεία τερπνή· ‘μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.’ πολλαὶ αἱ θλίψεις καὶ πᾶσαν ὑπερβαλλόμεναι χαλεπότητα· ἀλλ’ ἡ ἐκεῖθεν χαρὰ καὶ ἀγαλλίασις οὐ μόνον κουφίζειν οἶδεν αὐτῶν τὴν δριμύτητα, ἀλλὰ τοῖς πρὸς ἐλπίδας τὰς ἄνω βιοῦσιν καὶ εἰς εὐθυμίας ὑπόθεσιν αὐτὰ μετατίθησιν. ἐχώμεθα τοιγαροῦν τῶν ἄθλων, ἵνα τύχωμεν τῶν ἐπάθλων· ἵνα γένηται καὶ ἡμῖν μετὰ Παύλου βοᾶν· ‘τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.’ τί ταύτης τῆς ἐπινικίου φωνῆς ἡδύτερον ἢ χαριέστερον; τί δὲ καταισχύνειν τὸν κοινὸν τοῦ γένους ἐχθρὸν δυνατώτερον; ‘τὸν δρόμον τετέλεκα· τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.’ ὢ φωνῆς ἁπάσης λύπης ζάλην κατακοιμιζούσης, μᾶλλον δὲ πάσης πνευματικῆς εὐφροσύνης χάριν ἐπιχορηγούσης, τοὺς διώκτας εἰς ἔκπληξιν ἀντιμεθιστώσης, τοὺς διωκομένους στεφανούσης, τοὺς ἀσθενεῖς ἀναρρωννυούσης, τοὺς κατερραγμένους ἀνορθούσης.
ταύτην καὶ ἐγώ, τῶν ἔργων μοι τοῖς λόγοις συνυπηχούντων, ἀξιωθείην ἅμα ὑμῖν τοῖς καλοῖς συνάθλοις ἐν κυρίῳ ἀναφθέγξασθαι, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ πάντων τῶν ἁγίων, ἀμήν.
Μαριανῷ πατρικίῳ καὶ δομεστίκῳ τῶν σχολῶν Εἴ τις ηὔχετο διὰ βίου τοιαύτῃ περιτυχεῖν ὑποθέσει δι’ ἧς ἅμα καὶ φιλίας καὶ δικαιοσύνης ἐργάτης δόκιμος ἀναφανείη, οὐκ ἂν ἀμείνω τῆς νῦν σοι παρ’ ἡμῶν προτεινομένης ὀφθείη εὑράμενος. ὁ μὲν ἀδικούμενος ὑπὲρ οὗ πρεσβεύω τῶν μήπω μέν σοι ἐγνωσμένων ἐστί, λαμπρὸν δὲ τὸ δίκαιον ἔχει· ὁ δὲ πρὸς ὃν ἡ δίκη φίλος τέ ἐστιν καὶ πένης, καὶ οὐδ’ ἀπὸ κακίας ἴσως, ἀλλ’ ἐξ ἀπορίας ὁρᾷ πρὸς τὸ ἄδικον. σὺ δὲ καὶ κριτὴς καὶ τρόπους χρηστός, καὶ ὃ μηδετέρου ἔλαττον ἑκατέραν τῶν ἀρετῶν λαμπρῶς ἐπιδείξασθαι, τὸν θεὸν ἔχεις ἐν ἀφθονίᾳ πλούτου τὸν βίον συνέχοντα· οὐ συνέχοντα δὲ μόνον, ἀλλὰ καὶ—οὐκ ἂν σφαλείην τῆς ἀληθείας—διὰ τὰς ἐπ’ ἐλέῳ σου πράξεις ἴσῃ προσθήκῃ τοῦτον ἤδη πλεονάζοντα.
Πῶς ἄν τις καὶ τῷ φίλῳ κινδυνεύοντι κατὰ τοὺς νόμους τῆς ὡς ἀληθῶς ἀγάπης βοηθήσῃ καὶ τῷ ἀδικουμένῳ δίκης ἄλλος ὀφθαλμὸς γινόμενος χεῖρα ἐπίκουρον προτείνοι; εἰ ὥσπερ σύ, διαπραξάμενος καὶ κατορθώσας ὅπερ ἀξιοῦμεν (ἐλπὶς γάρ με τὸ μέλλον ὡς παρὸν ὁρῶσα οὕτω λέγειν ἀναπείθει), τῷ μὲν ἀδικηθέντι τὸ ἀδίκημα ἀποκαταστήσει, τὸν δὲ φίλον, οἴκοθεν κατατιθεὶς τὸ ὀφείλημα, τῆς εἰσπράξεως ἐλευθερώσει. καὶ ὅρα ὡς ἡ πρᾶξις ἐφ’ ἥν σε παρακαλοῦμεν, μία οὖσα καὶ δύο ταῦτά σοι περιποιοῦσα, προσμαρτυρεῖ ἀγάπης πλοῦτον καὶ δικαιοσύνης ἄμαχον ἰσχύν· καὶ καλὸν τῷ βίῳ διήγημα ἐγκαινίζουσα ἀρχέτυπόν σε τοῖς φιλαρέτοις καὶ ἀξιοζήλωτον ἐπεισάγει παράδειγμα· καὶ τὸ μέγιστον, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἀγαθὰ καὶ εἴποι καὶ ἐπινοήσοι τὸ κεφάλαιον, ὅτι τὰς οὐρανίους πύλας αὕτη ὑπανοίγει σοι, πρὸς τὸν καθαρὸν ἐκεῖνον καὶ μακάριον θάλαμον τῆς θείας καὶ ἀιδίου ἀπολαύσεως μετὰ πολλῆς προπέμπουσα (ἧς πῶς ἂν ἀξιωθείην ἔγωγε;) φαιδρότητος.
Τῷ αὐτῷ Ἔδειξας εἰς ὅσον ἥκει καὶ φιλίας καὶ δικαιοσύνης ἡ σὴ τελειότης, καὶ τότε γενεαῖς τοιαύταις ἐν αἷς οὐδετέρας αὐτῶν οὐδὲ τὴν συνήθη πρᾶξιν καθαρὰν ὁρῶμεν. καὶ ἔγωγε ἐπὶ τοσοῦτον καὶ τῷ τάχει καὶ τῷ μεγαλείῳ χαίρω τοῦ κατορθώματος, καὶ χαίρων οὐ λήγω τῆς ἀγαλλιάσεως, ὅτι πρὶν μὲν γράφων ἐσκοπούμην μή πως ἄρα ὀχληρός σοι δόξω εἰς τοιαύτας εὐθὺς ἀναβαίνων ἀξιώσεις· νῦν δ’ οὕτως ἀνεπτέρωμαι καὶ μετέωρος ὅλος εἰμί, τῷ προθύμῳ τῆς ἀρίστης γνώμης καὶ ἀπροφασίστῳ τῆς θαυμασίου σου πράξεως ἐπαιρόμενος, ὅτι δέδοικα μὴ πολλὰς ἔχων σοι τοιαύτας προσάγειν ὑποθέσεις, δι’ ὧν καὶ τὴν ἐμὴν χαρὰν πολυπλασιάσω καὶ τὴν σὴν ἀρετὴν λαμπροτέραν ἐπιδείξω, ἀντὶ τοῦ δοκεῖν ὀχληρὸς εἶναι, μὴ ἀφιλόκαλος, καὶ τότε παρὰ σοὶ κριτῇ γε, τὸ βαρύτατον, νομισθείην. ἀλλ’ ἔρρωσό μοι ἐν κυρίῳ, κἂν μὴ προκομίζωμεν ἡμεῖς, αὐτὸς δι’ ἑαυτοῦ πολλὰς τοιαύτας ἀνευρίσκων πράξεις καὶ ταύταις ἐλλαμπρυνόμενος διὰ βίου.
Ζαχαρίᾳ μητροπολίτῃ Ἀντιοχείας Ὁ μακάριος καὶ θεῖος Παῦλος, ὁ τῶν ἐθνῶν ἀπόστολος καὶ τῆς οἰκουμένης διδάσκαλος, ὁ τὸν γῦρον ἅπαντα τῆς γῆς περιλαβὼν τῷ κηρύγματι, οὗτος ὁ τῷ οὐρανίῳ παιδευθεὶς διδασκαλείῳ καὶ τῶν ἀπορρήτων ἐκείνων ῥημάτων πρῶτος ἀνθρωπίνην ἀκοὴν ἐπιδείξας κατήκοον, πολλαχοῦ τοὺς μαθητὰς τῆς μετὰ τῶν φαύλων διατριβῆς ἀπείργων αὐτὸς οὐ μόνον συνῆν καὶ συνανεστρέφετο, ἀλλὰ καὶ τοῖς ἀνόμοις ὡς ἄνομος συνδιετίθετο. τί τοῦτο, μὴ γάρ, ἅπερ ἑτέροις ἀπέτρεπεν, αὐτὸς καθ’ ἡδονὴν ἔπραττεν; ἢ τῶν μαθητῶν μὲν τὸ ἀσφαλὲς διετίθετο, ἑαυτῷ δὲ τὴν βλάβην εἰσέφερεν; ἢ λήθην ἔχων ὧν ἄλλους ἐπαίδευεν, αὐτὸς τἀναντία ἔστεργεν; μὴ γένοιτο· ἀλλ’ ἑκάτερον τούτων ἀκριβῶς συνηπίστατο, καὶ τὸ καθ’ ἑαυτὸν τέλειον καὶ πρὸς κακίαν ἀμετακίνητον καὶ τῶν πολλῶν τὸ ἀτελὲς καὶ πρὸς τὰ χείρω εὐέμπτωτον. ταῦτα δὲ καλῶς εἰδὼς καὶ συνεπιστάμενος, ἐκείνοις μὲν τὰς ἐκ τῶν ἐπισφαλῶς βιούντων βλάβας ἀνακόπτων καὶ ἀποκρουόμενος, τῆς μετ’ αὐτῶν διαίτης καὶ ἀναστροφῆς διεκώλυεν· ἑαυτὸν δὲ καὶ εἰς μέσους φέρων ἠφίει καὶ ὁμωρόφιος αὐτοῖς πολλάκις καὶ ὁμοδίαιτος ἐχρημάτιζεν, οὐ δεδιὼς μετασχεῖν κηλῖδος τῆς παρ’ αὐτῶν, θαρρῶν δὲ καὶ μεταδώσειν τῆς ἐνούσης καθαρότητος.
οὕτω τοιγαροῦν ὁ αὐτὸς σκοπός, ἡ τῶν ψυχῶν φημι σωτηρία, διὰ τῶν ἐναντίων τῷ μακαρίῳ Παύλῳ ἐπεραίνετο, αὐτοῦ μὲν τῶν οὐκ εὐαγῶς βιούντων τὴν σύνοδον ἐπὶ διορθώσει τῶν συνόντων οὐ παραιτουμένου, τοὺς δὲ μαθητὰς οὐκ ἐῶντος παραπλησίως πράττειν, ἵνα μὴ χρηστὸν ἦθος κακαῖς ὁμιλίαις ἐνδιαφθείροιτο.
Πρὸς τί δέ μοι ἀφορᾷ ὁ λόγος, καὶ τί βούλεται; ἢ δῆλον ὅτι τὸ παρὰ τῆς ὑμῶν τελειότητος διαλύει προτεινόμενον. ὥσπερ γὰρ οὐκ ἦν μὲν τοῖς ἀτελέσιν ἐπ’ ἐξουσίας ἔχειν μετὰ τῶν φαύλων συναναφύρεσθαι, Παῦλος δὲ πράττων ὅπερ ἀπεῖργεν καὶ διοικονομούμενος κατεφαίνετο, κερδαίνων μᾶλλον ἐξ ὧν ἄλλοις ὑπῆρχε τὸ ἐπιζήμιον, οὕτω χρὴ καὶ περὶ τοῦ διορισμοῦ τῆς τριετίας λογίζεσθαι, ἣν ἐπὶ τῶν προσιόντων τῷ μονάδι βίῳ ὁ ἀκριβὴς λόγος διωρίσατο. τοὺς μὲν γὰρ πολλοὺς καὶ δεομένους προκαθάρσεως ἄμεινον ἐκεῖθεν τὴν δοκιμασίαν ἐπιδέχεσθαι· ὅσοι δὲ αὑτοὺς προκαθάραντες, οὕτως πρὸς τὸν φιλόσοφον βίον διαβαίνουσιν, οὐκ ἀναγκαίαν ἔχουσιν τὴν ὁμοίαν παρατήρησιν. ὥσπερ δὲ ἐπὶ τῶν προσιόντων τῇ φιλοσόφῳ πολιτείᾳ ταύτῃ πολλὴ καὶ μεγάλη καθορᾶται ἡ διαφορὰ καὶ διὰ τοῦτο διάφορος συγχωρεῖται ἡ δοκιμασία, οὕτω καὶ ἐπ’ αὐτῶν τῶν προτεταγμένων καὶ καταρρυθμίζειν τοὺς ἄλλους ἠξιωμένων οὐχ ἡ αὐτὴ δύναμις καὶ σοφία τοῦ παιδαγωγεῖν ἐπιδείκνυται. διὸ τοὺς ἁπλούστερόν πως διακειμένους βέλτιον ἂν εἴη μηδὲν παρ’ ἑαυτῶν προσεπινοεῖν, πάντα δὲ πράττειν πρὸς τὴν τοῦ κανόνος κρίσιν ἀφορῶντας καὶ ἀπευθύνοντας.
ὅσοι δὲ τῶν προεστηκότων τοῦτο μὲν τῶν ἀνθρωπίνων πείρᾳ πολλῇ καὶ συγγυμνασίᾳ, τοῦτο δὲ τῇ ἄνωθεν χάριτι καὶ ἐπικουρίᾳ ἱκανῶς ἔλαχον κρίνειν τε καὶ διακρίνειν τὰς ὁρμάς τε καὶ τὰς διαθέσεις τῶν εἰσαγομένων, τούτοις οὐκ ἂν εἴη πολὺ τῆς εὐθύτητος ἀπολειπόμενον κριτήριον, οἶμαι, κἂν ὁ τῆς τριετίας οὐ συμπαρεκτείνοιτο χρόνος, ἡ τῆς οἰκείας γνώμης καὶ συνειδήσεως ψῆφος καὶ ἐπίκρισις, ἅτε δὴ πάντα πράττειν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ οὐ μόνον σκοπὸν τιθεμένοις, ἀλλὰ καὶ χάριν ἄνωθεν καὶ σοφίαν ἐξ ἐμπειρίας προσειληφόσιν.
Καὶ τὸ δὴ μέγιστον καὶ ἀναγκαιότατον εἰς μετάθεσιν αἰτίας καὶ παραίτησιν συγγνώμης ὁ παρὼν καιρός, ὃς τὰ μὲν πετεινὰ καὶ τὰς ἀλώπεκας, εἰ βούλει δὲ καὶ τοὺς λύκους καὶ τοὺς δράκοντας καὶ τὰς παρδάλεις καὶ ἁπλῶς τοὺς θηριοτρόπους τῶν ἀνθρώπων λαμπραῖς καὶ περιφανέσιν οἰκίαις ἐγκατοικίζει καὶ πᾶσαν αὐτοῖς ἐλευθερίαν πράττειν ἃ ἂν ἕλοιντο παρέχει, τοῖς δὲ μαθηταῖς καὶ μιμηταῖς τοῦ υἱοῦ τοῦ ἀνθρώπου οὐδ’ ἔχειν ὅπου κλῖναι τὴν κεφαλήν, οὐδ’ ὧν ἄνευ οὐδὲ ζῆν ἐστιν οὐδενὸς οὐδεμίαν ἄδειαν ἐπιτρέπει. πῶς οὖν ὁ καὶ αὐτῶν τῶν ἀναγκαίων ἀπεστερημένος καὶ μηδὲ σπᾶν ἀδεῶς τὸν ἀέρα συγκεχωρημένος ἐφ’ ὅλα τρία ἔτη τὸν μαθεῖν ἐθέλοντα τὴν ἀρετὴν προκαταρτίσει καὶ γυμνάσιον αὐτῷ τῆς μελλούσης ἀσκήσεως προδιαθήσει; ἀγαπητὸν γὰρ καὶ εἰ ὅτῳ δήποτε τρόπῳ τῆς πολλῆς ἐξελκύσας γε κακίας τῇ φιλοσόφῳ δυνηθείη ζωῇ ἐνδεσμῆσαι. ποῦ γὰρ τὸ φροντιστήριον ἐν ᾧ ἡ τοῦ τριετοῦς χρόνου διατριβή, ἅπαντα τοῦ διωγμοῦ καταλαβόντος καὶ οὐδὲ τοῖς ὄρεσιν ἢ τοῖς σπηλαίοις ἢ ταῖς ὀπαῖς τῆς γῆς ἀνεπηρεάστως παροικεῖν τοὺς εὐσεβεῖς συγχωροῦντος; ποῦ δὲ ἡ ἄλλη τάξις καὶ ἀκολουθία καθ’ ἣν τὸ μοναδικὸν τοὺς τῆς ἀσκήσεως ὑπεδύετο πόνους, ἁπάντων τῷ τοσούτῳ ῥεύματι τῶν κακῶν συγκεχυμένων;
Τῶν μὲν γὰρ πραγμάτων κατὰ ῥοῦν φερομένων καὶ μηδεμιᾶς περιστάσεως τὴν ἀκρίβειαν παραποδιζούσης, ἄμεινον οἶμαι παντὶ τοὺς τεθέντας φυλάττεσθαι τύπους· ἄνω δὲ ποταμῶν, ὡς ἡ παροιμία, πάντων ἀνατετραμμένων, πῶς οὐκ ἄμεινον καθ’ ὅσον οἷόν τε καὶ ἐφ’ ὅσον ἐγχωρεῖ τὴν τῶν ἀνθρώπων σωτηρίαν διοικονομεῖσθαι ἢ ψιλῷ τῷ τῆς ἀκριβείας ὀνόματι περικαθημένους, προδότας ψυχῶν ἀνθρωπίνων καὶ κακοὺς οἰκονόμους ἀπελεγχθῆναι; διὸ καὶ τὴν ὑμετέραν ἀρχιερατικὴν τελειότητα ἱκανήν τε οὖσαν κρίνειν τὰ δέοντα ἐπιστάμενος καὶ τὸν καιρὸν ὁρῶν τἀναντία πάντα τῆς ἀκριβείας ἀναφθεγγόμενον, ὅλην ἐπὶ σοὶ τοῦ προκειμένου τὴν κρίσιν ἀνατίθημι, ἐκεῖνα πράττειν τὴν ἐξουσίαν ἀφιερῶν ἅπερ ἂν τὸ καθαρὸν συνειδός, μᾶλλον δὲ ἡ τοῦ ἁγίου πνεύματος χάρις διὰ τοῦ καθαροῦ συνειδότος ἐνεργοῦσα, ἐπιτρέψειεν.
Γαλάτωνι πρωτοσπαθαρίῳ καὶ ἀσηκρῆτις Τὸ ἐφούδ, περὶ οὗ μαθεῖν ἐπεζήτησας, τρία σημαίνειν ἐξ ὧν ἀνέγνωμεν εὕρομεν. ἓν μὲν τὴν ἱερατικὴν καὶ ἁγίαν στολήν, ᾗ κεχρῆσθαι θεμιτὸν οὐκ ἦν ἀλλ’ ἢ τοῖς ἱερεῦσι μόνοις. ἐδηλοῦτο δὲ δι’ αὐτῆς τὸ πρακτέον ἐφ’ ὧν ἀνθρωπίνη κρίσις τὸ συμφέρον ἰδεῖν ἐξησθένει, οἷον ἐκεχειρίαν θέσθαι πολεμίοις ἢ τῷ δόρατι τὴν τοῦ πολέμου κρίσιν ἐπιτρέψαι καὶ εἴ τι ἄλλο παραπλήσιον. ἀλλὰ πρῶτον μὲν σημαινόμενον τοῦ ἐφοὺδ τοῦτο.
Ἕτερον δὲ σχήματί πως τῷ εἰρημένῳ παρεοικός, κοινὸν δὲ καὶ οὐχ ἱερατικόν, ὃ φαίνεται καὶ Δαυὶδ ἀμπισχόμενος· ‘ἐπὶ γὰρ Δαυίδ’, φησίν, ‘ἐφοὺδ μόνον’, ὃ ἔνιοι—βύσσου γὰρ ἐπεποίητο, φυτὸν δὲ ἡ βύσσος— στολὴν ἐκ τῆς ὕλης ὠνόμασαν βυσσίνην, οἱ δέ, τῷ τρόπῳ τῆς χρήσεως τὴν γένεσιν διδόντες τοῦ ὀνόματος, ἐπωμίδα τε καὶ ἐπένδυμα.
Παρὰ δὲ ταῦτά ἐστιν καὶ τρίτον ἰδεῖν σημαινόμενον· οἱ γὰρ τῶν εἰδώλων θεραπευταὶ κατὰ μίμησιν τῶν ἱερέων τοῦ θεοῦ τοῖς σφῶν ἱερεῦσι στολὰς ἀφωρισμένας ἐτίθεντο εἰς σχῆμα τοῦ ἐφοὺδ τὸ ὕφασμα περιγράφοντες, καὶ τὴν κλῆσιν ἐκεῖθεν μεθέλκοντες ἐφοὺδ καὶ αὐτὸ προσηγόρευον, ἐκέχρηντό τε τῷ μιμήματι δι’ αὐτοῦ τὰ δαιμόνια καὶ αὐτοὶ ἐπερωτῶντες εἰς τὴν τῶν πρακτέων κατάληψιν. καὶ καινὸν οὐδέν· ὥσπερ γὰρ τὸ θεὸς ὄνομα καὶ τὸν ἀληθῶς ὄντα σημαίνει, ἐφέρετο δὲ καὶ κατὰ τῶν ψευδωνύμων δαιμονίων, οὕτω καὶ τὸ ἐφοὺδ εἰς διάφορα διαιρεῖται σημαινόμενα. οὐ τὸ θεὸς δὲ μόνον ὄνομα πρὸς τἀναντία μερίζεται, ἀλλὰ καὶ τὸ ὂν καὶ τὸ καδησίμ· τούτων γὰρ ἑκάτερον καὶ τὸν κυρίως ὄντα καὶ κυρίως ἅγιον δηλοῖ καὶ τοῖς λατρευταῖς τῶν δαιμονίων ἐπὶ τιμῇ τῶν οἰκείων σεβασμάτων, καθ’ ὃν δὴ τρόπον καὶ τὸ ἐφούδ, μετενήνεκται. σὺ δέ μοι ψυχὴν καὶ σώματι ἔρρωσο.
Θεοφίλῳ πρωτοσπαθαρίῳ καὶ σακελλαρίῳ Τὸ μὲν δίκην ἀπαιτεῖν τὸν ἠδικηκότα ἀνθρώπινον· τὸ δὲ μὴ ἀμύνεσθαι φιλόσοφον· τὸ δὲ καὶ εὐεργεσίαις ἀμείβεσθαι λοιπὸν ἤδη θεῖον καὶ μιμητὰς τοῦ ἐν οὐρανοῖς πατρὸς τοὺς γηγενεῖς ἀποφαῖνον. τὸ μέντοι χειρῶν ἄρχειν ἀδίκων, ἐπεὶ χώραν ἐν τοῖς εἰρημένοις οὐδεμίαν ἔχει, ἢ θηρίων πάντως ἢ δαιμόνων πρᾶξιν ἐμφανίζει, κἂν ἀνθρώπινον εἴη σχῆμα περιδεδυκὼς ὁ πράξας. τεσσάρων οὖν χαρακτήρων ταῖς πράξεσιν ἐνθεωρουμένων, αὐτὸς κατὰ σεαυτὸν τὸν προσφυῆ τύπον τῇ νυνί σου πράξει περιαρμόσας, εἶτα κατιδὼν ὄψει, κἂν ἄλλος σοι μὴ ὑποδεικνύῃ (φεῦ τοῦ αἰσχίστου θεάματος), τίνος σεαυτῷ τοῖς ἔργοις διεκόλαψας εἰκόνα.
Θεοδώρῳ μητροπολίτῃ Λαοδικείας Μελέτη μὲν μήτηρ εὐπραξίας, ὁρμὴ δ’ ἀπερίσκεπτος ἐγγὺς ἁμαρτίας. οὐ χρὴ τοιγαροῦν ἀφέντας τὸ βουλεύεσθαι ἐπ’ ἐκεῖνο δραμεῖν δι’ οὗ μετὰ τοῦ μηδὲν ὧν σπουδάζομεν ἀνύειν καὶ ἀνοίας ἔλεγχον ἁλισκόμεθα διδόντες.
Δαμιανῷ ξενοδόχῳ Μή, μείζους ἀπαιτῶν τὰς τῶν πταισμάτων εἰσπράξεις, ἔξω νόμιζε δικαίας ποινῆς πράττειν· οὐ μόνον γὰρ οὐκ ἀνεύθυνον, κἂν ἐπ’ ὀνόματι νόμου τοῦτο ποιῇ τις, ἀλλὰ καὶ διπλοῖς ἔνοχον ἀδικήμασιν, ὅτι καὶ ἀδικίας ἄρχει καὶ νόμους ὑβρίζει. μέχρι μὲν γὰρ τοῦ τὸ ἴσον παρὰ τοῦ ἠδικηκότος λαβεῖν, νόμιμον ἴσως τοῖς πολλοῖς καὶ οὐ χαλεπόν· ὑπερβεβηκότα δὲ τὸ μέτρον ἔτι ποινὰς ἐπιζητεῖν παράνομον φανερῶς καὶ τιμωρίας ἔνοχον ἧς ἀπῄτησεν, ἵνα μὴ λέγω βαρυτέρας, τέως οὐ μετριωτέρας. ἀρχὴ γάρ ἐστιν ἀδικήματος ἄλλου· καίπερ ὁ δίκην ἕτερον ὑπὲρ ὧν ἠδίκησεν ἀπαιτῶν αὐτόθεν ὤφειλεν ἔχειν τὸν σωφρονισμὸν εἰς τὸ μὴ ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις τὴν δίκην ὀφείλειν. ἀλλ’ ὡς ἔοικεν, οὐκ ἔστιν ὀργῆς ἐμμανέστερον οὐδ’ ἀφρονέστερον.
Εἰ δὲ καὶ τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων εἰς νοῦν ἀναλάβοις καὶ τὴν φοβερὰν ἐκείνην (καίτοι οὐδὲν ἄλλο ἢ ὅπερ ἐκεχρεώστητο ἀπῄτει) καὶ φρίκης γέμουσαν ἀπειλήν, ὅτι μὴ συγγνώμων ἐγίνετο τῷ ὀφειλέτῃ, τίνα ἄν σοι ἡ σκηνὴ τοῦ κατὰ νόμον οἴεσθαι πράττειν, καὶ τότε παρανομοῦντι, βοήθειαν ἐκπορίσῃ;
Κωνσταντίνῳ πρωτοσπαθαρίῳ ἀδελφῷ Οὐκ ἔστιν ἐναντίον, ὡς ἔδοξέ τισιν τῶν μὴ σωφρονούντων, ἡ ‘ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος’ ζημιοῦσθαι προστάσσουσα νομοθεσία πρὸς τὴν ‘ὅστις σε ῥαπίσει’ γνώμην ‘ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην’, καὶ ὅσαι ταύτῃ παραπλήσιοι. ἡ μὲν γὰρ τὸν κριτὴν ῥυθμίζει καὶ πρὸς αὐτὸν ἀποτείνεται, ἀδέκαστον αὑτὸν τοῖς κρινομένοις παρέχειν νομοθετοῦσα καὶ τῷ ἀδικουμένῳ τιμωρεῖν τὴν ἴσην ἀπαιτοῦντα ποινὴν τὸν ἠδικηκότα. ἡ δὲ οὐμενοῦν οὐκ ἔστιν πρὸς τὸν κριτήν, οὐδὲ νόμος, οὐδὲ πολλοῦ γε καὶ δεῖ (οὕτω γὰρ ἂν ἦν ἐναντίον), ἀλλὰ τὸν ἀδικηθέντα παραινεῖ εἰς ἐπιείκειαν καὶ συμπάθειαν ἐπαλείφουσα καὶ κρείττονα παρασκευάζουσα ὀργῆς καὶ θυμοῦ, φιλοσόφως λίαν καὶ ὠφελίμως εἰσηγουμένη τὴν συμβουλήν. τὸ μὲν γὰρ στερηθὲν ἢ οὐκ ἔστιν ἀναλαβεῖν. ἢ ἀναλαβόντα οὐδὲν πλέον ἐστὶν τοῦ ἐξ ἀρχῆς προσλαβεῖν· ὁ δὲ δι’ ἐπεικείας καὶ συμπαθοῦς γνώμης περιγεγονὼς τοῦ ἐχθροῦ μετὰ τοῦ νικῆσαι λαμπρῶς καὶ ἀείμνηστον τῆς ἀρετῆς ἐγείρει μνημεῖον καὶ τὸν κοινὸν κριτὴν εὐίλατον ἑαυτῷ καὶ εὐμενῆ παρασκευάζει, ἐκεῖνα παθεῖν ἑαυτὸν ἄξιον εὐτρεπίσας ἃ προλαβὼν αὐτὸς τῷ πλησίον ἐπεδείξατο.
Ἠλίᾳ πρωτοσπαθαρίῳ καὶ δρουγγαρίῳ τοῦ πλοΐμου Εἶπεν ἄν τις τῶν παρ’ Ἕλλησι σοφῶν, ‘τὸ τάχος μόνης τύχης’· ἐγὼ δ’ ἂν φαίην ὡς, εἰ μὴ θείας ἐστὶν ὁρμῆς ἢ καιρῶν ἀνάγκης, μόνης ἀβουλίας. σκέψασθαι δεῖ τοιγαροῦν περὶ ὧν ἐπείγῃ καὶ μὴ τῷ προπετεῖ τὴν πρᾶξιν πιστεῦσαι. καὶ γάρ, ἂν μὲν εἰς συμφέρον ἀποβαίη, ὥσπερ τὰς ἐκ τοῦ τέλους ὠφελείας, οὕτω δὴ καὶ τοῦ βουλεύσασθαι κερδανεῖς τοὺς ἐπαίνους· ἂν δὲ τοὐναντίον, τοῦ μὲν βεβουλεῦσθαι οὐδ’ οὕτω τὴν κρίσιν ἐζημιώθης, τοῦ δέ γε μὴ ὠφελῆσθαι, ὃ μέγιστόν ἐστιν ἐν πᾶσι τοῖς τοιούτοις παραμύθιον, οὐ σαυτὸν αἰτιάσῃ.
Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου Ἡ δικαία πειθὼ οὐ τῆς τοῦ λέγοντός ἐστιν δυνάμεως μᾶλλον ἢ τῆς τοῦ ἀκούοντος διαθέσεως. οὐκοῦν οὐκ ἐγὼ κινήσω γέλωτα τὸν ἀπειθῆ νουθετῶν, εἰ μὴ πείσω, ἀλλ’ ὁ ἀπειθῶν εἴθε γέλωτα, ἀλλὰ μὴ καὶ τὴν ἐσχάτην ἐκεῖθεν προσοφλήσῃ τιμωρίαν.
Γεωργίῳ μητροπολίτῃ Νικομηδείας Εἰ δῆλόν ἐστιν ὡς, εἴ τις νουθετεῖ δόξης θήραν πραγματευόμενος, ἄξιός ἐστι μεγάλης μέμψεως, οὐδὲν καινὸν οὐδ’ ἀνέλπιστον εἴ τις νουθετῶν κακῶς ἀκούει καὶ διασύρεται. διὰ τοῦτο μηδ’ αὐτὸς θαυμάσῃς εἰ Πετρώνιος νουθετούμενος τραχυτέρους λόγους κατὰ τῆς σῆς ἀφίησι τελειότητος, μηδὲ διὰ τοῦτο μήτε τῆς εἰς ἐκεῖνον μήτε τῆς εἰς ἄλλους ὀφειλομένης ὑπερόρα παραινέσεως· ἐπεὶ δόξωμεν ἂν πρὸ ἐκείνων αὐτοὶ ἑαυτοὺς ἀξίους ἀποφαίνειν ἐπιτιμήσεως καὶ τὴν ἄλογον αὐτῶν μομφὴν εἰς αἰτίαν μεταποιεῖν ἀξιόλογον.
Σεργίῳ πρωτοσπαθαρίῳ ἀδελφῷ Ἔλεγχος ἄκρατος εἰς δύο περιίσταται ταῦτα· ὃ μὲν βούλεται ποιεῖν οὐ περαίνει, καὶ οἷς μὴ βούλεται περιπίπτει. βούλεται μὲν γὰρ εἰς μετάνοιαν τὸν ἐλεγχόμενον ἄγειν, ἀλλὰ τοῦτο μὲν οὐκ ἐξανύει, περιίσταται δὲ αὐτῷ τὰ τῆς σπουδῆς εἰς τοὐναντίον· ἐκτραχύνει γὰρ μᾶλλον καὶ εἰς ἀπόνοιαν περιτρέπει, ἑαυτόν τε δίδωσι νομισθῆναι ὡς οὐχὶ φιλανθρώπῳ γνώμῃ καὶ συμπαθεῖ διαθέσει, ἐπιχαιρεκακοῦντα δὲ τῷ πταίσματι τοῦ πλησίον τοῖς ὀνείδεσιν ἐπεμβαίνειν. διὸ συνετῶς ἄγαν καὶ σοφῶς καὶ Νάθαν ὁ προφήτης τῷ Δαυὶδ καὶ Μιχαίας τῷ Ἀχαὰβ ὑπὸ προσωπείῳ τοὺς ἐλέγχους προσενηνόχασιν, ἅμα μὲν πραοτέροις ὑπολεαίνοντες λόγοις, ἅμα δὲ καὶ διὰ τοῦ ἀγνοεῖν εἰς ὃ τείνει καὶ ἀφορᾷ τὸ τοῦ δράματος αὐτοὺς ἐκείνους κριτὰς ἀδεκάστους τῶν παρὰ σφίσιν αὐτοῖς ἡμαρτημένων λαμβάνοντες. διὰ τοῦτο γὰρ καὶ ὁ μὲν ἤνυσεν τὸ πᾶν (ἄνδρα γὰρ ἀρετῆς ἐραστήν, εἰ καὶ παρωλισθηκότα, ἐν νουθεσίᾳ διήλεγξεν), ὁ δὲ ὡς πρὸς τηλικοῦτον θηρίον, εἰ καὶ μὴ ὁμοίως, ἀλλ’ οὖν μεγάλα ἐξήνυσεν εἰς ἄλγος γὰρ καὶ δάκρυα παραυτίκα, εἰ καὶ πρὸς τὰ τῆς δυσσεβείας μετ’ ὀλίγον ἐπαλινδρόμησεν, συνέστειλεν αὐτοῦ τῆς γνώμης τὸ ἀπονενοημένον καὶ φυσώμενον. καὶ σὺ τοίνυν, ἐν οἷς ἡ χρεία καλεῖ, ἐπιεικείᾳ κιρνῶν τοὺς ἐλέγχους καὶ ὑπὸ προσφόρῳ παραπετάσματι τοῖς νουθετουμένοις προσφερόμενος, μᾶλλον ἐξανύσεις τὸ σπουδαζόμενον.
Γεωργίῳ μητροπολίτῃ Νικομηδείας, τελευτήσαντος αὐτῷ ἐν τῇ ὑπερορίᾳ κληρικοῦ μετὰ τὴν γενομένην ἐπ’ αὐτὸν τοῦ πρεσβυτέρου χειροτονίαν Ἐβουλόμην ἀπ’ ἀρχῆς τῆς σκυθρωπῆς ἀγγελίας (ὡς εἴθε μὴ ὄφελεν ἐμοῖς ὠσὶν ἐπελθεῖν) λόγοις παρακλήσεως τὸ ἐν σοὶ πραΰνειν ἄλγος καὶ τὸ λυποῦν ἀφαιρεῖν αἷς ἐνῆν μοι παρηγορίαις. ἐπεὶ δὲ ταῖς ἴσαις αὐτός (οὐ γὰρ ἂν εἴποιμι πλέον, οὐ τὴν ἀλήθειαν, τὴν δ’ ἀπιστίαν εὐλαβούμενος) κατετεινόμην ἀλγηδόσιν καὶ τὴν ψυχὴν χαλεπῶς ἔπασχον, ἀμβλύτερός πως κατέστην ἑτέρων λύπας ἀφαιρεῖν, ὧν αὐτὸς παραμύθιον οὐχ εὕρισκον. ὀψὲ δὲ καὶ μόλις τοὺς λογισμοὺς ἀνενεγκών, κἀκεῖνο πρὸ τῶν ἄλλων ἐνθυμηθείς, ὡς ἔτι περίεστιν ἡ ἀρχιερατικὴ καὶ ἁγία χεὶρ ἐκείνη (καὶ περιείη γε ἐπὶ πλέον ἢ ὅσον διαγέγονεν ἡ τοιούτους ἡμῖν διαπλάττουσα καὶ διαμορφοῦσα τοὺς τῆς ἱερᾶς ἡμῶν ὑπηρέτας ἁγιστείας), ἔτι μᾶλλον ἐγενόμην ἐμαυτοῦ καὶ τοῦ δυσφορεῖν ὑπερανέσχον, καὶ πρὸς τὴν αὐτὴν λοιπὸν διάθεσιν τὴν ὑμετέραν μεθέλκειν ἐθάρρησα τελειότητα.
Καὶ τί γάρ, ἐνενόουν, τῶν ἀτοπωτέρων, τί δὲ τῶν καινοτέρων πεπόνθαμεν; ἀφῃρέθη μέλος· ἀλλὰ θεῷ ἀφιέρωται, ἀλλ’ ἀπαρχὴν ἔδει δοθῆναι τῶν καλῶν ὧν ἐκεῖθεν ἐπλουτήσαμεν· ἀρχαῖος οὗτος νόμος, ἀπαρχὰς τῶν τιμίων τῷ δοτῆρι καὶ κοινῷ προσφέρειν δεσπότῃ. κλάδος εὐθαλὴς καὶ καρπὸν ὡραῖον φέρων περιῄρηται, ἀλλ’ ἡ ῥίζα μένει· οἴσει πάλιν οὐκ ἐλάττονα· εἰ δὲ πλέον ὁ περιῃρημένος λυπεῖ, βλαστανέτω καὶ πλείονας, ἵνα μὴ πάλιν ἔχοι χαλεπῶς ἀλγεῖν, τοῦ φυτοκόμου πρὸς ἑαυτόν τινα τῶν κλάδων λαμβάνοντος, ἀλλ’ ἐν τῇ τῶν ὑπολειπομένων τέρψει τοῦ ἀφῃρημένου λανθάνειν ἔχοι τὴν συναίσθησιν. ἀπῆλθεν ἡ καλὴ καὶ θαυμασία τῆς ἀρετῆς εἰκών, ἀλλ’ ὁ γραφεὺς ἔτι τὴν χεῖρα κινεῖ, καὶ γράψει γε πάντως, ἐραστὴς ὢν τοῦ καλοῦ, οὐκέτι μίαν, ἀλλὰ καὶ πλείονας.
Ἀλλ’ ἐμοὶ μὲν τοῦτο τῆς ἀθυμίας φάρμακον· οἶμαι δ’ ἂν αὐτὸ λαβεῖν προθύμως καὶ τῶν εὐσεβούντων ἕκαστον· τὸ δὲ κοινὸν τῆς ἐκκλησίας, ἐφ’ ᾧ γε παρακεκλήμεθα, οὐκ ἂν οὐχὶ δικαιώσαις καὶ αὐτὸς καὶ τῆς σῆς ἀρχιερατικῆς συμπαθείας μὴ γενέσθαι παράκλησιν; τί γάρ; ‘πρὸ ὥρας ἀπῆρεν.’ καὶ τίς ἀκριβέστερος ὥρας συντηρεῖν καὶ κρίνειν τοῦ πάντα λόγῳ καὶ εἱρμῷ τάξαντος; ‘ἀλλ’ ἐν ἀκμῇ τῆς ἡλικίας.’ οἱ τοιοῦτοι τοὺς ἄθλους γενναίως φέρουσι, τὸ δὲ εἰς γῆρας παραταθῆναι ἐγκοπὴ τὰ πολλὰ τῆς πολλῆς καθίσταται γενναιότητος. ‘σύνδρομος ἦν εἰς ἀρετήν.’ οὐ χρὴ φθονεῖν, εἰ τὸ στάδιον προκατείληφεν. ‘ἀλλ’ ἦν τῶν θλιβερῶν παραμύθιον.’ οὐ συναπῆρεν τοὺς λόγους τῆς παρακλήσεως· καὶ πλέον δὲ ἔσται νῦν, οἷς τε διὰ βίου ἀνδρικῶς ἐνεκαρτέρησεν καὶ ταῖς πρὸς τὸ θεῖον ἐντεύξεσιν, ἅτε δὴ πλησιαίτερον γεγονὼς καὶ τὴν ἐκεῖθεν ἕλκων μᾶλλον ῥοπὴν εἰς ἐπικουρίαν καὶ ἐκδίκησιν. σιγᾷ τὰ χείλη, ἀλλὰ βοῶσιν αἱ πράξεις· ἡ γλῶσσα τέως ἠρεμεῖ, ἀλλ’ οἱ κατὰ τῶν παρανομούντων ἔλεγχοι αὐτῶν τ’ ἐκείνων τοὺς λογισμοὺς ἀθάνατα μαστιγοῦσιν καὶ τῶν εὐσεβούντων ἕκαστον εἰς θυμηδίαν καὶ ἀνδρείαν διανιστῶσιν.
Τί λοιπόν; ‘ἐν διωγμοῖς καὶ θλίψεσι καὶ ταλαιπωρίαις τὸν βίον ἀπέλιπεν’. τὸ μέγιστόν μοι λέγεις παραμύθιον· οὐ γὰρ ἔδει τρυφᾶν τὸν τὴν βασιλείαν τῶν οὐρανῶν ἐπιζητοῦντα καὶ τὸν ἐκεῖσε κλῆρον διώκοντα, οὐκ ἔδει τὸν ἀθλητὴν ἡσυχάζειν οὐδὲ τὸν ἀγωνιστὴν ὑπὸ σκιαῖς καὶ δένδροις καὶ παραδείσοις ἀνακεκλίσθαι καὶ ἀναπαύεσθαι, ἀλλ’ ἐν μέσοις ἔδει τοῖς ἀγῶσιν, ἐν αὐτοῖς τοῖς πειρασμοῖς, ἐν μέσῳ τῆς τῶν διωκόντων μιαιφονίας δοκιμάζεσθαι. καλὸν ἐμφανισθῆναι τῷ ἀγωνοθέτῃ ἱδρῶσιν ἀθλητικοῖς ἔτι περισταζόμενον· μακάριον ὀφθῆναι τῶν δρόμων καὶ καμάτων ἀσθμαίνοντα. τοῦτο τῶν στεφάνων ἐγώ φημι μακαριώτερον· τὸ μὲν γάρ ἐστι τοῦ ἀθλοθέτου, τὸ δὲ τῆς τοῦ ἀγωνιζομένου σπουδῆς καὶ εὐδοκιμήσεως. ‘ἐν αὐτῇ μέσῃ τῇ τῶν διωγμῶν ἀκμῇ πρὸς τὸν στεφοδότην ἀπέδραμεν.’ τί δέ; ἀπέραντα κάμνειν ἐβούλου τὸν ἀγωνιστήν, καὶ μὴ τάχιον τυχεῖν ἐφ’ ᾧ ταῦτα διεκαρτέρει καὶ ὑπέφερεν; ἐχθρῶν εὐχήν μοι λέγεις, ἀλλ’ οὐχὶ πρόνοιαν φίλων οὐδὲ πόνον οὐδὲ ἔλεον. ‘ἐξῆλθεν κοινῶν ὀμμάτων τὸ κοινὸν τῆς ἐκκλησίας τέκνον, ὁ καλὸς ἐμοὶ καὶ τοῦ θεοῦ ἄνθρωπος.’ ἀλλ’ εἰς οὐρανόν, ἀλλ’ εἰς τὸν κοινὸν δεσπότην, ἀλλὰ μετ’ ἀγγέλων χορεύσων, ἀλλ’ ἱερουργός. ὢ πόσην εὗρον ἐν τούτῳ παραψυχήν.
ἔδει γάρ, ἔδει καὶ τὴν ἡμῶν ἀπαρχήν, τῶν ὑπὲρ ἱερᾶς δόξης καὶ νόμων ἱερῶν διωκομένων, ἱερουργὸν θεῷ προσαχθῆναι· ἱερουργός, ἐμφράττων μετὰ πλείονος τῆς παρρησίας στόματα βεβήλων καὶ χαλινῶν γλώσσας κενὰ μελετᾶν ἐπισταμένας· ἱερουργός, κἂν μὴ τὸ ἀνίερον βούλοιτο.
Τί ἔτι; ‘ἐπήνθει αὐτῷ τὰ τῆς ἀρετῆς ἅπαντα.’ διὰ τοῦτο γὰρ θᾶττον εἰς τὴν ἀμάραντον ἀπεφοίτησεν τοῦ παραδείσου πολιτείαν, ἵνα μηδὲν αὐτῷ τῶν κατορθωθέντων ἀπομαρανθῇ· εἰ γὰρ οὐδεὶς ἀπὸ ῥύπου καθαρός, οὐδ’ ἂν ἡμέρα. μία ὁ βίος αὐτοῦ, ὁ θᾶττον τὸν δίαυλον τοῦ βίου ἐξελθὼν τὸ πλεῖστον ἔφθη τοῦ ῥύπου ἐκφυγών. ‘κοινὸν ἦν τῶν εὐσεβούντων στήριγμα.’ καλὸν αὐτοῖς ἀπολέλοιπε κανόνα καὶ τύπον, ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις τὸ ζῆν ἐκλιπών. ‘οὐκ εἶδεν τὴν τῆς ἐκκλησίας ὑπὲρ ἧς ἐνήθλει ἀποκατάστασιν.’ διὰ τοῦτο ἀκεραίους ἐκεῖθεν ἔχει τῶν πόνων τοὺς μισθούς· τὸ γὰρ ἀνθ’ ὧν ἀγωνίζεταί τις εὐφροσύνης ἐνταῦθα τυχεῖν ὑποτέμνεται τῆς ἐκεῖθεν μακαριότητος τὰς ἀμοιβάς. οὐκ εἶδεν τὴν ἀποκατάστασιν αἰσθητοῖς ὀφθαλμοῖς, ἀλλ’ ὁρᾷ νυνὶ τοῖς νοητοῖς· ἀλλ’ ἴσως πλησιαίτερον γεγονὼς θεοῦ καὶ ταύτην τοῖς ἐν αἰσθήσει στρεφομένοις ἔτι, ἂν ἄρα συμφέρον, ἐπιταχυνεῖ.
Ἔχει τάφος τὸ σῶμα, ἀλλ’ οὐράνιοι θάλαμοι τὴν ψυχήν· ἡ γῆ τὴν κόνιν, ἀλλ’ Ἀβραμιαῖοι κόλποι τὸ πνεῦμα· φίλων ἐστερήθη, ἀλλ’ εὗρεν τοὺς κρείττους, εὑρήσει δὲ καὶ οὓς ἔλιπε μετ’ ὀλίγον, ἂν τῷ εἶναι μείνωσι φίλοι θεοῦ. ἐχθρῶν ἐξῆλθεν ἐπιβουλὰς αἰσθητῶν νοητῶν, φανερὰς ὑφάλους, ἔξωθεν ἔνδον, ἀνέδην ὑπ’ ἐνέδρᾳ. εἶδεν, εἰ καὶ ὡς ἐν ἐσόπτρῳ (τοῦτο γὰρ ἔγωγε τὸ ἐν τοῖς θεοπέμπτοις ὀνείροις ὁρῶ), ἃ ἐπόθει καὶ ὧν ἀδιαλείπτως ἐγλίχετο, οἷς τὴν ψυχὴν ἀνεπτέρωτο καὶ πρὸς ἃ καὶ τῷ σκήνει βαρυνόμενος ἀνεφέρετο. εἶδεν τὸν καλοῦντα βασιλέα, τοὺς ὑπηρετουμένους φαιδροὺς ἀγγέλους τῇ κλήσει, τὸν ἱερὸν ἐκεῖνον καὶ βεβήλοις ἄψαυστον καὶ ἀθέατον ἐν ᾧ παρεπέμπετο χῶρον, τὴν ἄφραστον ἐκείνην καὶ ἀτελεύτητον δόξαν καὶ τρυφήν. ὢ γλυκέων ἀπόλαυσις καὶ πρὸ τῆς ἀπολαύσεως θεαμάτων· ὢ μακαρίας ἀποδημίας· ὢ ἀξίας θαυμάζεσθαι, ἀλλ’ οὐχὶ δάκρυα προκαλεῖσθαι· ζηλοῦσθαι, οὐχὶ πενθεῖσθαι. μετὰ λαμπρῶν ἐνταφίων τῶν οὐρανίων ἀνέβη πυλῶν· μετὰ λαμπρᾶς τῆς λαμπάδος, οὐκ ἐλαίῳ μόνῳ φαιδρυνομένης, ἀλλὰ καὶ τοῖς ἀπὸ τῶν ἄθλων ἱδρῶσιν ἀρδευομένης· οὐ παρθενίᾳ μόνῃ λαμπρυνομένης, ἀλλὰ καὶ ἱερωσύνης ἀξιώματι κλεϊζομένης· οὐδὲ τούτοις μόνον, ἀλλὰ καὶ ταῖς ἄλλαις ἀρεταῖς, δι’ ὧν τὸ δαψιλὲς καὶ ἀένναον τῆς φωτοχυσίας κατεπλουτίσθη.
Ταῦτά μοι γέγονεν ψυχαγωγία, ταῦτα παραμύθιον, μᾶλλον δὲ ἀπὸ τῆς παραμυθίας ἀρξάμενα εἰς πνευματικὴν μετέστησεν εὐφροσύνην καὶ ἀγαλλίασιν. ταῦτα καὶ τῇ σῇ ἀρχιερατικῇ τελειότητι γινέσθω καὶ παραμυθία καὶ χαρᾶς καὶ θυμηδίας ὑπόθεσις, ὅσῳ καὶ μᾶλλον εἰς τὴν σὴν ἀνήκει διδασκαλίαν καὶ σπουδὴν τὰ τοῦ μεταστάντος κατορθώματα.
Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Ἐδέξατό τις προφήτην, ἢ ὅλως τινὰ τῶν δικαίων, ὅτι πολλοὺς εἶδεν τὸν ἄνδρα θαυμάσαντας καὶ δόξαν οὐ μικρὰν ἐκ τοῦ θαυμάσαι θηράσαντας· ἕτερος πάλιν ἐλπίδας τρέφων ὡς ἐκ τῆς ὑποδοχῆς πλούτου περιβαλεῖται λαμπρότητα ἤ τινος ἄλλης σωματικῆς εὐπαθείας ἐπιτεύξεται. οὐδεὶς οὐδαμῶς τῶν εἰρημένων οὔτε προφήτου μισθὸν οὔτε τινὸς δικαίου λήψεται. τίς δὲ λήψεται; ὁ δι’ αὐτὸ τὸ εἶναι προφήτην καὶ θεοῦ θεράποντα (τοῦτο γάρ ἐστιν· ‘εἰς ὄνομα προφήτου’ καὶ ‘εἰς ὄνομα δικαίου’), ἀλλὰ μὴ δι’ ἐμπορίαν ἢ τοιαύτην τινὰ χρείαν τὸν ἄνδρα δεχόμενος καὶ τὴν δυνατὴν θεραπείαν εἰς αὐτὸν καθαρότητι καρδίας καὶ σπουδαίᾳ γνώμῃ ἐνδεικνύμενος· ἄξιος γὰρ ὡς ἀληθῶς, ἄξιος ὁ τοιοῦτος θείας ἀντιμισθίας καὶ ἀντιδόσεως.
Τὸ δὲ ‘μισθὸν προφήτου, καὶ μισθὸν δικαίου λήψεται’ διττὴν ἔχει τὴν διάνοιαν· ἢ γὰρ ὅτι τῆς εἰλικρινοῦς καὶ καθαρᾶς φιλοξενίας τὸν μισθὸν οἱ τοὺς προφήτας καὶ ὅλως οἱ τινὰς τῶν δικαίων ὑποδεχόμενοι πάντως γε λήψονται, καὶ οὐκ ἔστιν αὐτοὺς τῶν γερῶν στερηθῆναι ὧν ἀξίους ἑαυτοὺς δι’ ὧν ἔπραξαν ἔδειξαν· ἢ ὅτι καὶ οὗτοι οὐχ ἁπλῶς μισθὸν φιλοξενίας, ἀλλὰ τὸν ἴσον καὶ ὅμοιον τοῖς προφήταις καὶ δικαίοις ἀπολήψονται. μέγα γὰρ φιλοξενία καὶ μεγάλους μισθοὺς προξενοῦσα, καὶ μάλιστα σπουδαίων ἀνδρῶν καὶ ὑπὲρ θείων νόμων διωκομένων· ἣν σὺ κατορθῶν, καὶ εἰς ὄνομα θεοῦ θεραπόντων ἀλλὰ μὴ δι’ ἄλλο τι τοὺς αὐτοῦ ξενίζων φίλους, μᾶλλόν τε συνήσεις τὸν εὐαγγελικὸν χρησμὸν κἀκεῖθεν εὑρήσεις τὸ κέρδος (ὢ μακαριότης) πολὺ μεῖζον ἢ κατὰ διήγησιν λόγου.
Θεοδώρῳ ἡγουμένῳ Ὁ μὲν ἀπορρητότερος καὶ βαθύτερος τῆς αἰτίας λόγος ἀνείσθω θεῷ· ἐξ ὧν δὲ διανοίαις ἀνθρώπων ἔδωκε γενέσθαι ληπτά, φαμὲν ὡς διὰ τοῦτο τὸν Ἄβελ δίκαιον ὄντα πρὸ τοῦ ἐξημαρτηκότος Ἀδὰμ καὶ τὴν ἀπόφασιν δεξαμένου συνεχώρησεν εἰς θάνατον ἐλθεῖν, ἵνα μαθὼν ὁ ὑπόδικος ἐν τῷ ἀνευθύνῳ παιδὶ τὸ φοβερὸν τοῦ ἐπιτιμίου καὶ ἄφυκτον πλέον τε τὸ ἄλγος εἰσδέξηται καὶ τὴν μετάνοιαν ἐπιδείξηται, κἀκεῖθεν ἔλαττον ἀπέλθῃ τῆς παραβάσεως χρεωστῶν. ἔτι δὲ καὶ ἵνα τοῦ θανάτου τὸ βάθρον τὸν ἠδικημένον πρῶτον δεξάμενον σαθρὸν καταστῇ· ὥσπερ γὰρ εἰ τὸν ὑπεύθυνον πρῶτον ἐδέξατο, στερρὸν ἂν θεμέλιον ὑπεβάλετο, οὕτω τὸν δίκαιον ἁρπασάμενος σαθρὰν ἑαυτὸν ἔλαθεν καὶ εὐπερίτρεπτον τὴν οἰκείαν κρηπῖδα πηξάμενος.
Σὺ δέ μοι σκόπει καὶ εἴ πως ὁ τῆς ἀναστάσεως διὰ τούτου προκαταβάλλεται καὶ μυσταγωγεῖται λόγος· εἰ γὰρ ἀγαθὸς καὶ δίκαιος ὁ θεός, μᾶλλον δ’ ἀγαθότητος καὶ δικαιοσύνης πηγή, οὐκ ἂν ἀγέραστον ἀπελθεῖν καὶ πρὸ ὥρας τὸν δίκαιον εἴασεν Ἄβελ· καὶ τί λέγω ἀγέραστον; ἀλλ’ οὐκ ἂν ἀδίκως, καὶ τὸ μεῖζον, ἀνθ’ ὧν ὤφθη θεοφιλής, οὐκ ἂν ὑπερεῖδεν ἀναιρούμενον, εἰ μή τις ἐκεῖθεν ἄλλη κατάστασις καὶ βίος ἄλλος ἀπέκειτο, ἐν ᾧ τῶν πρακτέων τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις ἀφάτῳ πλούτῳ προνοίας εὐτρεπίσας ταμιεύει. οὔκουν οὐκέτι διαμφισβητήσεις διὰ τί πρῶτος Ἄβελ φίλος δικαιοσύνης γεγονὼς πρῶτος τῷ θανάτῳ ἐλειτούργησεν.
Εἰ δὲ καὶ πρὸς τὸν Ἐνὼχ ἀποβλέψεις δικαιότατον γεγονότα, πλέον ἕξεις δι’ ὧν οὐ ζητήσεις πῶς τῶν δικαίων μᾶλλον ἢ τῶν ὑπ’ αἰτίαν ὁ θάνατος ἐκυρίευσεν· ἀνώτερος γὰρ οὗτος ἐξ ἀρετῆς καὶ φιλοτιμίας θεοῦ, καὶ ἵνα μὴ τὸ δυσθεώρητον ἔχωσιν αἱ σαὶ ἀπορίαι, τῶν τοῦ θανάτου βρόχων καὶ τῆς τυραννίδος ἐχρημάτισεν.
Νικηφόρῳ φιλοσόφῳ μονάζοντι Ἄπαντα μὲν καλῶς εἶχε, καὶ οὐδὲν ταῖς συντάξεσιν ἢ ταῖς ἄλλαις γραμματικαῖς ἀκριβείαις ὁ λόγος ἐχώλευεν· ἃ δὲ τῶν ῥητορικῶν ἐνέδει νόμων καὶ τῆς ἐκεῖθεν περινοίας, οὐδ’ ἐν τούτοις εἰς ἀναίσχυντον ἐκφερομένων τῶν γεγραμμένων ἁμάρτημα, καὶ ταῦτα δέ σοι, ὥσπερ ᾔτησας, διορθώσεως τυχόντα προσαναπεπλήρωται. εἴης δὲ κἀν τούτοις, ὥσπερ κἀν τοῖς ἄλλοις, αὐτὸς διὰ σεαυτοῦ λαμπρὸν φέρων τὸ εὐδόκιμον. ἔρρωσο.
Θεοδώρῳ ἡγουμένῳ Ἡ περιτομὴ τρία τινὰ πραγματεύεσθαί μοι δοκεῖ· ἓν μὲν οἱονεὶ σημείῳ τινὶ καὶ σφραγῖδι τοὺς ἐκ γένους Ἀβραὰμ ἀφορίζουσα καὶ τῶν λοιπῶν διαστέλλουσα ἐθνῶν· δεύτερον δὲ ἐν ἑαυτῇ τὴν τοῦ θείου βαπτίσματος προδιατυποῦσα καὶ προανακηρύττουσα χάριν καὶ δύναμιν, ὥσπερ γὰρ ὁ περιτεμνόμενος εἰς λαὸν θεοῦ διὰ τῆς σφραγῖδος πάλαι ἐχρημάτιζεν, οὕτως ὁ βαπτιζόμενος σφραγῖδα τὸν Χριστὸν ἐν ἑαυτῷ τυπωσάμενος εἰς υἱοθεσίαν θεοῦ ἀναγράφεται· καὶ τρίτον σύμβολον τῶν ἐν τῇ χάριτι καθισταμένη πιστῶν, οἳ τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν τὰς ἐναναστάσεις τῷ τμητικῷ τῆς πίστεως λόγῳ καὶ πόνοις ἀσκητικοῖς ἐκτέμνουσιν καὶ ἀπονεκροῦσιν, οὐ σῶμα τέμνοντες ἀλλὰ τὴν καρδίαν, καὶ πνεύματι οὐ γράμματι περιτεμνόμενοι, ὧν καὶ τὸν ἔπαινον οὐκ ἀνθρωπίνης ἐπικρίσεως δεῖσθαι, ἀλλὰ τῆς ἄνωθεν ἠρτῆσθαι ψήφου. Παῦλος ὁ θεῖος, ὁ τὰ τοιαῦτα μυσταγωγός, λαμπρᾷ τῇ φωνῇ διαμαρτύρεται.
Εἰ δέ τῳ κἀκεῖνο δοκεῖ, ὡς γένους μὲν Χαλδαίων ἐχρημάτιζεν Ἀβραάμ, τὸ δὲ καὶ μητράσιν καὶ θυγατράσιν καὶ ἀδελφαῖς ἐκθέσμῳ νόμῳ συνανεφύρετο—ἵνα οὖν μὴ τοῖς πατρῴοις ἔθεσιν μήτε αὐτὸς μήτε τὸ ἐξ αὐτοῦ γένος καταμιαίνοιτο, τέμνεται, φασί, τὴν ἀκροβυστίαν εἰς ἀθέτησιν τῆς τοιαύτης ἀρρητοποιίας, καὶ γίνεται αὐτῷ τῆς οἰκείας σαρκὸς ἡ περιτομὴ διαίρεσις τῆς προσεχοῦς συγγενείας καὶ ἀποστροφή, ὅσα γε εἰς ὁμιλίαν γαμικήν· οὐδὲ γὰρ οὐδ’ ἦν φωρᾶσαί τινα μετὰ τὴν περιτομὴν ἐν τοῖς ἐξ αἵματος Ἀβραὰμ ταῖς τοιαύταις ἐνισχημένον ἀρρητουργίαις, τῆς Χαλδαϊκῆς ἀκρασίας ἀδεῶς καὶ ἀνεπαισχύντως μακροῖς καὶ μετὰ ταῦτα χρόνοις τὰ τοιαῦτα δραματουργούσης. ἀλλὰ τοῦτο μέν, ὥς πῃ φίλον ἑκάστῳ, καὶ νομιζέτω.
Ἀφορισθῆναι μέντοι τὸ Ἀβραὰμ ἔδει γένος, πρῶτον μὲν ἵνα μὴ τοῖς ἄλλοις ἔθνεσιν ἐπιμιγνύμενον καὶ κατὰ μικρὸν τοῖς ἐκείνων τρόποις ὑποσυρόμενον τῆς τε οἰκείας εὐσεβείας παρατροπὴν πάθῃ καὶ τοῖς ἐκείνων λατρεύσῃ βδελύγμασιν· ἔπειτα, ἵνα τῆς θείας ὑποσχέσεως ἐναργὲς καὶ πᾶσι γνώριμον τὸ πέρας δειχθῇ, εἰς ἀναρίθμητον πλῆθος τοῦ ἐξ Ἀβραὰμ σπέρματος πληθυνομένου καὶ αὔξοντος (οὐ γὰρ ἂν ὁμοίως, τοῖς ἄλλοις ἔθνεσιν συμφυρομένων, τό τε τῆς ἐπαγγελίας ἀψευδὲς ἐγινώσκετο καὶ τὸ τοῦ πλήθους παράδοξον ἐθαυμάζετο, ὥσπερ καθ’ ἑαυτοὺς καὶ ἀφωρισμένην τὴν πολιτείαν ἐχόντων)· καὶ τρίτον (ὃ καὶ τῶν ἄλλων ἐστὶν ἰδεῖν αἰτιώτατον), ἐπείπερ ὑπεσχημένον ἦν τῷ θεοφιλεῖ Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ πάντα τὰ ἔθνη εὐλογηθήσεσθαι, τοῦτο δὲ δι’ οὐδενὸς ἄλλου δυνατὸν ἦν προελθεῖν ἀλλ’ ἢ δι’ αὐτοῦ τοῦ καὶ πλάσαντος καὶ τὸ τῆς προνοίας ἄφατον μέχρι καὶ αὐτῶν τῶν ἐπὶ γῆς καθιέντος καὶ ἐκχέοντος· ὁ γὰρ κοινὸς πλάστης αὐτὸς δυνατὸς μόνος καὶ κοινὴν τὴν εὐλογίαν χαρίζεσθαι.
Ἀλλ’ ἐπειδὴ τοῦτο πάλιν τὸ μέγιστον τῆς περὶ ἡμᾶς προνοίας εἰς ἐνανθρώπησιν τὸν προνοητὴν ἐκάλει (οὕτω γὰρ ἄνωθεν καὶ πρὸ τῶν αἰώνων τοῖς θείοις καὶ ἀπορρήτοις προώριστο νεύμασιν), διὰ τοῦτο τὸ Ἀβραμιαῖον γένος ἀφορίζεται καὶ τῶν ἐθνῶν τῶν ἄλλων τῆς ἐπιμιξίας διακρίνεται, ἵνα τοῦ δημιουργοῦ καὶ δεσπότου τὴν ἡμετέραν φύσιν ἐξ αὐτοῦ προσλαμβάνοντος καὶ παραπλησίως ἡμῖν σαρκὸς κοινωνοῦντος καὶ αἵματος ἐπίδηλόν τε λίαν καὶ περιφανὲς ἅπασι τὸ τῆς ὑποσχέσεως ἀψευδὲς καταστῇ, καὶ ὅτι Χριστὸς ὁ θεὸς ἡμῶν, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς ἐν χάριτι εὐλογίας κατηξιώθησαν, ἐκ τῆς ὀσφύος ἐκείνου τὰς πρώτας καὶ ἀνθρωπίνας ἀρχὰς οὐκ ἀπηξίωσεν αὐτῷ γενέσθαι τῆς κατὰ σάρκα γεννήσεως. ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οἱ εὐσεβεῖς λογισμοί.
Κἀκεῖνο δέ σοι δῆλον οἶμαι καθεστάναι, ὡς τὴν περιτομὴν ὁ θεσπέσιος Ἀβραὰμ οὔτε πίστεως ἔσχεν αἰτίαν, οὐ μὴν οὐδ’ αὐτό γε τοῦτο τάξιν ἐπέχουσαν πίστεως (προεπίστευσε γάρ), ἀλλὰ τῆς προϋπαρξάσης αὐτῷ μόνον σφραγῖδα ταύτην ἐδέξατο.
Τὸ μέντοι γε λέγειν ὡς διὰ τοῦτο περιετμήθη τὴν ἀκροβυστίαν, ὡς ἂν γυμνὸν γεγονὸς τῶν ἐκ φύσεως περιβλημάτων τὸ παιδογόνον τῶν ἐκεῖθεν ῥύπων καθαρεύοι, οἶδα μὲν Ἑλλήνων παισὶ καί τισιν Ἰουδαίων πεφλυαρημένον, καὶ μυρία λέγειν ἔχων πρὸς αὐτούς, τῆς ἀτόπου δόξης τὸ τῶν ἐλέγχων ἄφθονον χορηγούσης, ἐκεῖνο μόνον ἐρῶ ὡς ἡδέως ἂν αὐτῶν ἤκουον τοῦτο λεγόντων, εἰ κατ’ αὐτῆς τῶν σπερματικῶν ῥευμάτων τῆς πηγῆς πρῶτον τὸ ξίφος ἔβλεπον φέροντας ἢ κατὰ γαστέρων, ἃς αὐτοὶ ἑαυτοῖς καὶ πλειόνων ἀκαθαρσιῶν καὶ βδελυρωτέρων ὑπονόμους ὑπεστήσαντο.
Παύλῳ μητροπολίτῃ Λαοδικείας Ἔκαμον τὰς εὐδίας ἀναμετρῶν καὶ τὴν σὴν περιβλεπόμενος ἄφιξιν· ἀλλ’ ὡς ἔοικεν χειμῶνές σοι αἱ εὐδίαι γεγόνασιν. εἰς ποῖον οὖν ἄρα τέρας τὰ τῶν χειμώνων σοι ἀποκριθήσεται;
Ἀμφιλοχίῳ μητροπολίτῃ Κυζίκου Οἱ μὲν ἄλλοι τοῦ Πλάτωνος λόγοι τοῦ πολιτικοῦ λόγου πεφύκασι γνώμονες, πλὴν εἴ τι κατ’ ἐκλογὴν ὀνομάτων ἐνιαχοῦ παρημέληται· αἱ δὲ τούτου ἐπιστολαὶ ἴσον τε τῆς ἐκείνου λογιότητος καὶ τοῦ ἐπιστολιμαίου τύπου ἀπολείπονται. αἱ δέ γε τοῦ Ἀριστοτέλους τῶν μὲν ἄλλων αὐτοῦ γραμμάτων εἰσί πως λογοειδέστεραι, πλὴν οὐδὲ ταῖς Πλατωνικαῖς ἐξισάζουσι.
Δημοσθένους δὲ οἱ μὲν ἄλλοι πόνοι καὶ ῥητόρων καὶ κριτικῶν ἐγκωμίοις πληροῦσι τὰ στόματα, τὰς ἐπιστολὰς δὲ οὐδὲν ἀμείνους εὑρήσεις τῶν Πλάτωνος. Τίσιν οὖν ἐπιστολαῖς ὁμιλητέον, καὶ τίσι τὸν ἐπιγνωσθέντα ἡμῖν διὰ τῆς τέχνης χαρακτῆρα ἐφαρμόζοντες τὴν γυμνασίαν συλλεξόμεθα; ἔστιν μὲν καὶ ἄλλο πλῆθος ἄπειρον· ἔχεις δ’, ἵνα μηδὲ μακρὸν ᾖ σοι τὸ τῆς γυμνασίας στάδιον, τὰς εἰς Φάλαριν ἐκεῖνον οἶμαι τὸν Ἀκραγαντῖνον τύραννον ἀναφερομένας ἐπιστολὰς καὶ αἷς Βροῦτος ὁ Ῥωμαίων στρατηγὸς ἐπιγράφεται καὶ τὸν ἐν βασιλεῦσι φιλόσοφον καὶ τὸν σοφιστὴν ἐν ταῖς πλείσταις Λιβάνιον. εἰ δὲ βούλει σὺν τῷ χαρακτῆρι καὶ πολλῶν ἄλλων καὶ μεγάλων συλλέξαι ὠφέλειαν, ἀρκέσει σοι Βασίλειος ὁ γλυκὺς καὶ ὁ κάλλους εἴ τις ἄλλος ἐργάτης Γρηγόριος καὶ ἡ ποικίλη καὶ τῆς ἡμετέρας αὐλῆς μοῦσα Ἰσίδωρος, ὅς, ὥσπερ λόγων, οὕτω δὲ καὶ ἱερατικῆς καὶ ἀσκητικῆς πολιτείας κανών ἐστιν χρηματίζειν ἀξιόχρεως, καὶ εἴ τις ἕτερος μετὰ τῆς ὁμοίας προαιρέσεως τὴν ἐκείνων ἰδέαν ταῖς ἰδίαις ἐπιστολαῖς ἐνεδυναμώθη μορφώσασθαι.
Λέοντι φιλοσόφῳ Ἡ τοῦ ‘εἰμὶ’ παρολκή, τῆς ‘ἐγὼ’ ἀντωνυμίας κατὰ σύνθεσιν προηγησαμένης, σύνηθες μέν ἐστι τῇ θείᾳ γραφῇ, ἀλλ’ οὐδεμίαν διὰ τοῦτο σολοίκου γλώσσης αἰτίαν παρέχεται. εἰ δέ γε διαμφισβητεῖς, ἐννοήσας τὸ ‘ἔνιοί τινες’ καὶ τὸ ‘σφᾶς αὐτοὺς’ καὶ τὸ ‘ἀπῆλθεν ἔχων’, ἃ τοῖς Ἑλληνικοῖς πλεονάζει γράμμασιν, στῆσον σαυτὸν τῆς ἀμφισβητήσεως· δῆλον γὰρ ὡς τὸ ‘τινὲς’ μετὰ τοῦ ‘ἔνιοι’ καὶ τὸ ‘σφᾶς’ μετὰ τοῦ ‘αὐτοὺς’ οὐδὲν ἕτερον ἀλλ’ ὅπερ ἐδήλουν αὐτῶν αἱ προτεταγμέναι σημαίνουσιν λέξεις. τὸ δὲ τοιοῦτον εὔδηλον ὡς μία τίς ἐστιν ἰδέα τῆς παρολκῆς, καὶ σχῆμα λόγου, ἀλλ’ οὐ σόλοικος ἄγνοια. καὶ τὸ ‘ἔχων’ δὲ πολλάκις μετὰ τοῦ ‘ἀπῆλθεν’ ἢ τοῦ ‘βαδίζεις’ ἢ τοῦ ‘σπεύδεις’ καὶ μετὰ πλειόνων ἄλλων ἐν ὑποταγῇ συντιθέμενον παρὰ τοῖς σοῖς σοφισταῖς οὐδὲν ὅλως σημαῖνον εὑρίσκεται, ἀλλ’ αὐτὸ τοῦτο παρολκῆς ἐπέχον τόπον.
Εἰ δὲ καὶ ἐγγυτέροις βούλει κατασιωπηθῆναι τοῖς παραδείγμασιν, οὐδὲ τοῦτο παρήσω· αὐτοῦ γὰρ τοῦ ‘εἰμὶ’ τὴν ἀπαρέμφατον ἔγκλισιν καὶ τὴν ‘ἑκὼν’ μετοχὴν εἰς μνήμην ἀνειληφώς (καίπερ ὀλίγοι τῶν Ἀττικιστῶν οἷς οὐκ ἔστιν τὸ ‘ἑκὼν εἶναι’ τῶν συγγραμμάτων ἐν μοίρᾳ λαμπροῦ καλλωπίσματος) εὖ οἶδ’ ὅτι σαυτὸν αἰτιάσῃ ὅτι τοῖς ἐκείνων πόνοις ἐνομιλῶν καὶ τὸ ‘εἶναι’ βλέπων παρέλκον αὐτοῖς τρανῶς πολλαχοῦ καὶ οὐδ’ ἐννοῆσαι τολμήσας ποτὲ ὀνειδισμὸν σολοίκου φωνῆς ἢ ὑπόνοιαν αὐτοῖς τὸ τοιοῦτον ἐμποιεῖν, οὐκ ἐδυσωπήθης διὰ τὴν τοῦ ‘εἰμὶ’ παρολκὴν τὴν (εἴπερ ἦν ταῦτα γλώσσης Ἑλληνίδος ἁμάρτημα) ὁμοίως ἑκατέροις ἐφαρμόζουσαν τοῦ σολοικίζειν γραφὴν ὥσπερ ἐκ βαρβάρου ἐπιτάγματος κατὰ μόνης τῆς θείας ἡμῶν καὶ ἱερωτάτης μὴ καταψηφίζεσθαι γραφῆς.
Ἀλλ’ οὖν εἰδώς σου τὸ τῆς γνώμης ἀδέκαστον εὔελπίς εἰμι τοῦ λοιποῦ, οὐ μόνον μηκέτι σε τὰ τοιαῦτα ὑπ’ αἰτίαν ὁρᾶν, ἀλλὰ καὶ εἴ τινες τολμῷεν παραπλησίως ἐξαμαρτάνειν, ῥᾳδίως αὐτοὺς μεθέλκειν καὶ ἀναδιδάσκειν ὧν ἡ ἄγνοια. θράσους γὰρ ἀμαθία μήτηρ εἰς τὸ πλημμελεῖν αὐτοὺς ἀνεπτέρου καὶ ἀνηρέθιζεν.
Λέοντι πρωτοσπαθαρίῳ Ἴσθι ὡς οὐ μόνον τῷ τληπαθεῖ Ἡρακλεῖ, ἀλλὰ καὶ τῷ λογίῳ Ἑρμῇ τὸ τῆς Ἀμαλθείας κέρας οἱ ποιηταὶ ἐγχειρίζουσι· μὴ τοίνυν στρατείαις καὶ πόνοις σωματικοῖς ὅλον σεαυτὸν διδοὺς τῶν καλῶν μαθημάτων ἀφίστασο, ἐκεῖθέν σοι ῥεῦσαι μόνον τὴν εὐδαιμονίαν τοῦ βίου οἰόμενος, ἀλλὰ καὶ ταῖς ἡμετέραις εὐγενέσι Μούσαις (αἳ τῶν Ἑλληνίδων τοσοῦτον διαφέρουσιν ὅσον ἐλεύθεροι φύσεις δούλων ἠθῶν καὶ κολακείας ἀλήθεια) δίδου κἂν ἐν μέρει τὰ σεμνὰ καὶ ἡδέα τῶν ᾀσμάτων κατεπᾴδειν σοι. τὸ μὲν γὰρ Ἀμαλθείας κέρας καὶ τῷ Ἀχελῴῳ ποταμῷ, ὅτι τὴν ὑποκειμένην περιρρέων χώραν πάμφορον ἐργάζεται, τὸ ποιητῶν αὐτόνομον ἔθνος ἑτοίμως χαρίζονται, καὶ οὐδὲν ἀνθρώπῳ μέγα τυχεῖν ὧν ἐκ φύσεως ἔχει καὶ τὰ ἄψυχα· τὴν δ’ ἀληθῆ καὶ θείαν εὐδαιμονίαν καὶ ἀνθρώπῳ πρέπουσαν, καὶ πρὸς ἣν ἡ Ἀμάλθεια παρατιθεμένη νόσος καὶ πενία εὑρίσκεται, ἐκ μόνων ἐστὶν τῶν θείων λογίων καὶ τῆς ἐκεῖθεν γεωργίας ἀμήσασθαι.
Εὐλαμπίῳ ἀρχιεπισκόπῳ καὶ σκευοφύλακι Τὸ ἐξουσίαν ἔχειν τὴν γυναῖκα ἐπὶ τὴν κεφαλὴν οὐχ ὡς τὸ πρόχειρον τῶν ῥημάτων νοεῖν δίδωσιν, οὕτω νῦν ὁ θεσπέσιος Παῦλος ἐξείληφεν· καὶ γὰρ ἐξουσίαν ἔχειν ἀκούοντες τὸ κατεξουσιάζειν καὶ κυριεύειν ἴσως τινὲς ἐξακούουσιν, αὐτὸς δὲ νῦν ἐξουσίαν ἔχειν φησὶν τὴν γυναῖκα τὸ ὑπ’ ἐξουσίαν τάττεσθαι καὶ τελεῖν. καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον καὶ τῶν ἄλλων αἱ λύσεις ἅ σοι κατὰ τὸ αὐτὸ χωρίον συνδιηπόρηται, ῥητέον ἐντεῦθεν.
Τοὺς ἄνδρας ὁ τῆς οἰκουμένης διδάσκαλος ἀκαλύπτους ἔχειν τὰς κεφαλὰς ἐν τῷ προφητεύειν τε καὶ προσεύχεσθαι διατάσσεται, τὰς γυναῖκας δὲ κεκαλυμμένας, καὶ τίθησιν αἰτίας δι’ ἃς τοῦτο παρακελεύεται διττάς. ὁ ἀνήρ, φησίν, κείρεται τὴν κεφαλὴν καὶ ξυρᾶται, γυναικὶ δὲ οὐδέτερον τούτων ποιεῖν θέμις· οὕτως οὖν εἰ καὶ ὁ ἀνὴρ ἀκάλυπτον ἔχοι τὴν κεφαλήν, ἀλλ’ οὐκέτι καὶ γυναικὶ τολμητέον. ὁ μὲν γάρ, ἵνα μὴ ταύτην αἰσχύνῃ, φυλάττει ἀκάλυπτον (οὐ γὰρ λόγον ἔχει τὴν μὲν κόμην ἣν ἡ φύσις δίδωσιν ἀφαιρεῖν, ἔξωθεν δὲ περιβόλαιον ἐπινοεῖν), γυναικὶ δὲ χρέος τὸ κάλυμμα· καταισχύνει γὰρ τὴν κεφαλὴν αὐτῆς, ὥσπερ ξυρωμένη τε καὶ κειρομένη, οὕτω δὴ καὶ μὴ καλυπτομένη. εἰ γὰρ καὶ τὸ μὲν ἡ φύσις προβάλλεται, τὸ δὲ ἡ σώφρων αἰδώς, ἀλλ’ οὖν ἄμφω κεφαλῆς περιβόλαια· καὶ ὥσπερ ἡ ἐξυρημένη τὸ φυσικὸν ἀπέθετο περιβόλαιον, οὕτω καὶ ἡ ἀκάλυπτος τῆς σώφρονος αἰδοῦς περιεῖλεν τὸ ἀμφίασμα, καὶ γίνεται κατὰ τοῦτο ταὐτὸν τῇ ἐξυρημένῃ. μία μὲν οὖν αἰτία τοῦ τὴν μὲν δεῖν κατακαλύπτεσθαι, τὸν δὲ μηκέτι, αὕτη· μᾶλλον δέ τις ἀκριβῶς ἐπισκοπῶν οὐδὲ αἰτίας ἀπόδοσιν ἐρεῖ ταῦτα, ἀνατροπὴν δὲ καὶ ἀναίρεσιν τῶν αἰτιᾶσθαι τὴν νομοθεσίαν ἐπιχειρούντων καὶ τὰ αὐτὰ τοῖς ἀνδράσιν ἀξιούντων καὶ ἐν τούτοις πράττειν τὰς γυναῖκας διὰ τὴν κοινωνίαν τῆς φύσεως. ἀλλ’ εἴτε αἰτία εἴτε τῶν αἰτιωμένων ἔλεγχος, τοιαύτη ἂν ἡ διάνοια εἴη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.