Ἔργον
Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια
Παραμυθητικές επιστολές και ερμηνεία γεγονότων της Παλαιάς Διαθήκης
Λόγοι παρηγορίας για την κοίμηση οικείων προσώπων και πνευματική αναγωγή των ιστορικών γεγονότων της Παλαιάς Διαθήκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παραμυθητικές επιστολές και ερμηνεία γεγονότων της Παλαιάς Διαθήκης
Λόγοι παρηγορίας για την κοίμηση οικείων προσώπων και πνευματική αναγωγή των ιστορικών γεγονότων της Παλαιάς Διαθήκης.
Δωροθέῳ ἡγουμένῳ μονῆς Κεδρώνων Σὺ μὲν ὀλοφύρῃ καὶ θρηνεῖς ἐφ’ οἷς πάλαι τῆς ἡμῶν ἐν κυρίῳ ἀγάπης διίστασο, καὶ καλῶς ποιεῖς· οὐδὲ τοῦτο γὰρ ἔλαττον τῶν ἄλλων εἰς ἀρετῆς λόγον, ἀγάπης ζημίαν ὀδύρεσθαι, καὶ μὴ μόνον ἐθέλειν ὀρθοῦσθαι, ἀλλὰ καὶ πικρῶς ἀλγεῖν ὅτι τὴν ἀρχὴν ἡ πτῶσις ἐκράτησεν. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μέμψασθαί τι τῆς πρὶν διχονοίας διὰ τὴν καθαρότητα τῆς νῦν ὁμονοίας ἢ πρὸς συγγνώμην βραδὺς εἶναι, ὥστε καὶ χάριτας τῇ πάντα σοφῶς περιαγούσῃ προσομολογῶ προνοίᾳ, καὶ σέ φημι δεῖν. τῶν γὰρ τότε φίλων εὐαρίθμητοι μὲν διεσώσαντο τὸ τῆς ψυχῆς εὐγενές, τῶν δὲ λοιπῶν τοὺς μὲν ὁ ἐπικρεμασθεὶς φόβος ἀφεῖλεν τὴν ἀρετήν, τοὺς δὲ κολακείας ὄντας πρόσωπον ἤλεγξεν ὁ καιρός, τοὺς δέ (ὢ μέχρι τοῦ γενέσθαι μηδ’ ἐλπιζομένη τόλμα) καὶ ἀπ’ ἐναντίας ἱσταμένους καὶ συνέβαινεν, εἰ καὶ συνέβαινε, τὴν μετ’ ἐκείνων ἔχοντι τάξιν μηδὲ τῆς ἐκείνων καθαρεύειν ὑποψίας. τὸ δὲ ἐν καιρῷ τοιούτῳ καθαρὰν οὕτω καὶ ἀνδρείαν ἐπιδείξασθαι τὴν φιλίαν καὶ τῆς παρούσης ἐστὶ διαθέσεως ἐγκώμιον μέγα καὶ τῶν μελλόντων οὐκ ἔχουσα δισταγμὸν ἐγγύη καὶ τῶν παρεληλυθότων ἀπολογία, μηδεμιᾶς μὲν ἄλλης δεομένη περιστάσεως, ἀλλὰ καὶ συγγνώμῃ πάσῃ δικάζουσα τὴν ἀργίαν ἐξ ἀδωροφορήτου βήματος τοῦ παρόντος κατορθώματος αὐτὴ καθ’ ἑαυτὴν τὸ αἰδέσιμόν τε καὶ ἀξιόπιστον χρηματίζει.
Τῷ αὐτῷ Τὸ μὲν δῶρον γνησίας ἀγάπης· τὸ δὲ ἐν καιρῷ τοιούτῳ διαπύρου πόθου· τὸ δὲ καὶ τηλικούτων ἐπικρεμαμένων κινδύνων μαρτυρικοῦ ζήλου· ἀνθ’ ὧν Χριστὸς ὁ θεὸς ἡμῶν, καὶ ἡμῶν σιγώντων, εἰς τὸν αὐτοῦ σε τῆς βασιλείας ἐναπογράφεται κλῆρον. εἴη δ’ ἡμῖν καὶ ἡ σὴ παρουσία μετὰ λαμπρᾶς καὶ μεγάλης τῆς σωτηρίας, καὶ τῶν ἱερῶν ἐλπίδων αἷς ἡ σὴ πανίερος ψυχὴ προσανέχει μηδὲν εἰς ἀναβολὰς ἔτι ἀπῃωρημένον, ἀλλ’ ἐπ’ αὐτοῖς ἔργοις τὸ βέβαιον λαμπρῶς καθορώμενον.
Ἀρσενίῳ μονάζοντι καὶ ἡσυχαστῇ Τί γράφω; οἴχεται μὲν εὐχή, οἴχεται δ’ ἀνθρώπων ἀρετή, ἐκκέκοπται δὲ παρρησία πρὸς θεόν, καὶ ἀνδρῶν ἔρημος ὁ βίος ἑλκόντων τοῖς ἐπὶ γῆς τὴν ἄνωθεν πρόνοιαν· ἡ δίκη—πῶς εἴπω; οὐ γὰρ ἐβουλόμην εἰπεῖν ὅτι καθεύδει· μέγα φυσᾶται τὸ παράνομον, καὶ θεσμῶν οὔτε θείων οὔτε ἀνθρωπίνων αἰδὼς οὐδεμία· οἱ δὲ τῆς παλαιᾶς ἐκείνης ἀρετῆς ἄνθρωποι, ὅσους μὴ προκατελάβοντο δεσμὰ καὶ φυλακαὶ καὶ ὑπερόριοι καταδίκαι, τοῖς ὄρεσι καὶ ταῖς πέτραις ἐγκατακλείσαντες ἑαυτοὺς καὶ ὥσπερ ἑρμαίῳ τῇ κοινῇ συμφορᾷ περιτυχόντες, αὐτοὶ μὲν ὡς πορρωτάτω τῆς ἐν κόσμῳ ζάλης ἵστανται, οὐδεμίαν δὲ τῶν ἐν αὐτῷ κλυδωνιζομένων, καὶ βαπτιζομένων ἔστιν ὧν, φροντίδα βάλλονται. οὐδὲ γὰρ ἱλαστηρίους χεῖρας ἁπλοῦσιν πρὸς θεόν, οὐδὲ τὰ Μωσέως φθέγγονται, ‘ἂν μὲν ἀφῇς, ἄφες’, καὶ τὴν ὑπόλοιπον ἐκείνην φίλτρου γέμουσαν καὶ θαυμαστῆς παρρησίας φωνήν, οὐδὲ λύσιν τῶν ἀμηχάνων κακῶν οἷς τὸ συγγενὲς συνέχεται δαπανώμενον. εἰ δὲ ψεύδομαι, ὑμέτερον μέν ἐστιν λοιπὸν ἐλέγχειν, ἐμὸν δὲ πεισθῆναι καὶ προσοφλεῖν αἰσχύνην ὁμολογεῖν χαρᾶς ἀιδίου πρόξενον.
Λέοντι καὶ Γαλάτωνι ἀδελφοῖς ἀσηκρῆτις Τῶν Ἀνατολίου τοῦ καλοῦ πλασμάτων (οὐκ οἶδα δὲ πότερον αὐτός ἐστι πατὴρ ἢ ὑποβολιμαίους ἑτέρων ποιεῖται γονάς) πλήρης ὁ Πόντος ἐγένετο· καὶ οὕτω μὲν σφοδραί, οὕτω δὲ συνεχεῖς αἱ τοῦ ψεύδους αὖραι καταπνέουσιν, ὡς μηδ’ οἷς ἡ τῶν ἐν Ἀργῷ πλωτήρων πλάνη σεμνύνεται, τὸ χρυσόμαλλον δέρας καὶ τοὺς πυριπνόους ταύρους καὶ τοὺς πολυμόρφους δράκοντας καὶ τὴν ἄλλην τερατείαν, μηδὲ ταῦτα λοιπὸν εἰς μύθους ἀναφέρεσθαι· τῇ γὰρ νεωτέρᾳ τοῦ ψεύδους ὑπερβολῇ ἔσχεν ἀνελθεῖν ἐκεῖνα τὰ παλαιὰ εἰς εἰκόνα τοῦ πιστεύεσθαι.
Οὐδὲ γὰρ οὐδ’ ἡμερῶν πρὸ πέντε, οὐδὲ πρὸ δύο, οὐμενοῦν ἀλλ’ οὐδὲ πρὸ μιᾶς ὥρας, οὐδεὶς ἀφίκετο πρὸς ἡμᾶς, οὐ τῶν ἄρχειν λαχόντων, οὐ τῶν ἑτέροις πειθαρχούντων, οὐ γραμματηφόρος, οὐκ ἐπισημότερος γραμμάτων, οὐκ ἀγαθῶν ἄγγελος, οὐχ ὑπηρετούμενος τοῖς ἐναντίοις· ἀλλὰ γὰρ καὶ τὰ νῦν ὑπεσχημένα τοῖς ἔμπροσθεν συναπώλετο, τὸν ἀέρα μόνον κτυπήσαντα. τί δὲ δεῖ λέγειν ὑπεσχημένα; οὐ γὰρ ὑπεσχημένα μόνον, ἀλλά γε τοῖς χαριεστάτοις τουτοισὶ καὶ πρὸ ὀφθαλμῶν λαμπρῶς κείμενα, εἰ καὶ μηδ’ ὀνείροις ὡράθησαν· καὶ γὰρ τὴν ἀρχὴν εἰς ἀνυπάρκτους διαπεπλασμένα φαντασίας περὶ αὐταῖς καὶ κατερρυήκεσαν. πλὴν ἀλλ’ ὅπερ οὐχ ἡγοῦμαι, ἡ συνέχεια δὲ τοῦ ψεύδους τὴν ἐπ’ αὐτοῖς μαντικὴν παντὶ παρέχεται ἀκριβώσασθαι—ἀλλ’ οὖν, εἰ καὶ παρὰ δόξαν, ὅμως εἴ ποτε πρὸς ἀλήθειαν περιτραπείησαν, ἔσοιτο πάντα παρ’ ἡμῶν τῷ ἀνδρὶ ὅσα γενέσθαι αὐτῷ δι’ ὑμῶν παρῃτήσατο. ἔρρωσθε.
Ἀρσαβὴρ πρωτοσπαθαρίῳ Τὸ μὲν δῶρον, μεγαλοπρεπὲς ὂν καὶ χωρὶς τῆς ἄλλης διαθέσεως, ὃ καὶ ἄλλους ἂν ἐπεπείκει, μεγαλοπρεπῶς ἡμᾶς παρεσκεύασε δέξασθαι· ἡ δὲ διάθεσις καὶ χωρὶς τοῦ δώρου τὸ οἰκεῖον ποιεῖν διανοουμένη, ἅτε δὴ μείζων μὲν πάσης ἄλλης φιλοτιμίας, μείζων δὲ παντὸς εὐεργετήματος καὶ εἶναι καὶ ὀνομάζεσθαι μεγαλοφρονοῦσα, οὐδενὶ ἑτέρῳ τῶν πρωτείων ὑπεξίσταται. εἰ δὲ ταῦτα, ἄν τε παρῇ τὰ δῶρα, κἂν μέγιστα ᾖ, οὐδὲν ἐκείνη δι’ αὐτῶν περιβάλλεται μέγα· ἄν τε μὴ παρῇ, τῇ μονώσει πλέον ἀπαστράπτει, ὥσπερ νέφος ἥλιος τὴν ὕλην διαφυγοῦσα καὶ καθαρὰς καὶ ἀύλους τὰς αὐγὰς τῆς φιλικῆς προσαγορεύσεως ἐκ τοῦ δεχομένου ἀντανακλῶσα τῷ πέμποντι. διὸ μηκέτι σοι δώρων ἀπορίᾳ ἡ πρόσρησις βραδυνέτω, ἀλλ’ ἐποχουμένη τῇ διαθέσει καὶ τὰς σὰς συνεπικομίζουσα ὑγείας θᾶττον ἀφικνείσθω· οὐ γάρ ἐστιν, οὐκ ἔστιν, οὐδ’ οὐ μὴ ἔσοιτο, τῆς δι’ αὐτῆς ἡμῖν ἐγγινομένης χαρᾶς καὶ θυμηδίας οὐδὲν τῶν περιγείων δῶρον χαριέστερον.
Ταρασίῳ πατρικίῳ ἀδελφῷ παραμυθητικὴ ἐπὶ θυγατρὶ τεθνηκυίᾳ Ὢ ποῦ νῦν Ἠλίας; ποῦ δ’ Ἐλισσαῖος; ποῦ δὲ Πέτρος ἢ Παῦλος, ἤ τινες τῶν κατ’ ἐκείνους ἱερῶν καὶ ἁγίων ἀνδρῶν; οὐ γὰρ ἂν ἐπιστολῆς ἐδεήθην, αὐτῶν δέ τινος λαβόμενος τῶν ποδῶν, ἐπεὶ τὴν χάριν οὐκ ἔχω τῶν χειρῶν, οὐκ ἂν ἀπέστην ἅπαντα ποιῶν, ἕως ἂν ζῶσαν τοῖς γεννησαμένοις παρέθεντο τὴν παῖδα. νῦν δὲ τί; οὐδὲ γὰρ ταῖς τηλικαύταις συμφοραῖς τοῦ γένους ἡ καθ’ ἡμῶν ὑπερόριος φυγὴ δυσωπεῖται· ἐπιστολῆς δέομαι, ἐπιστολῆς, οἴμοι, θρῆνον ἀδελφοῦ ἐπὶ θυγατρὶ κειμένῃ διαπραϋνούσης, ὅτε τέκνων παρῆσαν ἐλπίδες καὶ τὸν γάμον εἶχε δυσφημία ὅτι μὴ θᾶττον τὴν παῖδα μητέρα ἐδείκνυ, μηδὲ παιδὸς παῖς χερσὶ προπατόρων ἐναθύρει τε καὶ ἐνάλλεται περιλαλῶν τοῖς ψελλίσμασιν· ἀλλ’ ὅτε τὰ μείζω ἠλπίζετο, τότε καὶ ἃ κατείχομεν ἀνηρπάζετο.
Οἴμοι τῶν παλαιῶν προπατόρων ἀπάτη καὶ παράβασις καὶ δίκη. πῶς εἰς τὸν παράδεισον εἵρπυσεν ὁ πονηρὸς ἐκεῖνος καὶ σκολιὸς ὄφις; πῶς εἶπεν; πῶς ἔπεισεν; ὢ πῶς ἐκεῖθεν μέχρι τοῦ νῦν τὸ πικρὸν τοῦ θανάτου παρατείνεται κέντρον; ἔφθασεν αὕτη καὶ καθ’ ἡμῶν ἡ πληγή, βέλους ὀξύτερον, σκηπτοῦ φοβερώτερον· καὶ κεῖται παῖς, ἄρτι τὴν ὥραν ἀνθοῦσα, δεινὸν καὶ σκυθρωπὸν ὀφθαλμοῖς τεκόντων θέαμα. ὅτε τὸ ἄνθος ἐφύετο τῆς παιδοποιίας, τότε αὐτὸ τὸ φυτὸν συναπεμαραίνετο ταῖς ῥίζαις· ἡ φύσις πρὸς βλάστην εἱστήκει, καὶ τὸ τοῦ θανάτου δρέπανον ἐμβαθυνόμενον τοῖς σπλάγχνοις καὶ αὐτὴν τὴν ζωὴν ἐξεθέριζε τοῦ βίου. ποῖον δάκρυον ἀρκέσει τῷ πάθει; τίς στεναγμός; ὀδυρμὸς δὲ ποῖος; σιγᾷ στόμα τὴν μακρὰν ἐκείνην καὶ φευκτὴν σιωπήν, καὶ χείλη μέμυκεν, οὐ σεμνότητα διηγούμενα οὐδὲ τὸ τοῦ ἤθους κόσμιον ἀπαγγέλλοντα, πρὸς δὲ λύσιν συστελλόμενα. ὀφθαλμοὶ δὲ τί; φεῦ πάθους καὶ σιγὴν νικῶντος καὶ λόγων οὐκ ἀνεχομένου· ὀφθαλμοί (πῶς εἴπω;) πᾶσαν ζωτικὴν λιβάδα κενώσαντες, νεκραῖς ταῖς βλεφαρίσιν τὰ λείψανα περιστέλλουσιν· τὰς παρειὰς ἀντὶ ἐρυθήματος καὶ βαφῆς ἐμφύτου σκοτεινὸν καὶ νεκρὸν ὑπαλείφει χρῶμα, μορφῆς ἁπάσης ἐξαφανίζον εὐπρέπειαν· τὸ πρόσωπον ὅλον, ὡς ἐκ τοιούτων, φρικτὴν καὶ φοβερὰν τοῖς ὁρῶσι τὴν θέαν παρέχεται.
Τίς βασκανία, τίς ἐπήρεια τοιαῦτα καθ’ ἡμῶν ἀκοντίζει τὰ βέλη; οὔπω παρῆλθε τὸ πρότερον πένθος, καὶ πάλιν ἕτερον ἐπέπεσεν μεῖζον· τὸ μὲν εἶχεν ὑπομάζιον παῖδα, τοῦτο δὲ καὶ μητέρα ἄν, εἰ μὴ θᾶττον τὸ κακὸν ἐπέστη. πόθεν αἱ τηλικαῦται καὶ τοσαῦται πληγαί; πληγαὶ ἐξ ἀνθρώπων, πληγαὶ ἐξ ἀδήλων μηνιμάτων· πανταχόθεν ἕστηκε τὰ δεινά· τὰ βέλη φέρεται εἰς ἡμᾶς αὐτούς, εἰς παῖδας· γεγόναμεν σκηνὴ τραγῳδίας, καὶ χορεύουσιν ἐν ἡμῖν θρῆνος καὶ πένθος καὶ λύπη καὶ κατήφεια, καὶ πᾶσα κακῶν Ἐριννύς· συνάγει δ’ ἄρα, ὡς ἔοικε, τὸν καθ’ ἡμῶν χορὸν Κλωθώ τις καὶ ἄτρακτοι καὶ τὰ δυστυχῆ ταύτης νήματα, τόν τε ἡμέτερον βίον τοῖς δράμασι διαπλέκουσα καὶ χορηγοῦσα τὰς ὑποθέσεις τῶν τραγικῶν ᾀσμάτων τοῖς πικροῖς χορευταῖς.
Ἀλλὰ τί ἔπαθον; ποῖ φέρομαι; γράφειν ἀρξάμενος παραμύθιον αὐτὸς οὐκ οἶδ’ ὅπως τῷ πένθει συναρπασθείς, οὐκ ἀντισχόντων τῶν λογισμῶν πρὸς τὴν φορὰν τοῦ δεινοῦ, εἰς τοὐναντίον ὧν ἐσκόπουν παρεσύρην· καὶ παραψυχῆς εἰσηγούμενος λόγον εἰς τὰ τῶν ὀδυρομένων ἀπηνέχθην δάκρυα. ἀλλὰ γενώμεθα ἡμῶν αὐτῶν, μηδὲ τῷ βυθῷ τῆς λύπης βαπτιζώμεθα· πολλοὺς ἀπώλεσεν λύπη, οὐ σῶμα μόνον διαφθείρασα, ἀλλὰ καὶ ψυχῆς αὐτῆς λυμηναμένη τὰ καίρια. μηδὲ τοῖς ἐχθροῖς χαριζώμεθα· μέγα γὰρ ἐχθροῖς εἰς θυμηδίαν ἡ κατήφεια τῶν ἐπηρεαζομένων· μηδ’ εἰς τοὺς πατρικοὺς τῆς καρτερίας ἐξυβρίζωμεν ἄθλους. εἶδον ἐκεῖνοι θανάτους παίδων, θανάτους, οὐχ οἷοι παρ’ ἡμῖν, μηδὲ γένοιτο· τούτων τὰ ἔκγονα πῦρ καὶ ὕδωρ καὶ λάκκος ἐμερίζετο, καὶ τότε πικρᾶς καὶ βαρείας τῆς ὑπερορίας ἐπικειμένης καὶ πάσης ἐρημίας φίλων, συγγενῶν περιεστηκυίας, καὶ πάντων ἁπλῶς ὅσα ψυχαγωγίαν τινὰ φέρει περιῃρημένων. ἀλλ’ εὐχαρίστως ἤνεγκαν, ἀλλ’ ἐδόξασαν τὸν κρεῖττον ἢ κατὰ λογισμοὺς ἀνθρώπων τὰ ἀνθρώπινα διακυβερνῶντα.
Ἐννοήσωμεν τίνες ἐσμέν, πόθεν γεγόναμεν. οὐκ ἐκ θνητῶν θνητοί; οὐχὶ ἐξ οὐκ ὄντων μετ’ ὀλίγον οὐκ ἐσόμενοι; ποῦ μοι πατήρ; ποῦ δέ μοι μήτηρ; οὐχὶ μικρὰ τῷ βίῳ προσπαίξαντες, πλὴν ὅσα μαρτυρικὸς αὐτοὺς καὶ τῆς ὑπομονῆς διεκόσμει στέφανος, θᾶττον λιπόντες τὸ θέατρον ᾤχοντο; οἱ δὲ βασιλεῖς καὶ τύραννοι, οἱ τῷ φρυάγματι καὶ ταῖς ὀφρῦσιν ἀθάνατοι, οὐχὶ τῷ θανάτῳ δυναστείαις αὐταῖς καταδύονται; πᾶσα φύσις ἀνθρώπων, κἂν ἐξουσιάζουσα ᾖ, κἂν ἰδιῶτις, κἂν γερόντων, κἂν νέων, κἂν ἀνδρῶν, κἂν γυναίων, θανάτῳ πάντως τέμνεται τοῦ βίου, καὶ οὐδὲν οὐ μὴ διαφύγῃ τὸ ἐκείνου δρέπανον. οὐδὲν καινὸν οὐδὲ παράδοξον οὐδὲ τῆς φύσεως ὑπέστημεν ὑπερόριον· θνητὴ προελήλυθεν ἐκ σπλάγχνων θνητῶν, καὶ τῷ θνητῷ βίῳ νόμῳ φύσεως λειτουργήσασα, τῷ αὐτῷ τῆς φύσεως νόμῳ πρὸς τὴν ἀθάνατον πολιτείαν ἀπεδήμησεν. οὐκ ἔλιπεν παῖδας ὀδυρομένους ὀρφανίαν· οὐκ ἀπῆλθε τὸν περὶ τὰ ἔκγονα πόνον πικρότερον τοῦ θανάτου συνεπιφέρουσα κέντρον· οὐκ ἔλαβεν πολλὴν πεῖραν τῶν ἀνιαρῶν· οὐκ ἐζήτησε θάνατον, οὗ πολλοὶ πολλάκις συμφοραῖς ἀφύκτοις περιστοιχηθέντες ἐπεθύμησαν.
γονεῦσι προσομιλοῦσα τῆς ζάλης ἐξῆλθε τῶν προσκαίρων· χερσὶ μητρικαῖς ἀπῆλθεν ὑπηρετουμένη· χερσὶ τεκόντων ἐναπέθετο τὸ πνεῦμα· ἐκηδεύθη τὸ σῶμα, παρεδόθη τάφῳ, καλοῖς ἐνταφίοις, εὐσεβείᾳ καὶ σωφροσύνῃ καὶ πολλῶν εὐχαῖς ἠλεημένων, προπεμπομένη· ἀπῆλθεν εἰς χῶρον ἐξ οὗ πᾶσα λύπη καὶ στεναγμὸς ἀπελήλαται. τί πλέον ἔδει; εἰς τοὐναντίον μοι τρέπει τὸ ἄλγος τὰ περὶ τὸ μακάριον ἐκεῖνο θυγάτριον οἰκονομηθέντα, καὶ μακαρίζω ταύτην τῆς ἀποδημίας καὶ τὸν θρῆνον εἰς δόξαν θεοῦ μεταβάλλω καὶ τὴν ἀμηχανίαν εἰς εὐχαριστίαν, οὕτως αἰσίως καὶ ὡς ἄν τις μόλις εὔξαιτο ἀπηλλαγμένην ὁρῶν τῶν παρόντων.
Ἀλλ’ οὐ πολὺν ἐπεβίω χρόνον. καὶ τί διαφέρει, ἄν τε πλείους, ἄν τε ἐλάττους τὴν ζωὴν ἡμῶν διαμετρήσωσιν ἡμέραι, ὅτε καὶ τὸ πλεῖον καὶ τὸ ἔλαττον εἰς τὰς αὐτὰς τοῦ θανάτου πύλας διαβιβάζει; οὐδεὶς ἥδεται τοῖς παρελθοῦσιν· τὸ μέλλον οὐκ ἔστιν· τὸ παρόν, ἐν ᾧ ἄν τις καὶ τὸ ἥδεσθαι θείη, παντελῶς ἀκαριαῖον· ὥστε καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς τοῦ βίου χρόνος, τῷ παρόντι μόνον τὴν αἴσθησιν τῶν ἡδέων περικλείων, εἰς ἴσην καὶ ὁμοίαν ἀπόλαυσιν τόν τε εἰς γῆρας βαθύνοντα καὶ τὸν ἐνακμάζοντα τῇ νεότητι συνάγει, ἑκατέρου μὲν τὴν αἴσθησιν τῇ παρούσῃ τέρψει διαπλανῶν, οὐδενὸς δὲ οὔτε τῶν παρεληλυθότων οὔτε τῶν μελλόντων οὐδεμιᾶς ἡδονῆς οὐδετέρῳ μετέχειν ἐνδιδούς. οὕτως ἀδιάφορον πολὺν ἢ ὀλίγον χρόνον ἐμβιῶναι· μᾶλλον δὲ οὐδ’ ἀδιάφορον· εἰ γὰρ οὐδεὶς ἄνθρωπος ἀπὸ ῥύπου καθαρὸς εἴρηταί τε καὶ τοῖς ἔργοις ὁρᾶται πιστούμενον, οὐδ’ ἂν μία ἡμέρα ὁ βίος αὐτῷ, ὁ ἐν ἐλάττονι χρόνῳ τὸ πήλινον τοῦτο σκήνωμα καταλιπὼν ἔλαττον ἔχων ἀπῆλθε καὶ κηλίδων τῶν σωματικῶν. οὐκοῦν ὁ πενθῶν τὴν ἀπελθοῦσαν ὅτι θᾶττον ἀπήλλαξε τῶν παρόντων, ὅτι ἔλαττον μετέσχε τῶν μολυνόντων, τοῦτο δάκρυον ποιεῖται, καὶ τὸ καθαρωτέραν αὐτὴν τῷ ἐκεῖθεν ὀφθῆναι νυμφίῳ νομίζει συμφοράν.
Ἀλλὰ πρὸ ὥρας μετέστη. μή μοι γένοιτο τοιαύτην φωνὴν ἀκοῦσαι, φωνὴν ῥηθῆναι μὲν τολμηράν, ἐννοηθῆναι δὲ τολμηροτέραν. πρὸ ὥρας· καὶ πῶς, ὅτε τὰς μητρικὰς ἔλυσεν ὠδῖνας, οὐκ ἐνομίζετο λύειν πρὸ ὥρας; ἀλλ’ ἐτέχθη μὲν νεύσει θεοῦ καὶ καθ’ ὥραν, ἀπελθεῖν δὲ πρὸς τὸν πλάστην ἡμᾶς αὐτοὺς καθίζομεν ὁροθέτας; καὶ προάγει μὲν ὁ δημιουργὸς καθ’ ὥραν, λαμβάνει δὲ πρὸς ἑαυτὸν οὐκ εἰδὼς τὴν ὥραν; ἀπὸ σταγόνος ἔπηξεν εἰς σάρκα, διέπλασεν ἐν μήτρᾳ, προήνεγκεν εἰς φῶς, ἐκ βρέφους διετήρησε μέχρι παιδός, μέχρι παστάδος, μέχρι τελείας ἡλικίας. τούτων οὐδὲν οὐ καθ’ ὥραν· ὅτε δὲ πρὸς τὸν ἀθάνατον ἀμείβει βίον, τότε μόνον οὐ καθ’ ὥραν; πόρρω γλώσσης εὐσέβειαν μελετώσης ἡ τοιαύτη δυσφημία, πόρρω φρονήματος σωφρονοῦντος· τοῦτο θρήνων μακρῶν, τοῦτο δακρύων πολλῶν, ἐγκαταχωσθῆναι τὸν ἄνθρωπον τηλικαύτῃ μοχθηρίᾳ λογισμῶν, ἀλλ’ οὐχὶ τὸ διαμεῖψαι τὰ ἄφθαρτα τῶν φθαρτῶν. οὐμενοῦν οὐχὶ πενθεῖν τὴν διαφυγοῦσαν σῶμα θνητὸν δεῖ, ἀλλὰ τὸν νεκρώσαντα τὸν ἀθάνατον νοῦν· οὐδ’ ἣν οὐράνιος παστὰς θαλαμεύει, ἀλλ’ ὃς ἐνέθαψε τὴν ψυχὴν ἐλπίσι νεκραῖς.
Ναί, φησίν, ἀλλὰ τεκόντων προαπῆλθε. τί δαὶ ἄρα; ἐβούλετο δέ τις αὐτὴν μητρὸς καὶ πατρὸς θανάτῳ προκατεργασθεῖσαν πρότερον, οὕτως ἀπελθεῖν, τηλικαύταις πληγαῖς μεμαστιγωμένην; πατρυιοῦ μοι σπλάγχνα, μητρυιᾶς διάθεσιν οὗτος, ἀλλ’ οὐ πατρὸς οὐδὲ μητρὸς φίλτρον ἀπαγγέλλει, καὶ ζητοῦντος τὸ οἰκεῖον ἡδὺ ἢ τὸ τῇ θυγατρὶ κεχαρισμένον, καὶ σοφιζομένου πόθῳ παιδὸς τὴν ἑαυτοῦ θεραπείαν. τί γάρ; λυπηρὸν ἰδεῖν στεργομένων θάνατον; οὐκοῦν ἀπῆλθεν ἡ παῖς ἐλευθέρα τούτου. ἀλλ’ οὐ λυπηρόν; καὶ τί δαπανῶμεν ἑαυτοὺς τῇ λύπῃ;
Εἰ δ’ αὐτή σοι παρῆν ἐκεῖθεν ἡ παῖς ἐπιστᾶσα—οἶδεν δὲ ἄρα ψυχὴ φιλοσοφεῖν καὶ μετὰ θάνατον μάλιστα ὀνείρων τε ὄψεσιν ἐπιφαίνεται καὶ βαθὺν ἀφωσιωμένη πόθον ταῖς φαντασίαις ἐφίσταται, καὶ λόγου φύσιν εὐλαβουμένη πάντα μετὰ τοῦ εἰκότος τῷ γράφοντι γίνεται—ἀλλ’ εἰ παρῆν, καὶ χειρὶ χεῖρα ἐμβαλοῦσα, ἱλαρῷ δὲ καὶ χαίροντι προσώπῳ κατεφίλει τε καὶ προσεφθέγγετο· ‘τί δὲ ἄρα κόπτεις σεαυτόν, ὦ πάτερ, τί δὲ θρηνεῖς ὡς ἐπὶ κακοῖς ἀπελθοῦσαν; ἐμοὶ παράδεισος ἔλαχεν οἰκεῖν, γλυκὺ μέν τι θέαμα ὀφθαλμοῖς ἰδεῖν, γλυκύτερον δὲ ἐναπολαῦσαι, μείζων δὲ πίστεως ἁπάσης ἡ πεῖρα· παράδεισος ἐκεῖνος, ἡ πρώτη καὶ θαυμασία τοῦ γένους πατρίς, ἐν ᾧ πάλαι τῆς δεσποτικῆς παλάμης τὸ φιλοτέχνημα, τῆς φύσεως οἱ προπάτορες, πρὶν ἢ τὸν ὄφιν ὑποψιθυρίσαι; τῆς εὐδαίμονος καὶ μακαρίας ἀπήλαυον ζωῆς. ἀλλὰ νῦν οὐδὲ ὁ σκολιὸς ἐκεῖνος καὶ πονηρὸς ὄφις χώραν ἔχει ὑφερπύσαι οὐδέ τινας ψιθύρους λόγους ὑπομηχανᾶσθαι· ἀλλ’ οὐδ’ ἐν ἡμῖν ἔστιν τις οὗ μή ἐστιν ἡ γνώμη μηχανῆς ἁπάσης καὶ τέχνης ἀμείνων, οὐδ’ ὀφθαλμοὺς δέ τις ἀνοιχθῆναι δεῖται ἤ τινος μείζονος ἐπιθυμίας ἀπολαῦσαι· ἐσμὲν γὰρ ἅπαντες σοφοὶ μὲν τὴν θείαν καὶ οὐράνιον σοφίαν, ἐν ἀφθόνοις δὲ καὶ ἀνεκλαλήτοις ἀγαθοῖς, ὁ δὲ πᾶς βίος ἡμῖν ἑορτὴ καὶ πανήγυρις.
λαμπροὶ δὲ λαμπρῶς ἐν ἀφθάρτοις καὶ καθαρωτάτοις πολιτευόμενοι σώμασιν, θεὸν ὁρῶμεν, ὡς ἔστιν ἀνθρώπῳ δυνατὸν ἰδεῖν, καὶ τούτου τῷ ἀφράστῳ καὶ ἀπερινοήτῳ κάλλει ἐντρυφῶντες διὰ παντὸς ἀγαλλόμεθα· καὶ κόρος τούτων οὐδείς, ἀλλὰ τὸ ἄφθονον τοῦ τρυφᾶν ἀκμὴ γίνεται τοῦ ἐρᾶν, καὶ τῷ ἔρωτι συμπροϊοῦσα ἡ ἐξουσία τῆς ἀπολαύσεως ἄφατόν τινα καὶ ἀνεκδιήγητον ὡς ἀληθῶς τὴν χαρὰν ἐκείνην καὶ ἀγαλλίασιν ἐνεργάζεται. ὡς καὶ νῦν ἔμοιγε ταῦτά σοι προσομιλούσῃ δεινὸς καὶ ἀμήχανος πρὸς ἐκεῖνα ἔρως ἐπιστρέφει, καὶ οὐδὲ τὸ βραχύτατον αὐτῶν παραχωρεῖ διηγήσασθαι. ἐλεύσῃ δέ ποτε καὶ αὐτὸς ἐκεῖσε ἅμα φίλῃ μητρί· καὶ τότε πολλὰ μὲν ἐμὲ τοῦ μικρὰ περὶ τηλικούτων εἰπεῖν, πολλὰ δὲ σαυτὸν τοῦ πένθους αἰτιάσῃ, οἵων καλῶν καὶ ἀγαθῶν ἡμῖν κατωδύρου. ἀλλά με λοιπόν, ὦ φίλτατε πάτερ, χαίρων ἔα καὶ πρόπεμπε, μηδὲ πλέον κατέχῃς ἵνα μὴ πλέον ζημιώσῃς καὶ διὰ τοῦτο πικρῶς ἀνιάσῃς’. —εἰ ταῦτα δὴ καὶ τοιαῦτα ἕτερα τὸ μακάριον ἐκεῖνο θυγάτριον διεξῄει, ἆρ’ οὐκ ἂν δυσωπηθεὶς καὶ τὸν ὀδυρμὸν ἀπέθου καὶ χαίρων χαίρουσαν ἀπιέναι προέπεμπες;
εἶτα ἂν μὲν ἡ παῖς ταῦτα λέγῃ, βελτίους ἐσόμεθα καὶ τοὺς θρήνους ἀπορρίψομεν· ἂν δ’ ὁ κοινὸς πλάστης καὶ δεσπότης βοᾷ, ‘ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται’, καὶ ὅτι ἡτοίμασεν τοῖς ἀγαπῶσιν αὐτὸν ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὡς ἀπιστοῦντες οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλ’ ἐπὶ πλέον θρηνήσομεν; καὶ ποῦ τοῦτο καλόν, ποῦ δὲ δίκαιον, ποῦ δὲ λογισμῶν ἐγγὺς ἑστηκότων τοῦ πρέποντος ἢ συμφέροντος;
Εἶτα οὐδὲ τὴν ἐμὴν αἰσχύνῃ κοσμιωτάτην νύμφην, εἰς τὰ τῶν θηλέων δάκρυα τὸ ἀρρενωπὸν διαχέων καὶ καταφερόμενος; οὐδὲ φείδῃ τῆς γυναικείας ἀσθενείας, οὐδ’ ἡ περὶ αὐτὴν εὔλογος συμπάθεια καὶ ὠφέλιμος τὴν παράλογον διαλύει καὶ ἀσύμφορον; εἰ γὰρ ἄνδρες, παρ’ ὧν ταῖς γυναιξὶν ἡ ἀνάκτησις, ἴσα γυναίοις κόψονται, τί τὸ περὶ αὐτὰς ἔσται; πόθεν τὸ παραμύθιον ἕξουσιν; τίνας δὲ παραινέσομεν εἰς καρτερίαν μιμεῖσθαι; πρὸς τίνας ἀφορᾶν; ἀλλὰ μὴ σύ γε μηδὲν σεαυτοῦ ἀνάξιον πάθοις, μηδὲ τοῦ γένους, ἵνα τι καὶ τοῦ καιροῦ φιλοτιμότερον εἴπω, νόθον καὶ ἀλλότριον. μὴ δὴ τοῦ καλοῦ πλέον εἰς οἰμωγὰς ἐκφερώμεθα μηδὲ γυναικιζώμεθα τῷ πάθει, ἄνδρες πολλαχοῦ ἐν πολλοῖς καὶ χαλεπωτάτοις πειρασμοῖς ἀναφανέντες.
Ἔλαβεν πρὸς ἑαυτὸν ὁ πλάστης τὸ πλάσμα· ἀλλ’ ἔδωκεν πλείους ὧν ἀφεῖλεν (καὶ εἴησάν γε ἐπὶ μακρότατον εὖ βιοῦντες καὶ τοὺς τεκόντας εὐφραίνοντες) υἱοὺς καὶ θυγατέρας. λυπεῖ τὸ παρελθόν; εὐφραινέτωσαν οἱ παρόντες· εὐχαριστήσωμεν ὑπὲρ ὧν ἀφεῖλεν, ἵνα οἷς ἐχαρίσατο χαίρειν καὶ ἀγαλλιᾶσθαι βεβαίαν ἔχωμεν τὴν ἀπόλαυσιν. καλὸν ἔχειν τῷ βίῳ γένους διαδόχους· ἔχομεν. καλὸν παρέχειν ἀπαρχὰς τῷ κοινῷ πλάστῃ καὶ τῶν ἀγαθῶν ἁπάντων δοτῆρι· προσηνέγκαμεν. πρὶν μὲν ἄδηλον ἦν, τίνες τῶν παίδων εἰς ἀπαρχὰς θεῷ, τίνες δὲ εἰς διαδοχὴν γένους λογισθήσονται· νῦν δέ, ἂν μόνον εὐχαρίστως τὴν ἀπαρχὴν οἴσωμεν, οὐκέτι ἐν ἀδήλοις τὰς ἐλπίδας σαλεύσομεν, ἀλλ’ ἐν τῷ βεβαίῳ πεπηγότες ἐσόμεθα. οὐδέποτε λαβὼν οὐ παρέσχεν φιλοτιμότερον, ἀεὶ δὲ μεγίστοις καὶ ἀνελπίστοις ἀγαθοῖς τὰ ἐλάχιστα διαμείβεται. εἰ δὲ θρήνοις ὡς ἀδικούμενοι τὰς ἀπαρχὰς καθυβρίσωμεν—ἀλλ’ ἐγὼ μὲν οὐδὲν ἐρῶ δυσχερές, ἐπεὶ μηδ’ ὑμᾶς ἐλπίζω τοῦ λοιποῦ θρήνους καὶ λύπας καὶ τοιαῦτα πάθη, ἃ τοῦ δυσχεροῦς ἐστιν αἴτια, περιβάλλεσθαι. εἴη δέ μοι καὶ τὸ θεῖον τῇ τε ψήφῳ καὶ τῇ ἐλπίδι συνεφαπτόμενον, καὶ ἔστι γε· αὐτός μοι τὴν παρρησίαν χορηγεῖ, ὑμῶν, ὅπερ ἔφην, ἀπὸ τῆς ἀθυμίας εἰς εὐχαριστίαν ἀνενεγκόντων.
Πολλὰ δὲ καὶ νέα καὶ παλαιὰ τοῦ συνενεχθέντος εἰς ψυχαγωγίαν ὑποδείγματα· μᾶλλον δ’ ἀληθέστερον εἰπεῖν, ὅλος ὁ βίος τούτου παράδειγμα, ὃν τοῖς λογισμοῖς ἐπιδιελθόντα πᾶσάν ἐστιν ῥᾷον ἀποθέσθαι τὴν κατήφειαν. εἴπω τὸ μεῖζον, μᾶλλον δὲ τὸ φρίκης γέμον· τίνων ἐστὶ τὸ λυπεῖσθαι τοὺς ἀποιχομένους; μᾶλλον δὲ οὐδ’ αὐτὸς ἐρῶ, τὸν κήρυκα δὲ τῆς οἰκουμένης καλῶ διὰ τῆς οἰκείας φωνῆς ἀπαγγεῖλαι τὸ ἐπουράνιον ψήφισμα· ‘οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καὶ ὑμεῖς, καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα.’ Παῦλός ἐστιν ὁ σαλπίζων ταῦτα, ὁ τῷ οὐρανίῳ παιδευθεὶς διδασκαλείῳ, ὁ τὴν οἰκουμένην πᾶσαν περιλαβὼν τῷ κηρύγματι· τὸ τοῦ Χριστοῦ στόμα ἀπίστων εἶναι βοᾷ τὴν ἐπὶ τοῖς τελευτῶσι λύπην, σβεννύντων τῆς ἀναστάσεως τὴν ἐλπίδα, ἀπιστούντων τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν.
Ἀλλ’ ἀποθώμεθα τὴν λύπην, ἵνα μὴ τηλικούτοις κακοῖς ἔνοχοι φανῶμεν, ἵνα μὴ ὡς ἀληθῶς τότε τὴν παῖδα ζημιωθῶμεν. νῦν μὲν γὰρ κόλποι θάλπουσιν αὐτὴν Ἀβραμιαῖοι, κἀκεῖ ταύτην εὐφραινομένην καὶ χαίρουσαν μετ’ ὀλίγον θεασόμεθα. ἐὰν δὲ παρὰ τοὺς δεσποτικοὺς θεσμοὺς ἐγὼ τὴν παῖδα θρηνῶ, ἐλαύνομαι τοῦ καλοῦ θεάματος ἐκείνου. ποθεῖς τὴν παῖδα θεάσασθαι; ῥῖψον ἀπὸ σοῦ τὴν λύπην· δεῖξον σεαυτὸν δι’ ὧν εὐχαριστεῖς ἄξιον τῆς ἐκεῖθεν εὐφροσύνης. ἀλλ’ ἔτι στέργομεν τοὺς θρήνους; ἑαυτοὺς στερίσκομεν τοῦ ποθουμένου. οὐκ οἶδεν θρήνους ἡ ἐκεῖθεν εὐφροσύνη, οὐδ’ ὁ τῆς ἀγαλλιάσεως καὶ χαρᾶς νυμφὼν ἀνέχεται γενέσθαι χωρίον πενθούντων· οὐδὲ θέλει παραδέχεσθαι τοὺς ὑπὸ δάκρυσι τιθέντας οὓς αὐτὸς ἀνεκλαλήτου χαρᾶς ἔχει κληρονόμους. ἔκρινεν ὁ πλάστης τὸ πλάσμα πρὸς ἀθανασίαν μεταπλάσαι· μὴ βασκαίνωμεν τῆς εὐδαιμονίας τὴν παῖδα, μηδὲ τῆς κρίσεως, ἣν ἔδει θαυμάζειν, καταγογγύζωμεν, μηδὲ τὴν δεσποτικὴν φιλοτιμίαν εἰς ὑπόθεσιν ἀγνωμοσύνης βιαζώμεθα.
Ἐνόσει ποτὲ παιδίον τοῦ μεγάλου βασιλέως Δαυίδ, καὶ ἡ νόσος τὸν τάφον ἐδείκνυ· ὁ δὲ συμφορὰν τὴν νόσον ποιούμενος πρηνὴς ἔκειτο καὶ δάκρυσιν ἐξεμειλίσσετο τὸ θεῖον, τροφῆς τε αὐτῆς ἀπεχόμενος καὶ τῆς ἄλλης ἐπιμελείας τοῦ σώματος· ἀλλ’ ὅτε τὸ παιδίον ἀπῆλθεν, αὐτίκα συναπέθετο καὶ τὴν λύπην. πρὶν μὲν γὰρ ἱκέτευεν παραμένειν τὸ φυὲν τῶν σπλάγχνων· ἐπεὶ δὲ κρίναντα τὴν ἀναχώρησιν τὸν πλάστην εἶδεν, οὐκ ἐτόλμησεν τοῦ κριτοῦ τὴν ψῆφον ἐγκαθυβρίσαι τῷ πένθει, ἀλλ’ ἀνώτερον ἑαυτὸν πάσης παρασκευασάμενος κατηφείας, εὐχαριστηρίους ἠφίει φωνὰς καὶ τῆς συνήθους εἴχετο διαίτης. οὕτω χρὴ διατίθεσθαι καὶ ἡμᾶς. ἀσθενεῖ παιδίον, συγγενὴς ἄλλος ἢ τῶν φίλων τις, καὶ ἡ νόσος θάνατον ὠδίνει; δέομαι θεοῦ παρελθεῖν τὴν νόσον, δοῦναι παρεῖναι τὸ ποθούμενον τοῖς ποθοῦσιν. ἀλλ’ ἄμεινον αὐτὸς τὴν μετάστασιν ἡγεῖται; εὐχαριστεῖν λοιπὸν οἷς ᾠκονόμησεν προσήκει, στέργειν τὸ πραχθέν, καὶ μὴ τῷ θρήνῳ καὶ τοῖς ὀδυρμοῖς ἐγκαθυβρίζειν τὴν κρίσιν τοῦ κτίσαντος.
Εἰ δέ τις καὶ ἡμᾶς ἐνεδρεύει δαίμων καὶ τὸν Ἰὼβ πάλιν ἐξαιτεῖ, καὶ θεὸς ἀφίησιν τῷ θεράποντι τὸν βάσκανον συμπλακῆναι καὶ δοκιμάζει τὴν ὑπομονὴν ἐπ’ ἐλέγχῳ τοῦ ἀντικειμένου καὶ ἀγώνων στάδιον ἀνοίγει, καταισχῦναι μὲν τὸν ἀνταγωνιστήν, στεφανῶσαι δὲ τὸν ἀθλητήν, οὐδ’ οὕτω χρὴ ἀνίας ὑπόθεσιν τῆς ἀρετῆς τὴν ἀνακήρυξιν οὐμενοῦν οὐδαμῶς ποιεῖσθαι, οὐδὲ καιρὸν θρήνων ἀποφαίνειν τὸν καιρὸν τῶν τροπαίων, οὐδὲ ἡμέραν δακρύων τῆς ἀθλήσεως τὴν ἡμέραν, οὐ μὰ τοὺς δι’ ὑπομονῆς στεφανωθέντας καὶ τοὺς ἀμαραντίνους αὐτῆς καὶ λαμπροὺς στεφάνους· οὐκ ἔστιν ἄξια ταῦτα τῆς σῆς γενναίας ψυχῆς οὐδὲ τοῦ εὐσταθοῦς φρονήματος οὐδὲ τῆς ἄλλης ἀρετῆς.
Τοιγαροῦν στῶμεν ἀνδρείως· στῶμεν εὐθαρσῶς· ὡς τοῦ οὐρανίου στρατιῶται βασιλέως τῷ ἐχθρῷ προσπλεκώμεθα, μηδὲ καταισχύνωμεν τὴν μαρτυρίαν τοῦ ἀγωνοθέτου μηδὲ τοῦ ἀντιπάλου τὸ θράσος ἐν τῷ δυσφορεῖν συγκροτήσωμεν, μηδ’ εἴ τι πρότερον ἡμῖν ἀνδρείας κατωρθώθη τοῖς ὑστέροις ἐκθηλύνωμεν· μηδὲ κινῆσαι μὲν φθόνον ἐχθροῦ γενώμεθα ἀγαθοί, νικῆσαι δὲ δι’ ὑπομονῆς εἰς τέλος ἐλεγχθῶμεν ὀκνηροί. ἕτοιμος εἰς πτῶσιν ὁ πολέμιος, ὅταν ἴδῃ μακροθύμως φέροντα τοὺς πειρασμούς· θᾶττον ἀφίσταται τῆς πείρας, ὁρῶν τὸν ἄνθρωπον ἐπὶ στερρᾶς τῆς καρτερίας ἑδραζόμενον· ἐγγὺς ὁ στεφοδότης, λαμπροῖς τοῖς στεφάνοις ἀντὶ τῶν ἄθλων δεξιούμενος τὸν ἀγωνιστήν, καὶ οὐκέτι συγχωρεῖ προσβαλεῖν τὸν ἐχθρόν, πόρρω δὲ τοῦτον ἐλαύνει, κἂν ἔτι δόξῃ ἀναισχυντεῖν, σὺν αὐταῖς ἁπάσαις τέχναις καὶ ἐπιβουλαῖς· ἀμείβει δὲ καὶ τὰ ἀλγεινὰ πολλαπλασίονι τῇ εὐδαιμονίᾳ καὶ χαρᾷ. καὶ τούτων ἁπάντων ἀπαράγραπτος μάρτυς αὐτὸς πάλιν Ἰώβ, οὗ ὥσπερ ταῖς πληγαῖς ἐκοινωνήσαμεν, οὕτω καὶ τῆς εὐφροσύνης καὶ τῆς δόξης καὶ τῆς λαμπρότητος ἀπολαύσομεν, νῦν τε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας, πρεσβευούσης τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων, ἀμήν.
Νικηφόρῳ φιλοσόφῳ μονάζοντι Ἐφ’ οἷς μὲν ἡ ἀχθηδών, ἀγνοῶ· οἶδα δὲ κατ’ ὄψιν ἀξιωθεὶς ῥητορικὰς ἀφορμὰς παρασχεῖν, ὅσας τε γλῶττα χαρίζεται καὶ εἴ τι βίβλοι προσεκδιδάσκουσιν. καὶ ἁπλῶς μὲν προβαλλομένῳ καὶ ἀπροσδιορίστῳ ῥήματι τὴν ἀξίωσιν σύνοιδα καὶ αὐτὸς ὁμοίαν σοι καὶ κοινὴν πεποιημένος τὴν ἐπίνευσιν· σοῦ δὲ τὸ λοιπὸν μηδὲν προσθέντος, μήτε ὅτι παραγενέσθαι δέοι, ἵνα καὶ γλῶττα λέγειν ἔχοι ἅττα ἂν καὶ λέγοι, μήτε εἰς ἐπὶ μέρους καὶ ὡρισμένην ἀξίωσιν τὴν κοινοτέραν καὶ ἀόριστον περιενεγκόντος, μηδὲ σαφῶς δεδηλωκότος τίνων ἐστί σοι χρεία βιβλίων καὶ ποίας τῶν ῥητορικῶν τεχνῶν πραγματείας καὶ τίνος τεχνογράφου, πῶς ἂν δυναίμην ἐγὼ ἢ τῆς φωνῆς τὴν ἀπήχησιν τοσούτῳ διεστηκότων διαστήματι μέχρι τῶν σῶν ὤτων παρατείνειν (εἰ μή με καὶ Στεντορείους μύθους ὅτι μὴ μακρῷ φθεγγόμενος ἀποκρύπτω πάλιν αἰτιάσῃ) ἢ βιβλίων πλῆθος ἀόριστον ὧδε κἀκεῖσε διερευνᾶσθαι, εἶτα μάτην διαπέμπειν; ἡ γὰρ ἄγνοια τοῦ ζητουμένου τῆς τέχνης ἁπάσης καὶ τῶν περὶ αὐτὴν τὰς βίβλους εἰς ἀνάγκην ἂν ἀπῆγε συναγείρειν.
Ἀλλ’ εἰ μὲν ἐν τούτοις ἔσχε τὰς γονὰς ἡ ἀχθηδών, οὐδέν, ὦ βέλτιστε, πρὸς ἡμᾶς· εἰ δ’ ἄλλο τί ἐστιν, σὺ δέ μοι σύγγνωθι καὶ χρόνῳ μακρῷ καὶ νόσῳ πικρᾷ τὸ κρατεῖν λαβούσης λήθης ἡττηθέντι. ἀλλά μοι ἔρρωσο τὴν ψυχὴν σὺν τῷ σώματι, καὶ μήτε ῥᾳδίως οὕτω σκιὰς ἀχθηδόνων αὐτὸς διεκπέμπων ταύτας ὑπότρεχε μήτε ζήτει παρ’ ἄλλου λύπης ἐξευρεῖν ἀπαλλαγήν, ἧς οὐκ ἔστιν τὴν γένεσιν εὑρεῖν οὐδαμοῦ ἀλλ’ ἢ παρὰ τὰς σὰς τῆς ὑπονοίας οὐ γνησίους, οἶμαι, γονάς. ἔρρωσο.
Ἀρσενίῳ μονάζοντι καὶ ἡσυχαστῇ μετὰ τὸ ἀποσταλῆναι πρὸς αὐτὸν τοὺς ἐκ Βουλγαρίας ζητοῦντας μονάσαι Εἰ βλέπων ἐγώ, καὶ τότε ὀφθαλμοῖς τοῦ πάλαι βλέποντος—τοῦτο γάρ με τὸ σὸν ἀνύμνησε γράμμα, καὶ χάριν ἔδωκεν ἐν καιρῷ, ὃ οὐκ ἂν ἄλλως ἡδέως οὐδ’ ἁπλῶς ἐδεξάμην, μὴ λάθω διδοὺς ἔλεγχον τῆς ἐμαυτοῦ ἀγνοίας—ἀλλ’ εἰ μὲν βλέπων ὁπωσοῦν ἐγώ, πῶς τυφλὸν ὁδηγὸν τοῖς πρὸς τὸ φῶς τῆς ἀληθείας ἐθέμην ἐπειγομένοις; οὐ γὰρ οὐ βλέποντος τοῦτο μόνον (πολλοῦ γε καὶ δεῖ), ἀλλὰ καί, τὸ χαλεπώτατον, τυφλοῦντος ἑτέρους βλέπειν ἑλομένους, καὶ διαπλανῶντος μακρᾷ τρίβῳ τῆς εὐθείας τοὺς ὅλῳ ποδὶ μετιέναι ταύτην ἐκζητοῦντας. εἰ τοίνυν μὴ παντελῶς ὁ ὕμνος ὄνειρος καὶ δῶρον σκηνῆς, βλέποντι παρεθέμην ἐγὼ τοὺς χειραγωγίας δεομένους· καὶ κρίσεως ἦν ἀδεκάστου ψῆφος καὶ γνώμης εὐθύτης, ἀλλ’ οὐ στοργῆς τὴν δίκην διαγελώσης οὐδὲ σπλάγχνων τῷ φίλτρῳ τῶν τέκνων εἰς παράλογον προσπάθειαν διαχεομένων τὸ τῇ σῇ τελειότητι τοὺς ἄνδρας παραπέμψαι.
Οὐκοῦν ἐρρέτω τὸ παρ’ ἀξίαν καὶ τὸ θαῦμα φυγὸν τὸ θαῦμα γινέσθω τῶν συνήθων, τὴν ἐν πράξεσι πρέπουσαν μεθαρμοζόμενον ἀκολουθίαν· καὶ ἡμεῖς οὐδὲν τῇ σῇ κεχαρίσμεθα μακαριότητι, μὴ ὅτι τῶν εἰς ἔκπληξιν ἀγόντων, ἀλλ’ οὐδὲ τῶν ἐπὶ τὸ μέτριον διαβαινόντων· χάριν δὲ μᾶλλον τὴν ὅτι μάλιστα ἀπειλήφαμεν, ἐν οἷς ἔσχομεν ἀδελφοὺς ἄρτι τῆς ἐν βίῳ ζάλης ὑποχωροῦντας ἡσυχίας καὶ φιλοσόφου ζωῆς διὰ σοῦ λιμένι ἐγκαθορμίσαι.
Ἡμᾶς δὲ νόσος ἔσχεν (εἴ γε χρὴ ταύτην νόσον καλεῖν, ἀλλὰ μὴ θανάτου πρόθυρα) ὀξεῖα καὶ ἀπροσδόκητος· ἀλλὰ ταῖς ὑμῶν εὐχαῖς τῆς σφοδρᾶς ἀνῆκεν ἐπιθέσεως, θεοῦ πάλιν ἄνωθεν ἡμῖν τὴν ζωὴν ἐπὶ μετανοίᾳ ἴσως (ὃ καὶ γένοιτο) κατανεύσαντος· καὶ λοιπὸν ἤδη ζῶμεν, εἰ καὶ τὰ λείψανα τοῦ πάθους ἔτι παραλυπεῖ τὸ σωμάτιον.
Νικηφόρῳ φιλοσόφῳ μοναχῷ Ἀμηχανοῦντί μοι καὶ ἀπορουμένῳ καὶ ἀσχάλλοντι περὶ τῶν κατ’ ἐμαυτόν (ἐμὰ γὰρ τὰ τοῦ ἐμοῦ αἵματος, κἂν μὴ θέλω, καὶ ὅσα πάθη συνέχει τοὺς φίλους), παραμυθίου ἧκεν εἶδος καινόν, ἐκ συμφορῶν πολυτρόπων ἠρτημένον φίλου. ἐλθὲ δὴ οὖν, ὥσπερ ᾔτησας, ἐλθὲ τὴν ταχίστην, ἐν μέρει μὲν ἴσως (σὺν θεῷ δὲ φάναι) τὴν ἀπαλλαγὴν εὑρήσων τῶν παραλυπούντων, ἐν μέρει δὲ καὶ ἡμᾶς τῇ φίλῃ παρουσίᾳ τῆς πολυωδύνου κουφίζων ἀθυμίας.
Τῷ αὐτῷ Ὁ μὲν χειμὼν ἐγεγόνει, καὶ τὴν χειμέριον ὥραν, ὥσπερ ἐπίτηδες τὰς σὰς προαναστέλλων τῆς βραδυτῆτος αἰτίας, ἀὴρ εὔδιος ὑπεδέχετο· καὶ χειμὼν πάλιν καθ’ ἡμῶν πολλὰς νιφάδας λογισμῶν ἀφιεὶς κατερρήγνυτο. ‘τί δὲ γέγονε; μή τι τῶν ἀδοκήτων ἀπήντησε; μή τι συνέβη τῶν κωλυμάτων; ἆρα δὲ θερμὴν οὕτω πρὸς τὴν ἄνοδον ὁρμὴν ἄνευ μεγάλης ἀνάγκης ἐνῆν ἡσυχάσαι;’ τοιαύταις ἡμεῖς ὑπὸ τῆς εὐδίας ἐκλυδωνιζόμεθα φροντίσιν· ὁ γὰρ τρόπος, οὐκ οἶδ’ ὅθεν ἡμῖν παρακύψας—τάχα δ’ ἐκ τῆς ποιητικῆς ἐντρεχείας· συνεφεῖλκεν γὰρ αὑτῷ καὶ στίχους τῆς ἐκεῖθεν πεποιημένους ἀδείας, ὥσπερ ἐπιγαυρούμενος τῷ γένει καὶ ἐπιδεικνὺς ἡμῖν τὸ αὐτόνομον—ἀλλ’ οὖν οὗτος οὔπω τοῖς ἀγροικότερον ἴσως ἡμῖν πρὸς τὰ τοιαῦτα βιοῦσιν οὐδαμῶς παρρησίαν ἔσχεν ἐπεισιέναι, σχῆμα προφάσεως ὑποτρέχων μᾶλλον ἢ αἰτίαν ἔχων (πόθεν;) ἐμφανίζειν. καὶ οὔπω λέγω ὡς, εἰ μὲν ὁ χειμὼν ἀπεῖργε, περιττὸν ὁ τρόπος, εἰ δ’ ὁ τῆς ἀνόδου τρόπος, οὐκ οἶδ’ ὅπως ἀγνοούμενος, ἐπεῖχε, παρέλκουσα πρόφασις ἡ τοῦ χειμῶνος βία, οὐδ’ ὅτι μετὰ πολλὰς ἡμέρας καὶ περίοδον οὕτω μακρᾶς προθεσμίας ἡ τοῦ τρόπου μάθησις νῦν ἐπιζητεῖται.
Ἐῶ μὲν οὖν, ὥσπερ ἔφην, ταῦτα· ἀλλὰ γὰρ ὁ μὲν χειμὼν ἠρέμει, καὶ γαληνὸν μειδίαμα τὴν ἡμέραν διεγέλα· παρὼν δ’ ὁ φίλος οὐδαμοῦ σκυθρωπὸν αὐτῆς καὶ στυγνὸν τὸ πρόσωπον ὑπεδείκνυ. πλὴν εἰ καὶ σκηνῆς προέκυπτεν ἡ ἀπολογία καὶ ὁ καλὸς τρόπος συγχορευτὴν ἑαυτὸν ὑπέβαλε τοῦ χειμῶνος, ἀλλ’ ἡμῖν γε καὶ οὕτω χαρὰν ἐπέστησαν θεατρίσαι· παντὸς γὰρ ἄλλου παραλυποῦντος καὶ κωλύειν ὡς ἀληθῶς τὴν ἄφιξιν δυναμένου τῇ καθ’ ἑαυτῶν μεταστάσει τῆς αἰτίας ἀπαλλαγὴν ἐμήνυε καὶ ἐλευθερίαν· χαρὰν μέντοι γε καθαρὰν ἐδίδου χαίρειν, ἐκ τοῦ γράμματος μαθοῦσι τὸ ῥᾷόν σε τῶν νοσημάτων ἔχειν. καὶ εἴης ἡμῖν μετὰ τοῦ μηδὲν ἔτι τοιοῦτον διαμαρτάνειν εἰς τὸ τέλειον ἀπηλλαγμένος.
Κωνσταντίνῳ νοταρίῳ Βραδὺς μὲν ἦσθα πρὸς μνήμην τῶν ἐπεσταλμένων, βραδύτερος δὲ πρὸς πρᾶξιν τῶν ἐπηγγελμένων. τῇ μὲν οὖν περὶ τὰς ἐντολὰς λήθῃ ἔστι τι καὶ συγγνώμης· τὸ δὲ μηδέν σε τῶν ὑπεσχημένων ἐκτελέσαι, ἂν μὴ προπετείας ἦν ἡ ὑπόσχεσις δῶρον, μόνης ἐστὶν ἀμελείας.
Νικήτᾳ πρωτοσπαθαρίῳ καὶ ἐπὶ τοῦ ἰδικοῦ ὑπὲρ τῶν μητροπολιτῶν τοῦ Κυζίκου καὶ τοῦ Λαοδικείας Κυζίκου καὶ τοῦ Λαοδικείας Οἶδα μὲν τὴν φιλόθεόν σου ψυχὴν αὐτοπαράκλητον οὖσαν πρὸς τὸ ἀγαθὸν καὶ συμπάσχουσαν ἐμφύτῳ διαθέσει τοῖς ὑπὲρ Χριστοῦ τὰ ἔσχατα πάσχουσι· πλὴν ἐπεὶ καὶ ἡμεῖς ἐγκαυχᾶσθαί σου ταῖς ἀρεταῖς ποιούμεθα μέγα καὶ συναλγεῖν τοῖς μέλεσιν ἡμῶν καὶ ἀδελφοῖς χρέος ἀπαραίτητον ὁρῶμεν, διὰ ταῦτα τὴν διάνοιαν πρὸ τῶν λόγων, καὶ πρὸ τῆς χειρὸς τοὺς λόγους, καὶ σὺν αὐτοῖς τὴν χεῖρα πρὸς ἱκεσίαν κινοῦμεν. ἀρκεῖ ταῦτα πρὸς σέ, οἶδα, καὶ δυσχεραίνεις ἴσως ὅτι βραδύνω τὴν αἴτησιν καὶ ἀγωνιᾷς τὴν παράκλησιν, καὶ μή που ἄρα τῆς σῆς ἐπιλελήσμεθα τελειότητος, καὶ ὅτι πολλαχοῦ προφθάνων ὤφθης τὴν δέησιν οὐκ ἀναμείνας παραίνεσιν. πείθομαι ταῦτα, ἀλλὰ τὸ περὶ τοὺς συναθλητὰς καὶ συναιχμαλώτους ἄλγημα οὕτω με ποιεῖ διατίθεσθαι καὶ μακρότερον τῆς ἱκεσίας ἐφάπτεσθαι· ἐρῶ δὲ ἤδη.
Οἱ τοῦ θεοῦ τῷ ὄντι ἀρχιερεῖς καὶ ἡμῶν τῶν ταπεινῶν συναρχιερεῖς, χειμῶνι καὶ ἡλίῳ διατηκόμενοι (λογίζου μοι χρόνος ὅσος), ἠναγκάσθησαν ἐξ ἐράνου καὶ χρεῶν βαρυτόκων, εἰ μή τι ἄλλο, ἀλλ’ οὖν ὥσπερ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἑαυτοῖς περινοήσασθαι κατασκηνώσεις καὶ ζωῆς τινος μικρὰν παραμυθίαν. οὐκέτι λέγω πολλά. δεῖξον σεαυτὸν ἀπαράλλακτον σεαυτοῦ, καὶ τὸν ἔνδοθέν σου περὶ τὸ θεῖον πόθον προχεόμενον ἔξω διὰ τῆς εἰς αὐτοὺς συμπαθείας· πράυνον ἡμῶν τὸ πολὺ τοῦ ἄλγους, τὴν αὐτῶν παραμυθούμενος ἀπορίαν· ψυχῆς ἐστιν ἄφεσις καὶ λύτρον τὸ ψυχαῖς ἐπικουρῆσαι διὰ Χριστὸν ταλαιπωρουμέναις.
Τί ἄλλο γράφω; ἢ ὡς τὴν αἴτησιν ἔχων λοιπὸν πληρουμένην, εὐχὴν καὶ εὐχαριστίαν, ἀνθ’ ὧν τά τε ἄλλα μνήμην ἡμῶν ἀγαθὴν ἔχεις καὶ πρὸς τὴν παροῦσαν αἴτησιν ἀπροφάσιστος καὶ θερμὸς (πῶς εἴπω;) γέγονας πληρωτὴς ἢ γίνῃ. εἴη σοι Χριστός, ὁ τοῦ ἐλέους καὶ πάσης παρακλήσεως κύριος, ἐπὶ πάσῃ μὲν δεήσει τὸ οὖς εὐήκοον παρέχων, καὶ τὸν ἄλλον δὲ βίον παντοδαποῖς ἀγαθοῖς συναύξων, τῆς ἀδιαδόχου καὶ μακαρίας ἐκείνης μέτοχον ἀναδεικνὺς βασιλείας.
Θεοφάνει διακόνῳ καὶ πρωτονοταρίῳ αἰτησαμένῳ ὡς δῆθεν ἐξ ἑαυτοῦ λύσιν ἀποριῶν, ἐκ βασιλικοῦ δὲ τῇ ἀληθείᾳ προστάγματος τὴν ἀξίωσιν πεποιηκότι Ἄνθρωπε τοῦ θεοῦ, τί παθών, τί δὲ διανοηθείς, μετὰ τοσοῦτον χρόνον μακρόν, μετὰ λήθην ἡμῶν οὕτω βαθεῖαν, μετὰ φοβερὰν καὶ ἀνιστόρητον ὑπὸ τῶν ποτὲ φιλούντων ἀμνηστίαν, μετὰ τοσούτων πεῖραν δυσχερῶν, μετὰ τηλικαύτην ἐκ καταδίκης (οὐ λέγω ποίας) σιγήν, ἐκεῖνα προτείνειν ἔγνως ἃ τοῖς ἐνευημεροῦσι τῷ παρόντι βίῳ καὶ φιλοσοφοῦσιν ἀκμαιότερον πολυπραγμονεῖσθαι εἴωθεν; ἡμεῖς δέ, καὶ αὐτῆς ἡμῶν τῆς ζωῆς πάλαι τοῖς κακοῖς ἐναπομαρανθείσης, τὸ πλέον τεθνήκαμεν, καὶ νῦν οἷά τις εἰκὼν ἀμυδρὰ καὶ μικροῦ μηδ’ ἐπιγινωσκομένη τῆς παλαιᾶς ἐκείνης ἀγωγῆς καὶ φιλομαθίας τῷ ταλαιπώρῳ τούτῳ σαρκίῳ (ὢ μέχρι τίνος φιλοζωήσεις;) περιπλανώμεθα. ἓν μόνον ἡμῖν φιλοσοφεῖται, ὁ θάνατος, κἀκεῖνος παραλυπῶν ὅτι βραδύνει καὶ οὐκ ἀπάγει θᾶττον τῶν θλίψεων αἷς ἀδιαλείπτως, οὐκ ἐνδιδόντων τῶν ἐπιτιθεμένων, συνεχόμεθα.
πλὴν εἰ γέγονέν ποθεν φίλον (ὡς οὐκ οἶδ’ ἀνθ’ ὅτου) οἷς ἀκμάζει μὲν τὰ τῆς εὐδαιμονίας, ῥητόρων δ’ ἀγέλαι χαίρουσιν ὑπηρετεῖν τῇ γλώττῃ, καὶ τῆς ἐκ τάφων φωνῆς ἐπακοῦσαι, φθέγξεται μὲν τὸ ἐμὸν εἴδωλον—οὕτω γὰρ εἰπεῖν τοῖς παροῦσιν οἰκειότερον· τάχα γὰρ καὶ γραφὴ τὴν σιγὴν ἐνεδρεύει καὶ ζητεῖ πρόφασιν ἄλλης τραγῳδίας—, εἰ δὲ καὶ λοχᾷ τοὺς λόγους, πάλαι τῶν λοχώντων πεπειράμεθα. διὸ φθέγξεται μᾶλλον ἢ σιωπήσει, φθέγξεται δὲ βραχέα καὶ ταπεινὰ καὶ οἷα εἰκὸς τοῖς οὕτω διακειμένοις ἀποκρίνεσθαι.
Ἐν μὲν οὖν τῷ ‘ἐσοφίσατο Σολομὼν ὑπὲρ πάντας ἀνθρώπους, καὶ ὑπὲρ Γαιθὰν τὸν Ἰσραηλίτην’ καὶ ἑξῆς, πρῶτον μὲν ἐκεῖνό φαμεν, ὡς οὐκ Ἰσραηλίτην εὕρομέν που γεγραμμένον, ὡς αὐτοὶ τὸ ῥῆμα παρέθεσθε (εἰ μήπω καὶ αὐτὴν ἡμῶν τὴν μνήμην προσαφείλαντο αἱ θλίψεις), ἀλλ’ ἀντὶ τοῦ Ἰσραηλίτην Ζαραΐτην ἀνέγνωμεν. Ἰσραηλῖται μὲν γὰρ τὸ Ἰουδαίων ἅπαν φῦλον καὶ κοινὴν ἕλκει τὴν κλῆσιν τὸ ἔθνος· κοινότητι δὲ χαρακτηρίζειν τινάς, εἰς ἣν ἅπαντας συναναφέρει τὸ γένος, οὐκ ἔστιν δικαίαν λαβὴν ἐκφυγεῖν. ἀλλὰ τοῦτο μὲν ὀρθῶς ἂν εἴη ἔχον, εἰ ἀντὶ τοῦ Ἰσραηλίτης Ζαραΐτης μεταληφθείη· τὸν δὲ Αἰθὰν ἔνια τῶν ἀντιγράφων Γαιθὰν ὀνομάζει, δυωνύμῳ τάχα κλήσει τὸν αὐτὸν ὑποδηλοῦντα.
Τὸ μέντοι ἑξῆς τοῦ χωρίου καὶ εἰς δύο σχίζεται ἐδάφη καὶ διπλῇ ποικίλλεται θεωρίᾳ. εἰ μὲν γὰρ Αἱμὰν καὶ Χαλκὰδ καὶ Δαρδαλᾶ τὸ ἔδαφος ἀναπτύσσει, παλαιοὺς ἄνδρας ἐπὶ σοφίᾳ γεγενημένους ὑποφαίνει, οἳ κατὰ τὴν Αἴγυπτον προεφήτευσαν οὔπω Μωσέως εἰς αὐγὰς ἡλίου προελθόντος. γονῆς δ’ ἄρα εἶεν οὗτοι τοῦ Ζαρά, ὃς ἐκ τῆς Θάμαρ ἐγεγένητο τῷ Ἰούδᾳ. ἐνῆν δ’ αὐτοῖς μετὰ τῆς προφητείας καὶ τῆς ἄλλης σοφίας καὶ περὶ ποίησιν ᾠδῶν ἡ φύσις λαχοῦσα τὴν εὐκληρίαν, ὡς καί τινας τῶν ψαλμῶν εἰς τὸ ἐκείνων ὄνομα τὴν ἐπιγραφὴν ἀναφέρειν. φησὶν τοιγαροῦν ἡ θεία γραφὴ ὡς οὐ μόνον τῶν ἄλλων ἀνθρώπων, ἀλλὰ καὶ τούτων Σολομὼν ἐκράτει τῇ σοφίᾳ.
Εἰ δὲ κατὰ θάτερον τῶν λογίων εἶδος ἀποκρύψασθαι μὲν λέγοιτο Σολομὼν ἀνθρώπους πάντας, σοφίσασθαι δὲ καὶ ὑπὲρ Αἰθὰν καὶ Αἱμάν, ἐκεῖνο προσῆκεν εἰδέναι ὡς Αἰθάν τε καὶ Αἱμὰν οὐκ ἐν μνήμῃ, καθάπερ οἱ περὶ Χαλκάδ, κατέλιπον τὴν αὑτῶν σῳζομένην δόξαν, ἀλλ’ ὑπὸ τοὺς αὐτοὺς χρόνους, ἐν οἷς καὶ Σολομὼν ἐπὶ σοφίᾳ πάντας κατέπληττε θαύματι, καὶ αὐτοὶ τοῦτο μὲν μεγέθει φύσεως, τοῦτο δὲ σοφίας πλούτῳ τῶν ὁμογενῶν ἁπάντων ὑπερέχοντες ὡρῶντο, καὶ τί ἄλλο ἢ τὴν δόξαν δι’ ὧν ἔφερον τὰ δεύτερα περιφανεστέραν τῷ βασιλεῖ ἀνεκήρυττόν τε καὶ τοῖς πέρασι περιηχεῖν κράτος ἦσαν ἄμαχον ἐμπεριειληφότες. ψαλμῳδοὶ δὲ πρὸς οἷς ἐθαυμάζοντο τοῖς ἄλλοις ἐχρημάτιζον καὶ οὗτοι, διὰ κινύρας καὶ νάβλας καὶ κυμβάλων τὰ τοῦ θεοῦ θαυμάσια μελῳδοῦντες. ἦν δὲ τῷ μὲν Αἰθὰμ πρόγονος, οἶμαι, ὁ Μεραρί, ὃς εἰς ἀρίθμησιν τῶν παίδων τοῦ Λευὶ τρίτην ἀνεπλήρου τάξιν· ὁ δὲ Αἱμὰν παῖς μὲν ἦν Ἰωήλ, υἱιδοῦς δὲ τοῦ προφήτου Σαμουήλ, ὃν τὰ λόγια εἰς τὴν Κορὲ συνάπτει συγγένειαν· ἀνεψιαδοῖ δὲ Μωσέως τοῦ νομοθέτου οἱ περὶ Κορέ, ὥστε καὶ τῷ Αἱμὰν ἐκεῖθεν ἡ σωματικὴ ἀπορροὴ τοῦ γένους. ἀλλὰ περὶ μὲν τοῦ πρώτου ζητήματος ταῦτα.
Τὸν δὲ Δαυὶδ ἅπαξ ἴσμεν χρισθέντα, δεύτερον δὲ ἀναγορευθέντα εἰς βασιλέα· καὶ χρισθέντα μὲν ὑπὸ Σαμουὴλ τοῦ προφήτου, ἀναρρηθέντα δὲ πρότερον μὲν ψήφῳ τῆς Ἰούδα φυλῆς ἐν Χεβρών, ἑπτὰ δὲ μεταγενέστερον ἐτῶν παρὰ τῶν ὑπολοίπων φυλῶν, τὴν φθάσασαν κρίσιν συμφώνοις γνώμαις ἐπικροτησάντων· κοινότερον δὲ τὰ λόγια καὶ τὴν προτέραν καὶ τὴν ὑστέραν ὑπὸ τοῦ πλήθους ἀνάρρησιν χρῖσιν ὀνομάζει. βασίλειον μέντοι στέφανον φαίνεται περιθέμενος Δαυίδ, ὅσα γε ἐμὲ μεμνῆσθαι, ἡνίκα προπολεμήσαντος Ἰωὰβ ἐν Ῥεβὰθ τῶν υἱῶν Ἀμμὼν τὴν βασιλίδα πόλιν ἐγγύς τε ἐγκαταστήσαντος τοῦ ἁλῶναι, ἐπιστὰς ὁ βασιλεὺς τέλος ἐπέθηκε τῇ πολιορκίᾳ· τότε γὰρ λάφυρον ἔχων τὸν στέφανον τοῦ Μελχώλ (ἐβασίλευσε δὲ καὶ αὐτὸς τῶν ἑαλωκότων), ἅτε δὴ κατ’ αὐτοῦ τε καὶ παντὸς τοῦ πλήθους ἀδήριτον καὶ λαμπρὰν αὑτῷ περιπεποιημένος τὴν νίκην, τῇ ἰδίᾳ περιῆψεν κεφαλῇ, λίθῳ μὲν τιμίῳ περιηνθισμένον, ἕλκοντα δὲ σταθμὸν εἰς τάλαντον χρυσίου.
Τὴν δὲ κωλέαν ἡ τοῦ Ἀκύλου ἔκδοσις κνήμην ἀναγράφει· εἴη δ’ ἂν ἀκριβέστερον εἰπεῖν σκέλος, ὅπερ καὶ δυσὶν ἑτέροις ὀνόμασι δηλοῦται, λέγω δὴ ὁ μετὰ μηρὸν κωλὴν καὶ τὸ μετὰ τὸν μηρὸν ἀκροκώλιον. τὸ γὰρ τῆς κνήμης ὄνομα διαφόροις πράγμασιν ἐπιπλανᾶται· εἰώθασι γὰρ καλεῖν κνήμην καὶ τὸ ἔμπροσθεν μὲν τοῦ σκέλους εἰς μῦν ἐπηρμένον, ὥσπερ τὸ ὄπισθεν ἀντικνήμιον· καὶ αὐτὸ δὲ τοῦτο τὸ συγκείμενον ἔκ τε τοῦ προκνημίου καὶ τῆς παρακνημίδος ἅμα τῆς ἐπαλειφούσης αὐτὰ σαρκὸς καὶ τῆς δερματίδος ἡ παλαιὰ τῆς Ἑλλάδος γλῶττα κνήμην ὀνομάζει. παρέθηκεν δ’ οὖν ὁ Σαμουὴλ τὴν κωλέαν ἐνώπιον τοῦ Σαούλ, τιμὴν αὐτῷ τῶν ἄλλων προαπονέμων, σύμβολον δὲ τὴν τιμὴν ἐξοσιούμενος τῆς βασιλείας καὶ τοῦ δεῖν αὐτὸν ὑπὲρ τοῦ λαοῦ πάντας ὑφίστασθαι πόνους καὶ προκινδυνεύειν· διὸ καὶ ἐπήγαγεν ‘φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι’. τὸ δ’ ἐφεξῆς ἔνια μὲν τῶν παλαιῶν γραμμάτων ‘παρὰ τοῦ λαοῦ’, ἔνια δὲ ‘παρὰ τοὺς ἄλλους’ ὑπαγορεύει. ἀλλ’ εἰ μὲν εἴη ‘παρὰ τοῦ λαοῦ’, ἀντὶ τοῦ ‘ἐνώπιον τοῦ λαοῦ τὸ διαμαρτύριόν σοι προσενήνοχα’ σημαίνει· εἰ δὲ ‘παρὰ τοὺς ἄλλους’, ἀντὶ τοῦ ‘ἐξαίρετόν σοι παρὰ τοὺς ἄλλους προκρίτῳ μερίδι τὴν τιμὴν ἀνῆψα’.
εἴη δ’ ἂν τὰ μέλη ταῦτα τοῦ σώματος καὶ εἰκόνα φέροντα τῆς βασιλείας· ὥσπερ γὰρ ταῦτα τῷ σώματι τοῦ ζῴου, βραχύτερα πολλῶν μελῶν ὄντα, ὅμως ὑπεστήρικται καὶ ἀναβαστάζει τὸν ὅλον τοῦ συγκρίματος ὄγκον, οὕτω καὶ ἡ βασιλικὴ στερρότης, καίτοι ἐφ’ ἑνὶ ἀνδρὶ συστελλομένη καὶ σαλεύουσα, σύμπαν τὸ σῶμα τῆς πολιτείας ἀνέχει τε καὶ ὑπερείδει καὶ οὐκ ἐᾷ εἰς αὑτὴν καταπεσεῖν τε καὶ περιθραυσθῆναι.
Ἀλλὰ ταῦτα μὲν ἴσως καὶ φωνῆς εἰδώλου περιεργότερον· σὺ δὲ ψυχὴν καὶ σώματι ἔρρωσο, καὶ μηκέτι τοῖς ἐν ᾅδου τὰ τοιαῦτα πρότεινε, ἀλλ’ ἐκείνοις οἷς τὰ κατὰ τὸν βίον εὐροεῖ καὶ ὁ νοῦς καὶ οἱ λόγοι καὶ αἱ χεῖρες οὐ παρείθησαν.
Νικηφόρῳ φιλοσόφῳ μονάζοντι Δειλὸς μὲν εἰς τὴν φιλίαν, δειλότερος δὲ περὶ τὴν ἡμετέραν διάθεσιν. ἀλλ’ ὅρα ἡμᾶς εἰς ὅσον σοι τεθαρρήκαμεν, ὅτι καὶ δειλιῶντος οὐ φειδόμεθα, ἀλλ’ ἑτέρας πάλιν δειλίας ἴσως καταβαλλόμεθα σπέρματα, τὸ δειλὸν ἐπιτιμῶντες καὶ ἐξονειδίζοντες. ἀλλ’ ἀνδρίζου καὶ ἔρρωσο, καὶ γίνωσκε ἡμᾶς οὐχ οἵους νομίζεις, ἀλλ’ (ἐπεὶ ὁ παρὼν καιρὸς οὐκ ἀποχρῶν ἐστί σοι πρὸς βεβαίωσιν) οἵους ὁ προσήκων (σὺν θεῷ δὲ φάναι) δείξει, τὴν σὴν δειλίαν ἔργοις ἐλέγχοντας.
Τὸ δὲ εἰς τὴν μάρτυρα τῆς ὑμῶν εὐφυΐας φιλοπόνημα κατὰ τὴν σὴν ἀξίωσιν ἐπελθόντες, τῆς μὲν Ἀσιανῆς σπορᾶς (ὡς ἄν τις εἴποι μηδὲ τῷ Μουσῶν ὀνόματι χρώμενος, ἅμα δὲ καὶ ἀσιανίζων) γνησίαν γονὴν κατειλήφαμεν· σφαλμάτων δὲ οὐδέν, πλὴν εἴ πού τι περὶ σύνταξιν, καὶ τοῦτο σπάνιον, ἐπεσημηνάμεθα. εἰ δέ τι πρὸς τὴν ἄλλην καλλονὴν τῶν ῥημάτων, καλὸν ὄν, ὅμως ὑστερεῖν ἐδόκει, καὶ τοῦτο πρὸς τὴν συγγενῆ μορφὴν τὸ ὅλον τοῦ λόγου κάλλος μεθηρμόσατο.
Τῷ αὐτῷ Ὡς μὲν οὐκ ἔχεις ἐξαρνεῖσθαι τὴν δειλίαν, οὐδ’ ἂν ἀρνηθείης, καὶ πρὸ ταύτης σου τῆς γλυκείας ἐπιστολῆς σαφῶς ἐπεπείσμην· τοῦ πάθους γὰρ τὸ περιφανὲς οὐδὲ λαθεῖν δυνηθῆναι συγχωρεῖ βουληθέντι. ὅπως δέ σε τὸ περὶ τὴν φιλίαν δειλὸν ἅμα μὲν εἰς δυστυχημάτων κλῆρον, ἅμα δὲ εἰς ἁγίων μίμησιν ἀναφέρει, τοῦτο συμβαλεῖν οὐκέτι δυνατὸς ἐγενόμην. ‘οἴμοι, δυστυχὴς ἐγώ· διὸ καὶ περὶ φιλίαν δειλός· ἀλλὰ καὶ τῶν ἁγίων σύμπας ὁ χορὸς ἐδειλία.’ ἆρ’ οὐ γλυκεῖα ταῦτα καὶ ἡδονῆς στάζει, καὶ οὐδενὸς ὅσα πέφυκε τῷ ἀνακολούθῳ τέρπειν εἰς χάριν ἐλάττω; εἰ μὲν γὰρ δυστυχεῖς, πόθεν σοι τῶν ἁγίων ἡ μίμησις; εἰ δ’ ἐφ’ οἷς δειλιᾷς καὶ τρέμεις ἁγίων σε χορὸς ἔχει, ποῦ σου τὰ ἐν ἔθει δυστυχήματα; καὶ εἰ τοῦτο δυστυχήματος, τί ἂν εἴη τὸ εὐτύχημα; Παῦλος, φησίν, ὁ πτηνὸς καὶ μετάρσιος ἄνθρωπος, Πέτρος, ἐφ’ ᾧ τὰ τῆς πίστεως κεῖται θεμέλια, τῶν ἄλλων ἁπάντων ἁγίων ἡ πληθὺς παράδειγμά μοι τῆς δειλίας καθεστήκασιν. ἀλλὰ φεῦ τῶν ἐμῶν κακῶν· τοσούτους ἔχων εἰκονίζειν εἰς ὅσον δυστυχῶ· διὰ τοῦτο γὰρ καὶ περὶ ὧν οὐκ ἴσασιν ἄλλοι τὴν δειλίαν ἐγὼ δειλιῶ.
Ἆρ’ εἴ τις γρίφους ἢ τὰ Σφιγγὸς αἰνίγματα βίον εἶχεν ἐκμιμεῖσθαι, ἄμεινον ἂν ἢ ὁ ταῦτα λέγων ἀπηλλάγη τῆς ἐπιδείξεως; Παῦλον, ὦ βέλτιστε, καὶ τοὺς κατ’ αὐτὸν ὁ ἱερὸς φόβος, ὃς ἀρετῆς ἁπάσης, ὡς καὶ σὺ γράφεις, κρηπὶς ὑπεβέβλητο, εἰς τοὺς ἀμαραντίνους ἀπάγει στεφάνους· σὺ δέ (οὐκ οἶδα δὲ ὅπως), ὡς μὲν Παῦλος φοβῇ, ὡς δὲ Ὀδυσσεὺς ἢ εἴ τις ἄλλος δυστυχέστερος εἰς τὰ συνήθη δυστυχήματα τὸν φόβον ἀνάπτεις, καὶ δέον μὲν μὴ παράδειγμα νομίζειν τὸν θεῖον Παῦλον τῆς τοιαύτης διδασκαλίας, νομίζεις, δέον δέ, εἴπερ ἐκείνου μιμητὴς ἦσθα, χαίρειν καὶ πρὸς τοὺς στεφάνους ἐπιστρέφεσθαι, θρηνεῖς καὶ ὀδύρῃ τὴν δυστυχίαν. δειλία σε στροβεῖ προσλαβοῦσα; τί σοι καὶ Παύλῳ κοινόν; μέμφου σεαυτόν· ἔκστηθι τοῦ πάθους. ἀλλὰ Παῦλός σοι διδάσκαλος ταύτης; χαῖρε τῇ μιμήσει τῶν ἄθλων, εὐφραίνου, ἀλλὰ μὴ ἀκκιζόμενος καὶ ὑποκορίζων τὴν δυστυχίαν φύρῃς πάντα καὶ συγχέῃς, καὶ τῇ τῶν ῥημάτων κοινωνίᾳ τὰ πλεῖστον ἀλλήλων διεστῶτα εἰς τὴν αὐτὴν φύσιν βιάζῃ συνάπτειν, ὡς ἂν καλλωπίζοιτό σου καὶ εὐπρόσωπος ἡ δειλία δόξῃ. τί γὰρ ἔχει κοινὸν φόβος ἔνθεος καὶ δειλία ὑβρίζουσα εἰς φιλίαν, ἢ δυστυχημάτων ὄγκος καὶ λόγος κατορθωμάτων;
Ναί, φησίν, ἀλλὰ Παῦλος βοᾷ· ‘φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.’ καὶ τί τοῦτο; χωρίς, φασίν, τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα· οὐδὲ γὰρ οὐδὲ περὶ τὰς δεσποτικὰς ὑποσχέσεις, ὥσπερ ὁ ἡμέτερος, Παῦλος (ἄπαγε) δειλιῶν ἐφοβεῖτο οὐδ’ ἀγωνιῶν τὴν φιλίαν, οὐδ’ εὐλαβούμενος μή τις αὐτοῦ τὸν ὑπέρτιμον μάργαρον ἐκ πειρατικῆς τριβῆς καὶ μελέτης ἀφαρπάσας ἔρημον παντὸς ἀφήσῃ, τὰ σοφὰ ταῦτα καὶ σεμνὰ τῆς δειλίας προσχήματα. ἐν οὐδενὶ τούτων ἐκεῖνος ἐδεδίει, τοὐναντίον δὲ πεποιθὼς μὲν ἦν καὶ θαρρῶν, εἴ τις πώποτε, περὶ τὰς θαυμασίους ἐκείνας ἐπαγγελίας, βέβαιος δ’ ἦν ὅλος καὶ ἀδόνητος τὴν δεσποτικὴν φιλίαν, κοινὸν δ’ ἐβούλετο τὸ ἀγαθὸν πᾶσιν προκεῖσθαι. Ἰουδαίους πρὸς κοινωνίαν τοῦ θησαυρίσματος συνεκάλει, Ἕλληνας ἐκάλει, βαρβάρους ἅπαντας, ἄρχοντας, ἀρχομένους, εἰ βούλει δὲ καὶ λῃστὰς καὶ πειρατὰς καὶ πᾶσαν ἁπλῶς τὴν ἀνθρωπίνην συνήγειρε φύσιν εἰς ἀπόλαυσιν τοῦ μαργαρίτου· καὶ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ καὶ σπεύδων καὶ τρέχων καὶ πάντα πάσχων, ἵνα πάντως τινὰ τοῦ ἐκεῖθεν κάλλους καὶ τῆς θέας ἀξιώσῃ. διὸ καὶ σφόδρα θαρρῶν ἔλεγεν· ‘τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.’ Ἀλλ’ ἐν μὲν τούτοις τοιοῦτος ἦν, ἀπτόητος καὶ στερρός· ἐφοβεῖτο δὲ τί;
μή τι αὐτὸς ἐλλείπων ὀφθείη τοῦ δέοντος συνεισενεχθῆναι τοῖς ἐπαγγέλμασιν· διὰ τοῦτο γὰρ καὶ ἀγωνιῶν ἔλεγεν· ‘οὕτως τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.’ οὐμενοῦν οὐκ ἐδίσταζε τὴν ὑπόσχεσιν, οὐκ ἠγωνία τὸν πόθον, οὐ τὴν ἁρπαγὴν ἐδειλία τοῦ μαργαρίτου, ἀλλὰ μή τι αὐτὸς ἀνάξιον τούτου διαπράξηται, μή τι ἐνδέον, μή τι σαλευομένης γνώμης ἀκόλουθον. ἄλλος οὗτος δειλίας τρόπος καὶ ἄλλος ὁ περὶ τὰς ἀμοιβάς· ἐκεῖνος ἐπαινετός, οὗτος ψεκτός· ἐκεῖνος σαλευομένων, οὗτος ἡδρασμένων· ἐκεῖνος ἀπάγει τῶν βραβείων, οὗτος συγκατασκευάζει τὰ ἔπαθλα· οὗτος Παύλου, ἐκεῖνος ἡμέτερος.
Ἀλλὰ γὰρ φιλῶ, φησίν, ἵνα μὴ ὡς οὐδεὶς εἴπω πλέον, ὡς εἴ τις ἄλλος· δέδοικα δὲ τοὺς ἐν βίῳ πειρατάς, μή με συλήσωσι τῆς φιλίας ἀπόνασθαι, μὴ τὸν ἐμὸν μαργαρίτην λοχήσωσιν. τί λαλεῖς, ἄνθρωπε; μαργάρους τοὺς φίλους ποιεῖς, οὐκ ἐκ τοῦ βελτίονος, ἵνα τὸ κάλλος θαυμάζῃς καὶ ταῖς μαρμαρυγαῖς τῆς ἐν τῇ φιλίᾳ λαμπρότητος περιαστραπτόμενος χαίρῃς καὶ τρυφᾷς ταῖς ἀμείνοσιν ἐλπίσιν, ἀλλ’ ἵνα ἐξῇ σοι τοῦτο μὲν ὡς περὶ ἀψύχων προδοσίαν πλάττειν καὶ λῃστῶν ἐφόδους καὶ ἁρπαγήν, τοῦτο δὲ ὡς ἂν δυνηθείης τὸν προπηλακισμὸν κρύπτειν τῷ τεχνάσματι καὶ τῷ ἐσχηματισμένῳ τῆς ὕβρεως ἅμα μὲν εὐλαβείας δόξαν θηρᾶσαι, ἅμα δὲ βαθύτερόν τε καὶ πικρότερον τῶν φίλων καθάπτεσθαι; ὅτι καθ’ ὃν τρόπον οὐχ οἱ μάργαροι, λέγω, οὕτως οὐδ’ οἱ φίλοι τῆς δειλίας εἰσί μοι παραίτιοι, ἀλλ’ ὅτι ὁρῶ τὴν περὶ αὐτοὺς ἐξουσίαν καὶ τὸ κράτος τοῦ βουλήματος ὅλον εἰς τοὺς καταποντιστὰς μεταχωρῆσαν καὶ τοὺς λοχῶντας καὶ τὰ ναυάγια.
Ἀλλ’ ὕβρις, ὦ καλὲ καὶ ἀγαθέ, σὺν τέχνῃ προϊοῦσα, λανθάνουσα μὲν τάχα τι καὶ συνοίσει, τῆς ψυχῆς τὸ οἰδαῖνον ἔξω ῥηγνῦσα παρηγοροῦσά τε καὶ διαπραΰνουσα· ἐπειδὰν δὲ κατάφωρος γένηται, εἰς ταὐτὸν ἄτοπα πολλὰ συνάγει, ἦθος βαρύ, ψόγον ἐπαίνους ὑποκρινόμενον, αἰσχύνην ἐφ’ οἷς ὁ κρύπτων οὐκ ἔλαθεν· καὶ παρατρέχω τὰ πλείονα. καίτοι, εἰ μὲν ὑβρίζειν ἔδει, τίς ἡ μηχανὴ τοῦ κρύπτειν; εἰ δὲ λαθεῖν ἐχρῆν, ἄμεινον ἦν μηδὲ τὴν ἀρχὴν εἰς ὕβρεις ἐλθεῖν. ὁ δὲ κρύπτων μὲν ἐν τῷ μαργάρῳ τὴν ὕβριν, λαθεῖν δ’ οὐκ ἔχων τὴν τέχνην, οὐκ οἶδ’ ὅπως ὧν βούλεται οὐ διαπεσεῖται· οὔτε γὰρ ἔλαθεν ὑβρίσας καὶ τὴν σκηνήν (ἵνα μηδὲν εἴπω πλέον) ἐλέγχεται μάτην διαπλώσας.
Βούλει μαργαρίδας τοὺς σοὺς ἐξονομάζειν φίλους; μὴ σαυτὸν δισταγμῷ περιτρέποις, ὡς τὸ λευκὸν τῆς ἀγάπης καὶ λαμπρὸν εἰς τὴν μέλαιναν διαχύσωσιν ἔχθραν, μηδὲ δειλιᾷς τὸ τῆς διαθέσεως ἔντορνον καὶ πανταχόθεν ἴσον καὶ καθαρόν, ὡς εἰς ἀνίσους γωνίας πλαστῆς περιθραυσθήσεται γνώμης. ἀλλὰ δειλιᾷς μὴ ἁρπαγῇ σου τὸ τιμιώτατον; οὐκ ἔστιν ἄψυχος οὐδὲ ἀκίνητος ὁ φίλος τὴν φύσιν· ἐκ τοῦ χείρονος ἡ τοιαύτη χρῆσις τοῦ παραδείγματος· καὶ ὁ τὴν ἁρπαγὴν λέγων δεδιέναι τῆς εἰκόνος ἐπιβουλεύει τὸ χρήσιμον. ἀλλὰ φοβῇ μὴ ἅρπαγμα τοῖς λοχῶσι γένηται; καὶ τί μὴ λέγεις ἁπλῶς ‘ἀλλὰ φοβοῦμαι μὴ αὐτὸς ἀποστὰς ἡμῶν μετὰ τῶν λοχώντων γένηται, μὴ ἐπιλήσεται φιλίας, πόνων, ἄθλων, οὓς διὰ Χριστὸν καὶ τὴν αὐτοῦ ἐκκλησίαν ἠνέγκαμεν’; οὕτως ὁ λέγων καὶ ἀποκαλύπτων τῆς ἀγωνίας τὸ αἴτιον καὶ τὰ ἑαυτοῦ χωρὶς μηχανῆς πράττει καὶ τὸν αἴτιον ῥᾷστα διορθοῦται, καὶ δεικνύει θαρρεῖν ἑαυτὸν οἷς ἐπικαλεῖ· ὁ δὲ σκηνὴν πηγνύς, εἶτα δραματουργῶν ἐν αὐτῇ μετὰ προσωπείου τὸ βλάσφημον, ἀντὶ τοῦ σκηνὴν ἑτέροις προβαλεῖν λαβύρινθον ἑαυτῷ λανθάνει περιτιθείς, ὡς καὶ νῦν ὁρᾷς, <οὗ> οὐκ ἔστιν ἐξελθεῖν, ἀλλ’ ὅθεν ἄν τις προκύψαι πειραθείη, ἀπαντῶσαν ἔχει πανταχόθεν τοῦ λαβυρίνθου τὴν κατασκευήν.
Χωρὶς γὰρ τῶν εἰρημένων, εἰ μὲν καὶ νῦν δειλιᾷς τὴν φιλίαν, τί μὴ ῥίπτεις, ἥ σε διὰ βίου σαλεύουσα παίζει; εἰ δὲ τεθάρρηκας, πῶς ἐκ τοῦ παρόντος καὶ περὶ τῶν μελλόντων οὐ λαμβάνεις τὴν ἀσφάλειαν, ἀλλ’ οἷς μὲν ἔχεις οὐ χαίρεις, ἃ δ’ ὑπονοεῖς ὡς ὑπ’ αὐτῶν κατειλημμένος στένεις; μᾶλλον δ’ ἄν τις ἕτερος αἰτιάσοιτο (οὐ γὰρ ἔγωγε ἂν φαίην) ὡς ἐξ ὧν περὶ τῶν μελλόντων τεθορύβησαι, ἔργῳ, κἂν μὴ λόγῳ, διομολογεῖς ὡς οὐδὲ τὰ παρόντα σοι πέπηγεν.
Ἀλλ’ ἡμεῖς, ὦ φίλος, οἷα λέγομεν ἁπλᾶ καὶ σαφῆ, συνεπισκόπει. οὐκ ἐπιτρέπω μέν σοι προδοῦναι τὸν μαργαρίτην· ἀλλὰ μηδ’ εὐπρόδοτον λογίζου, τοῦτο γὰρ πρὸ ἐκείνου πικροτέρα μᾶλλον καὶ βαθυτέρα προδοσία. μὴ προδῷς τὸν σὸν μαργαρίτην· ἀλλὰ μηδ’ ἀναίσθητον καὶ ἀκίνητον ὑπονόει, μηδὲ τοῖς ἐχθροῖς εἰς ἅλωσιν πρόχειρον. μὴ δειλία τὴν φιλίαν· ὕβρις ἐστὶ πάντως ἢ τοῦ δειλιῶντος ἢ περὶ ὧν δειλαινόμεθα· τὸν μὲν γὰρ μαργαρίτην ἐξαίρει τῆς αἰτίας τὸ ἄψυχον, τὸν ἄνθρωπον δὲ οὐδέν, ἕως ἂν ἄνθρωπος μένῃ καὶ τῆς ἐπ’ ἄμφω ῥοπῆς κύριος. τί ἄλλο· μὴ νόμιζε τοὺς ἁγίους ταύτην τὴν δειλίαν νοσῆσαι· μὴ σύ γε, ὦ βέλτιστε, μηδ’ ἐπὶ ταύτῃ καθαρὸς ἀπιέναι μώμων, μὴ ὅτι γε στεφάνων σὺν αὐτοῖς τεύξεσθαι.
Οὕτως ἡμεῖς σοι προσφερόμεθα· οὕτω καὶ σὲ πρέπον ἡμῖν προσφέρεσθαι. ἐπιτιμηθῆναι δεῖ; καθαρῶς ἐπιτίμησον. οὐδὲν ἀπαιτεῖ; μηδὲ μετὰ τέχνης ἐπίβαλε. ἀφορμὰς δεδώκαμεν δειλίας; ταύτας ἐπίδειξον. οὐκ ἔχεις εἰπεῖν; μηδὲ ἐν ἐχθρῶν προσώπῳ καθ’ ἡμῶν ῥῖπτε τὸν ὄνειδον. καὶ μυρία δ’ ἂν κατόψαιτ’ ἄν τις ἀπὸ τῶν ὑμετέρων γραμμάτων προκύπτοντα· ἀλλ’ ἴσως καὶ ταῦτα πλέον ἢ κατ’ ἐπιστολῆς νόμους. τὸ λοιπόν, ἀνδρίζου τὴν φιλίαν καὶ ἔντεινε καὶ κατευοδοῦ, τοὺς πειρατὰς καὶ λοχῶντας καὶ εἴ τι ἄλλο κακοῦργον γένος εἰς τὴν τῆς αἰσχύνης ἀπωθῶν καὶ βυθίζων θάλασσαν, σαυτὸν δ’ ἐκεῖθεν ἀνάγων, τὸν λαμπρότατόν σου λαμπρῶς περιφέρων μαργαρίτην· κἂν πᾶς ὀφθαλμὸς πρὸς αὐτὸν ἐπιστρέψηται, ἢ ἐποφθαλμιῶν ἢ ἀπολαύων τοῦ κάλλους, ὅλον ἔχειν παρὰ σοὶ κείμενον νόμιζε.
Ταῦτα παίζων ἅμα καὶ σπουδάζων ἔγραψα· παίζων μέν, ἵνα γνῷς ὡς ἔστι καὶ ἡμῖν καταρρητορευομένοις ὑπὸ τῶν σφριγώντων τὴν ῥητορείαν ἀμύνης ἀκμὴ καὶ λόγος λύων σοφίσματα· σπουδάζων δέ, ἵνα μηκέτι δειλὸς ᾖς περὶ ὧν προσῆκεν ἀνδρίζεσθαι· ἡ δὲ παρακαταθήκη (σὺ δὲ πάλιν δειλία) καὶ σῴζεται καὶ σωθήσεται.
Τῷ αὐτῷ Οὔτε σκηνὴν καὶ θέατρον ὑπὸ μάλης φέροντες ἐτερατευσάμεθα, δικαίᾳ δὲ λόγων ἐλευθερίᾳ τῆς ἀληθείας προέστημεν· οὔτε κατὰ φίλων, ἀλλ’ οὐδὲ κατ’ ἐχθρῶν ὡπλισάμεθα, βέλη καὶ τόξα καὶ παρατάξεις καὶ πολεμίους καὶ ἀσπίδας ὀνειρώττοντες, ὥσπερ οἱ πρὸς ἀέρα πυκτεύοντες· ἀλλ’ ὑπὲρ φίλων ἐπαρρησιασάμεθα, εἰ βούλει δὲ καὶ ἵνα ὁ Λάζαρος ἀπαλλαγῇ τοῦ παραλυποῦντος ἕλκους καὶ ἀνώτερος τοῦ διοχλοῦντος γένηται, πᾶσαν κυμάτων ἐπιφορὰν εἰς τὰς τῶν πειρατῶν κεφαλὰς ἐπαναστρέφων, καὶ λοιπὸν ἀδεῶς διαπλέοι τοῦ βίου τὴν θάλασσαν.
Καὶ ὅρα ὡς οὐκ ἐπιβουλεύω τῷ παραδείγματι οὐδὲ περιτρέπω τοῦ κεχρημένου τὸ βούλημα, τὸν πλούσιον ἐπιστένων καὶ τὴν ἄστεκτον δίψαν καὶ τὸ χάσμα καὶ τὸ πῦρ καὶ τὴν βάσανον· οὐ γὰρ ἐκ τοῦ χείρονος, ἀλλ’ εὖ γέ σοι μεταχειριζομένῳ κατὰ τὸ βέλτιον εἴληπται. οἶμαι δ’ ὡς οὐδὲ μάτην ἡ παρρησία καὶ τὸ ἐλεύθερον τῆς γλώττης μοι διεσπούδασται, εἴ γε τὸν φίλτατον ἔχομεν, ὡς καὶ σὺ γράφεις, χαρᾶς ἡμᾶς καὶ εὐφροσύνης πληρῶν, παρωσάμενον μὲν τὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν δειλίαν, ἀνθελόμενον δὲ τὴν συγγενῆ τῶν ἄλλων τρόπων καὶ κατορθωμάτων ἀνδρείαν, καὶ βυθῷ μὲν τοὺς πειρατὰς αὐταῖς μηχαναῖς καὶ τέχναις τῆς σφῶν βδελυρίας ἐπικλύσαντα, αὐτὸν δὲ πάσης τρικυμίας πονηρῶν ὑπερανασχόντα πνευμάτων καὶ ταῖς καλαῖς ἐλπίσιν γεγενημένον μετάρσιον.
Τὰ μέντοι παραδείγματα οὐμενοῦν οὐ κεκακούργηται παρ’ ἡμῶν, ἀλλ’ ἵνα μὴ κακουργῆται, λόγον ἀπείληφεν. τί δὲ λέγω; ἵνα μή τις πηγὴν καὶ ποταμὸν ἐπὶ τῆς ἀκηράτου φύσεως ὑπόδειγμα λαβών (ὃ καὶ τὸ σὸν ἀνέχειν ὑπείληφας παρολίσθημα), ἔπειτα τὸ μὴ διαρρυῆναι αὐτῷ τὸ σέβας δειλιᾷ, μηδ’ ὡς ὑφ’ ἑτέρων παροχετευόμενον κατοδύρηται μηδ’ ἔχοι φόβον ὡς τοῖς ἐνεδρεύουσί ποτε δοίη κροτῆσαι τὴν ἅλωσιν, ἢ τοὺς λοχῶντας περιόψεται ἀποστερεῖν ἐπιχειροῦντας τοὺς ἐραστὰς αὐτοῦ τῆς δικαίας ἀπολαύσεως. οὕτως ἡμεῖς πρεσβυτικῶς τε καὶ φιλαλήθως, ἀλλ’ οὐκ ἐπιδεικτικῶς οὐδὲ κατὰ νεανίσκους περὶ ὧν ἐχρῆν διεξήλθομεν. διόπερ οὐδὲ τὴν φιλίαν ῥῖψαι προὐτρέψαμεν (μή μοι γένοιτο· μὴ οὕτω τῆς πολλῆς ἡμῶν ἁπλότητος τὸ δεινὸν τῆς ῥητορείας κατεντρυφάτω), ἀλλ’ ἥτις ἐστὶ τοὺς φίλους παίζουσα, ἥτις σαλεύουσα, ἐκείνην ἀποσείσασθαι, ἐκείνην ῥῖψαι, ἣ τό γε ἑαυτῆς μέρος προαπέστη καὶ καταλέλοιπεν· ἐκείνην μὴ φέρειν ἄχθος μάταιον, τὴν λόγοις μόνον ἐπιμειδιῶσαν, ἔργῳ δὲ τὸ σκυθρωπὸν καὶ τὴν κατήφειαν μετὰ τῶν ἐχθρῶν συσκευάζουσαν.
Τὰ δ’ ἄλλα, ὥσπερ ᾔτησας, πτέρυγες φιλίας ἥρπασαν καὶ προνοίας περιέπουσι θάλαμοι καὶ οἰκειοῦμαι τὰ ἐμά· καὶ οὐκέτι δέομαι φαρμάκων οὐδὲ θεραπείας, μηδ’ ἱλεοῦντος αὐτός γε μηδὲ πρεσβεύοντος. ἔχω γὰρ τὸν ποθούμενον πάσης ἀρρωστίας ἀνώτερον καὶ τὸ ἴχνος αὐτὸ τοῦ νοσήματος, τὴν μικρὰν δειλίαν, εὐγενῶς τε καὶ ὥσπερ ηὐχόμην ἀπορρίψαντα.
Εὐσεβίᾳ μοναζούσῃ καὶ ἡγουμένῃ παραμυθητικὴ ἐπὶ ἀδελφῇ τελευτησάσῃ Εἰ μὲν ἀφ’ ἡμῶν ὁ θάνατος ἤρχετο καὶ πρῶτοι {διὰ} τοῦ γένους εἰς πεῖραν αὐτοῦ καθιστάμεθα, εἰκότως ἂν ὡς ἀπροσδοκήτῳ καὶ καινῷ περιπεσόντες ἐθορυβούμεθα τῷ συμπτώματι. ἐπεὶ δὲ ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι ζωῇ καὶ θανάτῳ μεριζόμεθα, καὶ προγονικὸν ὑπάρχει τὸ ἐπιτίμιον καὶ οὐκ ἔστιν ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, τί τὸ κοινὸν χρέος ἰδίαν ζημίαν λογιζόμεθα καὶ ὡς καινὴν ἀπαιτηθέντες εἴσπραξιν ἀπολοφυρόμεθα, καὶ ὃ μή ἐστιν ἄλλως γενέσθαι οὐδ’ ἡ φύσις ἄλλον νόμον ἐπίσταται ὥς τι τῶν παραδόξων ὑπερεκπληττόμεθα, καὶ διδόαμεν ἑαυτοὺς οὐκ εὐαγῶς οὐδὲ κατὰ τοὺς νόμους τοῦ πνεύματος ὅλους τῇ λύπῃ βαπτίζεσθαι, καὶ λανθάνομεν, θάνατον συγγενῶν ὀδυρόμενοι, ἑαυτοῖς τῷ θρήνῳ τὸν θάνατον συγκατασκευάζοντες; καίτοι, εἰ μὲν χαλεπὸν ὁ θάνατος, τί τοῦτον ἑαυτοῖς ἐπιταχύνομεν καὶ τὸν ὅρον τοῦ πλάστου φθάσαι διανιστάμεθα; εἰ δ’ ἀγαθὸν καὶ σωτήριον, τί τοὺς ἀποιχομένους, καὶ τότε κρίσει τοῦ δεσπότου, πέρα τοῦ μετρίου κοπτόμεθα;
Ἀδελφή με, φησίν, ἐγκατέλιπεν, ἡ μόνη μετὰ θεὸν παραψυχή, τῶν λυπηρῶν ἡ παράκλησις, τῶν ἀλγεινῶν ἡ διάλυσις, ἡ πρώτη τῶν εὐφραινόντων ὑπόθεσις. καὶ τί τοῦτο; καὶ πατήρ σε καὶ μήτηρ προλέλοιπεν, καὶ συγγενεῖς ἄλλοι, καὶ τὸ μέχρις Ἀδὰμ γένος ἀναφερόμενον· σὺ δὲ πάλιν ἄλλους καταλείψεις· καὶ οὐκ ἔστιν εὑρεῖν ὃν οὐ πλεῖστοι καταλιμπάνουσιν ἀδελφὴ κατέλιπεν ἀδελφήν· ἀλλ’ εὗρεν τοὺς προλαβόντας γεννήτορας. κατέλιπεν ἀδελφήν· ἀλλ’ εἰς τὸν κοινὸν δεσπότην καὶ πατέρα ἀπεδήμησεν, ἀλλὰ πρὸς ἐκείνην τὴν πολιτείαν πρὸς ἣν καὶ ἡμεῖς πορευόμεθα. εἶτα ὅτι μὲν σὲ κατέλιπε λογίζῃ, οἵους δὲ κατέλαβεν οὐκ ἐννοεῖς; καὶ τὸ μὲν σῶμα στένεις ὅτι οὐχ ὁρᾷς, ἡ δὲ ψυχὴ ὅτι μᾶλλον ἀκώλυτον εὗρεν τὴν πρὸς σὲ συνάφειαν οὐ χαίρεις συνορᾶν; καὶ ὅτι μὲν φθαρτῶν ἀπηλλάγη δεινὰ ποιεῖς, ὅτι δὲ τῶν ἀφθάρτων ἀπολαύει οὐ μέγα ἡγῇ;
Πῶς δαὶ καὶ κατέλιπεν; εἰ μὲν εἰς τὸ μὴ ὂν ὑπεχώρησεν ἢ ὑπ’ ἄλλην ἐξουσίαν καὶ κυριότητα γέγονεν, τότε ἂν ἡμᾶς ὡς ἀληθῶς ἐγκατέλιπεν· εἰ δὲ τῇ αὐτῇ παλάμῃ φρουρεῖται τοῦ πλάσαντος καὶ τὸν αὐτὸν κύριον δεσπόζοντά τε καὶ προνοούμενον ἔχομεν καὶ ἡ αὐτὴ ἑκατέροις διατριβή τε καὶ κατασκήνωσις ἑτοιμάζεται, κἂν τὴν μὲν ἤδη θορύβων ἔχῃ βίος ἐλεύθερος, ἡμεῖς δὲ ἔτι τῷ κυμαίνοντι περιφερώμεθα, πῶς ἡμᾶς ἐγκατέλιπεν; εἰ μὴ πρὸς τὸν αὐτὸν καὶ ἡμεῖς κυβερνώμεθα τῆς καταπαύσεως λιμένα, εἰ μὴ τὴν αὐτὴν ὁδὸν διανύομεν, εἰ μὴ τὸ αὐτὸ ἡμᾶς ἐκδέχεται τέλος, ἔδει τότε λογίζεσθαι τὴν ἐγκατάλειψιν, ἔδει τότε πενθεῖν τὴν διάστασιν. εἰ δὲ ὅσα ἄν τις καὶ βουλεύσηται καὶ πράξῃ, πάντα πρὸς ἐκείνην τὴν μονὴν ἀπάγει, τί μάτην κοπτόμεθα; τί δὲ κατὰ τοῦ νόμου τῆς φύσεως χαλεπαίνομεν; ὅτι θνητὸς ὢν τὴν φύσιν ἄνθρωπος τῷ θανάτῳ ἐλειτούργησεν; ὅτι τὰ ἴσα καὶ ὅμοια πατρὶ καὶ μητρὶ καὶ τῷ λοιπῷ γένει τὸν παρόντα βίον διεπέρασεν;
Τί δ’ ἐχρῆν ἐφ’ ἡμῶν μόνον ἀνατραπῆναι τὴν φύσιν καὶ συγχυθῆναι τοὺς ὅρους τῆς κτίσεως; τί γὰρ προκύψαν διὰ γενέσεως οὐ διὰ λύσεως πάλιν καὶ θανάτου καταδύεται; παραλείπω βοτανῶν ἄνθη καὶ κάλλη, οὐ τὴν ὄψιν μόνον, ἀλλὰ καὶ τὰς ἄλλας αἰσθήσεις τέρποντα· παρατρέχω φυτῶν ὡραιότητας ἀγέλας τε παντοδαπῶν ζῴων, ἃ πάντα τῷ χρόνῳ παρέρχεται καὶ τὴν γένεσιν εὑρίσκει προοιμιάζουσαν τὴν διάλυσιν. ἀλλ’ ἐννόει μοι τὸν εὔτακτον χορὸν τῶν ἀστέρων, ὅπως τε ποικίλλουσι τὸ στερέωμα βαφαῖς λαμπροτέραις περιανθίζοντες τὰ οὐράνια, καὶ ὅπως δᾳδουχοῦσι τὴν νύκτα τὸ στυγνὸν αὐτῆς ὑπαυγάζοντες καὶ τὴν θέαν ἄλυπον τοῖς ὁρῶσι παρεχόμενοι. τὴν σελήνην πάλιν ἐπισκόπει, ὅπως ἐκ τοῦ ἡλίου δανειζομένη τὸ φῶς προῖκα τὸν ἀέρα πυρσεύει καὶ φιλοτιμεῖται τὸ δῶρον καὶ πρὸ ἡμέρας ἄλλην ἡμέραν φιλονεικεῖ ἀπεργάζεσθαι· ἀλλὰ καὶ ταῦτα πάντα πρὸς τέλος ὁρᾷ καὶ τὸ χρέος οἶδε καὶ τρέχει πρὸς τὴν ἀπαίτησιν. αὐτὸς ὁ ἥλιος οὐ λαμπρὸς μὲν ἰδεῖν, θαυμάσιος δὲ τὸ κάλλος, καὶ τί γὰρ ἄλλο εἰπεῖν ἢ ὅτι ὡς γίγας ἀγαλλιώμενος ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ ἐκεῖνον τὸν ὑπερφυᾶ δρόμον καὶ εὔτακτον ἐν αὐτῷ μέσῳ τῷ κόσμῳ ἀνελίττων θεατρίζει τε καὶ ἐπιδείκνυται;
καὶ τὰ σύμπαντα ταῖς ἀκτῖσι βάλλων, καὶ τοῦτο μὲν ζῳογονῶν, τοῦτο δὲ θάλπων, καὶ συνέχων τὰ περίγεια λόγῳ καὶ νόμῳ τοῦ κτίσαντος, οὐχὶ τοσούτῳ μακροῖς ταῦτα πράττων οὐ γηράσκει χρόνοις οὐδ’ ἀλλοιοῦται τὸ κάλλος οὐδὲ τὸν δρόμον ὀκλάζει οὐδ’ ἔχει πρᾶξιν δι’ οὗ τὴν λύσιν ἀπαιτηθήσεται; ἀλλὰ καὶ οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος οὐ διαφεύγει τὸ τέλος, ἀλλ’ ὑποκύπτει τοῖς νόμοις τῆς φύσεως· πάντα γὰρ μεταβάλλεται καὶ οὐδὲν ὃ διὰ γενέσεως οὐσιώθη ἐπιζητεῖ πρὸ τοῦ θανάτου μαθεῖν τὸ ἀθάνατον.
Τί οὖν; ταῦτα πάντα μεταπλάττεται καὶ μεταβάλλει, καὶ πρὸς τὸν ὅρον οὐκ ἀγανακτεῖ τῆς πλάσεως, ἀλλ’ εὐπειθῶς φέρει τοῦ τεχνίτου τὸ βούλημα, ἡμεῖς δὲ δι’ ὧν μάτην κοπτόμεθα καθ’ ἡμῶν τὸ θεῖον παροργίζειν οὐκ ὀκνήσομεν; καὶ τοσαῦτα πρὸ ὀφθαλμῶν ἔχοντες παραδείγματα ὑπὸ τούτων μὲν οὐδενὸς ἀνανήψομεν, ὅσα δὲ τὸ πάθος καὶ ὁ πονηρὸς ὑπαγορεύει, τούτοις ἑαυτοὺς παραδώσομεν; ἔλαβεν ὁ πλάστης πρὸς ἑαυτὸν τὸ πλαστούργημα· καὶ σὺ οὐκ ἀνέχῃ; ἵνα λύσῃ πόνων καὶ φροντίδων, ἃ τῷ βίῳ πάντως συνανακύπτουσιν· καὶ σὺ δυσχεραίνεις; ἵνα ἀναστήσῃ· καὶ σὺ τὴν τοσαύτην χάριν ὀλοφύρῃ; αὐτὸς ἀπαθανατίζει· καὶ σὺ ὡς μηκέτι οὔσης εἰς ὀδυρμοὺς καταπίπτεις; καὶ ποῦ ταῦτα τῆς σῆς ἀρετῆς ἄξια;
Ἀλλὰ ἀναλάβωμεν ἑαυτούς· ἐπιγνῶμεν ἡμῶν τὴν φύσιν· ἐπιγνῶμεν τὸν πλάστην· ἐννοήσωμεν τὴν ἄβυσσον τῆς δεσποτικῆς φιλανθρωπίας. ἔδωκεν εἰς ἐπιτιμίου λόγον τὸν θάνατον· ἀλλὰ ἀθανασίας αὐτὸν πύλην δι’ ἰδίου μετεσκεύασεν θανάτου. ὀργῆς καὶ ἀγανακτήσεως ἀπόφασις ἦν· ἀλλὰ τὴν ἄκραν ἀγαθότητα τοῦ κριτοῦ μηνύει, ἀλλ’ ὑπερβαίνει λογισμῶν μεθόδους τὸ ἐννόημα. λύει μὲν γὰρ θανάτῳ τὴν φύσιν, ἥτις διὰ τοῦ προγονικοῦ συνετρίβη παραπτώματος, ἀλλ’ ἡ λύσις προοίμιον τῆς ἀναπλάσεως γίνεται· διαιρεῖ τοῦ σώματος τὴν ψυχήν, καὶ ἡ διαίρεσις ἀρχὴ συναφείας λαμπροτέρας τε καὶ θειοτέρας εὑρίσκεται. ‘σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ.’ ἀναλαμβάνει τὸ φιλοτέχνημα τῶν οἰκείων χειρῶν ὁ δημιουργός, ἕλκει πρὸς ἑαυτόν· χωρίζει μὲν τῶν ἀνθρωπίνων ὀφθαλμῶν, ἀλλ’ ὑπὸ ταῖς ἀγγελικαῖς ἀστραπαῖς καὶ λαμπρότησιν ἐγκατοικίζει. ποῦ ταῦτα θρήνων, ποῦ δαὶ δακρύων; πόσον ἀπέχει τούτων τὸ πένθος;
Ταῦτα διανοουμένη καὶ μελέτην ἔχουσα, καὶ πρό γε τούτων ἁπάντων ἐκεῖνο λαβοῦσα τῆς μνήμης, ὅτι ἐκ βρέφους θεῷ ἐκολλήθης καὶ τῷ ἀφθάρτῳ καὶ ἀθανάτῳ νυμφίῳ Χριστῷ συνηρμόσθης, γεννήτορας μὲν καὶ ἀδελφοὺς καὶ συγγένειαν πᾶσαν ἀρνησαμένη, αὐτῷ δὲ μόνῳ τὸν βίον ὅλον καὶ τὴν ζωὴν καθυποσχομένη, μὴ καθύβριζε τοῖς ὀδυρμοῖς τὴν ὁμολογίαν μηδὲ τῷ πένθει τὴν χάριν ἐκείνην ἀμαυρώσῃς μηδὲ τῇ νῦν σκυθρωπότητι τὴν τῶν ἀγγέλων τότε χαρὰν ἀνταλλάξῃ. ἂν γὰρ οἷς ἐκεῖνοι νυνὶ χαίρουσιν, παρθένον ψυχὴν καὶ τῶν παθῶν ἀνωτέραν εἰς ἀναπλήρωσιν τῶν ἀπορρυέντων δαιμονίων εἰσδεξάμενοι, σὺ ταῦτα πένθους κατασκευάζεις ὑπόθεσιν, ὅρα ὅπως τοῖς δευτέροις πικρῶς ἐξυβρίζεις τὰ πρότερα. οὐδεὶς ἀκμάζων τῷ πρὸς τὸν νυμφίον ἔρωτι λείπει μὲν τὸν πόθον, γίνεται δὲ τοῦ πένθους, καὶ ὅτι μὲν ἐκεῖνον ἔχει ἐπιλανθάνεται, θανάτους δὲ περισκοπεῖ καὶ περιεργάζεται καὶ τούτοις περιοδυνεῖται, τῷ πάθει τὸν πόθον βαπτίζων καὶ τὴν χαρὰν προδιδοὺς τῇ λύπῃ αἰχμάλωτον.
Εἰ μὲν οὖν ὁ τελευτήσας, μᾶλλον δὲ ἡμᾶς ἡ προλαβοῦσα, τῶν ἀμελῶς καὶ οὐκ εὐσεβῶς βεβιωκότων ἐτύγχανεν, τάχα ἂν συγγνώμην εἶχεν ὁ στεναγμὸς καὶ τὰ δάκρυα· καίτοι γε ὁ κύριος ἡμῶν καὶ σωτήρ, ἡ τῆς φιλανθρωπίας πηγή, οὐδὲ πρὸς τούτους ἐπιστρέφεσθαι τοῖς ἀκολουθεῖν αὐτῷ προαιρουμένοις νόμον ἔθετο· ‘ἄφες’ γὰρ ἔφη ‘τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι.’ ἐπεὶ δὲ τῶν ὁσίως καὶ θεοφιλῶς διαζησάντων καὶ θεῷ τὴν πίστιν καθαρὰν τετηρηκότων τὸ παρθενικὸν ἐκεῖνο καὶ μακάριον σκεῦος ἐτύγχανεν, πῶς τὴν δεσποτικὴν φωνὴν οὐ δυσωπούμεθα; πῶς οὐχ εὑρίσκομεν ἐν αὐτῇ πᾶσαν κατηφείας διάλυσιν; ‘ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται’· διὰ θανάτου ζωὴν ἀθάνατον εὕρατο· διὰ λύσεως τὴν ἀδιάλυτον κατασκήνωσιν ἐκληρώσατο. ἔφη πάλιν ὁ κοινὸς ἀνθρώπων σωτὴρ καὶ τῶν σῳζομένων νυμφίος· ‘οὐ δύνανται πενθεῖν οἱ υἱοὶ τοῦ νυμφῶνος ἐφ’ ὅσον χρόνον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος.’ ἀκούεις τί λέγει; μὴ καταδικάσῃς σεαυτῇ διὰ τοῦ πένθους τοῦ τηλικούτου νυμφίου τὴν διάστασιν, μηδὲ ψῆφον κατὰ σεαυτῆς ἐξενέγκῃς, ὃ καὶ ἄλλου τολμῶντος οὐκ ἂν αὐτὴ τὴν ἐπήρειαν ἤνεγκας, ἀλλ’ ἐχθρόν, ἀλλὰ πολέμιον, ἀλλὰ πάντα κακὸν ἀπεκήρυξας· μηδὲ τὴν δόξης ἀπολαύουσαν θρηνοῦσα σεαυτὴν ἔνοχον θρήνων ἀποδείξῃς. ‘
Οὐ δύνανται πενθεῖν οἱ συνόντες τῷ νυμφίῳ’· τί ταύτης τῆς φωνῆς, μᾶλλον δὲ τῆς δεσποτικῆς διαμαρτυρίας, φοβερώτερον; πενθεῖς; ἀπέστης τοῦ νυμφίου. ὀδύρῃ; τὸν θάλαμον ὑβρίζεις. τὰ τῶν πολλῶν καὶ χυδαίων πράττεις; ἐκπίπτεις τῆς παστάδος. ἀλλὰ μηκέτι τὴν ἐν θεῷ ζῶσαν ὡς νεκρὰν θρηνῶμεν, μηδὲ δι’ ὧν στέργειν αὐτὴν νομίζομεν καὶ αὐτὴν ἐκείνην ἀτιμάζωμεν· ὕβρις ἐστὶ τοῖς τὸν οὐρανὸν θαλαμηπολοῦσιν ὁ ὀδυρμός, καὶ τὰ δάκρυα δυσφημούντων ἐστὶν αὐτῶν τὸ μακάριον, δισταζόντων τὴν ἀπόλαυσιν, ἀμφιβαλλόντων, ἵνα μὴ ἀπιστούντων λέγω, τὴν ἀνάστασιν. ἃ πάντα λογισαμένη καὶ νηφούσῃ κρίσει ἐπισκοπήσασα, ῥῖψον τὸ πένθος, ἀπόθου τὸ πάθος, τοὺς στεναγμοὺς καὶ τὰ δάκρυα· ἔσται δὲ τοῦτο τοῖς τε ἄλλοις οἷς προείπομεν, καὶ ἐάνπερ ἑαυτὴν πάντων τῶν λοιπῶν ἀποσπάσασα, μόνον τοῦ καθαροῦ καὶ ἀχράντου νυμφίου Χριστοῦ τὸν μακάριον καὶ ἀνώλεθρον ἔρωτα ὅλον καθ’ ὅλην σεαυτὴν ἀναλαβοῦσα πρὸς ἐκεῖνον οὐ λήγεις ἐπιστρεφομένη καὶ ἀτενίζουσα.
Εὐσχήμονι ἀρχιεπισκόπῳ Καισαρείας Παῦλος ὁ θεῖος ἀπόστολος, ὁ τῷ διαπύρῳ πόθῳ τῆς εἰς Χριστὸν ἀγαπήσεως καὶ τῷ ἀνυπερβλήτῳ δρόμῳ τοῦ κηρύγματος τὴν ἄνω Ἱερουσαλὴμ ἑαυτῷ καταλαβόμενος πατρίδα, τὴν ἐκ παλαιῶν προγόνων καὶ τῆς σωματικῆς γενέσεως τὰ Γίσχαλα (κώμη δὲ νῦν τὸ χωρίον, τῆς Ἰουδαίας πάλαι πολίχνιον χρηματίσαν) πατρίδα λαχὼν εἶχε· τῷ Ῥωμαϊκῷ δὲ δόρατι τῶν γεννησαμένων ἅμα καὶ πολλοῖς ἑτέροις τοῦ ἔθνους συνεαλωκότων, Ταρσοὺς αὐτῷ τὸ συνενεχθέν, ἐν οἷς καὶ τὰς μητρικὰς ἔλυσεν ὠδῖνας, δίδωσι πατρίδα. ‘ἐγὼ’ γάρ ‘εἰμι’, φησίν, ‘ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας’. εἶτα τῆς Ῥωμαίων φιλοτιμίας τῷ μεγέθει τοῦ κράτους παραμιλλωμένης καὶ μέχρις αὐτῶν τῶν ἀλλοφύλων τὸ φιλότιμον καθυπατευούσης, εἰς τὴν τούτων εὐγένειαν καὶ τῆς πολιτείας καὶ τοῦ ὀνόματος, τοῦτο μὲν προῖκα, τοῦτο δὲ καὶ χρήμασιν, πολλοῖς ἀναδραμεῖν ἐχαρίσθη ἐξουσία.
γίνεται τοίνυν ἐκ τούτου καὶ τοῖς γονεῦσι τοῦ θεσπεσίου Παύλου συλλαβαῖς ὀλίγαις καὶ νόμοις ἀνθρωπίνοις πατρὶς ἡ Ῥώμη καὶ τὸ Ῥωμαίων πολίτευμα· καὶ τοῦτό ἐστιν ὃ καὶ ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἐπεσημήνατο λέγων πρὸς τὸν χιλίαρχον, αὐχοῦντα τὴν ἐξ ἐμπορίας Ῥωμαίων συγγένειαν, ὡς ‘ἐγὼ δὲ καὶ γεγέννημαι’, ἀντὶ τοῦ ‘κατὰ κλῆρόν μοι πατρῷον ἡ Ῥωμαϊκὴ συγγένεια κάτεισιν, καὶ οὐκ ἰδιωτεύουσι τοῖς γονεῦσιν λαγόνων μητρῴων προῆλθον εἰς φῶς, ἀλλ’ ἤδη καὶ τοῦ Ῥωμαϊκοῦ τοῖς γράμμασιν αὐτοὺς σεμνύνοντος αἵματος’.
Ὥστε οὐ μόνον δύο πατρίδες, ὅπερ αὐτὸς ἀμφισβητεῖς, τῷ τῆς ἀληθείας εὑρίσκονται ῥήτορι, ἀλλ’ ἤδη πρὸς ταύταις καὶ τρίτη· ὧν εἰς μὲν τὰ Γίσχαλα μερίδι καὶ δικαίῳ τῆς Βενιαμίτιδος φυλῆς ἀναφέρεται, οἱ Ταρσοὶ δὲ τῆς αἰχμαλωσίας δῶρον ἐγένοντο, Ῥωμαῖον δὲ τῶν τεκόντων ἡ εἰς τοὺς Ῥωμαίους ἀναγραφὴ ποιεῖ καὶ τὸ πατρικὸν διὰ τοῦ κλήρου διαβαῖνον εἰς αὐτὸν ἀξίωμα.
Τῷ αὐτῷ Ὥσπερ ὁ κλεινὸς Βαρνάβας, τὸ τῆς πραότητος καὶ συμπαθείας ὡς ἀληθῶς σκεῦος, αἵματι προγόνων Ἰουδαῖος ὢν Κύπριον τὸ ἀπὸ τῆς πατρίδος εἷλκε γένος, καὶ ὁ λόγιος Ἀπολλώς, ὁ τῷ κηρύγματι τὴν Ἔφεσον φθάσας καὶ πρὸς τὴν Ἀχαΐαν διαβάς, Ἰουδαϊκῆς ὑπάρχων φυλῆς ὅσα εἰς φύσιν ἀναφέρεται τῶν γεννησαμένων, διὰ τῆς παροικίας τὴν Ἀλεξάνδρειαν ἐπεγράφετο πατρίδα, οὕτω καὶ ὁ ἱερὸς Παῦλος, ἐξ Ἰουδαίων τε φὺς καὶ εἰς τὴν Βενιαμίτιδα φυλὴν ἀνηγμένος, Ταρσούς, τῶν τεκόντων τὴν Ἑλληνίδα πόλιν ἐπῳκηκότων, ἐκτήσατο πατρίδα.
ὥσπερ δὲ πάλιν ὁ χιλίαρχος διὰ μὲν τῶν φύντων καὶ τῆς ἐνεγκούσης ὡς πορρωτάτω τοῦ Ῥωμαϊκοῦ διίστατο γένους, χρήμασι δέ, ὡς αὐτὸς ἐκεῖνος διωμολόγει, εἰς τὴν ἐκείνων εὔκλειαν ἀνελήφθη· καὶ ὥσπερ ἡ Φιλίππων πόλις, τῆς Μακεδόνων ἐπαρχίας μητρόπολις οὖσα καὶ οὐδὲν δίκαιον ἔχουσα πρὸς συγγένειαν Ῥωμαίων, ὅμως ἠδυνήθη τῷ ταύτης ὀνόματι λαμπρυνθῆναι—καὶ γὰρ οἱ κύριοι τῆς παιδίσκης ἐξ ἧς τὸ τοῦ Πύθωνος ἀπηλάθη πνεῦμα, ἀγανακτοῦντες κατὰ τῶν τῆς ἀληθείας κηρύκων καὶ πρὸς τοὺς στρατηγοὺς ἕλκοντες τοὺς ἀπαλλάξαντας τὸ πλάσμα τοῦ δαιμονίου, ἐπείπερ ἡ θεραπεία τῷ πάθει συναπήλαυνεν αὐτῶν καὶ τὴν ἐμπορίαν, ‘οὗτοι οἱ ἄνθρωποι’ φασίν ‘ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν’· ὁρᾷς ὅπως οἱ Φιλιππήσιοι τῇ Ῥωμαίων ἑαυτοὺς ἐπισεμνύνουσι κλήσει; —ὥσπερ δὲ πάλιν τούτων ὕστερον Ἰώσηπος, Ἑβραίων τε γνησίας σπορᾶς ἐκβλαστήσας καὶ αὐτὰ πατρίδα τὰ Ἱεροσόλυμα κεκληρωμένος ἐξ ἱερέων τε καὶ ἱερεὺς αὐτὸ τοῦτο χρηματίσας, πλὴν πρὸς τῇ Ῥωμαίων κλήσει καὶ τὴν Φλαύιος ἐπεγράφετο προσηγορίαν, ὃ γέρας ἡ τοῦ Οὐεσπασιανοῦ ἐπωνυμία τοῖς Ῥωμαϊκὴν αὐχοῦσι τὴν συγγένειαν ἐδίδου, καὶ οὐ μόνον Ῥωμαῖον αὑτὸν καὶ Φλαύιον ἀναγράφων οὐδαμοῦ ξενίας ὁ Ἰώσηπος ἑάλω, καίτοι πολλῶν τῷ φθόνῳ κατ’ αὐτοῦ βαλλόντων, ἀλλ’ οὐδ’ ἔνδειξιν εἰσήχθη· εἰ βούλει δέ, καὶ αὐτὴ τῶν Ἱεροσολύμων ἡ πόλις γενεαῖς ὑστέραις ἐκ τῆς Ἀδριανοῦ προσωνυμίας τὴν Αἰλίων κλῆσιν λαχοῦσα, δημοποίητον, ὡς φάναι τὸ ἔπος, τὸ Ῥωμαίων γένος ὑπέδυ—ὥσπερ οὖν οὗτοι πάντες, ἔθνους καὶ πατρίδος ὄντες ἀλλοφύλου, εἰς τὴν Ῥωμαϊκὴν ἐτέλεσαν πολιτογραφίαν, οὕτω καὶ οἱ τοῦ θεσπεσίου Παύλου γονεῖς, οὐκ ἐν τῷ λεληθότι τῆς Ἰουδαϊκῆς πολιτείας βιοῦντες, ἀλλὰ καὶ τῶν πολλῶν ἔχοντές τι πλέον, τῆς Ῥωμαϊκῆς φατρίας φυλέται διὰ τῆς ἐγγραφῆς ἐκρίθησαν οὐκ ἀνάξιοι χρηματίσαι, ἐξ οὗ καὶ ὁ σοφὸς Παῦλος διαδοχῆς κλήρῳ τὴν Ῥωμαίαν εὐγένειαν πατρόθεν αὐτῷ κατιοῦσαν οὐκ ἠγνόει.
Τὸ λοιπὸν μηκέτι σοι τὸ ἀπορεῖν μόνον, ἀλλὰ πολὺ μᾶλλον τὸ ἐπιζητεῖν τὸ οἰκεῖον τῶν λύσεων καὶ ἀγαπᾶν ἐπιμέλεια γινέσθω· ὥσπερ γὰρ εἴ τις τὰ κατὰ διαλεκτικὴν ζητήματα ἐξ ἀμέσων τε καὶ πρώτων καὶ τῶν καθ’ αὑτὸ πειρῷτο διαλύσασθαι, διδοὺς τὸ γελοῖον οὐδὲ τὴν τοῦ ψεύδους δίκην διαφεύγει, καὶ ἐν ῥητορείᾳ γραμμικὰς ὁ ἀπαιτῶν ἀνάγκας καὶ ὁ τῶν κατὰ τὰ μαθήματα θεωρημάτων πολιτικάς τε καὶ ἐπιπολαίους πίστεις ἐπιχειρῶν προκομίζειν, παραπλήσιόν τι, ἵνα μὴ ἀσχημονέστερον εἴπω, καταλαμβάνει καὶ τοὺς ὅσοι τῶν καθ’ ἱστορίαν ζητημάτων οὐχ ἱστορικῶς, ἀλλ’ ἐξ ἑτέρου γένους ἐλπίδας ἀνέχουσιν εἰς μάθησιν ἐλθεῖν τῆς ἀληθείας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.