Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολὴ πρὸς Ἀρσένιον περὶ Μανιχαίων

Μέγας Φώτιος

Αφορμή συγγραφής και σύνοψη της θεολογικής επιχειρηματολογίας

Η αναφορά στην απώλεια του αρχικού κειμένου και η συνοπτική παράθεση της ορθόδοξης διδασκαλίας περί κτίσεως προς αναίρεση της μανιχαϊκής αίρεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 3

Ἐπειδήπερ, ἱερῶν ἀνδρῶν ἐρασμιώτατε, τὰς διαλέξεις ἔχειν ἠξίωσας αἳ τῆς Μάνεντος μὲν παραφυάδος τὸ φρόνημα καταισχύνουσι, πάλαι δὲ Νικηφόρῳ προσωμιλήθησαν (οὔπω μὲν ἀπὸ τῆς κλήσεως ταύτης γινωσκομένῳ, καὶ γὰρ οὐδὲ τὴν πίστιν ἠσπάζετο ἥτις τὸν κόσμον ἐνίκησεν, ἔτι δὲ τοῖς τῆς ἀποστασίας λειψάνοις ἐγκαλινδούμενος καὶ τὴν ἐκεῖθεν εἷλκεν προσηγορίαν, Βέρζελις γὰρ ὠνομάζετο), ἐπεὶ οὖν τοὺς λόγους ἐκείνους εἰς γραφὴν ἀναληφθέντας ἐπεζήτησας, ἡ δ’ ἁρπαγὴ τῶν βιβλίων κἀκείνοις ὑπερόριον ζημίαν ἐπέβαλεν, καὶ οὐ πάρεστι τὸ συνταγμάτιον, τῶν δὲ ἐν αὐτῷ κατατεταγμένων προηγουμένη σε χρεία κατέχει, ὅσα διὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥημάτων τῆς μανιχαϊκῆς ἀποσπάδος πρόρριζον τὴν βλάστην ἐκτέμνει (καὶ γὰρ καὶ ταῦτα κατ’ αὐτῶν ἐστι μᾶλλον τῶν ἄλλων ἄφυκτον τὸ τῆς ἐκτομῆς ἐπαφιέντα δρέπανον, τάδε, ὡς ἐν κεφαλαίῳ φάναι, ἐπιδείκνυσιν ὡς ἡ χάρις τῇ μωσαϊκῇ κοσμογενείᾳ συμφθέγγεται), καὶ ὅσοις ἄλλοις ἄρτι πολιτεία θεὸν γινώσκειν καθισταμένη παιδαγωγεῖται καὶ κατευθύνεται, ναὶ δὴ καὶ ὅτι τὴν σωματικὴν καὶ ὁρατὴν κτίσιν ἐκεῖνός ἐστιν ὁ ἐκ μὴ ὄντων λόγῳ ὑποστησάμενος, ὃς καὶ τὴν νοεράν τε καὶ ἀόρατον παραπλησίῳ σοφίας πλούτῳ παρήγαγεν, ἀλλ’ ὅτι καὶ τὸ ἀνθρώπινον σῶμα τῆς αὐτῆς ἐστι φιλανθρώπου καὶ ἀγαθουργοῦ προνοίας ὥσπερ καὶ ἡ ψυχὴ φιλοτέχνημα, καὶ ὡς οἱ τῇ νομικῇ πολιτείᾳ διαπρέψαντες θεὸν τὸν ἀληθῆ καὶ ἀγαθὸν ἐθεράπευον καὶ κατὰ τῆς πονηρίας παρετάττοντο, ταῦτα δὴ ταῦτα καθ’ ὅσον οἷόν τέ ἐστιν ἡμῖν καὶ ἡ τοῦ καιροῦ συγχωρεῖ βαρύτης καθυποβαλόντες ἐκδόσει (ἐν τούτοις γάρ, οἶμαι, περιγράφεταί σου καὶ τὸ αἴτημα), τῇ σῇ διεπεμψάμεθα ὁσιότητι.