Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολὴ πρὸς Ἀρσένιον περὶ Μανιχαίων

Μέγας Φώτιος

Επιλογικές διευκρινίσεις του συγγραφέα

Η αιτιολόγηση ενδεχόμενων παραλείψεων στο νέο κείμενο εξαιτίας ασθένειας και δυσμενών εξωτερικών συνθηκών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 3

Καὶ εἰ μὲν εὕροις ὡς ἤλπισας, τῆς σῆς ἂν εὐχῆς εἴη καὶ τῆς κατὰ τὴν πίστιν αἰτήσεως ἡ ἐνέργεια· εἰ δὲ τὰς ἐλπίδας ἐκνικήσει τὸ ἀδόκητον, τοῦτο δὴ ταῖς τε συνεχέσιν ἀρρωστίαις αἷς οὐ λήγει παρενοχλοῦν ἡμᾶς τὸ σωμάτιον καὶ τῇ τοῦ καιροῦ λογίζου χαλεπότητι. Ἂν δέ ποτε τῆς θείας ἐπισκοπῆς παρορώσης μὲν οἷς ἁμαρτάνομεν, εὐμενέστερον δὲ διατιθεμένης τὰ ἡμέτερα καὶ τὴν ἀνθρωπίνην καὶ ἀναίτιον ὀργὴν διαλυούσης εἰς πραότητα, τὸ κατ’ ἀρχὰς αἰτηθὲν ταῖς σαῖς χερσὶ περιενεχθείη, μηδὲν θαυμάσῃς ἀναλεγόμενος, εἰ τὰ πλείω τῶν ἐν αὐτῷ κἀνταῦθα συμπεριείληπται, ἀλλὰ τοὐναντίον εἰ μὴ παρεῖται· λήθη γὰρ πολλάκις καὶ τῶν ἄμεινον εἰδέναι καὶ τῶν ἀναγκαίων ἐπεκράτησε, μάλιστά γε συμμαχίαν τὴν ἐκ τῶν παρόντων εἰ συνεπάγοιτο. Ἅμα δέ, μηδὲ ἐκεῖνο δίδου παρορᾶν ὅτι μὴ προάγειν ἄλλην πραγματείαν ὑφιστάμεθα, ἀλλ’, ὡς ἐν ἀπόροις, τῆς ἐστερημένης παραμύθιον καὶ λήθης φάρμακον ἑαυτοῖς καὶ φίλοις ἀντεισάγοντες.