Ἔργον
Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον
Έτερος Ικετήριος Κανόνας στην Υπεραγία Θεοτόκο
Κανόνας που υμνεί τη θεία συγκατάβαση και προβάλλει την Παρθένο ως νοητή κλίμακα, ζητώντας προστασία πριν από το τέλος της ζωής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Έτερος Ικετήριος Κανόνας στην Υπεραγία Θεοτόκο
Κανόνας που υμνεί τη θεία συγκατάβαση και προβάλλει την Παρθένο ως νοητή κλίμακα, ζητώντας προστασία πριν από το τέλος της ζωής.
Κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον, οὗ ἡ ἀκροστιχίς· Ἕκτην δέησιν εὐμενῶς, ἁγνή, δέχου. Φωτίου. Ἦχος πλ. βʹ. ᾠδὴ αʹ. Ὡς ἐν ἠπείρῳ πεζεύσας Ἐν σκοτεινοῖς καθημένῳ καὶ ἐν σκιᾷ τοῦ θανάτου λάμψον μοι παρακλήσεως αὐγήν, φαεινὴν ἀκτῖνα γλυκασμοῦ καὶ ἐλπίδος, ἀγαθή, ἵνα δοξάζω σε.
Κοίμησον κύματα, κόρη, τῶν ἐμπαθῶν τῆς σαρκὸς κινήσεων ἀκοιμήτῳ σου ῥοπῇ συμπαθείας καὶ πρὸς γαληνὸν καὶ ἀκύμονα τὸν νοῦν ὅρμον προσόρμισον. Τελέσας πᾶσαν κακίαν ἐπιμελῶς ἐξ αὐτῆς νεότητος ἀπωλείας εἰς βυθὸν τὸν βαθὺν ὠλίσθησα, σεμνή· ἀλλὰ χεῖρα βοηθείας δὸς καὶ σῶσον με.
Ἡ τὸ ἀείζωον ὕδωρ ὡς φωτεινὴ νεφέλη ὀμβρήσασα, τῶν παθῶν μου τῆς ψυχῆς ἀπαθείας ἅλατι γλυκεῖ τὰ πικρὰ καὶ ἁλμυρὰ γλύκανον ὕδατα.
ᾠδὴ γʹ. Οὐκ ἔστιν ἅγιος ὡς σύ Νομίμων φύσεως ἐκτὸς τὸν δεσπότην τεκοῦσα, παναγία παρθένε, τῆς πάλαι παρακοῆς διέλυσας τὴν ἀράν, εὐλογίας τὴν πηγὴν βλυστάνουσα. Δεδοξασμένα περὶ σοῦ ἐλαλήθη, ἡ πόλις τοῦ δεσπότου τῶν ὅλων γενεαῖς τῶν γενεῶν, θεογεννῆτορ ἁγνή· ὅθεν πάντες πόθῳ σε δοξάζομεν.
Ἐκ σοῦ τῆς μόνης καθαρᾶς ὁ ὑπέρθεος λόγος ἐσαρκώθη, ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς τοὺς προσκυνοῦντας αὐτοῦ τὴν δι’ οἶκτον θείαν συγκατάβασιν. Ἡ κλίμαξ, ἣν ὁ Ἰακὼβ προεώρακε, κόρη, μυστικῶς τεταμένην ἀπὸ γῆς εἰς οὐρανόν, δι’ ἧς κατέβη Θεὸς πρὸς ἀνθρώπους, σὺ προδήλως πέφυκας.
ᾠδὴ δʹ. Χριστός μου δύναμις Σὺ ἐταπείνωσας τὸν ὑπερήφανον καὶ μεγάλαυχον ὄφιν ὡς εὐτελῆ τραυματίαν, δέσποινα, τῷ ὑψηλῷ σου τοκετῷ καὶ ἡμῶν τὴν φύσιν ὕψωσας. Ἰσχύς μου, ἄχραντε, καὶ καταφύγιον καὶ ἀπόρθητον τεῖχος καὶ πρὸς Θεὸν πρέσβις χρηματίζουσα, αἰωνιζούσης με φλογὸς καὶ κολάσεως ἐξάρπασον.
Νοήσας πόρρωθεν ἐμφαντικώτατα, Ἀββακούμ σε ἐκάλει ὄρος, ἁγνή, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν. Ἐλπίδα, πάναγνε, σὲ νῦν προβάλλομαι τῆς ἐμῆς ἀσθενείας, μὴ ἀπὸ σοῦ ἄπρακτος πορεύσωμαι, τῆς σωτηρίας δὲ τυχών, ἐπανάξω ἀγαλλόμενος.
ᾠδὴ εʹ. Τῷ θείῳ φέγγει σου, ἀγαθέ, Ὑψηλοτέρα τῶν οὐρανῶν, δεῖξον ὑψηλότερον κἀμὲ πάσης κακώσεως, ἄχραντε, τάχυνον τὴν χάριν τῆς εὐσπλαγχνίας σου καὶ ἴασαι νοσοῦσαν τὴν ταπεινήν μου ψυχήν. Μεμολυσμένος τὸν λογισμὸν καὶ ἠχρειωμένος ταῖς πολλαῖς, μῆτερ Θεοῦ, καταπτώσεσι σὲ καθικετεύω, μόνη ἀμόλυντε, οἰκτείρησον καὶ σῶσον με μεσιτείαις σου.
Ἐτρώθη πόθῳ θεοπρεπεῖ σοῦ τοῦ θείου ἔρωτος, σεμνή, διακαῶς ἡ καρδία μου, ἄχραντε Μαρία, καὶ πῦρ ἐγκάρδιον δροσίζον καὶ γλυκαῖνον με φέρω πάντοτε. Νυμφῶνα δόξης σε μυστικὸν πάντες καταγγέλλομεν πιστοί, θεοκυῆτορ πανάμωμε· ὅθεν δυσωπῶ σε, ἁγνή· Πεσόντα με νυμφῶνος παραδείσου οἰκεῖον ποίησον.
ᾠδὴ ϛʹ. Τοῦ βίου τὴν θάλασσαν Ὡς ῥεῦμα ποτάμιον τὰς τοῦ βίου ἡδονάς, ψυχή μου, ἐκπεράσασα, κλίμακα θείων ἔργασαι ἀρετῶν, δι’ ἧς πρὸς ἀπάθειαν ἀναχθεῖσα, κατόψει τὸν ποθούμενον. Σκεπάσαις με, δέσποινα, ἐν τῇ σκέπῃ καὶ σκιᾷ τῶν ἱερῶν πτερύγων σου καὶ ἀντιλάβοιτό μοι διὰ παντὸς ἡ φιλανθρωπία σου· θλίψεις γὰρ καὶ ἀνάγκαι περιέσχον με.
Ἀπόπλυνον, δέσποινα, τοῦ βορβόρου τῶν παθῶν τὴν ταπεινὴν καρδίαν μου καθαρτικῶν δακρύων ἐπιρροαῖς, ὡς ἂν καθαρεύσασα καθαρῶς καὶ ἀύλως καθορᾷ τὸν Θεόν. Γεώδους φυράματος, γηγενοῦς καὶ χοϊκοῦ ἀδαμιαίου κράματος μετασχοῦσα, θυγάτηρ μὲν τοῦ Ἀδὰμ ἐφάνης, πανύμνητε, τοῦ Θεοῦ δὲ τῶν ὅλων μήτηρ ἄφθορος.
ᾠδὴ ζʹ. Δροσοβόλον <μὲν τὴν κάμινον εἰργάσατο> Ἡ τὸν ἥλιον, παρθένε, ἀνατείλασα τὸν ἐν τῷ σκότει κείμενον τῆς ἀγνωσίας πρὸς τὸ φῶς ὁδήγησον κἀμὲ βοᾶν τῷ υἱῷ σου εὐσεβῶς· Εὐλογητὸς εἶ, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Δροσισμὸν τοῦ σοῦ ἐλέους μοι κατάπεμψον τῷ ἐκτακέντι, πάναγνε, ἐκ τοῦ καύσωνος τῶν δηγμάτων τῶν τοῦ πονηροῦ καὶ σβέσον τὴν φλόγα τῶν παθῶν, ἡ τῆς θεότητος τὸ πῦρ ἀφλέκτως τέξασα. Ἐσκοτισμένης ψυχῆς μου τὴν κατήφειαν, θεογεννῆτορ, δίωξον καταλάμπουσα τῷ φωτὶ τοῦ πάντων ποιητοῦ· δοχεῖον γὰρ πέφηνας φωτὸς τοῦ πρὸ αἰώνων ἐκ πατρὸς ἀπαθῶς λάμψαντος.
Χαῖρε, τράπεζα ζωῆς ἄρτον χωρήσασα ἐν σῇ κοιλίᾳ, ἄμωμε, τὸν τὰ σύμπαντα ἐμπιπλῶντα θείας ἀληθῶς τροφῆς καὶ δωρούμενον ἀεὶ ἀθανασίαν τοῖς πιστοῖς καὶ μέγα ἔλεος.
ᾠδὴ ηʹ. Ἐκ φλογὸς τοῖς ὁσίοις Οὐ πτοοῦμαι ἐνέδρας τοῦ πολεμήτορος ἐπὶ σοὶ τὰς ἐλπίδας τῆς σωτηρίας μου ἔχων, ἀγαθή· προστατεύεις γὰρ πάντοτε σῴζουσα κινδύνων τοὺς σὲ ἀνευφημοῦντας. Ὑπερῇραν προδήλως τὴν κεφαλήν μου, ἁγνή, αἱ ἐμοῦ ἀνομίαι καὶ ἐβαρύνθησαν σφόδρα ἐπ’ ἐμὲ ὡς φορτίον βαρύτατον, ὃ τῆς μετανοίας σκόρπισον θείαις αὔραις.
Φωτοφόρον σκηνήν σε Θεοῦ σαρκώσεως ἀνυμνοῦμεν, Μαρία θεοχαρίτωτε· ὅθεν με δεινῶς σκοτισθέντα τοῖς πάθεσι λάμψον φῶς ἐλέους, ἐλπὶς ἀπηλπισμένων. Ὡς ὑπέρτερον ὄντως, θεοχαρίτωτε, οὐρανὸν ἐπὶ γῆς σε ἄλλον ἀνέδειξεν ὁ τὸν οὐρανὸν στερεώσας τῷ νεύματι, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾠδὴ θʹ. Θεὸν ἀνθρώποις <ἰδεῖν ἀδύνατον> Τριάδος ἕνα σὺ ἀπεκύησας, δίχα σπορᾶς τὸν λόγον συλλαβοῦσα, πανάμωμε, εὐδοκίᾳ ἀνάρχου γεννήτορος καὶ τῇ ἐπισκιάσει τοῦ θείου Πνεύματος· ὅθεν καὶ ἐθέωσας ἡμᾶς τοὺς ἀνυμνοῦντας σε.
Ἰδοὺ παρθένε θεοχαρίτωτε, οἱ εὐτελεῖς, ἀχρεῖοι καὶ ἀνάξιοι δοῦλοι σου μακαρίζομεν καὶ μεγαλύνομεν σὲ τὴν εὐλογημένην ὑπὸ τῆς κτίσεως ὡς τῶν ἀρχαγγέλων καὶ βροτῶν, κόρη, δεσπόζουσαν. Ὁρῶν τὴν ὥραν ἤδη προκύψασαν καὶ πρὸς δυσμὰς ζωῆς μου τὴν ἡμέραν ἐγγίσασαν, ἵνα μὴ καταλάβῃ σκοτία με πρὸς τὴν ἀνατολήν σε, κόρη, προσέφυγον τὴν τοῦ ἀνεσπέρου ἡλίου· φώτισον, σῶσον με.
Ὑμνῶ σε, δέσποινα, τὴν πανύμνητον, δοξολογῶ σὲ τὴν δεδοξασμένην, πανάμωμε, καὶ ἐν θρήνοις προσπίπτω καὶ κράζω σοι· σῶσόν με ἡ ἐλπίς μου, σῶσόν με, δέομαι, τὸν εἰς σὲ καὶ σῶμα καὶ ψυχὴν προσαναθέμενον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.