Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία Ζ': Δεύτερη εις τον Ευαγγελισμό της Θεοτόκου

Περιγραφή της παγκόσμιας συμμετοχής στη χαρά της εορτής, εξαίρεση των αρετών της Παρθένου και του μυστηρίου της Ενσαρκώσεως, καθώς και προτροπή για προσφορά πνευματικών δώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 7 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου πατριάρχου Κωνσταντινουπόλεως ὁμιλία δευτέρα εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου. Ἐλέχθη ἐπὶ παρουσίᾳ τοῦ βασιλέως. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων, καιροῦ καλοῦντος μετὰ τοῦ προφήτου βοήσομαι Δαυΐδ, τῶν λογικῶν προβάτων τὰς τῆς ἐκκλησίας αὐλὰς ὁρῶν τῷ πλήθει στενοχωρουμένας πολυανθεῖ τῇ τερπνότητι καὶ ποικιλίᾳ τῶν συνεληλυθότων. Ὄντως ὡς καλοί σου οἱ οἶκοι Ἰακώβ, αἱ σκηναί σου Ἰσραὴλ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξεν ὁ Κύριος. Εὖ γὰρ καὶ εἰκότως καὶ ταῦτα διετυπώθη τῷ θειάζοντι, κἂν ἔξω τῆς ἡμετέρας αὐλῆς ἑστηκὼς ἐπεθείαζε τὰ ἡμέτερα. Καὶ χαίρων ἐγὼ καὶ τοῖς ἔργοις βλέπων ἐποχούμενα τὰ πάλαι καλῶς αὐτοῖς ὑποθεσπισθέντα λόγια τὰ αὐτὰ νῦν καὶ αὐτὸς λαμπρᾷ τῇ φωνῇ καὶ ἀσπασίως προοιμιάζομαι· καλαὶ γὰρ τῷ ὄντι καὶ ὡραῖαι κατιδεῖν τοῦ νέου Ἰακὼβ καὶ σαρκὶ Θεὸν ὁρᾶν ἠξιωμένου αἱ σκηναί, καὶ οἷαι πρὸς θεῖον ἔρωτα ψυχὴν ἀναπτερῶσαι διαρκῶς ὅσοις ἀπὸ τῶν ἐν ὄψει καλῶν θεαμάτων ἡ πρὸς τὰ νοητὰ καὶ θεῖα κάλλη διεγειρομένη παρατείνεται σπουδή.

Ἀλλὰ τί μοι, λαὸς τοῦ Θεοῦ καὶ βασιλέων φιλοχριστότατε, προθύμως οὕτω καὶ λαμπρῶς συνηθροίσθητε καὶ τὸ ἱερὸν τοῦτο καὶ σεπτὸν ἐξωραΐσατε τέμενος, ὃν ὀφθαλμόν τις εἰπὼν τοῦ παντὸς οὐκ ἂν ἀποσφαλείη τοῦ πρέποντος καὶ μάλιστά γε νῦν, ὅτε τὸ λευκὸν τῶν χρωμάτων οἱονεὶ τῷ μέλανι κερασάμενοι, ἐξ ὧν ἡ τῶν ὀμμάτων φύσις διαποικίλλεται, τοῖς ὑμετέροις σώμασι τὰ κενὰ τοῦδε τοῦ θεσπεσίου χώρου, καθάπερ ὀμμάτων κοῖλα μορφοῦντες, ἀνεπληρώσατε; Τίς οὖν ὑμῶν ὁ δρόμος καὶ ἡ μετὰ χαρίτων αὕτη φαιδρότης καὶ ἡ μειδιῶσα συνέλευσις; Ἢ πάντως γε τῆς θυγατρὸς τοῦ γένους τοῖς μνήστροις ἐμπανηγυρίσοντες ἥκετε καὶ τῆς μητρὸς τοῦ λόγου τῇ χαρᾷ συγχορεύσοντες καὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν καὶ κρηπῖδα θεσπεσίαν εἰς ἑορτὴν συντελέσαι, καλῆς οὕτω καὶ μεγάλης τῆς παρασκευῆς ἐπιδειχθείσης, ἠγωνίσασθε; κρηπὶς γὰρ ὡς ἀληθῶς καὶ θεμέλιος τῆς ἡμῶν σωτηρίας ἡ τῆς ἀειπαρθένου μνηστεία, οὐκ οἰκίας μιᾶς ὀροφήν, εἰς ἀφανισμὸν ὁρῶσαν, ὑπερείδουσα, οὐδὲ κώμην ἢ πόλιν τινά, πρὸς γῆν φερομένην, ἱστῶσά τε καὶ συνέχουσα, ἀλλὰ σύμπασαν ἡμῶν τὴν ἀνθρώπων φύσιν, πτῶμα μέγα κατενηνεγμένην, ὀρθοῦσά τε καὶ καινοποιοῦσα καὶ στηρίζουσα.

Ὥσπερ οὖν, καλῶς καὶ παγίως τῶν τῆς οἰκίας ἑδρασθέντων θεμελίων, χαρὰ καὶ θυμηδία πάντων ὑπερανασχοῦσαι τῶν δυσχερασμάτων τοὺς ὅσοις ἡ κατοίκησις ἐν ἐλπίδι κεῖται προκαταλαμβάνουσιν, οὕτω σοφῶς καὶ θεοπρεπῶς ὑπὸ τοῦ τεχνίτου λόγου τῶν τῆς ἡμετέρας σωτηρίας καταβαλλομένων θεμελίων τῆς εὐφροσύνης καὶ ἀγαλλιάσεως, ἡ ἀνθρωπίνη φύσις τὴν κτίσιν προοιμιάζεται καὶ τὸ τῆς παρακοῆς ἀποξυσαμένη γῆρας οἷα νόσον, θανάτου διάκονον, τὴν ἀθανασίαν ὡς νέαν πλάσιν ἀνθωραΐζεται. Εἰκότως τοίνυν ἡ ἀνθρωπίνη φύσις τὴν χαρὰν ἀρραβωνίζεται· τὴν χάριν γὰρ θεώσεως εἰσοικίζεται καὶ τὸν πολυπλανῆ τῆς ἀσεβείας, ὡς οἶστρον δαιμονίων, ἀποπτυσαμένη ἔρωτα, νυμφοστολεῖται καθαρῶς μόνῳ τῷ πλάσαντι καὶ ποιήσαντι. Εἰκότως ἡ ἀνθρωπίνη φύσις σκιρτῶσα παρρησιάζεται· τὴν θυγατέρα γὰρ εὐαγγελίζεται, λογάδα νύμφην ἀφοριζομένην τῷ κτίσαντι. Εἰκότως ἡ ἀνθρωπίνη φύσις μεγαλοφρονοῦσα ἐπαγάλλεται· δεσποτικοῦ γὰρ συναλλάγματος ὑποδεχομένη μηνύματα, τοῦ ζυγοῦ τῆς δουλείας ἀπαυχενίζεται τὴν δυσγένειαν.

Αὕτη τοιγαροῦν ἡ πανήγυρις πασῶν ἐστιν ἀπαρχὴ πανηγύρεων, ἐμπορίας ἡμῖν ἐπουρανίου παρέχουσα συναλλάγματα καὶ ἀσύλῳ πλούτῳ τῆς δεσποτικῆς ἐπιφανείας πλουτοῦσα τὰ σύμπαντα, καὶ τοῦ φυράματος ἡμῶν τὴν κάθαρσιν πραγματεύεται καὶ τῶν ἀκηράτων ἀγαθῶν προβάλλεται τὴν ἀπόλαυσιν. Ἐν ταύτῃ χορὸς προφητῶν, τὸ τῆς θεοπτίας ὄμμα ῥωννύμενος καὶ τῷ πτερῷ τῆς ἀΰλου πολιτείας κουφιζόμενος, ἣν κἀν τῷ παρόντι καὶ βρίθοντι βίῳ κρεῖσσον ἢ κατὰ ἀνθρώπους βιοτεύοντες ἐγνωρίζοντο, χαίρων ἐφίσταται καὶ τῶν προφητευθέντων λαμπροφορῶν τὴν ἀλήθειαν τῆς δεσποτικῆς μνηστείας τὸν θάλαμον εὐτρεπίζουσιν. Ἐν ταύτῃ καὶ τῶν ἀποστόλων συντρέχει τὸ πλήρωμα καὶ τῆς οἰκουμένης τὰ πέρατα συναγείροντες καὶ τοῦ σωτηρίου λόγου τὸ κήρυγμα κρατυνόμενοι τῆς παρθενικῆς προικοφορίας ἁγναῖς παλάμαις τὸν πλοῦτον ὑποδεικνύουσιν.

Ἐν ταύτῃ καὶ μαρτύρων χορεῖαι συρρέουσαι καὶ τῶν ἀθλητικῶν αἱμάτων τὴν βαφὴν ἀποστάζουσαι τῆς βασιλικῆς παστάδος τὴν πορφύραν ὡραΐζουσιν. Ἐν ταύτῃ καὶ τὰ τῶν ἀσωμάτων παρουσιάζουσι τάγματα καὶ τῷ ἀρχαγγέλῳ Γαβριὴλ συγχορεύοντες τῆς θεϊκῆς πρὸς ἀνθρώπους ἐπιδημίας δορυφοροῦσι τὴν συγκατάβασιν καὶ τὸν οὐράνιον κόσμον ἡ περίγειος πολιτεία περιβάλλεται. Σήμερον γὰρ ἡ παρθένος ὑπὲρ παντὸς τοῦ γένους τῷ κοινῷ δεσπότῃ νυμφεύεται καὶ τῆς ἐπεισάκτου καὶ μοιχαλίδος καὶ δούλης ἁμαρτίας ἡ ἀνθρωπίνη φύσις τὴν συνάφειαν διασπάσασα πρὸς τὴν ὁμόζυγον καὶ ἡλικιῶτιν ἀρετὴν διὰ μακροῦ τοῦ χρόνου ἐπαναστρέφεται καὶ τὸ πρὸς αὐτὴν τῆς συζυγίας φίλτρον σωφρόνως τε ἅμα καὶ περιπαθῶς ἐνστερνίζεται.

Σήμερον ἡ παρθένος ἐξ ἀνθρώπων ἀφορίζεται, ἀπαρχὴ τῷ κτίστῃ προσαγομένη τοῦ φυράματος, καὶ τῆς ἐμῆς ἀναπλάσεως παραδόξῳ λόγῳ τελεσιουργεῖται τὸ μέγα καὶ ἀπ’ αἰῶνος μυστήριον. Σήμερον ἡ τοῦ Ἀδὰμ θυγάτηρ τῆς προμήτορος Εὔας ἀνασωσαμένη τὸ ὀλίσθημα καὶ τοῦ ἐκεῖθεν παραδεδυκότος ἀποκαθηραμένη μολύσματος καὶ καλὴ τῷ πλάστῃ καὶ ὡραία ἐμφανιζομένη τῷ ἀνθρωπίνῳ γένει τὴν σωτηρίαν ἀρραβωνίζεται. Σήμερον γὰρ ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος τῶν οὐρανίων ἀφιπτάμενος ἁψίδων πρὸς τὴν Μαριὰμ παραγίνεται καὶ τῆς δεσποτικῆς ἐπιδημίας τῇ παρθένῳ μηνύων τὰ εὐαγγέλια, Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, λαμπρῷ τῷ ῥήματι περιπτύσσεται καὶ δι’ αὐτῆς ἡ κτίσις πᾶσα τὴν χαρὰν καταπλουτίζεται.

Παραγίνεται πρὸς τὴν Μαριὰμ ὁ ἀρχάγγελος, τῆς δαυϊτικῆς φυλῆς τὸ εὐῶδες ἄνθος καὶ ἀμάραντον, τῆς ἀνθρωπίνης φύσεως τὸ περικαλλὲς καὶ μέγα καὶ θεολάξευτον ἄγαλμα. Αὕτη γὰρ ἡ παρθένος, ὡς ἔπος εἰπεῖν, ἐξ αὐτῶν σπαργάνων τὰς ἀρετὰς ὑποτρεφομένη καὶ ταύταις συναύξουσα ἀΰλου πολιτείας βίον ἐπὶ γῆς ἐδίδου πολιτεύεσθαι καὶ τὰς πύλας τῆς πρὸς ἀρετὴν ὁδοῦ διανοίξασα οὐκ ἄπορον παρέσχε τῇ μιμήσει τὴν πάροδον, ὅσοις ἔρως ἐμπέφυκεν οὐρανίῳ νυμφῶνι θαλαμηπολεῖν οὐ σβεννύμενος. Τίς γὰρ οὕτω πρὸς ἡδονὰς ἐξ ἔτι παιδὸς ἐγκρατής, οὐχ ὅσαι τοὺς δεσμοὺς ὑπερορῶσαι πόρρω τῆς φύσεως φέρονται, οὐδ’ ὅσαι πράξει καθορῶνται καὶ τῶν γραπτῶν νόμων σῳζομένων ἀνθρωπίνοις ὅμως ἀναπηδῶσαι κινήμασιν, ἀλλ’ οὐδ’ εἴ τις ἄλλη τοῖς λογισμοῖς ἐπικαθημένη καὶ μέχρις αὐτοῦ καὶ μόνου παρατεινομένη τὰ σκιρτήματα; Οὔμενουν πρὸς οὐδεμίαν τούτων ἡ μακαρία παρθένος οὐδὲ τοὺς λογισμοὺς ἐνεδίδου κατακλίνεσθαι, ἀλλ’ ἦν ὅλη τῷ θείῳ κάτοχος ἔρωτι, τούτοις τε καὶ τοῖς ἄλλοις ἅπασι δεικνῦσά τε καὶ ὑποσαλπίζουσα ὡς ἀληθῶς αὕτη τῷ ποιητῇ τῶν ὅλων εἰς νύμφην εἴη ἀφωρισμένη καὶ πρὸ γεννήσεως.

Καὶ γὰρ δὴ καὶ τὸν θυμόν, ὡς δή τι θηρίον ἀλλόκοτον, τῷ ἀπαθεῖ τῆς γνώμης οἷά περ ἀλύτοις δησαμένη νήμασιν, ὅλην τὴν ψυχὴν ἱερὸν πρᾳότητος ἀπειργάσατο τέμενος, εὐσταθεῖ λογισμῷ τὸν τῆς ἀνδρείας τόνον οὐδαμοῦ φανεῖσα χαυνώσασα καὶ <κατὰ> τὸ δεσποτικὸν πάθος, ᾧ παρειστήκει, μηδὲν βλάσφημον καὶ ἀγανακτήσεως ἀφιεῖσα ῥῆμα, οἷα πράττειν μητέρες πονούμεναι ἐπὶ τηλικούτοις παίδων πεφύκασι πάθεσιν. Ἱκανὸν τοῦ λόγου μαρτύριον καὶ τῆς ἐξ ἀρχῆς αὐτῇ προσούσης καρτερίας τε καὶ γενναιότητος ἡ πρὸς τοῦτο ῥώμη καὶ τῆς ψυχῆς τὸ παράστημα εὐγενὲς καθέστηκε βλάστημα. Συνέσεως δὲ καὶ καθαρᾶς διανοίας ἔργοις τε καὶ λόγοις ἀμίμητον ἐπήνθει τὸ χάρισμα, δι’ οὗ πρὸς πάσας πειρασμῶν τοῦ βίου τρικυμίας, καὶ ἃς ἡ τῶν πονηρῶν πνευμάτων ἀνεκίνει βία καὶ θύελλα, ἐμφρόνως ἅμα καὶ πολυμερῶς ἁρμοζομένη διετίθετο, μηδὲν τῶν ἀγωγίμων μηδ’ ἐπὶ βραχὺ ψαῦσαι τῆς τῶν κακῶν ἅλμης συγχωρήσασα.

Οὕτω δὴ τῆς παρθένου, οἷς τῶν ἀνθρωπίνων ὑπερετείνετο μέτρων, τῶν οὐρανίων θαλάμων ἀξίας ἐπιδεικνυμένης καὶ τὴν ἡμετέραν ἄμορφον ἰδέαν, ἣν ὁ τῶν προγόνων κατεκηλίδωσε ῥύπος, τῷ οἰκείῳ ἐναγλαϊζούσης κάλλει, ὁ Γαβριὴλ ἐπέστη τῆς βασιλικῆς παρουσίας τῷ μυστηρίῳ διακονούμενος, καί, Χαῖρε, κεχαριτωμένη, ἐλευθέρᾳ καὶ φωνῇ καὶ γλώσσῃ βοᾷ, ὁ Κύριος μετὰ σοῦ, πᾶν τὸ γένος διὰ σοῦ τῆς παλαιᾶς ἀπαλλάσσων λύπης καὶ ἀρᾶς. Διὰ τοῦτο καὶ ὁ θεοπάτωρ Δαυῒδ τὴν πνευματικὴν κατέχων κιθάραν καὶ τοῖς τῆς θυγατρὸς μνήστροις σκιρτῶν τῷ πνεύματι ἐπιφαίνεται καὶ τοῖς προφητικοῖς δακτύλοις τὰς ψαλμικὰς χορδὰς ἐπιτρέχων μέλος τερπνὸν ἀνακρούεται καὶ παρθενικῶν θαλάμων ἐπάξιον καὶ παντὸς τοῦ κόσμου σωτήριον.

Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· ἐπεθύμησε γὰρ ὁ βασιλεὺς τοῦ κάλλους σου καὶ αὐτός ἐστι κύριός σου καὶ πάντων ἡμῶν· καὶ πᾶσα κτίσις πανευλαβῶς ὡς κοινῷ δεσπότῃ καὶ πάντων δημιουργῷ προσκυνοῦμεν αὐτῷ. Ἄκουσον, θύγατερ, καὶ τοῖς τοῦ Γαβριὴλ μηνύμασι κλῖνον τὸ οὖς σου· δι’ αὐτῶν γὰρ τὸν τῆς παρακοῆς ἰόν, ὃν ἡ συμβουλία τοῦ ὄφεως ταῖς ἀκοαῖς τῆς Εὔας ἐκχεαμένη παντὶ τῷ γένει τῆς τοῦ φαρμάκου σταγόνος μετέδωκεν, ὡς ἁλμυρὰν ἀκοὴν ποτίμῳ λόγῳ διὰ τῶν σῶν πανάγνων εὐαγγελίων ἀποκλυσάμενοι μόνοις ὑπακούειν καὶ πειθαρχεῖν τοῖς τοῦ πλαστουργήσαντος ἡμᾶς προστάγμασι δυναμούμεθα. Ἄκουσον, θύγατερ, καὶ τὰ τῆς συλλήψεως εὐπειθῶς εὐαγγέλια πρόσδεξαι· ὁ γὰρ τοῦ πατρὸς ἐνυπόστατος καὶ συναΐδιος λόγος οὐ τῆς οἰκείας ἐξιστάμενος οὐσίας, οὐδ’ εἰς αὐτὴν τὴν σάρκα τρεπόμενος, τοῦτο γὰρ καὶ τῇ ἀνθρωπίνῃ φύσει ἐπιζήμιον, καὶ τῆς θείας οὐσίας ὕβρις εἰς ἔσχατον ἥκουσα, ἀλλ’ ἑκάτερον τῶν συνελθόντων εἰς ἕνωσιν ἀδιαίρετον φυλάττων ἀσύγχυτον, τὴν ἐν σοὶ κατασκήνωσιν εἰς ἐμὴν ἀνάπλασιν θεοπρεπῶς ἐκλεξάμενος τὰς οὐρανίους σκηνὰς φιλανθρώπως ἡμῖν εἰς κατοίκησιν ἀναπετάννυσι.

Τί τῆς χαρᾶς ταύτης τερπνότερον; τί τῆς πανηγύρεως λαμπρότερον; τί τῆς παρούσης ἑορτῆς ὑψηλότερον; Γῆθεν αἰρόμεθα· πρὸς οὐρανοὺς ἀνυψούμεθα· τὴν φθορὰν ἀποδυόμεθα· τὴν ἀφθαρσίαν ἀμφιεννύμεθα· τῆς κατάρας τοὺς πόνους καὶ τὰς ἀκάνθας διεφύγομεν, τῆς εὐλογίας τὴν εὐκαρπίαν καταπλουτιζόμεθα. Ἀλλὰ γὰρ τῶν ἀπὸ τῆς θείας χάριτος πλουτήσαντες ἀγαθῶν καὶ τοὺς ἀπὸ τῆς οἰκείας γνώμης συνεισενέγκωμεν καρπούς· κοσμείσθω καὶ ἡ ψυχὴ κόσμῳ νυμφικῷ, καὶ ἀποστιλβέτω λαμπρόν, μηδὲν πορνικὸν καὶ σκότους ἔργον ἐπισυρομένη, μηδὲν τὴν τῶν σωμάτων λαμπροφορίαν τῷ οἰκείῳ ζόφῳ συναμαυροῦσα καὶ ἐπισκοτίζουσα. Πόλεις πολλάκις ταῖς ἐκ γειτόνων ἄλλαις πόλεσι κῆδος συνάπτουσι καὶ οἰκίαι πρὸς ἀλλήλας νυμφικὸν ἱστῶσι συνάλλαγμα καὶ πολὺ πλῆθος πρὸς ἑαυτὰς καὶ πρό γε τῶν ἄλλων τοὺς εἰς τὸ αὐτὸ γένος ἀναφερομένους ἐπιστρέφουσι καὶ πάντας χαίροντας ἔχουσι καὶ συντρέχοντας, εἰ καὶ μηδὲν ἄλλο κέρδος αὐτοῖς ἀπ’ ἐκείνου τοῦ συναλλάγματος ὑποτείνοιτο· τί γὰρ ἂν καὶ μέγα κερδήσαιεν, εἰς παιδοποιὸν δεσμὸν συζυγίας ἄλλων δεσμουμένων καὶ τότε μηδὲ τὸ τέλος ἐχόντων ἐπίδηλον; Ὅμως ἕκαστος πολλῇ τῇ προθυμίᾳ ἐπιθαλάμια δῶρα τῇ κόρῃ κομίζουσιν, ὁ μὲν χρυσόν, ὁ δὲ ἄργυρον, καὶ μαργάρων ὅρμους ἕτεροι καὶ ἄλλος ἄλλό τι τῶν εἰς κόσμον καὶ πλοῦτον, οἷς προσάγεται, κεκτημένων τὴν συντέλειαν.

Ἀλλὰ πῶς ὁμοιώσω τὸ ἀπαράβλητον ἢ πῶς ἐξεικονίσω, οὗ μηδὲν ἐξ αἰῶνος ὑπέστη παράδειγμα; ἢ οὐ χρὴ δεδιέναι <τὸ> τοῦ παραδείγματος καὶ ἐκπλήττεσθαι; ὁ γὰρ Θεὸς ὢν καὶ εἰς ἀνθρώπους ἐμοὶ τελεῖν ἀνασχόμενος, αὐτὸς παρέσχε φιλανθρώπως καὶ τοῦτο παραδειγματίζειν τὴν ἄδειαν. Ἀλλ’ οἱ μὲν συμπολῖται, παστάδι τῆς πολίτιδος ἐκδιδομένης, ταῦτά τε πράττουσι καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ φωτοφοροῦσι καὶ τὸν ὑμέναιον ᾄδουσιν, εἰ τύχοι, καὶ κροτοῦσι χεῖρας καὶ συμπαραπέμπουσι καὶ πᾶν ὅ, τι ἂν ᾖ κεχαρισμένον καὶ καταθύμιον ὑπηρετοῦσι τοῖς συγκαλέσασιν. Ἡμεῖς δέ, τῆς ἀνθρωπίνης φύσεως τὰ συστήματα, ἐπειδήπερ ἡ ἄσπιλος κόρη, ἡ ἀειπάρθενος Μαρία, ἡ τοῦ ἡμετέρου γένους ἄμωμος θυγάτηρ, οὐκ ἀπὸ μιᾶς πόλεως, οὐδ’ ἐξ ἑνὸς ἔθνους, ἀλλὰ συμπάσης τῆς οἰκουμένης ἀπὸ πασῶν τῶν ἄλλων εἰς νύμφην μόνη τῷ παμβασιλεῖ καὶ δεσπότῃ τῶν ὅλων ἐκλέγεται, τί ἂν διαπραξάμενοι τῆς νυμφαγωγίας ἐπάξιον προσαγάγοιμεν; τίνι δὲ δῶρον εἰς τηλικοῦτον μέτρον ἀξίας ἀναδραμὸν προσάγεσθαι πορισθήσεται; βούλεσθε εἴπω; καὶ μηδεὶς ἐγκαλείτω βαρύτητα· τοῖς ῥᾳθύμως ἐστὶ ὑποδεχομένοις βαρὺ τὸ ἐπίταγμα, ἀλλ’ οὐ τῶν ἐπαγγελλόντων καὶ δεικνύντων, εἰς ὅσον ἐξικνεῖσθαι δύναται τῆς ἡμετέρας φύσεως τὸ ἀξίωμα· οὔμενουν, οὐδ’ ἐμός ἐστιν ὁ λόγος, τῆς διδασκαλίας ἐστὶ τῆς τοῦ πνεύματος.

Οἱ πρὸ γάμου, τὴν παρθενίαν· οὐδὲν γὰρ οὕτω τερπνὸν καὶ ἐπίχαρι, ὡς τῇ ἀειπαρθένῳ ἡ παρθενία. Οἱ γάμῳ συνδεθέντες, τὸ πεῖραν λαβεῖν τοῦ βίου καὶ πρὸς γονὰς ἐνδοῦναι τῇ φύσει καὶ τὴν σωφροσύνην εἰς τὸ ἔπειτα σῴαν συντηρῆσαι μηδὲ δευτέροις γάμοις ἐνυβρίζειν τὸν φθάσαντα· συγγενής ἐστιν αὕτη, κἂν διΐσταταί πως, τῇ παρθενίᾳ, τῷ μὲν γονὴν βλαστῆσαι εὐλογίαν Θεοῦ πληροῦσα, τῷ δὲ μὴ πρὸς ἀκρασίαν ἐλάσαι τῆς παρθενίας τὰ ἴχνη δεικνύουσα.

Οἱ τούτων ἀμφοῖν ὀλισθήσαντες, τὴν ἐπὶ τούτοις μετάνοιαν καὶ τὰ δάκρυα καὶ τὴν ἄφεσιν τοῖς ὀφειλέταις καὶ τὴν πρὸς τοὺς πενομένους ἐλεημοσύνην· καλὸν μὲν γὰρ δῶρον ταῦτα τῷ δεσπότῃ καὶ δῶρον προῖκα φερόμενον καταβάλλεσθαι· εἰ δ’ οὖν, ἀλλὰ τό γε χρέα διαλυσάμενον ἐν τῇ τῶν δώρων καὶ κλήσει καὶ χρείᾳ τὴν ὀφειλὴν καταθέσθαι, ἕρμαιον ὂν καὶ κρεῖσσον ἐλπίδος, σπουδῆς ἁπάσης δεήσει καὶ μηδὲν ἐλλείπειν προθυμίας καὶ ἀγωνίσματος. Ἄλλοι τὴν δικαιοσύνην καὶ τὸ φείδεσθαι τῶν ἀλλοτρίων· τί γάρ, ἅπερ ἂν αὐτὸς ὑπ’ ἄλλου πάσχων ἐθρήνεις τε καὶ κοπτόμενος ἔστενες, ταῦτα διαθεῖναι τρέχεις τοῖς πλησίον; Ἕτεροι τὴν ἐπὶ ταῖς συμφοραῖς ὑπομονὴν καὶ καρτερίαν· οὐδὲ τούτων ὁ μεθ’ ὑπομονῆς πόνος ἀγέραστος. Ἄλλοι τὴν πρᾳότητα καὶ φιλοξενίαν· αὐτοψίας γὰρ θείας ὑπάρχει καὶ ταῦτα παραίτια. Πάντως δὲ πάντων ἕκαστος τῶν εἰς τὴν οὐράνιον ταύτην καὶ βασιλικὴν παστάδα συνδεδραμηκότων δῶρόν τι τερπνὸν τῇ παρθένῳ καὶ τηλικαύτης νύμφης ἐπάξιον συνεισαγέτω· ὅσα γὰρ ἐκείνῃ προσάγεται, τούτοις ὁ νυμφίος καὶ Θεὸς ἡμῶν ἐπευφραίνεται· καὶ ὅστις οὐδὲν εἰς τιμὴν τῆς μνηστευθείσης συνεισήνεγκεν, οὗτος ὡς τὸν μνηστῆρα καθυβρίσας ἔξω τοῦ νυμφῶνος πικρῶς ἀπωσθήσεται.

Εἴ τις ἐπὶ νοῦν λάβοι τὸν ἀρχιστράτηγον Γαβριήλ, τὸν τῆς παρθένου μυστιπόλον καὶ τῆς σωτηρίας ἡμῶν εὐαγγελιστὴν καὶ ὑποφήτην, εἴ τις οὖν ἐννοήσει τοῦτον, ἵν’ ἑκάστου τὸ δῶρον ἐπόψοιτο, παρὰ τοῦ δεσπότου πεμπόμενον, ἆρα μικρὸν ἡμῖν καὶ οὐ τὸν περὶ ψυχῆς τρέχειν δρόμον πᾶσιν οἴεσθε προκεῖσθαι τὸν ἀγῶνα, ἄλλως τε δὲ λογοθετοῦντος ἐκείνου καὶ πολυπραγμονοῦντος τῶν συνεληλυθότων τοὺς ὅσοι δῶρα κομίζουσιν; Εἶτα, εἰ δὲ καὶ τὸν μὲν δωροφοροῦντα ἐσφράγιζε, καὶ τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς τελετῆς ταύτης ἐνέγραφεν ἄξιον, τοὺς δὲ μηδὲν ὅλως ἐπιφερομένους ἐξώθει τε καὶ ἐξήλαυνεν, ἆρ’ ὁ μηδὲν φέρων οὐχί, καὶ πρὶν ἢ τὴν ἔρευναν ἐπ’ αὐτὸν ἥκειν, ἐπὶ τῇ τῶν ὁμοίων ἐκβολῇ καὶ καταδίκῃ οὐκ ἂν καταπλαγείς, καὶ ἀμηχανήσας αὐτὸς ἑαυτὸν καὶ πρὸ τῆς πείρας, δι’ ὧν ἦν ἐληλαμένος, ἐθριάμβευσε καὶ τῆς ἑορτῆς ἀνάξιον ἐστηλίτευσεν; Ἐγὼ γοῦν δέδοικα, μὴ καὶ νῦν εἰς μέσον ἡμῶν (οὐ γὰρ εἰκὸς τὸν ὑπηρέτην τοῦ θεϊκοῦ συναλλάγματος τῆς ἐπὶ τούτῳ τελετῆς ἀπολιμπάνεσθαι), δέδοικα δὴ λίαν καὶ πεφόβημαι, μὴ καὶ νῦν εἰς μέσον ἡμῶν, εἰ καὶ μὴ καθορᾶται πᾶσιν, ἐρευνήσων ἥκει, τοὺς μὲν ἀνειπεῖν ἀξίους τοῦ θαλάμου, τοὺς δὲ πόρρω καὶ τῶν προπυλαίων ἀποπέμψασθαι.

Διὸ δεδοικὼς περί τε ὑμῶν καὶ ἐμαυτοῦ, ὑμᾶς μὲν παρεσκευασμένους εἶναι πάλαι καὶ πολλάκις συνεβούλευσα, οὐδὲ νῦν ἀποστὰς τῶν ὀφειλομένων ἐμοὶ καὶ δυνατῶν παραινέσεων· ἐγὼ δέ, ἐπεί μοι μηδὲν κατ’ ἀξίαν εἰς δῶρον ἡτοίμασται, ἐπὶ τὸν ἀπαθῆ καὶ ἀσυνδύαστον τῆς ἀειπαρθένου ἐπιθαλάμιον ὕμνον καταφυγεῖν ἔγνων, οὗ διδάσκαλον οἶδα καὶ μυσταγωγὸν τὸν τῆς μεγάλης ταύτης ἑορτῆς ὑπηρέτην καὶ τῆς πανηγύρεως ἐπόπτην. Ἴσως ἐκείνου ᾄδοντος καὶ ταῖς περὶ αὐτὸν σπουδαῖς ἀναστρεφομένου ὁ ἐρευνῶν φείσεται καὶ οὐκ ἀποπέμψει, οὐδὲ πέδας περιβαλών, ὡς τὴν βασιλικὴν ἐνυβρίσαντα παστάδα, ταῖς τῶν καταδίκων ποιναῖς ὑπαγάγοι, ἀλλά με τῷ χορῷ τῶν δωροφορούντων ἐναρίθμιον ποιήσει. Ἔστι γάρ, ἔστι παρά γε τῷ φιλανθρώπῳ κριτῇ καὶ δώρου χρείαν τοῖς ἄλλως ἀπόροις ἀναπληρῶν ὁ τοῦ πόθου τόνος, κἂν μηδὲν ἄξιον τῆς προθυμίας τὸ προσαγόμενον ἔχοι. Χαῖρε τοιγαροῦν διὰ τοῦτο, σὺν ἀγῶνι πολλῷ καὶ πόθῳ καὶ διανοίᾳ καὶ γλώσσῃ, παρθένε, βοῶ, τῆς ἐμῆς ἀσθενείας καὶ ἀπορίας τὸ καταφύγιον. Χαῖρε, κεχαριτωμένη, δι’ ἧς τὸ ἠρρωστηκὸς ἐπιρρώννυται καὶ τὸ συντριβὲν ἀναπλάττεται καὶ ὁ πτερνιστὴς καὶ τῆς συντριβῆς αἴτιος νεκροῦται καὶ καταργεῖται καὶ καταπατεῖται διάβολος.

Χαῖρε, κεχαριτωμένη, δι’ ἧς ἡ πικρὰ κατὰ τοῦ γένους ἀπόφασις τῷ γλυκασμῷ τῶν σῶν εὐαγγελίων ἀπαλείφεται καὶ τῆς παραβάσεως τὴν ἀκοσμίαν ἀποσκευασάμενοι τῆς ἐκ σοῦ θεοφανείας στεφανηφοροῦμεν τὴν ὡραιότητα. Χαῖρε, κεχαριτωμένη, τῆς τῶν θεολήπτων προφητῶν ἐποπτικῆς διαγνώσεως τὸ νοητὸν καὶ θεότευκτον ἔνοπτρον, ἐν ᾧ τὴν πρὸς ἡμᾶς τοῦ λόγου συγκατάβασιν μυστικῶς ἐνοπτρισάμενοι, οἷα δὴ σάλπιγγες θείῳ πνεύματι ἐνηχούμενοι τῆς γῆς ἁπάσης τὰ πέρατα περιέλαβον, τὴν σὴν κυοφορίαν περιηχήσαντες. Χαῖρε, κεχαριτωμένη, τῆς κοσμικῆς χαρᾶς τὸ ἐργαστήριον, ἐν ᾧ τῆς πρώτης ἀρᾶς ἐχωνεύθη τὸ κατάκριμα καὶ τῆς διὰ σοῦ χαρᾶς ἐχαλκεύθη τὸ ἀξίωμα. Χαῖρε, κεχαριτωμένη, ἧς τὸ κάλλος ὁ βασιλεὺς τῶν ἁπάντων, ἁγνῆς καὶ ψυχῇ καὶ σώματι καὶ λογισμῷ συντηρουμένης, ἐπεθύμησεν εἰς ἀνακαινισμὸν καὶ ἀνάπλασιν τῆς παλαιωθείσης εἰκόνος ταῖς τοῦ πονηροῦ μηχαναῖς καὶ πολυτρόποις ἐπαναστάσεσι. Διὰ τοῦτο ἐν δώροις λιτανεύσουσί σοι λαοί, οἱ πλουτήσαντες διὰ σοῦ τὴν εὐσέβειαν καὶ τῶν δυσειδῶν ἐκείνων ἀπαλλαγέντες ῥυτίδων τῆς ἐπεισάκτου μορφώσεως. Χαίροις, παλάτιον ἀχειρότευκτον, ἐν ᾧ τῆς δόξης ὁ βασιλεὺς τὴν ἐμὴν στολήν, ἐκ τῶν σῶν παρθενικῶν πορφυρωθεῖσαν αἱμάτων, ὡς βασίλειον ἁλουργίδα περιβαλόμενος τὴν ἀσχήμονα περιέστειλε τοῦ προπάτορος γύμνωσιν.

Χαίροις, ἡ σάρκα τῷ πλάστῃ δανείσασα καὶ τοῦ χρέους ἡμᾶς ἀπολύσασα καὶ τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα καὶ τὸ τῆς ἁμαρτίας χειρόγραφον διαρρήξασα. Χαίροις, ἡ ἔμψυχος τοῦ Θεοῦ κιβωτός, ἐν ᾗ ὁ δεύτερος ἐνοικήσας Νῶε τήν, μικροῦ δέω φάναι, σύμπασαν ἡμῶν τῶν ἀνθρώπων φύσιν τῷ τῆς ἁμαρτίας κλύδωνι καταβαπτισθεῖσαν προσειληφὼς διεσώσατο καὶ δευτέρου βίου καὶ πολιτείας θειοτέρας τύπους παρέσχε καὶ παραδείγματα. Χαίροις, ἡ θεοχάλκευτος κάμινος, ἐν ᾗ τῷ καθαρωτάτῳ καὶ παρθενικῷ συναναζυμώσας ἡμῶν τὴν φύσιν ὁ πλάστης φυράματι τῆς ὀξώδους ἐκείνης καὶ λυπηρᾶς ἀπεκάθηρε παλαιότητος, εἰς νέαν πλάσιν ἀνακαινίσας τὸν ἄνθρωπον.

Καὶ τί ἄν τις λόγοις ἀναμετρεῖν ἐπιχειροίη τὸ καὶ ἀγγέλοις ἀνεκλάλητον ἐκδιήγημα, ὑφ’ οὗ πᾶσα μὲν ἰσχὺς λόγων καταπαλαίεται, πᾶς δὲ νόμος ἐγκωμίων ἐλέγχεται ἐλασσούμενος, λογισμὸς δὲ σύμπας ἀνθρώπινος προβάλλειν ἀρχόμενος ἰλιγγιᾷ καὶ ἀνανεύει καὶ ἀμηχανίᾳ συνέχεται; Διὸ κρεῖσσον εὐγνώμονι σιγῇ τὸ μυστήριον τιμῆσαι ἢ τῆς ἐν λόγοις θρασύτητος γραφὴν ἀπενέγκασθαι. Ἤδη δὲ καὶ ὁ νυμφίος τὸν καιρὸν τῆς πανδαισίας ἑτοιμασάμενος καὶ εἰς τὴν μυστικὴν καὶ ἀπαθανατίζουσαν τράπεζαν τοὺς μὴ παντελῶς αὐτῆς, ἐν οἷς ἔδρασαν, ἐκφυλλοφορηθέντας συγκαλούμενος καὶ τὴν ἡμετέραν εὐτέλειαν θυηπολεῖν καὶ ἱερᾶσθαι φιλανθρώπως παρέχεται, εἰς λειτουργίαν τοῦ μυστηρίου προτρεπόμενος· οὗτινος ἀκατακρίτως καταξιωθείημεν ἅπαντες, μεσιτείᾳ τῆς ἀειπαρθένου καὶ θεομήτορος, ἧς καὶ πρεσβευούσης, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ὁ ἐξ αὐτῆς ὑπὲρ λόγον καὶ ἔννοιαν προελθών, τὸν εὐσεβῆ καὶ πιστὸν ἡμῶν βασιλέα τοῖς ἐχθροῖς δεικνὺς φοβερόν, τοῖς ὑπηκόοις ἐράσμιον καὶ τῆς ἐπουρανίου παστάδος ἅμα ἡμῖν ἀξιώσει, ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία καὶ αὐτῷ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.