Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τῆς ἀρχῆς τοῦ σχίσματος (Νόθος)

Μέγας Φώτιος

Η εισαγωγή των φραγκικών καινοτομιών και η υπεράσπιση του ορθοδόξου δόγματος

Αναφορά στην ορθόδοξη στάση των πρώτων Παπών, την εμφάνιση του Φιλιόκβε και των αζύμων από τους Φράγκους, καθώς και στα μέτρα προστασίας της πίστεως, όπως η ανάρτηση των ιερών ασπίδων από τον Πάπα Λέοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 6

Πῶς καὶ κατὰ τίνα τρόπον ἐχωρίσθησαν ἀφ’ ἡμῶν οἱ λατῖνοι καὶ ἐξεβλήθησαν τῶν πρωτείων καὶ τῶν διπτύχων. Ἦν ἐν τῇ ἑβδόμῃ συνόδῳ Ἀδριανὸς πάπας Ῥώμης· καὶ μετ’ ἐκεῖνον Λέων, Στέφανος, Πασχάλιος, Εὐγένιος, Βαλεντῖνος, Γρηγόριος, Σέργιος, Λέων, Βενέδικτος, Παῦλος, Στέφανος, Νικόλαος ὁ ἐπὶ τοῦ Φωτίου, Ἀδριανός, Ἰωάννης, Μαρῖνος, Ἀδριανός, Στέφανος. Οὗτοι πάντες ἦσαν ὁμολογοῦντες τὴν ὁμολογίαν τοῦ ἁγίου συμβόλου, καθὼς καὶ παρεδόθη ὑπὸ τῆς πρώτης ἁγίας καὶ οἰκουμενικῆς συνόδου καὶ τῶν μετ’ αὐτὴν ἓξ ἁγίων καὶ οἰκουμενικῶν συνόδων· καὶ ἐκ τοῦ πατρὸς μόνου κηρύττοντες καὶ διατρανοῦντες ἐκπορεύεσθαι τὸ πανάγιον πνεῦμα, καθὼς καὶ αἱ λοιπαὶ ἅγιαι ἐκκλησίαι κατέχουσι μέχρι τῆς σήμερον, ἡ τῆς Κωνσταντινουπόλεως, ἡ τῶν Ἀλεξανδρέων, ἡ τῆς Ἀντιοχείας καὶ ἡ τῶν Ἱεροσολύμων.

Μετὰ δὲ τὴν παρέλευσιν τῆς ἑβδόμης συνόδου, δεύτερος χρηματίσας πάπας Λέων, τῶν τῆς Κωνσταντινουπόλεως εἰκονομαχούντων, μετεκαλέσατο πρὸς ἑαυτὸν ἀπὸ τῆς ἐνδοτέρας Φραγγίας Καροῦλόν τινα, ὃν καὶ ἔστεψεν εἰς βασιλέα· ἀπὸ δὲ τοῦ τόπου ἐκείνου τῆς Φραγγίας συνακολουθήσαντες ἦσαν τῷ Καρούλῳ καὶ αἱρεσιῶταί τινες τοῦ Ἀρείου μαθηταὶ καὶ Ἀπολιναρίου καὶ ἐπεισελθόντες τὴν Ῥώμην ἤρξαντο διαστρέφειν τὸν τοῦ θεοῦ λαόν, οὐκ ἐκ πατρὸς μόνου τὸ πανάγιον πνεῦμα ἐκπορεύεσθαι λέγοντες, ἀλλὰ καὶ ἐκ τοῦ υἱοῦ, καὶ ἄζυμα θύεσθαι παραδίδοντες· καὶ ἄλλα τινὰ ἀνοίκεια τῇ ἐκκλησιαστικῇ παραδόσει ἐφλυάρησαν.

Θεασάμενος οὖν ὁ πάπας Λέων βοσκομένους τοὺς τοιούτους (αἱρεσιώτας μετὰ Καρούλου) τὸν ὀρθόδοξον τοῦ θεοῦ λαὸν καὶ ἄμοιροι ὄντες τῶν τότε λογίων ἀνδρῶν [ἐν τῇ Ῥώμῃ] καὶ τῶν τῆς Κωνσταντινουπόλεως, ὡς εἴπομεν, εἰκονομαχούντων, ἀπέστειλε πρὸς τὸν ἐν Ἱεροσολύμοις πατριαρχοῦντα Θωμᾶν, ἵνα πέμψῃ πρὸς αὐτὸν ἐλλογίμους ἄνδρας εἰς τὸ ἀποτρέψασθαι τὴν τοιαύτην λύμην ἐκ τῆς τῶν Ῥωμαίων πόλεως.

Τοῦ οὖν Μιχαὴλ τοῦ συγκέλλου εἰς τοῦτο ἀποσταλέντος παρὰ τοῦ [ἐν Ἱεροσολύμοις] πατριάρχου Θωμᾶ, συνεπομένων [Μιχαὴλ τῷ συγκέλλῳ] καὶ τῶν μαθητῶν αὐτοῦ Θεοδώρου καὶ Θεοφάνους τῶν Γραπτῶν καὶ Ἰώβ, καὶ διαβάντες κατὰ τὴν Κωνσταντινούπολιν, ὡς τὸ ὀρθόδοξον στηρίξαι, τὸ δὲ παρεκκλίνον εἰς εἰκονομαχίαν κατὰ τὸ δυνατὸν εἰς τὴν προτέραν ἀνακαλέσασθαι εὐγένειαν, κατεκρατήθησαν ὑπὸ τῶν εἰκονομάχων· καὶ ὁ μὲν σύγκελλος Μιχαὴλ ἐν τῇ Κωνσταντινουπόλει (διὰ μαρτυρίου) ἀπεβίωσεν, ὁ δὲ Θεοφάνης καὶ Θεόδωρος τυφθέντες καὶ γραφέντες τὰς ὄψεις ἐξωρίσθησαν.

Οἱ οὖν ἀπὸ τῆς Φραγγίας ἐλθόντες αἱρεσιῶται ἐκεῖνοι κατὰ πολὺ ἐλυμήναντο τὸν λαὸν τοῦ θεοῦ· διὰ τοῦτο καὶ ὁ πάπας Λέων τὰς ἐν τῷ σκευοφυλακίῳ οὔσας ἀσπίδας ἐγκεκολαμμένον ἐν ἑαυταῖς ἐχούσας τὸ ἅγιον σύμβολον ἀνεστήλωσεν ἐν τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ εἰς ἀποτροπὴν τῶν τοιούτων [αἱρεσιωτῶν] καὶ στερέωμα τοῦ χριστωνύμου λαοῦ.

Ὁ δὲ μετὰ τὸν τοιοῦτον Λέοντα Βενέδικτος πάπας καὶ αὐτὸς ὑπὸ τῶν τοιούτων αἱρεσιωτῶν λυμαινόμενον ὁρῶν τὸν τοῦ θεοῦ λαὸν διὰ γραμμάτων λατινικῶν ἑλληνιστὶ ἐκφωνεῖσθαι παρέδωκε τὸ ἅγιον σύμβολον τῇς ὀρθοδόξου πίστεως· ἀλλὰ καὶ πρὸς τοὺς τέσσαρας πατριάρχας γραφὰς ἐξαπέστειλε τοῦ μὴ δέχεσθαι παρ’ αὐτῶν τοὺς μετὰ ταῦτα γενομένους προέδρους τῆς Ῥώμης, εἰ μὴ πρότερον δέξαιντο τὴν ὁμολογίαν τοῦ ἁγίου συμβόλου, καθὼς καὶ αἱ ἅγιαι ἑπτὰ οἰκουμενικαὶ σύνοδοι παρέδωκαν, καὶ ἀπαρασάλευτον εἶναι κατησφαλίσαντο, ἐκ τοῦ πατρὸς καὶ μόνου ἐκπορεύεσθαι τὸ πανάγιον πνεῦμα καὶ μὴ καὶ ἐκ τοῦ υἱοῦ, καθὼς παρέσπειραν τότε οἱ τοιοῦτοι λυμεῶνες.