Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τῆς ἀρχῆς τοῦ σχίσματος (Νόθος)

Μέγας Φώτιος

Η επίσημη υιοθέτηση του Φιλιόκβε και η διακοπή της κοινωνίας

Η δράση του Φορμόσου, η καθιέρωση της προσθήκης στο Σύμβολο της Πίστεως από τον Πάπα Χριστόφορο και η διαγραφή των Λατίνων από τα ιερά δίπτυχα έως την εποχή του Μιχαήλ Κηρουλαρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 6

Μέχρι δὲ καὶ Ἀδριανοῦ καὶ Στεφάνου τῶν προέδρων Ῥώμης ὁμοφρονούντων τοῖς λοιποῖς πατριάρχαις Φόρμοσός τις πάπας Ῥωμαίων γενόμενος καὶ τῆς μαθητείας ἐκείνων προμετασχὼν τῶν λυμεώνων, ὡς πολλάκις εἴπομεν, ἀπέστειλε μὲν καὶ αὐτὸς τὴν ὁμολογίαν τοῦ ἁγίου συμβόλου ὡς καὶ οἱ πρὸ αὐτοῦ (πάπαι), ἐκ τοῦ πατρὸς καὶ μόνου ἐκπορεύεσθαι γράφων τὸ πανάγιον πνεῦμα, πρὸς τοὺς τέσσαρας πατριάρχας, ὑπούλως δὲ ἐδίδασκεν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ τὴν λύμανσιν τῶν τοιούτων αἱρεσιωτῶν.

Οἱ δὲ μετ’ αὐτὸν Βονιφάτιος, Στέφανος, Ῥωμανός, Θεόδωρος, Ἰωάννης, Βενέδικτος, Λέων, οὗτοι διάδοχοι τῆς τοῦ Φορμόσου τοιαύτης ξένης διδαχῆς ἐγένοντο. Χριστοφόρος δὲ μετ’ αὐτοὺς γενόμενος πάπας Ῥώμης καὶ παρὰ Σεργίου τοῦ τότε ἐν Κωνσταντινουπόλει πατριαρχοῦντος καὶ τὴν ὁμολογίαν τοῦ ἁγίου συμβόλου ἀπαιτουμένου (τῷ Χριστοφόρῳ), πρῶτον ὁ τοιοῦτος πάπας Χριστοφόρος ἐν τῇ ὁμολογίᾳ αὐτοῦ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ τὸ πανάγιον πνεῦμα ἐκπορεύεσθαι λέγων ἀνεφάνη· διὰ τοῦτο καὶ ὑπὸ τοῦ Σεργίου καὶ τῶν λοιπῶν πατριαρχῶν ἀπὸ τῶν διπτύχων ἐξεβλήθη.

Ἔπειτα καὶ οἱ μετ’ αὐτὸν τὸν Χριστοφόρον πάπαι πρόεδροι τῆς Ῥώμης γεγονότες καὶ τῇ ἀβλεψίᾳ τοῦ Χριστοφόρου τυφλωθέντες καὶ αὐτοὶ στοιχήσαντες οὐκ ἠθέλησαν μέχρι καὶ τῆς σήμερον ἀνακαλέσασθαι εἰς αὐτοὺς τὴν προτέραν εὐγένειαν τῆς ἀμωμήτου καὶ ὀρθοδόξου πίστεως, ἣν καὶ παρέδοσαν τῇ τοῦ θεοῦ ἁγίᾳ ἐκκλησίᾳ ἤτοι τῷ εὐσεβεῖ καὶ χριστωνύμῳ αὐτοῦ λαῷ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ ἑπτὰ σύνοδοι· τοῖς δὲ παραβαίνουσιν αὐτὰς ἤτω ἀνάθεμα.

Χρὴ δὲ γινώσκειν, ὅτι μετὰ τὸν Χριστοφόρον τὸν πρῶτον ἐν τῇ ὁμολογίᾳ αὐτοῦ ἐγγράψαντα, τὸ πανάγιον πνεῦμα καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι, ἐγένοντο πρόεδροι τῆς Ῥώμης καὶ σύμφρονες αὐτοῦ εἴκοσι τέσσαρες (καὶ οἱ μετ’ αὐτοὺς ἄλλοι πλείονες) μέχρι τῆς σήμερον, ἀποσφαλέντες ἀπὸ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων.

Μετὰ δὲ τὸν Σέργιον, τὸν δηλωθέντα πατριάρχην Κωνσταντινουπόλεως, τὸν καὶ ἀπὸ τῶν διπτύχων ἐκβαλόντα Χριστοφόρον τὸν πάπαν Ῥώμης διὰ τὸ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πανάγιον πνεῦμα λέγειν αὐτὸν ἐν τῇ πρὸς αὐτὸν ὁμολογίᾳ τοῦ ἁγίου συμβόλου, γέγονε πατριάρχης Κωνσταντινουπόλεως Μιχαὴλ ὁ Κηρουλάριος, ὃς καὶ ἀνεθεμάτισε τοὺς λατίνους ἀναφανδὸν ὡς αἱρετικούς.