Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τῆς ἀρχῆς τοῦ σχίσματος (Νόθος)

Μέγας Φώτιος

Δεύτερη διήγηση: Η εξάπλωση της αιρέσεως και η ενότητα της Εκκλησίας επί Φωτίου

Παράλληλη εξιστόρηση των αιτίων του σχίσματος, με έμφαση στη στέψη του Καρλομάγνου, τη δράση των Ιεροσολυμιτών μοναχών στην Κωνσταντινούπολη και την επισφράγιση της εκκλησιαστικής ενότητας από τον Πατριάρχη Φώτιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 6

Περὶ τῆς τῶν λατίνων πάλιν αἰτίας, ὁπότε ἀπέστησαν τοῦ ὀρθοῦ δόγματος, κατὰ ποῖον καιρὸν καὶ πότε καὶ παρὰ τίνων αἱρεσιωτῶν οἱ Ἰταλοὶ ἐδιδάχθησαν καὶ ἤρξαντο λέγειν καὶ ἐκ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα ἐκπορεύεσθαι καὶ ἄζυμα θύειν, καὶ ἕως τίνος παρηκολούθησαν τὰ μέσων ἡμῶν καὶ ἐκείνων ἀμφισβητήματα διὰ τὴν τοιαύτην προσθήκην, πότε δὲ καὶ τοὺς τῆς πρεσβυτέρας Ῥώμης πάπας τῶν ἱερῶν διπτύχων ἐξέωσαν οἱ ἡμέτεροι, καὶ τίνες ἦσαν οἱ τότε ἀρχιερατεύοντες ἐν τῇ Ῥώμῃ καὶ τῇ Κωνσταντινουπόλει.

Ἐν τῇ ἑβδόμῃ οἰκουμενικῇ συνόδῳ βασιλεύοντος Κωνσταντίνου καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ ἦν Ἀδριανὸς πάπας Ῥώμης· τούτου διάδοχος Λέων, ὃς τυραννηθεὶς ἐπὶ πλεῖστον παρὰ τῶν προσηκόντων Ἀδριανῷ καὶ τέλος τὰς ὄψεις παρ’ αὐτῶν ἐκκοπεὶς ἀποδιδράσκει πρὸς Κάρουλλον ῥῆγα Φραγγίας καὶ τοῦτον κατὰ τῶν ἐν Ῥώμῃ ὁπλίσας καὶ παρακινήσας ἄγει ἐκεῖσε καὶ χρίει βασιλέα, ἀμυνόμενος τοὺς Ἀδριανοῦ προσγενεῖς.

Τούτῳ τῷ Καρούλλῳ οὐκ ὀλίγοι προστάται τῆς νῦν παρὰ λατίνοις κρατούσης αἱρέσεως εἵποντο, οἳ καὶ εἰς Ῥώμην παραγενόμενοι τοὺς ἐν αὐτῇ ὀρθοδόξους διέστρεφον τῆς αὐτῶν ὀρθῆς ἀποσπῶντες αὐτοὺς πίστεως τῶν χριστιανῶν καὶ πρὸς τὰ αὐτὰ βλάσφημα καὶ νόθα δόγματα παρασύροντες.

Τέθνηκεν ὁ ῥηθεὶς Λέων καὶ Στέφανος αὐτὸν διεδέξατο, τοῦτον Πασχάλιος, τοῦτον Εὐγένιος, τοῦτον Βαλεντῖνος, τοῦτον Γρηγόριος, τοῦτον Σέργιος ὁ καὶ Πελάγιος, τοῦτον Λέων, τὸν δὲ Λέοντα ὁ Βενέδικτος. Ὁ δὲ Λέων οὗτος πάπας Ῥώμης θεασάμενος τοὺς τοιούτους βοσκομένους τὸν ὀρθόδοξον τοῦ κυρίου λαὸν καὶ ἀμοιρῶν τῶν τότε λογίων ἀνδρῶν ἐν Ῥώμῃ, τῶν δὲ ἐν Κωνσταντινουπόλει εἰκονομαχούντων τότε τὸ δεύτερον, βασιλεύοντος Λέοντος τοῦ Ἀρμενίου, καὶ βλέπων τὴν αἵρεσιν ταύτην ὁσημέραι πλατυνομένην καὶ τὴν ὀρθόδοξον ἐκκλησίαν τὴν ὑπ’ αὐτοῦ σφόδρα πάνυ λυμαινομένην, πάντας τοὺς ὑπ’ αὐτοῦ ὀρθοδόξους καὶ ζηλωτὰς τοῦ ὀρθοδόξου δόγματος συνήγαγε καὶ ἐκκλησιάσας μετ’ αὐτῶν καὶ ἄριστα βουλευσάμενος πέμπει εἰς Ἱεροσόλυμα πρέσβεις καὶ τὸν ἁγιώτατον πατριάρχην Θωμᾶν ἀξιοῖ ἀποστεῖλαί τε ἄνδρας σοφοὺς καὶ θερμοὺς τὰ θεῖα, [οἵτινες] τῇ ἐν Ῥώμῃ ἐκκλησίᾳ τῶν πιστῶν βοηθήσονται, ἀναδιδάξας αὐτῷ διὰ τῶν πεμφθέντων τὰ τῆς καινοφανοῦς ταύτης αἱρέσεως καὶ ὅπως κἀκ τίνων ἀνεφύη τὰ πονηρὰ ταῦτα καὶ ἀλλόκοτα δόγματα.

Ὁ δὲ τοὺς θείᾳ σοφίᾳ καὶ ἀρετῇ παντοίᾳ κεκοσμημένους καὶ λόγων ἐλευθερίᾳ καὶ παιδεύσει σεμνυνομένους ἀπολεξάμενος πέπομφεν ἐν τῇ Ῥώμῃ τῇ τῶν πιστῶν ἐκκλησίᾳ βοηθέντας καὶ στηρίξοντας· ἦσαν δὲ οὗτοι ὁ μέγας Μιχαὴλ ὁ ὁμολογητής τε καὶ σύγκελλος καὶ οἱ δύο γραπτοὶ Θεόδωρος καὶ Θεοφάνης, οἷς καί τις ἕτερος (Ἰὼβ αὐτῷ κλῆσις ἦν) συνείπετο, ὁμότροπός τε αὐτοῖς κατὰ πάντα ὢν καὶ παιδείας ὁμοίως ἔμπλεος· οἳ καὶ εἰς Κωνσταντινούπολιν ἀφικόμενοι καὶ τὰς τοῦ πατριάρχου καὶ ποιμένος αὐτῶν Θωμᾶ ἐπιστολὰς Λέοντι τῷ βασιλεῖ τῷ ἐξ Ἀρμενίας καὶ τῷ ὁμοιοτρόπῳ αὐτοῦ πατριάρχῃ Θεοδότῳ ἐγχειρίζουσιν (ἐπετέτακτο γὰρ αὐτοῖς καὶ τοῦτο παρὰ τοῦ ἁγιωτάτου Θωμᾶ κατὰ πάροδον οὕτω διαπραχθῆναι). Εἶτα καὶ τῆς τῶν εἰκονομάχων αἱρέσεως τόν τε βασιλέα καὶ τὸν ῥηθέντα Θεόδοτον ἀφιστᾷν ἐπεχείρουν καὶ πρὸς τὴν τῶν σεπτῶν καὶ θείων εἰκόνων εὐλαβεστάτην προσκύνησιν τούτους αὖθις ἀνεκαλοῦντο.

Ἐπεὶ δὲ οὗτοι τὸν τοῦ μαρτυρίου ἀγῶνα ὑπέδυσαν, τοῦ Ἀρμενίου Λέοντος τυραννικώτερον αὐτοῖς χρησαμένου, ὁ μακάριος Λέων ὁ τῆς Ῥώμης οὐ μισθωτός, ἀλλ’ ἀληθινὸς ἀρχιερεὺς καὶ γνήσιος ἐν ἀπορίᾳ ἦν τὰ κατὰ τοὺς ἐξ Ἱεροσολύμων πρέσβεις ἀναμαθών· τί ποιεῖ; ἀθροίζει πρὸς ἑαυτὸν πάντα τὸν ὑπὸ τὴν Ῥωμαίων ἐκκλησίαν πιστὸν λαόν, ὅσος τε ἐν τῷ ἱερατικῷ τάγματι καὶ ὅσος ἐν μοναχοῖς ἐτέλει, καὶ τὸ τῶν ἀποστόλων τοῦ θεοῦ θησαυροφυλάκιον διανοίξας ἐξάγει ἐκεῖθεν δύο ἀσπίδας χαλκέας ἐν ἑαυταῖς γεγραμμένον ἐχούσας γράμμασιν ἑλληνικοῖς τὸ τῆς πίστεως ἡμῶν θεῖον σύμβολον, καὶ ταύτας στήσας πρὸ τῶν πυλῶν τοῦ ναοῦ πάντας ἀναγινώσκειν προσέταττε τὸν ὅρον τῆς ἀμωμήτου πίστεως τῶν χριστιανῶν, εἰς ἀνατροπὴν μὲν τῶν τὴν αἵρεσιν κηρυττόντων, εἰς στηριγμὸν δὲ καὶ βεβαίωσιν τῶν τὴν ὀρθόδοξον πίστιν ἀσπαζομένων.

Παρῆλθε τὸν βίον Λέων οὗτος ὁ ἁγιώτατος· κατέστη τούτου διάδοχος Βενέδικτος ὁ θεῖος, ὃς καὶ διάπυρος ὢν τοῦ ὀρθοῦ τῶν χριστιανῶν δόγματος ἑλληνιστὶ παρὰ πάντων τῶν Ἰταλῶν τὸ τῆς πίστεως σύμβολον ἀνομολογεῖσθαι ἐθέσπισεν, ἵνα μὴ πρόφασις σκανδάλου τῷ τῆς γλώττης ἀσαφεῖ γένηται. Οὗτος καὶ πᾶσι τοῖς θείοις πατριάρχαις ἐπιστολὰς οἰκείας ἐκπέμπει καὶ ἀναδιδάσκει καὶ ἀξιοῖ δι’ αὐτῶν, μὴ ἂν ἄλλως ποτέ τινα τῶν ἀρχιερατεύειν μελλόντων ἐν τῇ κατὰ Ῥώμην ἐκκλησίᾳ δέξαιντο, εἰ μὴ ἐγγράφως πρότερον πρὸς αὐτοὺς ἐπιστέλοιεν τὸ τῆς πίστεως σύμβολον οὕτω κατὰ λέξιν ἔχον καὶ ἔννοιαν, καθώς περ δὴ καὶ παρὰ τῶν μακαρίων πατέρων ἡμῶν ἀνέκαθεν ἐξετέθη.

Ἐκράτει ταῦτα καὶ μετὰ ταῦτα καὶ διεπέμπετο ἐγγράφως τὸ σεπτὸν σύμβολον τῶν πατέρων εἰς τὰ λοιπὰ πατριαρχεῖα παρὰ τῶν τῆς Ῥώμης ἀρχιερέων. Ἦσαν δὲ ἑξῆς οὗτοι· τὸν θεῖον τοῦτον Βενέδικτον διαδέχεται Παῦλος, τοῦτον Στέφανος, τοῦτον Νικόλαος, τοῦτον Ἀδριανός, τὸν δὲ Ἰωάννης· ὃς καὶ ἐν τῇ κατὰ Φώτιον Κωνσταντινουπόλεως συνόδῳ θερμότατος ἐραστὴς καὶ προασπιστὴς τοῦ ὀρθοῦ δόγματος ὢν πλεῖστα κατὰ τῶν νόθων ἰταλικῶν δογμάτων διηγωνίσατο, διά τε τῶν αὐτοῦ ἐπιστολῶν, διά τε τῶν μακαριωτάτων αὐτοῦ τοποτηρητῶν Παύλου καὶ Εὐγενίου τῶν ἐπισκόπων καὶ Πέτρου πρεσβυτέρου καὶ καρδιναλίου. Τῷ γὰρ καιρῷ ἐκείνῳ βασιλεύοντες ἦσαν τῶν Ῥωμαίων Βασίλειος, Λέων καὶ Ἀλέξανδρος, Ἰωάννου πάπα Ῥώμης, Φωτίου Κωνσταντινουπόλεως, Μιχαὴλ Ἀλεξανδρείας, Θεοδοσίου Ἱεροσολύμων καὶ Θεοδοσίου Ἀντιοχείας.

Σπουδῇ οὖν τῶν ῥηθέντων εὐσεβεστάτων βασιλέων καὶ Ἰωάννου πάπα Ῥώμης καὶ Φωτίου Κωνσταντινουπόλεως καὶ τῶν ἑτέρων πατριαρχῶν ἕνωσις ἐγένετο τῇ ἐκκλησίᾳ τῶν Ἰταλῶν [διαστησάσῃ] διὰ τὴν προσθήκην [περὶ] τοῦ ἁγίου πνεύματος καὶ ἐκράτυναν καὶ ἐστήριξαν τὴν ὀρθόδοξον πίστιν, καθὼς ἡ πρώτη οἰκουμενικὴ σύνοδος καὶ ἡ δευτέρα, ὡσαύτως αἱ πέντε οἰκουμενικαὶ σύνοδοι ἐκήρυξαν καὶ παρέδωκαν, ὅτι ἐκ τοῦ πατρὸς μόνου ἐκπορεύεται τὸ πανάγιον πνεῦμα, καὶ οὐκ ἐκ τοῦ υἱοῦ· εὑρήσεις δὲ τοῦτο ἐν ταῖς πράξεσι ταῖς γενομέναις τότε παρὰ τοῦ Φωτίου καὶ Ἰωάννου.