Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τῆς ἀρχῆς τοῦ σχίσματος (Νόθος)

Μέγας Φώτιος

Η καθιέρωση των κακοδοξιών στη Ρώμη και η αντιρρητική γραμματεία

Η επίσημη εισαγωγή των καινοτομιών από τον Πάπα Σέργιο, η νέα διακοπή της κοινωνίας, η αποτυχία των διαπραγματεύσεων του Μιχαήλ Κηρουλαρίου και η συγγραφή αντιλατινικών έργων επί Κομνηνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 6

Μετὰ δὲ τὸν Ἰωάννην τοῦτον Μαρῖνος γίνεται τῆς Ῥώμης ἀρχιερεύς, μετ’ αὐτὸν Ἀδριανός, καὶ μετὰ τοῦτον Στέφανος, εὐσεβὴς ἀνὴρ καὶ τοῖς πρὸ αὐτοῦ ὁμόφρων καὶ ὁμότροπος· εἶτα μετὰ τοῦτον ὁ Φόρμοσος, ὁ τῆς ἀπωλείας υἱὸς καὶ τῆς ἀποστάσεως πατὴρ καὶ προστάτης· οὗτος γὰρ δόλῳ καὶ κλοπῇ, οὐχ ὡς ἀληθινὸς ποιμήν, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ κλέπτης τε καὶ λῃστὴς τῇ κατὰ Ῥώμην ἐκκλησίᾳ παρεισφθαρεὶς ἀλλόκοτα καὶ ἀλλότρια ταυτὶ δόγματα πρεσβεύων ἦν· πλὴν οὐ φανερῶς, οὐδ’ ἀνακεκαλυμμένῳ προσώπῳ καὶ διατορήτῃ γλώττῃ, ἀλλὰ λαθραίως καὶ ἀφανῶς.

Τοῦτον ὁ καλὸς διαδέχεται Βονιφάτιος, τοῦτον Στέφανος, τοῦτον Ῥωμανός, τοῦτον Θεόδωρος, τοῦτον Ἰωάννης, τοῦτον δὲ Βενέδικτος καὶ τοῦτον Λέων, τὸν δὲ Χριστοφόρος, τὸν δὲ Σέργιος. Ὁ τοίνυν Σέργιος οὗτος τολμηρότερος εἴπερ τις ὢν καὶ θρασύτερος, ἐπειδὴ πλατυνομένην καὶ προκόπτουσαν εἶδε τὴν ἑαυτοῦ αἵρεσιν καὶ πάντας σχεδὸν λυμαινομένην καὶ ἐπιτρέχουσαν, καὶ καιρὸν εἶναι τοῦτο ὑπολογησάμενος, ἐν ᾧ τὸ ἑαυτοῦ καταθύμιον ἐκτελέσαι ἰσχύσῃ, πάντας τοὺς ἑαυτοῦ συνῆξεν ὁμοφρόνας, ἐπισκόπους τέ φημι καὶ καρδιναλίους καὶ πάντας ἱερωμένους καὶ ὅσους τῶν μοναχῶν συμφρονοῦντας αὐτῷ εἶχε καὶ τὸν πικρὸν τῆς αἱρέσεως σκύφον συμπίνοντας· εἶτα μετ’ αὐτῶν κοινολογησάμενος καὶ ἐκκλησίαν δυσσεβῆ ἢ μᾶλλον συναγωγὴν πονηρὰν καθίσας ἀναισχύντως (ὦ θεοῦ βλέποντες ὀφθαλμοί!) καὶ ἀδέως πάντως τὰ μέχρι καὶ αὐτοῦ κεκρυμμένα καὶ ἀπαῤῥησίαστα τῶν Ἰταλῶν δόγματα καὶ διδάγματα εἰς τὸ φανερὸν ἀνεκήρυξε καὶ ἀπαραλλάκτως ἐδίδαξε, τὸ θεῖόν τε παρέφθειρε τῆς πίστεως σύμβολον καὶ τὴν ἰουδαϊκὴν καὶ νεκρὰν ταύτην ἀζυμοθυσίαν τελεῖσθαι παρέδωκε καὶ πάντας τοὺς ὑπ’ αὐτὸν τοῖς αὐτοῦ δεδογμένοις ἐμμένειν παρῄνει καὶ τῆς ἀκραιφνοῦς τῶν χριστιανῶν κατολιγωρεῖν πίστεως.

Ἐγένετο ταῦτα τοῦτον τὸν τρόπον καὶ ἐπεὶ λαθεῖν οὐκ ἦν (οὐδὲ γὰρ ὑπ’ ὀδόντα ὡς τὸ πρότερον κατεκρύπτετο) διεπορθμεύθη καὶ διηγγέλθη τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως νέας Ῥώμης. Σέργιος οὗτος ἦν ὁ εὐσεβὴς καὶ θερμὸς τῷ ζήλῳ τῆς καθ’ ἡμᾶς πίστεως· ὅς γε δὴ καὶ κατεξετάσας καὶ ἐξερευνησάμενος τὰ διαγγελθέντα, ἐπεὶ μὴ ψευδῆ εἶναι ταῦτα πεπληροφόρηται, τὸν ῥηθέντα Σέργιον τῆς ἐν τῇ παλαιᾷ Ῥώμῃ ἐκκλησίας προστάτην μὴ καταδεχόμενον τῆς καινοφανοῦς ταύτης θρησκείας τῶν Ἰταλῶν ἐκστῆναι τοῦ κοινοῦ τῆς τῶν πιστῶν ἐκκλησίας ἀποτέμνει πληρώματος καὶ τῶν ἱερῶν ἐκβάλλει διπτύχων καὶ τῆς τῶν ὀρθοδόξων θείας ὁμηγύρεως αὐτόν τε καὶ πάντας τοὺς αὐτῷ πειθομένους ἀπείργει. Ἔνθεν τοι καὶ πάντες τῷ Κωνσταντινουπόλεως θειοτάτῳ ἀρχιερεῖ Σεργίῳ συμφωνήσαντες σύμψηφοι τοῖς αὐτῷ πραχθεῖσι γεγένηνται καὶ τὸν τῆς παλαιᾶς Ῥώμης πρόεδρον ἀπεβάλλοντο.

Τοῦτον ὕστερον τὸν βίον ἀποβάλλοντα Ἀναστάσιός τις ὁμόφρων αὐτῷ διαδέχεται, τὸν δὲ Δάδδων, τοῦτον Ἰωάννης καὶ τοῦτον Λέων. Τούτῳ δὲ τῷ Λέοντι πρέσβεις εἰς Ῥώμην ἐκπέμπει ὁ εὐλαβέστατος βασιλεὺς Κωνσταντῖνος ὁ Μονομάχος καὶ ὁ τότε ἁγιώτατος πατριάρχης Μιχαὴλ ὁ Κηρουλάριος, πείθεσθαι ζητοῦντες παρὰ τῶν ἐν Ῥώμῃ καὶ τῶν ἐν ταῖς ὑπ’ αὐτὴν ἐκκλησίαις ἱερατευόντων, εἰ αἱροῦνται μεταβαλεῖν τῆς αἱρέσεως ταυτησὶ τῆς καινοφανοῦς καὶ τῆς ἀποστολικῆς αὖθις καὶ πατρικῆς τὴν ὁμολογίαν ἀσπάσασθαι πίστεως· ἀλλ’ ὑπὸ τοῦ Ἰταλοῦ Ἀργυροῦ λοιδορηθέντες οἱ πρέσβεις ἄπρακτοι διαμεμενήκασι, καθάπερ αἱ πρὸς τὸν ἁγιώτατον πατριάρχην Πέτρον Ἀντιοχείας καὶ τοῦ ἤδη ῥηθέντος Κωνσταντινουπόλεως Μιχαὴλ ἐπιστολαὶ παραδηλοῦσί τε καὶ διαλαμβάνουσιν.

Ἀλλὰ καὶ τὸν Λέοντα τοῦτον τῆς Ῥώμης πρόεδρον τελευτήσαντα Στέφανος σύμφρων αὐτοῦ τῆς αἱρέσεως διεδέξατο. Οὗτός ἐστιν ὁ Στέφανος, ὃς λέγεται πρῶτος τὰς τοῦ πώγωνος αὐτοῦ τρίχας αἰσχροτάτως τε καὶ ἀσεβεστάτως ἀποθρίξαι καὶ τοὺς ὑπ’ αὐτὸν ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ μοναχοὺς καὶ πάντα τὸν λαὸν τὸν ἰταλικὸν οὕτω ταῦτα ποιεῖν παραδέδωκεν, ἀσεμνότατα ἐπὶ τούτῳ σεμνυνομένους καὶ ἐπιχαίροντας.

Μετὰ δὲ Σέργιον τὸν προῤῥηθέντα πατριάρχην Κωνσταντινουπόλεως, τὸν ἐκβαλόντα ἀπὸ τῶν διπτύχων τὸν Χριστοφόρον, βασιλεύοντος καὶ τοῦ εὐλαβεστάτου Κωνσταντίνου τοῦ Μονομάχου, ὕστερον ἐλθὼν ὁ ἐν βασιλεῦσιν ἀοίδιμος Ἀλέξιος ὁ Κομνηνὸς καὶ τὰς πολλὰς τῶν αἱρέσεων πλοκὰς θεασάμενος, καὶ αὐτὰς δὴ τὰς προσθήκας καὶ ἐλλείψεις τῶν Ἰταλῶν, ἃς ἐδιδάχθησαν παρὰ τῶν προειρημένων αἱρεσιωτῶν (ἀγχίνους δὲ ἦν ὁ ἀνὴρ ἐς τὰ μάλιστα καὶ τῆς πίστεως ζηλωτὴς τῷ τότε καιρῷ) μηχανησάμενός τι σοφῶς ἐτεχνάσατο καὶ ἐφεῦρε· τοίνυν καὶ συγκαλεσάμενος ἄνδρας ἁγίους τε καὶ σοφούς, τὸν Ζιγαβῆνον φημὶ καὶ Ἰωάννην τὸν Φοῦρνον, καὶ ἐκ πάντων τῶν θείων βίβλων λόγους ἐρανισάμενοι κατὰ τῶν αἱρέσεων τὴν δογματικὴν βίβλον συνέταξαν καὶ κατ’ αὐτῶν δὴ τῶν Ἰταλῶν διὰ τὴν προσθήκην τοῦ ἁγίου συμβόλου καὶ τὰ ἄζυμα. Τελευταῖος δὲ πάντων καὶ ὁ θαυμαστὸς Ζωναρᾶς Ἰωάννης μοναχὸς τοὺς θείους καὶ ἱεροὺς κανόνας τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων καὶ τῶν ἑπτὰ οἰκουμενικῶν συνόδων καὶ πάντων τῶν ἁγίων πατέρων ἡμῶν σαφέστατα καὶ εὐσεβέστατα πάνυ ἐξηγήσατο καὶ οὐδαμῶς τὸν πάπαν ὡς ὀρθόδοξον ὠνόμασε, μᾶλλον δὲ καὶ τῷ ἀναθέματι καθυπέβαλε τοὺς τὰ ὅρια τῶν πατέρων σαλεύοντας καὶ ἀθέτησιν ποιοῦντας τῶν θείων κανόνων.