Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τῆς ἀρχῆς τοῦ σχίσματος (Νόθος)

Μέγας Φώτιος

Η προέλευση των αζύμων και η επικράτηση των φραγκικών εθίμων

Ιστορική παρέκβαση σχετικά με τον αιρετικό Λεύκιο ως εισηγητή των αζύμων, την εξάπλωση των αιρέσεων στη Ρώμη και την πολιτική και εκκλησιαστική κυριαρχία των Φράγκων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 5 από 6

Ὅπως ἐγένετο καὶ πόθεν καὶ πότε ἡ τῶν Ἰταλῶν ἐκ τῶν ὀρθοδόξων διαίρεσις καὶ διάστασις. Λεύκιός τις ὀνομαστὶ τὴν δι’ ἀστρονομίας γοητευτικὴν εἰς ἄκρον ἐξησκημένος καὶ τὴν Ἀπολιναρίου αἵρεσιν ὅλην ἐκπεπωκώς, ὡς δὲ καὶ τὴν τοῦ Μανέντος, Οὐαλεντίνου τε καὶ Μαρκίωνος (αὕτη γὰρ ἡ αἵρεσις τὴν μὲν τοῦ κυρίου ἐνανθρώπησιν ἀπαρνεῖται, οὐράνιον καταγγέλλουσα προσειληφέναι τὸν κύριον σῶμα ἄψυχόν τε καὶ ἄνουν, ἀρκεῖν ἀντὶ νοῦ καὶ ψυχῆς τοῦ μονογενοῦς τὴν θεότητα φάσκουσα· διὸ καὶ τὴν ἄζυμον ἐκτελοῦσι θυσίαν κατάλληλον τῷ προσληφθέντι ἀψύχῳ τε καὶ ἀλόγῳ, ὥς φασι, σώματι·) ὡς δὲ καὶ τὴν πνευματομαχικὴν οὗτος ὅλην ἐκπεπωκὼς αἵρεσιν· μετὰ τὴν ἁγίαν ϛ (al. εʹ) οἰκουμενικὴν σύνοδον, ἥτις τὰς τοιαύτας αἱρέσεις τῷ ἀναθέματι καθυπέβαλε μετὰ τῶν αἱρεσιαρχῶν τούτων, εἰς ὄψιν ἦλθε τῷ ἁγίῳ Γρηγορίῳ τῷ τῆς Ἀκραγαντίνων ὕστερον ἐκκλησίας ἀρχιερατεύσαντι καὶ πλείστας ἄμφω ἐν Παλαιστίνῃ συγκροτήσαντες διαλέξεις (ἐκεῖσε γὰρ οὗτοι ἐτύγχανον τότε) κατακράτος ὁ θεῖος Γρηγόριος τοῦτον κατῄσχυνεν.

Εἶτα ἐκ Παλαιστίνης ὁ Λεύκιος ἐκδιωχθεὶς κατήντησεν εἰς Ἀκράγαντα, ἔν τινι σπηλαίῳ κρυπτόμενος· διὸ καὶ μετὰ τὴν τοῦ θείου Γρηγορίου κατάσχεσιν τῆς Ἀκραγαντίνων ἐκκλησίας μετὰ δόλου ἐπέβη καὶ πλεῖστα μιαρὰ ἐκεῖσε κατεργασάμενος, ὡς καὶ τὴν ἱερὰν τραπέζαν καταστρέψαι διὰ τὸ τῶν ἁγίων μαρτύρων τὰ λείψανα ἐξελεῖν ἐξ αὐτῆς (ἡγεῖτο γὰρ βδελυκτὰ ταῦτα ὁ βδελυκτὸς [καὶ] ἐναπέῤῥιψεν εἰς τὸ πέλαγος), ὡς καὶ ἐν τῷ βίῳ τοῦ ἁγίου τοῦδε Γρηγορίου ὁ λόγος διαγορεύει σαφέστατα.

Εἶτα κἀκεῖθεν ἀποδιώκεται διὰ τὰς ἀνοσιουργίας αὐτοῦ καὶ τὴν Ῥώμην καταλαμβάνει μετὰ Σαβίνου καὶ Κρησκεντίνου τούτων ὑπερμαχεῖν ἰαψόμενος καὶ κατὰ τοῦ ἁγίου Γρηγορίου κατηγορίας συμπλέκων· ὅθεν καὶ φωραθεὶς ἐξόριστος εἰς τὴν Ἱσπανίαν παρὰ τοῦ τότε Πάπα ἐκπέμπεται· κἀκεῖσε γοῦν διὰ τῆς ἀστρολογίας καὶ γοητείας αὐτοῦ πλεῖστον λαὸν ἀπατήσας τὸν τῶν αἱρέσεων ἐξήμεσε βόρβορον.

Μοναρχησάσης δὲ Εἰρήνης τῆς γυναικὸς τοῦ ἐκ τῆς Χαζαρίας καὶ τοῦ Κοπρωνύμου υἱοῦ θηριωνύμου Λεόντος καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνηται, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος· οἱ δὲ τῷ θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἡρέθησαν κατ’ αὐτοῦ· ἐλωβήσαντο οἷ τὰ ὄμματα, ἀλλ’ οὐκ ἐξετύφλωσαν· οἱ γὰρ ἐπιτραπέντες τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρός, αὐτὸν οἰκτείραντες, καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. Ὃς μετέπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ, παρ’ ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη θρόνον καὶ τοῖς ἐχθροῖς ἀντημύνατο· ἐξ ὅτου καὶ ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως Ῥωμαίων ὀνομασθέντος.

Ἐπὶ μὲν γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν Γερμανῶν καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι· ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε Πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνῳ καὶ δαιμονοφόρῳ καὶ κοινωνεῖν τοῖς ἀσεβῶς προεστῶσι τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ἐπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν· ἐπὶ δὲ Κωνσταντίνου καὶ ταύτης τῆς μητρὸς αὐτοῦ Εἰρήνης οὗτος ὁ Πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοὺς εἰσεδέξατο καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐτῆς ἐκυρίευσαν.

Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, ὁ τῶν Φράγγων ἀρχηγὸς Καροῦλος βασιλεὺς Ῥωμαίων ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην ζητῶν συζευχθῆναι αὐτῇ κατὰ συμβίωσιν γαμικήν, καὶ οὐδ’ ἐκείνῃ τοῦτο ἀβούλητον ἔδοξε καὶ γέγονεν ἄν, εἰ μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν· οὗτος γὰρ πάντα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὅμαιμον Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίηκε.

Τῷ γοῦν Καρούλῳ τούτῳ συνείποντο καὶ οἱ τῶν αἱρέσεων τούτων ἐργάται καὶ μύσται Λευκίου· κἀκεῖσε γοῦν διατρίβοντες οὗτοι καὶ τοὺς περὶ τὴν Ῥώμην ἀπατῶντες ἀφελεστέρους εἰς ἑαυτοὺς μεθεῖλκον καὶ τὴν τῶν τοιούτων αἱρέσεων λύμην μετεδίδουν· ὅθεν καὶ τοῦ χρόνου παραῤῥυέντος πλεῖστοι τῆς κακίας μετελάμβανον ταύτης καὶ τὸ κακὸν ἐπλατύνετο· καὶ γὰρ θᾶττον ἄν τις ὀλίγης κακίας μεταλάβῃ πλουσίως ἢ ἀρετῆς βαθείας κατὰ μικρόν, φησιν ἡ θεολόγος φωνή.