Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τῆς ἀρχῆς τοῦ σχίσματος (Νόθος)

Μέγας Φώτιος

Οι παπικές προσπάθειες διαφύλαξης του Συμβόλου και η τελική πτώση της ρωμαϊκής εκκλησίας

Οι ενέργειες των Παπών Λέοντα και Βενεδίκτου, η επικύρωση της ορθόδοξης πίστεως στη σύνοδο επί Φωτίου, η προστασία των Βουλγάρων και η τελική διαγραφή των αιρετικών Παπών από τα δίπτυχα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 6

Τῷ τοι καὶ μεθ’ ἱκανοὺς χρόνους ἀπὸ τῆς τελευτῆς τοῦδε τοῦ Λέοντος Πάπα πλείστων κατὰ διαδοχὴν ἀρχιερέων χρηματισάντων ἐν Ῥώμῃ, Στεφάνου φημί, Πασχαλίου, Εὐγενίου, Βαλεντίνου, Γρηγορίου, Σεργίου τοῦ καὶ Πελαγίου, ἕτερος Λέων ἁγιώτατος τοὺς τῆς ἐκκλησίας ταύτης ἀναδεξάμενος οἴακας καὶ τὴν ἑαυτοῦ ποίμνην θεασάμενος λυμαινομένην ὑπὸ τῆς τοιαύτης αἱρέσεως, στέλλει πρὸς Θωμᾶν τὸν ἁγιώτατον πατριάρχην Ἱεροσολύμων, παραδηλῶν αὐτῷ τὴν περὶ τὴν ἐκκλησίαν αὐτοῦ λύμην, ἅμα καὶ ἐξαιτῶν ἄνδρας λόγου καὶ ἀρετῆς ἐπιστήμονας πεμφθῆναι αὐτῷ εἰς βοήθειαν καὶ ἀποσόβησιν τῶν τοιούτων αἱρέσεων. Οὐδὲ γὰρ ἦν δυνατὸν εἰς Κωνσταντινούπολιν πέμψαι διὰ τὸ τὴν δευτέραν ἐκεῖσε κατάρχειν εἰκονομαχίαν καὶ τὸν θηριώνυμον κατατυραννεῖν τύραννον.

Στέλλονται τοίνυν παρὰ τοῦ ἱεράρχου τοῦδε Θωμᾶ ἐξ Ἱεροσολύμων ἄνδρες λόγου καὶ ἀρετῆς ἐπιστήμονες, ὅ τε σύγκελλος Μιχαὴλ ἅμα τοῖς δυσὶν αὐταδελφοῖς Θεοδώρῳ τε καὶ Θεοφάνει τοῖς γραπτοῖς τὰ πρόσωπα ὕστερον διὰ τὰς θείας εἰκόνας· σὺν τούτοις δὲ καὶ Ἰὼβ ὁ θαυμάσιος, ὡς καὶ ἐν τοῖς βίοις τῶνδε τῶν ἁγίων, Μιχαὴλ φημὶ τοῦ συγκέλλου καὶ τοῦ γραπτοῦ Θεοδώρου, ἀναγεγραμμένα καὶ ταῦτα τυγχάνει. Ἐπεὶ δὲ καὶ πρὸς τοὺς ἐν Κωνσταντινουπόλει χριστιανοὺς ἔμελλον κομίζειν ἐπιστολὰς κατηχητικὰς ἐξ Ἱεροσολύμων τοῦ πατριάρχου (τοῦτο γὰρ καὶ παρ’ αὐτοῦ ἀπηγγέλθησαν) κατάδηλοι γίνονται τῷ ἀσεβεῖ Θεοφίλῳ καὶ τῆς πρὸς Ῥώμην πορείας ἐξείργονται.

Μανθάνει ταῦτα ὁ τῆς Ῥώμης ἁγιώτατος Πάπας Λέων, λυπεῖται, ἀδημονεῖ· εἶτα τί; ἐξάγει μὲν ἐκ τοῦ σκευοφυλακίου τὰς ἱερὰς τοῦ θείου συμβόλου ἀσπίδας, ἃς ὁ ἁγιώτατος Λέων ὁ Πάπας ὁ τὴν στήλην τῆς ὀρθοδοξίας συγγράψας ἀπὸ τῆς τετάρτης ἁγίας συνόδου προεναπεθησαύρισε θείῳ κινούμενος πνεύματι, καὶ ἀναθέματι καθυπέβαλε τοὺς μέλλοντας μεταμιγῆσαι ἐκ τοῦ ἁγίου συμβόλου τὸ ὁποιονοῦν καὶ κατὰ πρόσωπον ταύτας τῆς ἐκκλησίας ἀναστηλοῖ πρὸς τὸ ἀναγινώσκεσθαι ὑπὸ πάντων.

Ὁ δέ γε μετ’ αὐτὸν ἀρχιερατεύσας θεῖος Βενέδικτος καὶ αὗτος τὴν τοιαύτην λύμην τῆς αἱρέσεως θεασάμενος, καὶ ἑλληνιστὶ κελεύει ἀναγινώσκεσθαι τὸ ἅγιον σύμβολον καὶ μετὰ μέλους εἰς ἅπασαν ἐκκλησίαν τελοῦσαν ὑπὸ τὴν Ῥώμην· ὡς δὲ καὶ εἰς πάντα τὰ πατριαρχεῖα ἐπιστέλλει, μὴ δέξασθαι Πάπαν τῆς Ῥώμης εἰς κοινωνίαν, πρὶν ἂν τὴν ἑαυτοῦ ὁμολογίαν ὀρθόδοξον κομίσῃ πρὸς πᾶσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν.

Εἶτα μετὰ τὸν θεῖον τοῦτον Βενέδικτον κατὰ διαδοχὴν ἐπισκοπησάντων ἐν τῇ αὐτῇ ἐκκλησίᾳ Παύλου, Στεφάνου, Νικολάου καὶ Ἀδριανοῦ, ὁ θεῖος μετ’ αὐτοὺς Ἰωάννης ὁ Πάπας ἀρχιερεῖς τε καὶ κληρικοὺς λόγῳ κεκοσμημένους καὶ ἀρετῇ ἐκπέμπει πρὸς τὸν ἁγιώτατον πατριάρχην Φώτιον, σύνοδον ἐξαιτῶν κατὰ τῶν τοιούτων αἱρέσεων συγκροτῆσαι· ὅπερ καὶ γέγονε· καὶ τὴν ἐν Κωνσταντινουπόλει μεγίστην ἐκείνην συνεκρότησαν σύνοδον, ἥτις καὶ τὴν ἑβδόμην ἐβεβαίωσε σύνοδον καὶ κανόνας ἐξέθετο καὶ συνέριθον ἔσχε τὸν ἀοίδιμον ἐκεῖνον καὶ θεῖον Ἰωάννην τὸν Πάπαν στείλαντα πρέσβεις καὶ τοποτηρητὰς ἀντ’ αὐτοῦ εἰς συγκρότησιν τῆς τοιαύτης ἁγίας συνόδου, Παῦλον καὶ Εὐγένιον ἐπισκόπους καὶ Πέτρον πρεσβύτερον καὶ καρδινάλιον· .. διαβεβαιούμενος διὰ τούτων τῶν πρεσβέων, σῶαν εἶναι ἐπ’ εὐσεβείᾳ καὶ ἀκίνδυνον τὴν ἐν Ῥώμῃ ἁγιωτάτην ἐκκλησίαν καὶ μηδὲν οἷ τῶν ἀνηκέστων παθεῖν ὑπὸ τῆς τοιαύτης τῶν Ἰταλῶν αἱρέσεως, εἰ καὶ πρός τινας τῶν πρεσβυτέρων καὶ μοναχῶν τὰ σπέρματα ταύτης ἐπιπολάζῃ. ...

Ὃς καὶ μετὰ θυμηδίας πλείστης δεξάμενος ἐν ἐπηκόῳ πάντων τῶν ἀρχιερέων αὐτοῦ καὶ πρεσβυτέρων καὶ μοναχῶν κατὰ τὴν ἐν Ῥώμῃ ἐκκλησίαν ἔγνω· εἶθ’ οὕτως καὶ εἰς πᾶσαν τὴν ἑαυτοῦ ἐπικράτειαν ἀναγνωσθῆναι ταῦτα προσέταξε καὶ ἐν τοῖς ἱεροῖς ἐναποθησαυρισθῆναι ταμιείοις, εἰς ἔλεγχον μὲν τῶν τὴν εὐσέβειαν ἀθετούντων, βεβαίωσιν δὲ τῶν τὴν ὀρθὴν κατεχόντων ὁμολογίαν. Ὅθεν καὶ τὰ πρακτικὰ τῆς τοιαύτης ἁγίας συνόδου σώζονται καὶ ἐν τῇ ἡμετέρᾳ ἐκκλησίᾳ καὶ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων χριστιανῶν.

Τότε καὶ ἐκ Ῥώμης τῶν τοιούτων αἱρέσεων οἱ ἐργάται ἐκδιωχθέντες ᾤχοντο πρὸς τοὺς Βουλγάρους καὶ διεσπάσαντο ἂν τούτους τῆς εὐσεβείας νεοπαγεῖς ὄντας ἔτι τῇ πίστει, εἰ μὴ ὁ τῆς εὐσεβείας βοηθὸς θειότατος Φώτιος δύο καθολικὰς ἐπιστολὰς πρὸς πᾶσαν πέπομφε τὴν ὑφήλιον, στηλιτεύων ἅμα καὶ διελέγχων τὴν τούτων ἄθεον αἵρεσιν, αἳ καὶ τοῖς Βουλγάροις ἀπεκομίσθησαν κἀκ τούτων διέπτυσαν τὰς φθοροποιοὺς καὶ θεοῦ ἀφιστῶσας τούτων αἱρέσεις καὶ τῶν ἑαυτῶν ὁρίων τοὺς τῆς ἀνομίας ἐργάτας καὶ τοῦ Ἀντιχρίστου προδρόμους ἀπήλασαν. Ἀλλ’ οὐ τὴν ἐκκλησίαν ἀφ’ ἡμῶν τῆς Ῥώμης διὰ τῶν τοιούτων ἐπιστολῶν διέτεμεν ὁ θειότατος Φώτιος, ὡς οἱ τῆς δυσσεβείας συνήγοροι διατείνονται, εὐσεβεστάτης οὔσης τῷ τότε καὶ τῆς θειοτάτης συνόδου συγκροτηθείσης σπουδῇ τε καὶ συναινέσει τοῦ θειοτάτου Ἰωάννου τοῦ Πάπα· ἀλλ’ οὖν γε καὶ ἐπὶ πλέον μᾶλλον συνέδησε καὶ ἐστήριξε καὶ τοὺς κακοὺς ἐκφεύγειν ἐργάτας παρῄνει· κἂν ὕστερον μετὰ παραδρομὴν πλείστων ἐτῶν ἐκλάπη δολίως καὶ κατετυραννήθη ὑπὸ τῆς τοιαύτης αἱρέσεως.

Μετὰ γὰρ παραδρομὴν ὡς ἐτῶν ὀγδοήκοντα ἀπὸ τῆς τοῦ θειοτάτου Πάπα Ἰωάννου κοιμήσεως Φόρμοσός τις τὴν ἐπωνυμίαν, μαίευμα τῆς τοιαύτης αἱρέσεως, δόλιος ὢν τὸν τρόπον, δολίως ὑποκρινόμενος τὴν εὐσέβειαν, δολίως καὶ τῆς ἐκκλησίας ταύτης ἐπέβη· καὶ γοῦν τῇ συνήθει ὑποκρίσει καὶ δολιότητι οὗτος ἀεὶ χρώμενος οὐδαμῶς ἀκμὴν ὅλως ἠγάπα τι τῶν τῆς εὐσεβείας μετακινῆσαι δογμάτων ἢ τὴν ἑαυτοῦ δόξαν εἰς τοὐμφανὲς ἀγαγεῖν, ὑφορώμενος κίνδυνον· μόνον δὲ τοὺς τῆς αἱρέσεως ταύτης ἐργάτας παρῄνει τὴν εὐσέβειαν ὑποκρίνεσθαι καὶ τούτους τῇ ἐκκλησίᾳ ἔσπευσεν ἐμφυτεύειν καὶ τὰ μείζονα τούτοις ἀξιώματα ἐγχειρίζειν. Ἐκ τότε γοῦν καὶ εἶς τὸ ἑξῆς αἱρεσιῶται κατὰ διαδοχὴν εἰς τὸν τοιοῦτον θρόνον ἀνήγοντο καὶ τῇ ὑποκρίσει τῆς εὐσεβείας ἀεὶ χρώμενοι κρυφίως τὴν ἑαυτῶν ἐδίδασκον αἵρεσιν, οὐδαμῶς ὅλως τολμῶντες μετακινῆσαί τι τῶν τῆς ἐκκλησίας δογμάτων τε καὶ πραγμάτων μέχρι καὶ ὀγδόου κατὰ διαδοχὴν ἀπὸ Φορμόσου αἱρεσιάρχου.

Τοῦ γὰρ καταράτου τοῦδε Φορμόσου τὴν ψυχὴν ἀποῤῥήξαντος διέρχονται κατὰ διαδοχὴν τοῦ τε χρόνου καὶ τῆς αἱρέσεως Πάπαι Βονιφάτιος, Στέφανος, Ῥωμανός, Θεόδωρος, Ἰωάννης, Βενέδικτος, Λέων καὶ μετ’ αὐτὸν ὁ δαιμονοφόρος Χριστοφόρος καὶ Σέργιος ὁ τοῦ διαβόλου ἐργάτης, οἱ καὶ ἐν τοῖς χρόνοις ὑπῆρξαν κυροῦ Βασιλείου τοῦ Βουλγαροκτόνου τοῦ τὴν βασιλείαν καλῶς ἰθύναντος, τοὺς δ’ ἀρχιερατικοὺς οἴακας Σεργίου πατριάρχου θειοτάτου τοῦ καὶ κατὰ διάμετρον φερομένου εὐσεβείᾳ καὶ ἁγιότητι τοῦ προῤῥηθέντος Σεργίου (φημὶ) καὶ Χριστοφόρου. [ἔτος δὲ τῷ τότε τὰ ἀπὸ κτίσεως ͵ϛ.] Οὗτος οὖν ὁ κατάρατος καὶ δαιμονοφόρητος Χριστοφόρος εἰδώς, καὶ μετ’ αὐτὸν ὁ συνεργάτης αὐτοῦ Σέργιος, τὴν τοιαύτην τῆς αἱρέσεως λύμην περικρατήσασαν ἅπαν τῆς κατ’ αὐτοὺς ἐκκλησίας τὸ πλήρωμα, καὶ μηδένα κίνδυνον ὑφορώμενοι καταστρέφουσι καὶ πρακτικῶς τὴν εὐσέβειαν, τὸ θεῖον φημὶ τῆς ὀρθοδόξου πίστεως σύμβολον, τὴν ἁγίαν καὶ ἱερὰν θυσίαν καὶ τὰς λοιπὰς τῆς ὀρθοδόξου πίστεως παραδόσεις, ἐκτίθενται δὲ τὴν κατ’ αὐτοὺς ἅπασαν αἵρεσιν ἐμφανῶς, μηδὲν δεδιότες.

Εἶτα μανθάνει ταῦτα ὁ ἁγιώτατος πατριάρχης Κωνσταντινουπόλεως Σέργιος· στέλλει γραφάς, στέλλει πρέσβεις, ἀνακαλούμενος αὐτοὺς εἰς τὴν προτέραν ὡς δῆθεν εὐσέβειαν· οἱ δὲ ἀποκρούονται, ἀποστρέφονται, μυκτηρίζουσι, κενοὺς ἀποπέμπουσι τοὺς σταλέντας. Εἶτα πάλιν μανθάνει ταῦτα ὁ πατριάρχης καὶ τῆς τῶν ἱερῶν καὶ θείων διπτύχων ἐξωθεῖται τούτους ἀναφορᾶς διὰ τὸ ἀνακεκαλυμμένην αὐτοὺς ἀνακηρύττειν τὴν ἑαυτῶν αἵρεσιν καὶ μὴ ἐθέλοντας ἀπαντῆσαι εἰς σύνοδον.