Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Εκκλησιαστικοί Λόγοι, Ιατρική και Ποικίλα Έργα

Αναφορές σε ομιλίες του Βασιλείου Σελευκείας και του Χρυσοστόμου, ιατρικές παρατηρήσεις του Διοσκουρίδη και πολιτικά έργα του Λυδού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 12 από 37

Ἀνεγνώσθη τοῦ μακαρίου 〈Βασιλείου〉 ἐπισκόπου Σελευκείας λόγοι ιεʹ, πρῶτος μὲν εἰς τὸ «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Εἶτα εἰς τὸν Ἰωσήφ, εἰς τὸν Ἀδάμ, εἰς τὸν Κάϊν καὶ Ἀβέλ, εἰς τὸν Ἀβραάμ, εἰς τὸν Μωϋσῆν, εἰς τὸν Ἠλίαν, εἰς τὸν Ἰωνᾶν, ἔννατος εἰς τὸν ἑκατοντάρχην, δέκατος εἰς τὸ «Συνέπλεον οἱ μαθηταὶ τῷ Ἰησοῦ» καὶ ἑξῆς, εἶτα εἰς τὸ «Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι» καὶ ἑξῆς, κἄπειτα εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον, καὶ εἰς τὸ «Εἰπὲ ἵνα οἱ δύο μου υἱοὶ καθίσωσιν, εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων», καὶ εἰς τὸ «Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Πεντεκαιδέκατος δὲ εἰς τὸ «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Ἐν τούτοις οὖν αὐτοῦ τοῖς λόγοις τὸ μὲν τροπικὸν καὶ γοργὸν καὶ πάρισον, εἴ πέρ ποτέ τινι καὶ ἄλλῳ ἔστιν ἰδεῖν αὐτῷ δημιουργούμενον, καὶ τὸ σαφὲς δὲ καὶ ἡδὺ διατρέχει. Τὸ δὲ λίαν προσκορὲς τῆς τροπῆς καὶ τῶν γοργείων σχημάτων, μᾶλλον δὲ τὸ συνεχὲς καὶ ἄκρατον καὶ ἀδιάπαυστον εἰς ἀηδίαν καὶ διαβολὴν τὸν ἀκροατὴν διεγείρει, καὶ ψόγον κινεῖ τοῦ συγγραφέως οὐκ ἔχοντος, ὡς ἔοικε, τέχνῃ τὴν φύσιν ῥυθμίσαι καὶ κανόνι τὸ ἄτακτον διατάξαι.

Πλεονάζων δ᾽ ὅμως ταῖς τροπαῖς καὶ αὐτὸ τῆς τροπολογίας πηγάζων τὸ εἶδος, οὔτε εἰς ψυχρολογίαν, εἰ μὴ ὡς ἐλάχιστον, ἐκφέρεται, οὔτε ἀσαφείᾳ σκοτίζει τὸ νόημα, ἀλλὰ τῇ βραχύτητι τῶν κώλων καὶ τῶν περιόδων καὶ τῇ ἐμφάσει τῶν λέξεων τῆς τροπολογίας περιαιρεῖται τὸ δύσληπτον. Ἀλλ᾽ οὖν, ὅπερ ἔφην, ὁ κόρος τὴν χάριν ἀμβλύνει, καὶ τὸ ἄκρατον τῆς τροπῆς τοὺς νόμους τῆς τέχνης οὐκ ἐᾷ παρρησιάσασθαι.

Ἔοικε δὲ οὗτος μᾶλλον εἶναι ἢ ὁ Καισαρείας μέγας Βασίλειος ὁ τῷ τρισμακαρίστῳ Ἰωάννῃ τῷ Χρυσοστόμῳ φίλος γεγονὼς καὶ ὁμορόφιος, πρὸς ὃν καὶ ὁ περὶ ἱερωσύνης λόγος συντέτακται· πολλὰ γὰρ ἴχνη τῶν ἐκείνου καὶ λόγων καὶ νοημάτων, καὶ μάλιστα τῶν κατὰ τὴν θείαν γραφήν, ἐν τοῖς τοῦ Βασιλείου λόγοις ἐπιφαίνεται, ὡς ἂν ἀπὸ τῆς αὐτῆς πηγῆς τῶν μαθημάτων ἀρυσαμένων ἄμφω τὰ πρόσφορα. Καὶ τῆς τροπῆς δὲ ἡ κατ᾽ ἔμφασιν καὶ οἰκείωσιν μεταχείρισις τῆς Ἰωάννου συνουσίας καὶ συναναγνώσεως οὐκ ἐλάχιστον ὑπάρχει τεκμήριον· κέχρηται γὰρ ταύτῃ καὶ ὁ θεῖος ἐκεῖνος ἀνήρ, εἰ καὶ κεκραμένῃ καὶ λίαν ἐπικαίρως, καὶ τῇ ἀφελείᾳ τὸν ἐκεῖθεν ὄγκον μιγνύς τε καὶ διαλεαίνων εὐφυῶς, καὶ τὸν ὅλον λόγον πολιτικοῦ λόγου εἰκόνα ποιούμενος.

Ἔστι δὲ Βασίλειος οὗτος ὁ καὶ μέτροις ἐντείνας τὰ τῆς πρωτομάρτυρος Θέκλης ἔργα καὶ ἆθλα καὶ νικητήρια· καὶ ἄλλα δὲ αὐτοῦ γράμματα. Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Κυρίλλου〉 κατὰ τῶν Νεστορίου δυσφημιῶν τόμοι εʹ, ὧν ὁ μὲν πρῶτος ἀνατρέπει τῆς Νεστορίου βλασφημίας κεφάλαια δέκα, ὁ δὲ δεύτερος κεφάλαια ιδʹ, ὁ δὲ τρίτος ϛʹ, ὁ δὲ τέταρτος ζʹ, ὁ δὲ πέμπτος καὶ αὐτὸς ζʹ.

Ἔστι δὲ τὸ τῆς ἑρμηνείας αὐτῷ εἶδος κατὰ τὴν ἰδιάζουσαν αὐτοῦ τῶν λόγων ἰδέαν ἐκμεμορφωμένον, βραχὺ δέ τι πρὸς τὸ ταπεινότερον ὑπενηνεγμένον. Ἐμπεριείχετο δὲ τῇ βίβλῳ καὶ πρὸς αὐτὸν Νεστόριον ἐπιστολή, ἐπιχειροῦσα δῆθεν αὐτὸν μεταπείθειν καὶ φιλικῶς διορθοῦσθαι. Ἀλλὰ καὶ Νεστορίου πρὸς Κύριλλον ἀντίγραφον, τὰ ἐν τῇ ἐπιστολῇ κεφάλαια ἐμφερόμενα ποιούμενον ἐν εὐθύναις. Καὶ δὴ ἑτέρα ἐπιστολὴ Κυρίλλου, ὡς ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ συνόδου πρὸς Νεστόριον ἀποσταλεῖσα, ἥτις ἀναθεματίσαι αὐτὸν ἠξίου ἀναθεματισμοὺς ιβʹ κεφαλαίων. Ἔτι δὲ καὶ ἕτεραι πρὸς Οὐαλέριον ἐπίσκοπον κατὰ Νεστορίου καὶ τῶν αὐτοῦ δογμάτων· καὶ πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς δογματική, μᾶλλον δὲ ἀπολογίαν περιέχουσα τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἑνώσεως καὶ ὁμονοίας. Καὶ ἕτεραι διάφοροι περὶ τῆς αὐτῆς ὑποθέσεως, ὧν ἐν δυσὶ καὶ τὸ ἐν Νικαίᾳ διερμηνεύει θεόσοφον μάθημα. Ἐν οἷς ἅπασι τῶν οἰκείων λόγων τὸν χαρακτῆρα ἐπιτείνων ἢ ἀνιεὶς ὅμως διαφυλάττει.

Συμπεριείχετο δὲ καὶ ἡ πρὸς Ἀκάκιον ἐπίσκοπον Σκυθοπόλεως περὶ τοῦ ἀποπομπαίου καὶ ἔτι ἕτερος λόγος ἐπιγραφόμενος· «Σχόλια περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς», ἐν ᾧ διασαφοῦται ταῦτα, τί ἐστι Χριστός, τίνα τε τρόπον προσήκει νοεῖσθαι τὸ Ἐμμανουήλ, καὶ τί ἐστιν Ἰησοῦς ὁ Χριστός, καὶ κατὰ τί εἴρηται ἄνθρωπος ὁ τοῦ Θεοῦ λόγος, εἶτα κατὰ τί κεκενῶσθαι λέγεται ὁ τοῦ Θεοῦ λόγος καὶ πῶς εἷς ὁ Χριστός, καὶ πῶς εἷς ὁ Ἐμμανουήλ, καὶ τίνα λέγομεν εἶναι τὴν ἕνωσιν· καὶ περὶ τοῦ ἄνθρακος ὃν εἶδεν Ἡσαΐας, καὶ ἕτερα παραπλήσια τούτοις ιʹ κεφάλαια. Πολὺ δὲ τὸ χρήσιμον οὗτος ὁ λόγος ἔχει.

Ἀνεγνώσθη βιβλίον πολύστιχον, μᾶλλον δὲ πολύβιβλον, ἐν λόγοις μὲν ιεʹ, τεύχεσι δὲ εʹ. Ἐν οἷς μαρτυρίαι δῆθεν καὶ χρήσεις ὁλοκλήρων λόγων, οὐχ ἑλληνικαὶ μόνον ἀλλὰ καὶ περσικαὶ καὶ θρᾴκιοι καὶ αἰγύπτιοι καὶ βαβυλωνιακαὶ καὶ χαλδαϊκαὶ καὶ δὴ καὶ ἰταλοὶ ἐκ τῶν παρ᾽ ἑκάστοις δοκούντων λογίων κατεστρώθησαν, ἃς ὁ συγγραφεὺς συμφερομένας πειρᾶται δεικνύειν τῇ τῶν Χριστιανῶν ἀχράντῳ καὶ ὑπερφυεῖ καὶ θειοτάτῃ θρησκείᾳ, περί τε αὐτῆς τῆς ὑπερουσίου καὶ ὁμοουσίου Τριάδος, ὡς καὶ ὑπ᾽ ἐκείνων κηρύττεται καὶ καταγγέλλεται, περί τε τῆς ἐν σαρκὶ τοῦ λόγου παρουσίας, τῶν τε θεοσημείων καὶ τοῦ σταυροῦ καὶ τοῦ πάθους καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τῆς τε ἀναλήψεως καὶ τῆς τοῦ παναγίου πνεύματος πυρίναις γλώσσαις ἐπιχορηγηθείσης τοῖς μαθηταῖς ὑπὲρ λόγον χάριτος, καὶ δὴ καὶ τῆς φοβερᾶς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν δευτέρας παρουσίας καὶ τῆς τῶν νεκρῶν ἀναβιώσεως καὶ κρίσεως καὶ ἀμοιβῆς ὧν ἕκαστος ἐν βίῳ διεπράξατο.

Οὐ μόνον δὲ ἀλλὰ καὶ περὶ τῆς τοῦ παντὸς δημιουργίας καὶ προνοίας, παραδείσου τε καὶ τῶν συστοίχων τούτοις, καὶ δὴ καὶ περὶ ἀρετῆς τῆς παρὰ Χριστιανοῖς ἀσκουμένης καὶ εἴ τι ταύτης παραπλήσιον, περὶ τούτων ἁπάντων Ἕλλησί τε καὶ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ τοῖς προειρημένοις πεφιλοσοφῆσθαί τε καὶ διακεκηρύχθαι ἐν ἰδίοις αὐτῶν πειρᾶται δεικνύναι συγγράμμασιν.

Οὐ μόνον δὲ ἀπὸ τῶν εἰρημένων ἀγείρει καὶ συντίθησι τὰς μαρτυρίας, ἀλλὰ καὶ ἀπὸ τῶν χειμευτικῶν Ζωσίμου λόγων (Θηβαῖος δ᾽ ἦν οὗτος Πανοπολίτης) οὐκ ἐφείσατο τὰ αὐτὰ κατασκευάζειν· ἐν οἷς καὶ ἑβραϊκῶν λέξεων ἐκτίθεται σημασίας καὶ τῶν Ἀποστόλων ἕκαστος ἔνθα τε τὸ σωτήριον ἐκήρυξε μάθημα, καὶ ἐν ᾧ τόπῳ τῶν ἀνθρωπίνων πόνων ἀνεπαύσατο. Ἐπὶ τέλει δὲ τῶν λόγων καὶ παραίνεσιν ἰδίαν κατατίθεται, γνωμολογίαις τε τῶν ἔξω καὶ γραφικοῖς λογίοις ταύτην συνυφαίνων καὶ διαπιστούμενος· ἐν ᾗ μάλιστα τὸ φιλάρετον τοῦ ἀνδρὸς καὶ τὸ εἰς εὐσέβειαν ἀδιάβλητον ἔστιν ἐπιγνῶναι.

Ἡ δὲ τῶν λόγων αὐτοῦ ἰδέα οὐκ ἀφέστηκε τοῦ μηδὲ ἰδέα εἶναι· ἥ τε γὰρ συνθήκη ἐν πολλοῖς οὕτως ἀπημέληται, καὶ ἡ λέξις ἐπὶ τοσοῦτον ὥστε μηδὲ τῶν ἐκ τριόδου ῥημάτων ἐνίοτε φείδεσθαι. Καὶ ὁ νοῦς δὲ τῶν γραφομένων αὐτῷ πολλάκις οὐδὲν ἀμείνων. Καὶ τὸν μὲν τοῦ ἀνδρὸς πόνον καὶ τὸν σκοπὸν οὐκ ἄν τις εὐγνωμονῶν ἐπιμέμφοιτο, οὐκέτι δ᾽ ὁμοίως καὶ τὸ ἔργον. Οὐ ῥητὰ γὰρ μόνον ἐν πολλοῖς καὶ πολλάκις ἀνάρμοστα τοῖς ἡμετέροις θείοις δόγμασιν ἐφαρμόζειν ἐκβιάζεται, ἀλλὰ καὶ μύθους καὶ ὀνείρους τοὺς παρ᾽ αὐτῶν ἐκείνων τῶν τεκόντων γελωμένους ἄν, εἴ γε σωφρονεῖν ἔμελλον, ὁ δὲ οὐδὲ τούτους λέγειν παραιτεῖται τῇ ἡμετέρᾳ θεοσοφίᾳ συμφέρεσθαι, ἀλλὰ καὶ σπεύδει τὴν ἐν τοῖς μύθοις καὶ ὀνείροις ἀλλόκοτον ἔννοιαν εἰς τὰς ἀληθεῖς καὶ θεοπρεπεῖς καὶ ἀπαραγράπτους καὶ καθαρὰς ἐννοίας τοῦ θείου δόγματος ἀνατίθεσθαι. Ἐξ ὧν κέρδος μὲν οὐδ᾽ ὁτιοῦν τῇ εὐσεβείᾳ, ἀφορμὰς δὲ λαβῆς κατ᾽ αὐτῆς τοῖς φιλαιτίοις οὐκ ἂν ἀλόγως δόξῃ πυρίζεσθαι, εἴ γε καὶ τὰ μηδὲν προσήκοντα ἀλλὰ καὶ ὡς πλεῖστον ἀπεμφαίνοντα ἐπιχειροῦντάς τινας τῶν ἡμετέρων ἕξουσι δεικνύειν εἰς σύστασιν τῆς ἀπροσδεοῦς καὶ μόνης καθαρᾶς καὶ ἀληθοῦς λατρείας ἡμῶν, τὰ ἐκείνων ἐκβιαζομένους καὶ ἐπιχειροῦντας εἰς συμφωνίαν ἄγειν, ἃ πλέον πρὸς τὰ ἡμέτερα ἢ τὸ σκότος πρὸς τὸ φῶς διέστηκεν.

Ὑπέδυ δὲ τὸν πολύμοχθον τοῦτον ὁ ἄνθρωπος πόνον, ὡς αὐτὸς πολλάκις ἐδήλωσεν, ἵνα δείξας τὸ Χριστιανῶν δόγμα ἐν πᾶσιν ἔθνεσι προκαταγγελθὲν παρὰ τῶν ἐν ἑκάστοις λογίων καὶ προκηρυττόμενον ἀναπολογήτους ἐλέγξῃ τοὺς ἐξ ἐθνῶν ὅσοι μὴ τῷ θείῳ προσῆλθον κηρύγματι. Καὶ ὁ μὲν σκοπὸς ἐπαινετός, οὐκ ἔδει δὲ δι᾽ ὧν ἦν ἄπορόν τε καὶ ἀπίθανον, ἀλλὰ δι᾽ ὧν ἐνεχώρει καὶ ἡ πίστις συνείπετο, τοῦτον περαίνεσθαι.

Τὸ μέντοι ὄνομα τοῦ συντεταχότος τὰ τεύχη μέχρι νῦν οὐκ ἔσχομεν εἰδέναι· οὐ γὰρ ἐνεφέρετο τοῖς βιβλίοις ὅσα εἴδομεν πλήν γε δὴ ὅτι Κωνσταντινούπολιν ᾤκει, γυναικί τε νόμῳ γάμου συνῴκει καὶ τοῖς ἐξ αὐτῆς αὑτοῦ παισί, καὶ ὅτι μετὰ τοὺς Ἡρακλείου χρόνους τὸν βίον διήνυσεν.

Ἀνεγνώσθη βιβλίον 〈Εὐστρατίου〉 πρεσβυτέρου τῆς μεγάλης ἐκκλησίας, φράσει μὲν συγκείμενον οὐκ ἐπαινετῇ, λογισμοῖς δὲ οὐ λίαν ψεκτοῖς· σαφὴς δ᾽ ὁ λόγος. Ἡ δὲ πρόθεσις τῷ ἀνδρὶ τρία ταῦτα συστῆσαι, ἓν μὲν ὅτι μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος αὐτίκα ἐνεργοῦσιν αἱ τῶν ἁγίων ψυχαί, οὐ μόνον δὲ τῶν ἁγίων, ἀλλὰ καὶ ἁπλῶς, κατὰ τὴν οἰκείαν ἑκάστη ἀξίωσιν, πᾶσα ἀνθρωπίνη ψυχή. Καὶ ὅτι ἐπιφαινόμεναι πολλοῖς πολλάκις καὶ κατὰ διαφόρους τρόπους αἱ ψυχαὶ αὐταὶ κατ᾽ ἰδίαν ὕπαρξιν ἐπιφαίνονται, ἀλλ᾽ οὐχὶ δύναμίς τις θεία εἰς τύπους σχηματιζομένη τῶν ἁγίων ψυχῶν τὰς ἐνεργείας ἐπιδείκνυσι. Τί γὰρ ὑποκρίσεως δεῖ καὶ σχημάτων καὶ τύπων, ἐνὸν ἑτοιμότερον δι᾽ αὐτῶν ἐκείνων τῶν ἁγίων ψυχῶν τὰ δεδογμένα τῷ κρείττονι ἐπιτελεῖσθαι;

Πειρᾶται δὲ ἑκάτερον τῶν εἰρημένων κατασκευάζειν ἔκ τε χρήσεων τῆς παλαιᾶς γραφῆς καὶ τῆς νέας, καὶ δὴ καὶ μαρτυρίαις διαφόρων πατέρων. Τρίτον δὲ αὐτῷ κεφάλαιον σπουδάζεται, ὅτι πάντως αἱ ὑπὲρ τῶν ἐν πίστει τελευτώντων τοῖς ἱερεῦσιν ἐπιτελούμεναι θυσίαι καὶ προσφοραί, ἢ ἄλλως δεήσεις καὶ ἱκεσίαι καὶ ἐλεημοσύναι ὑπὲρ αὐτῶν παρὰ τῶν πιστῶν, ἐλευθερίαν καὶ πταισμάτων ἄφεσιν καταπράττονται τοῖς ὑπὲρ ὧν ἐπιτελεῖται ταῦτα. Ἐν οἷς καὶ τὰ τρίτα μὲν ἐπιτελεῖσθαί φησι λαμβάνοντας τὸ μυστήριον τῆς δεσποτικῆς καὶ τριημέρου ἐγέρσεως εἰς συνεργίαν καὶ ἐπιβοήθειαν τῆς ἱκεσίας, τὰ δὲ ἔννατα ὡσαύτως (μεθ᾽ ἡμέρας γὰρ ηʹ τῆς ἐγέρσεως ὤφθη τὸ δεύτερον τοῖς μαθηταῖς ὁ δεσπότης), τὰ δὲ τεσσαρακοστὰ ὁμοίως, ὅτι μετὰ τοσαύτας ἡμέρας τὸ τελευταῖον τοῖς μαθηταῖς ὁραθεὶς μετὰ τοῦ ἡμετέρου φυσάματος ἀνελήφθη.

Εὗρον δὲ ἐν τῷδε τῷ βιβλίῳ καὶ τὸν τοῦ Παύλου κατὰ τὸν νόμον διδάσκαλον Γαμαλιὴλ καὶ πιστεύσαντα καὶ βαπτισθέντα, καὶ Νικόδημον τὸν νυκτερινὸν φίλον καὶ ἡμερινὸν γεγονότα καὶ μαρτυρίῳ τελειωθέντα, ὃν καὶ ἀνεψιὸν γενέσθαι τοῦ Γαμαλιὴλ ἡ ἱστορία διδάσκει.

Βαπτίσασθαι δὲ ἑκάτερον ὑπὸ Ἰωάννου καὶ Πέτρου, οὐ μόνον δὲ ἀλλὰ καὶ τὸν Γαμαλιὴλ παῖδα, Ἄβιβος ὄνομα αὐτῷ. Τὸν γοῦν μακάριον Νικόδημον, ἐπεὶ ἐπύθοντο οἱ Ἰουδαῖοι βαπτίσασθαι, διὰ τοῦτο πληγαῖς πολλαῖς ὑπέβαλον, αἷς στερρῶς ἐναθλήσας, μετ᾽ ὀλίγον ἐτελειώθη.

Ταύτην τὴν ἱστορίαν περιεῖχε μὲν τὸ βιβλίον, Χρυσίππῳ δὲ αὐτὴν ἀνετίθει. Πρεσβύτερος δ᾽ ὁ Χρύσιππος Ἱεροσολύμων, ὃς γράφων ἐγκώμιον εἰς τὸν μάρτυρα Θεόδωρον ὡς ἐν παρεκβάσει Λουκιανοῦ τινος μέμνηται, καὶ αὐτοῦ τῆς αὐτῆς ἐκκλησίας τῶν Ἱεροσολύμων χρηματίσαντος πρεσβυτέρου, ὅτε ὁ Ἰωάννης τῆς ἐκεῖσε ἀρχιερωσύνης προεστήκει.

Οὗτος δ᾽ ὁ Λουκιανὸς ἐν μιᾷ τῶν νυκτῶν, περὶ τρίτην ὥραν, καθ᾽ ὕπαρ ἀλλ᾽ οὐκ ὄναρ, λέγεται τὰ προειρημένα μυηθῆναι· ἐπιστάντα γὰρ αὐτῷ τὸν Γαμαλιὴλ ταῦτα ἐμφανίσαι, ὡς εἴη μὲν αὐτὸς Γαμαλιήλ, καὶ ὡς ἐβαπτίσατο, καὶ ὑφ᾽ ὧν, εἴη δὲ καὶ Ἄβιβος ὁ παῖς, καὶ ὡς θήκῃ μὲν μιᾷ αὐτοὶ ἐναποτέθεινται, ἔστι δὲ καὶ Στέφανος ὁ πρῶτος μαρτύρων κατὰ τὴν ἀνατολικὴν τεθησαυρισμένος θήκην· οὗ παρὰ τοὺς πόδας ἐν ἑτέρᾳ θήκῃ Νικόδημος, ὅσα τε πάθοι καὶ ἐφ᾽ οἷς καὶ ὑπὸ τίνων· ἡ δὲ μετὰ ταῦτα θήκη αὐτοῦ τε καὶ τοῦ παιδός ἐστιν. Ταῦτα εἰπόντα τὸν Γαμαλιὴλ ἐπισκῆψαι τῷ Λουκιανῷ μὴ ἀμελεῖν ἔτι τῶν λειψάνων μηδὲ ἐᾶν ἡλίῳ καὶ ὄμβροις διαφθείρεσθαι. Σεισμόν τε γενέσθαι σύνδρομον τῇ ὀπτασίᾳ, καὶ πολλὰς πολλῶν νοσημάτων ἰάσεις ἐπιτελεσθῆναι, τοῦ πρωτομάρτυρος μάλιστα τῆς θήκης τὰ ἰάματα προχεούσης.

Ἀνεγνώσθη τοῦ 〈Χρυσοστόμου〉 ὁμιλίαι εἰς τὴν γένεσιν ξʹ καὶ μία, ἐν τεύχεσι τρισίν, ὧν τὸ μὲν πρῶτον ὁμιλίας περιεῖχεν κʹ, τὸ δεύτερον δὲ δεκαέξ, τὸ τρίτον κεʹ. Ἐμφαίνεται δὲ ἐν τῷ πρώτῳ ὡς ἀπ᾽ ἀρχῆς τῆς τεσσαρακοστῆς ἀρξάμενος ὁμιλεῖν μήπω συναπαρτισθείσης αὐτῆς τούς τε κʹ λόγους τούτους καὶ ἄλλους τινὰς γʹ ἢ δʹ, μεταξὺ τῶν εἰς τὴν γένεσιν λόγων, χρείας, ὡς εἰκός, παρεμπεσούσης τῷ λαῷ προσωμίλησεν.

Ἔνεστι δὲ συνιδεῖν ὡς εἰ καὶ λόγοι ἔχει τὴν ἐπιγραφὴν τὸ βιβλίον (οὕτω γὰρ εὗρον ἐν οἷς ἀνέγνων), ἀλλὰ μᾶλλον ἐοίκασιν ὁμιλίαις, τά τε ἄλλα καὶ ὅτι ἐν πολλοῖς πολλάκις ὡς παρόντας ὁρῶν τοὺς ἀκροατάς, οὕτω πρὸς αὐτοὺς ἀποτείνεται καὶ ἐρωτᾷ καὶ ἀποκρίνεται καὶ ὑπισχνεῖται, δυναμένου μὲν καὶ ἄλλως ἔχοντος τοῦ λόγου καὶ οὐ καθ᾽ ὁμιλίαν τὰ τοιαῦτα σχηματίζειν καὶ ἐνδείκνυσθαι, οὐ μὴν ἀλλὰ τὸ συνεχῶς καὶ ἐπιμόνως τοῦτο ποιεῖν, καὶ οὐχὶ σὺν οἰκονομίᾳ τινί, παρίστησιν ὁμιλίας αὐτοὺς εἶναι.

Ὡμίλει δὲ ταύτας τῷ πλήθει, ὡς ἔστι μαθεῖν ἐξ αὐτῶν τούτων, πολλάκις μὲν καθ᾽ ἑκάστην, ἐσθ᾽ ὅτε δὲ καὶ ὑπὲρ ἡμέραν. Οὕτω μὲν τὸ πρῶτον βιβλίον, ἐν ᾧ αἱ κʹ ὁμιλίαι. Τὸ δ᾽ ἕτερον βιβλίον, ἔχον ιϛʹ λόγους, τοὺς μὲν πρώτους ζʹ ἔτι τῆς τεσσαρακοστῆς ἐνισταμένης ὑπεδήλου καθομιληθῆναι, ὡς εἶναι τοὺς δι᾽ ὅλης αὐτῷ τῆς τεσσαρακοστῆς μέχρι τῆς μεγάλης τετράδος τῶν εἰς τὴν γένεσιν λόγους κζʹ.

Οἱ δὲ ὑπόλοιποι λόγοι ἐννέα τοῦ ἑτέρου βιβλίου καὶ οἱ λοιποὶ κεʹ τοῦ τρίτου οὐκ εὐθὺς ὡμιλήθησαν οὐδὲ συνεχῶς μετὰ τὸ Πάσχα. Μετὰ γὰρ τὴν ἐν τῇ μεγάλῃ τετράδι ὁμιλίαν ἥτις ἦν τῶν εἰς τὴν γένεσιν κζʹ, ὡμίληται αὐτῷ τῇ ἐφεξῆς εἰς τὸν σταυρόν, εἶτα εἰς τὴν προδοσίαν, καὶ λοιπὸν ἐφεξῆς κατὰ τὰς ἀνακυπτούσας τῶν ἡμερῶν πανηγύρεις τε καὶ ὑποθέσεις ἀναλόγως αἱ ὁμιλίαι ἐγίνοντο· καὶ μετὰ τὰς περὶ ἀναστάσεως ὁμιλίας ὡμίλησεν εἰς τὰς πράξεις συνεχῶς, ὡς αὐτὸς ἐκεῖνος ἀρχόμενος τοῦ κηʹ λόγου τῶν εἰς τὴν γένεσιν ἐπισημαίνεται· ὅν, ὡς δῆλον, καὶ τοὺς σὺν αὐτῷ μετὰ πολὺν χρόνον προσωμίλησεν. Αἱ γὰρ εἰς τὰς πράξεις ὁμιλίαι νεʹ μέν εἰσι, σχεδὸν δὲ δι᾽ ὅλου αὐτῷ τοῦ ἐνιαυτοῦ ἐρρήθησαν· οὐ γὰρ καθ᾽ ἡμέραν ταύτας, ἀλλὰ καὶ ὑπὲρ εʹ καὶ ὑπὲρ ζʹ καὶ πλείω καθωμίλει. Ἃς δῆλον αὐτὸς ποιεῖ ὅτι ἀρχιερατεύων κατὰ τὸ τρίτον ἔτος ὡμίλησε. Τὰς δ᾽ εἰς τὴν γένεσιν οὐκ ἔσχομεν γνῶναι ὁπότε ὡμίλησε πλὴν εἰ ἐκείνων μέμνηται τῶν ὁμιλιῶν ἐν τῷ κηʹ λόγῳ ὁμιλῆσαι, ἃς διὰ τοῦ τρίτου ἔτους τῆς ἀρχιερωσύνης αὐτοῦ ἐξειργάσατο, ἀλλὰ μὴ ἑτέρων τινῶν παρὰ ταύτας (οὔπω γὰρ τοῦτο ἔγνων), δῆλον ὅτι καὶ ταύτας ἀρχιερατεύων κατεσκεύασε, τὰς μὲν κζʹ τῇ τεσσαρακοστῇ τοῦ δευτέρου ἔτους, τὰς δὲ λοιπὰς λδʹ ἐν τῷ τετάρτῳ ἔτει.

Ἡ δὲ φράσις αὐτῷ μετὰ τῆς συνήθους σαφηνείας καὶ καθαρότητος καὶ τὸ λαμπρὸν καὶ εὔρουν ἐνδείκνυται, τὸ πολύχουν τῶν νοημάτων καὶ τὴν τῶν παραδειγμάτων προσφυεστάτην εὐπορίαν συνυποφαίνουσα. Ἠλάττωται δὲ ὅμως τῆς ἐν ταῖς πράξεσι φράσεως ἐπὶ τὸ ταπεινότερον ἀπενηνεγμένη, ὅσον τῶν εἰς τὸν ἀπόστολον ἑρμηνειῶν καὶ ἔτι τῶν εἰς τὸν ψαλτῆρα ὑπομνημάτων ἡ ἐν ταῖς πράξεσιν ὑπολείπεται. Πανταχοῦ γὰρ τοῖς λόγοις αὐτοῦ τὸ καθαρὸν καὶ λαμπρὸν καὶ εὐκρινὲς μετὰ τοῦ ἡδέος τεχνουργῶν, τούτοις τε ἐνταῦθα μάλιστα διαπρέπει καὶ τῇ τῶν παραδειγμάτων εὐπορίᾳ καὶ τῇ τῶν ἐνθυμημάτων ἀφθονίᾳ καὶ (εἴ που δέοι) καὶ δεινότητι, καὶ ἁπλῶς ἔν τε λέξει καὶ συνθήκῃ καὶ μεθόδῳ καὶ νοήμασι καὶ τῇ ὅλῃ κατασκευῇ, ἄριστα τάσδε τὰς συγγραφὰς ὑπεστήσατο.

Ἀλλὰ τὰς μὲν εἰς τὸν ἀπόστολον ἔστιν ἐξ αὐτῶν ἐκείνων ἐπιγνῶναι, ποῖαί τε αὐτῶν ἐν Ἀντιοχείᾳ διατρίβοντι ἐξεπονήθησαν, αἳ καὶ μᾶλλον διηκρίβωνται, καὶ ποῖαι ἀρχιερατεύοντι ἐποιήθησαν. Τὰς δὲ εἰς τοὺς ψαλμοὺς οὔπω ἔσχομεν ὅσον καθ᾽ ἱστορίαν γνῶναι, πλὴν εἴ τις τὴν δύναμιν καὶ τὴν ἄλλην ἀρετὴν τοῦ λόγου θαυμάζων σχολάζοντα αὐτὸν μᾶλλον ἀλλ᾽ οὐ πράγμασι κοινοῖς ἐνστρεφόμενον ταύτας φαίη ἐξεργάσασθαι. Εἰ δέ τινα τῶν ῥητῶν ἢ ἑρμηνείας ἢ βαθυτέρας θεωρίας δεόμενα οὐκ ἐπιμελῶς ἐπεξῆλθεν, οὐ δεῖ θαυμάζειν· ὅσα γὰρ ἡ τῶν ἀκροατῶν ἐχώρει δύναμις καὶ εἰς τὴν ἐκείνων συνέτεινε σωτηρίαν καὶ ὠφέλειαν, οὐδὲν οὐδαμοῦ παρῆκε. Διό μοι καὶ ἀεὶ θαυμάζειν ἔπεισι τὸν τρισμακάριστον ἄνθρωπον ἐκεῖνον, ὅτι ἀεὶ καὶ ἐν πᾶσιν αὐτοῦ τοῖς λόγοις τοῦτο σκοπὸν ἐποιεῖτο, τὴν ὠφέλειαν τῶν ἀκροατῶν, τῶν δ᾽ ἄλλων ἢ οὐδ᾽ ὅλως ἐφρόντιζεν ἢ ὡς ἐλάχιστον, ἀλλὰ καὶ τοῦ δόξαι λαθεῖν αὐτὸν ἔνια τῶν νοημάτων καὶ τοῦ πρὸς τὰ βαθύτερα μὴ πειρᾶσθαι παρεισδύνειν, καὶ εἴ τι τοιοῦτον, ὑπὲρ τῆς τῶν ἀκροωμένων ὠφελείας παντάπασιν ὠλιγώρει.

Ἀνεγνώσθη 〈Παμφίλης〉 συμμίκτων ἱστορικῶν ὑπομνημάτων λόγοι ηʹ. Αὕτη ἀνδρὶ μὲν συνῴκει, ὡς καὶ αὐτὴ τῶν ὑπομνημάτων προοιμιαζομένη ἐπισημαίνεται· ᾧ καὶ ιγʹ ἔτη ἐκ παιδὸς συμβιοῦσα ἤδη τῆς ὑπομνηματικῆς ταύτης συγγραφῆς λέγει ἀπάρξασθαι, συγγράψαι δὲ ἅ τε παρὰ τοῦ ἀνδρὸς μάθοι, τὰ ιγʹ ἔτη συνεχῶς αὐτῷ συνοῦσα καὶ μηδ᾽ ἡμέραν μηδ᾽ ὥραν ἀπολειπομένη, καὶ ἃ παρ᾽ ἄλλου τινὸς ἀκοῦσαι συνέβη τῶν παρ᾽ αὐτὸν ἀφικνουμένων (πολλοὺς δὲ φοιτᾶν ὄνομα καὶ δόξαν ἔχοντας ἐπὶ παιδείᾳ) καὶ δὴ καὶ ὅσα βιβλίων αὐτὴ ἀνελέξατο.

Ταῦτα δὲ πάντα, ὅσα λόγου καὶ μνήμης αὐτῇ ἄξια ἐδόκει, εἰς ὑπομνήματα συμμιγῆ καὶ οὐ πρὸς τὰς ἰδίας ὑποθέσεις διακεκριμένον ἕκαστον διελεῖν, ἀλλ᾽ οὕτως εἰκῇ καὶ ὡς ἕκαστον ἐπῆλθεν ἀναγράψαι, ὡς οὐχὶ χαλεπὸν ἔχουσα, φησί, τὸ κατ᾽ εἶδος αὐτὰ διελεῖν, ἐπιτερπέστερον δὲ καὶ χαριέστερον τὸ ἀναμεμιγμένον καὶ τὴν ποικιλίαν τοῦ μονοειδοῦς νομίζουσα.

Χρήσιμον δὲ τὸ βιβλίον εἰς πολυμαθίαν· εὕροι γὰρ ἄν τις καὶ τῶν ἱστορικῶν οὐκ ὀλίγα ἀναγκαῖα, καὶ δὴ καὶ ἀποφθεγμάτων καὶ ῥητορικῆς διατριβῆς ἔνια καὶ φιλοσόφου θεωρίας καὶ ποιητικῆς ἰδέας, καὶ εἴ τι τοιοῦτον ἐμπέσοι.

Αἰγυπτία δὲ τὸ γένος ἡ Παμφίλη, ἤκμασε δὲ καθ᾽ οὓς χρόνους Νέρων ὁ Ῥωμαίων ἤκμαζεν αὐτοκράτωρ. Ἡ δὲ φράσις, ὡς ἔστιν ἐκ τῶν προοιμίων συλλαβεῖν, καὶ ἐν οἷς ἄλλοθί που ἴδιόν τι λέγει, καὶ μάλιστα κατὰ τὴν διάνοιαν, οἷα δὴ καὶ γυναικὸς ἔκγονον οὖσα, τῆς ἀφελοῦς ἐστιν ἰδέας, οὐδὲ τῇ λέξει πρὸς τὴν ἰδέαν ἀλλοτριουμένη. Ἐν οἷς δὲ τὰ τῶν ἀρχαιοτέρων ἀπομνημονεύουσα λέγει, ποικιλώτερον αὐτῇ καὶ οὐ καθ᾽ ἓν εἶδος σύγκειται ὁ λόγος.

Ἀνεγνώσθη 〈Θεοπόμπου〉 λόγοι ἱστορικοί. Νʹ δὲ καὶ γʹ εἰσὶν οἱ σῳζόμενοι αὐτοῦ τῶν ἱστορικῶν λόγοι. Διαπεπτωκέναι δὲ καὶ τῶν παλαιῶν τινες ἔφησαν τήν τε ἕκτην καὶ ἑβδόμην καὶ δὴ καὶ τὴν ἐνάτην καὶ εἰκοστὴν καὶ τὴν τριακοστήν. Ἀλλὰ ταύτας μὲν οὐδ᾽ ἡμεῖς εἴδομεν, Μηνοφάνης δέ τις τὰ περὶ Θεοπόμπου διεξιών (ἀρχαῖος δὲ καὶ οὐκ εὐκαταφρόνητος ὁ ἀνήρ), καὶ τὴν δωδεκάτην συνδιαπεπτωκέναι λέγει· καίτοι αὐτὴν ἡμεῖς ταῖς ἄλλαις συνανέγνωμεν.

Καὶ περιέχει ὁ δωδέκατος λόγος περί τε Πακώριος τοῦ Αἰγυπτίων βασιλέως, ὡς πρός τε τοὺς βαρβάρους ἐσπείσατο καὶ ὑπὲρ Εὐαγόρου ἔπραττε τοῦ Κυπρίου, ἐναντία πράττων τῷ Πέρσῃ· ὅν τε τρόπον παρὰ δόξαν Εὐαγόρας τῆς Κυπρίων ἀρχῆς ἐπέβη, Ἀβδύμονα κατασχὼν τὸν Κιτιέα ταύτης ἐπάρχοντα· τίνα τε τρόπον Ἕλληνες οἱ σὺν Ἀγαμέμνονι τὴν Κύπρον κατέσχον, ἀπελάσαντες τοὺς μετὰ Κιννύρου ὧν εἰσὶν ὑπολιπεῖς Ἀμαθούσιοι· ὅπως τε ὁ βασιλεὺς Εὐαγόρᾳ συνεπείσθη πολεμῆσαι, στρατηγὸν ἐπιστήσας Αὐτοφραδάτην τὸν Λυδίας ἐξατράπην, ναύαρχον δὲ Ἑκατόμνων· καὶ περὶ τῆς εἰρήνης ἣν αὐτὸς τοῖς Ἕλλησιν ἐβράβευσεν· ὅπως τε πρὸς Εὐαγόραν ἐπικρατέστερον ἐπολέμει, καὶ περὶ τῆς ἐν Κύπρῳ ναυμαχίας· καὶ ὡς Ἀθηναίων ἡ πόλις ταῖς πρὸς βασιλέα συνθήκαις ἐπειρᾶτο ἐμμένειν, Λακεδαιμόνιοι δὲ ὑπέρογκα φρονοῦντες παρέβαινον τὰς συνθήκας· τίνα τε τρόπον τὴν ἐπὶ Ἀνταλκίδου ἔθεντο εἰρήνην· καὶ ὡς Τιρίβαζος ἐπολέμησεν, ὅπως Εὐαγόρᾳ ἐπεβούλευσεν, ὅπως τε αὐτὸν Εὐαγόρας πρὸς βασιλέα διαβαλὼν συνέβαλε μετ᾽ Ὀρόντου, καὶ ὡς Νεκτενίβιος παρειληφότος τὴν Αἰγύπτου βασιλείαν πρὸς Λακεδαιμονίους πρέσβεις ἀπέστειλεν Εὐαγόρας· τίνα τε τρόπον ὁ περὶ Κύπρον αὐτῷ πόλεμος διελύθη· καὶ περὶ Νικοκρέοντος, ὡς ἐπεβούλευσεν, ὡς παραδόξως ἐφωράθη, ὡς ἔφυγε καὶ ὡς τῇ ἐκείνου παιδὶ καταλειφθείσῃ κόρῃ Εὐαγόρας τε καὶ ὁ τούτου παῖς Πνυταγόρας, λανθάνοντες ἀλλήλους, συνεκάθευδον, Θρασυδαίου τοῦ εὐνούχου, ὃς ἦν Ἠλεῖος τὸ γένος, αὐτοῖς παρὰ μέρος ὑπηρετουμένου τῇ πρὸς τὴν κόρην ἀκολασίᾳ· καὶ ὡς τοῦτο αὐτοῖς αἴτιον ὀλέθρου γέγονε, Θρασυδαίου τὴν ἐκείνων ἀναίρεσιν κατεργασαμένου.

Εἶτα τίνα τρόπον Ἄκωρις ὁ Αἰγύπτιος πρὸς τοὺς Πισίδας ἐποιήσατο συμμαχίαν, περί τε τῆς χώρας αὐτῶν καὶ τῶν Ἀσπενδίων· περί τε τῶν ἐν Κῷ καὶ Κνίδῳ ἰατρῶν, ὡς Ἀσκληπιάδαι, καὶ ὡς ἐκ Σύρνου οἱ πρῶτοι ἀφίκοντο ἀπόγονοι Ποδαλειρίου· καὶ περὶ Μόψου τοῦ μάντεως καὶ τῶν θυγατέρων Ῥόδης καὶ Μηλιάδος καὶ Παμφυλίας, ἐξ ὧν ἥ τε Μοψουεστία καὶ ἡ ἐν Λυκίᾳ Ῥοδία καὶ ἡ Παμφυλία χώρα τὰς ἐπωνυμίας ἔλαβον· τίνα τε τρόπον ὑφ᾽ Ἑλλήνων ἡ Παμφυλία κατῳκίσθη· καὶ ὁ πρὸς ἀλλήλους πόλεμος· καὶ ὡς Λύκιοι πρὸς Τελμισσεῖς, ἡγουμένου αὐτοῖς τοῦ σφῶν βασιλέως Περικλέους, ἐπολέμησαν καὶ οὐκ ἀνῆκαν πολεμοῦντες ἕως αὐτοὺς τειχήρεις ποιήσαντες καθ᾽ ὁμολογίαν παρεστήσαντο.

Ἃ μὲν οὖν ὁ ἠφανισμένος Μηνοφάνει δωδέκατος λόγος περιέχει, ταῦτά ἐστιν. Ἔστι δὲ ὁ Θεόπομπος Χῖος μὲν τὸ γένος, υἱὸς Δαμοστράτου, φυγεῖν δὲ λέγεται τῆς πατρίδος ἅμα τῷ πατρί, ἐπὶ λακωνισμῷ τοῦ πατρὸς ἁλόντος, ἀνασωθῆναι δὲ τῇ πατρίδι τελευτήσαντος αὐτῷ τοῦ πατρός, τὴν δὲ κάθοδον Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως δι᾽ ἐπιστολῶν τῶν πρὸς τοὺς Χίους καταπραξαμένου· ἐτῶν δὲ εἶναι τότε τὸν Θεόπομπον εʹ καὶ μʹ· μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον πανταχόθεν ἐκπεσόντα εἰς Αἴγυπτον ἀφικέσθαι, Πτολεμαῖον δὲ τὸν ταύτης βασιλέα οὐ προσίεσθαι τὸν ἄνδρα, ἀλλὰ καὶ ὡς πολυπράγμονα ἀνελεῖν ἐθελῆσαι, εἰ μή τινες τῶν φίλων παραιτησάμενοι διεσώσαντο.

Συνακμάσαι δὲ λέγει αὐτὸς ἑαυτὸν Ἰσοκράτει τε τῷ Ἀθηναίῳ καὶ Θεοδέκτῃ τῷ Φασηλίτῃ καὶ Ναυκράτει τῷ Ἐρυθραίῳ, καὶ τούτους ἅμα αὐτῷ τὰ πρωτεῖα τῆς ἐν λόγοις παιδείας ἔχειν ἐν τοῖς Ἕλλησιν· ἀλλὰ Ἰσοκράτην μὲν δι᾽ ἀπορίαν βίου καὶ Θεοδέκτην μισθοῦ λόγους γράφειν καὶ σοφιστεύειν, ἐκπαιδεύοντας τοὺς νέους κἀκεῖθεν καρπουμένους τὰς ὠφελείας, αὐτὸν δὲ καὶ Ναυκράτην αὐτάρκως ἔχοντας ἐν τούτοις ἀεὶ τὴν διατριβὴν ἐν τῷ φιλοσοφεῖν καὶ φιλομαθεῖν ποιεῖσθαι· καὶ ὡς οὐκ ἂν εἴη αὐτῷ παράλογον ἀντιποιουμένῳ τῶν πρωτείων, οὐκ ἐλαττόνων μὲν ἢ δισμυρίων ἐπῶν τοὺς ἐπιδεικτικοὺς τῶν λόγων συγγραψαμένῳ, πλείους δὲ ἢ ιεʹ μυριάδας, ἐν οἷς τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις μέχρι νῦν ἀπαγγελλομένας ἐστὶ λαβεῖν.

Ἔτι δὲ καὶ διότι οὐδείς ἐστι τόπος κοινὸς τῶν Ἑλλήνων οὐδὲ πόλις ἀξιόχρεως, εἰς οὓς αὐτὸς οὐκ ἐπιδημῶν καὶ τὰς τῶν λόγων ἐπιδείξεις ποιούμενος οὐχὶ μέγα κλέος καὶ ὑπόμνημα τῆς ἐν λόγοις αὐτοῦ κατέλιπεν ἀρετῆς.

Ταῦτα αὐτὸς περὶ αὑτοῦ λέγων, τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔχοντας ἐν λόγοις τὸ πρωτεύειν πολὺ καταδεεστέρους ἀποφαίνεται τῶν καθ᾽ ἑαυτὸν οὐδὲ τῆς δευτέρας τάξεως ἀξιουμένων, καὶ τοῦτο δῆλον εἶναί φησι καὶ ἐξ αὐτῶν τῶν παρ᾽ ἑκατέροις ἐκπεπονημένων καὶ κατειλημμένων λόγων· πολλὴν γὰρ τὴν τοιαύτην παίδευσιν ἐπίδοσιν λαβεῖν κατὰ τὴν αὑτοῦ ἡλικίαν. Ἀλλὰ τίνας λέγει τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις, οὐκ ἔχω σαφῶς συμβαλεῖν· οὐ γὰρ δή γε τολμῆσαι αὐτὸν ὑπολαμβάνω εἰς Ἡρόδοτον καὶ Θουκυδίδην ἀποτείνεσθαι, πολὺ καὶ αὐτοῦ ἐν πολλοῖς ἐκείνων τῶν ἀνδρῶν ἐλαττουμένου. Ἢ τάχα πρὸς Ἑλλάνικον καὶ Φίλιστον ἀφορᾷ τοὺς ἱστορικούς, ἢ Γοργίαν καὶ Λυσίαν καὶ τοὺς τοιούτους, ἐγγὺς τῆς αὐτοῦ ἡλικίας προγεγονότας, αἰνίττεται, οὐδ᾽ ἐκείνων τοσοῦτον ἐνδεέστερον ἐχόντων πρὸς τοὺς λόγους. Ἀλλὰ Θεόπομπος μὲν ταῦτα.

Φασὶ δὲ αὐτόν τε καὶ Ἔφορον Ἰσοκράτους γενέσθαι μαθητάς. Δῆλον δὲ τοῦτο ποιοῦσι καὶ οἱ λόγοι· πολὺ γὰρ ἐν τοῖς Θεοπόμπου ἡ κατὰ μίμησιν ἰδέα τῶν παρ᾽ Ἰσοκράτει, εἰ καὶ λείπεται τῆς κατὰ τὴν ἐργασίαν ἀκριβείας.

Καὶ τὰς ἱστορικὰς δὲ ὑποθέσεις τὸν διδάσκαλον αὐτοῖς προβαλεῖν, τὰς μὲν ἄνω τῶν χρόνων Ἐφόρῳ, Θεοπόμπῳ δὲ τὰς μετὰ Θουκυδίδην Ἑλληνικάς, πρὸς τὴν ἑκατέρου φύσιν καὶ τὸ ἔργον ἁρμοσάμενον. Διὸ καὶ τὰ προοίμια αὐτοῖς τῶν ἱστοριῶν τῇ τε διανοίᾳ καὶ τοῖς ἄλλοις ἐστὶν ὁμοιότατα, ὡς ἂν ἀπὸ τῆς αὐτῆς ἀφετηρίας ἐκδραμόντων ἑκατέρου πρὸς τὸ στάδιον τῆς ἱστορίας.

Πλείσταις μὲν οὖν παρεκβάσεσι παντοδαπῆς ἱστορίας τοὺς ἱστορικοὺς αὑτοῦ λόγους Θεόπομπος παρατείνει. Διὸ καὶ Φίλιππος, ὁ πρὸς Ῥωμαίους πολεμήσας, ἐξελὼν ταύτας καὶ τὰς Φιλίππου συνταξάμενος πράξεις, αἳ σκοπός εἰσι Θεοπόμπῳ εἰς ιϛʹ βίβλους μόνας, μηδὲν παρ᾽ ἑαυτοῦ προσθεὶς ἢ ἀφελὼν πλήν (ὡς εἴρηται) τῶν παρεκτροπῶν, τὰς πάσας ἀπήρτισε.

Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῇ πρώτῃ τῶν αὑτοῦ ἱστοριῶν οὕτω φησίν· «Ἔφορος δὲ καὶ Θεόπομπος τῶν γενομένων πλεῖστον ἀπελείφθησαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῷ φράσαι, αὐτοῦ δὲ τοῦ γράφειν μόνον ἐπεμελήθησαν».

Καίτοι Δοῦρις καὶ τῆς ἐν αὐτοῖς τούτοις οἰκονομίας, οἷς αἰτιᾶται, πολλὰ τῶν ἀνδρῶν λειπόμενος. Ἀλλ᾽ εἰ μὲν πρὸς τὸν ὑπερήφανον ἐκεῖνον Θεοπόμπου λόγον, ὃς τοὺς ἀρχαιοτέρους οὐδὲ τῶν δευτέρων ἠξίου, τοῦτο ἀπέρριψεν, οὐκ ἔχω λέγειν· πλὴν ὅτι οὐδέτερος αὐτῶν προσηκόντως ἐπελάβετο, καὶ μάλιστα ἂν διισχυρισαίμην.

Κλεοχάρης δὲ ὁ Σμυρλεανός, ὑπὲρ τῶν Ἰσοκρατικῶν ἁπάντων, οἶμαι, λέγων (τοῦτο γάρ ἐστι τὸ ἐν τῇ πρὸς τὸν Δημοσθένην συγκρίσει μὴ τὰ πόρρω αὐτοῖς παρασχεῖν) φησὶ τοὺς μὲν δημοσθενικοὺς λόγους τοῖς τῶν στρατιωτῶν ἐοικέναι μάλιστα σώμασι, τοὺς δὲ ἰσοκρατικοὺς τοῖς τῶν ἀθλητῶν. Δῆλον δὲ ὡς Θεόπομπος οὐδενὸς τῶν ἰσοκρατικῶν εἰς τοὺς λόγους ἀτιμότερος.

Τὸ μὲν οὖν Θεοπόμπου γένος καὶ ἡ παίδευσις καὶ ὁ διδάσκαλος καὶ οἱ συνακμάσαντες καὶ οἱ λόγοι καὶ ἡ πολιτεία καὶ ἡ ἐν τοῖς λόγοις ἰδέα καὶ προαίρεσις, κατὰ κεφαλαιώδη ἀπαρίθμησιν, καὶ ὁ καθ᾽ ὃν ἤκμασε χρόνος καὶ ὅσα αὐτῷ συνεκύρησε κατὰ τὸν βίον, ἐπὶ τοσοῦτον.

Ἀνεγνώσθη βιβλίον οὗ ἡ ἐπιγραφή· «〈Θεοδώρου Ἀντιοχέως〉 πρὸς τοὺς λέγοντας φύσει καὶ οὐ γνώμῃ πταίειν τοὺς ἀνθρώπους». Διαπεραίνεται μὲν αὐτῷ ὁ πρὸς αὐτοὺς ἀγὼν ἐν λόγοις εʹ, πρὸς δὲ τοὺς ἀπὸ τῆς δύσεως τοῦτο τὸ νόσημα νενοσηκότας γράφει τὸ βιβλίον· ὧν καὶ τῆς αἱρέσεως ἀρχηγὸν λέγει γενέσθαι ἐκεῖθεν μὲν ὁρμώμενον, τοῖς δὲ τῆς ἀνατολῆς ἐπιχωριάζοντα τόποις καὶ συντάττοντα λόγους ὑπὲρ τῆς καινοποιηθείσης αὐτῷ αἱρέσεως διαπέμπειν τοῖς τὸ πατρῷον ἔδαφος οἰκοῦσιν, ὑφ᾽ ὧν καὶ πολλοὺς τῶν ἐκεῖσε πρὸς τὸ οἰκεῖον φρόνημα ἑλκύσαι, ὡς καὶ ἐκκλησίας ὅλας τοῦ ἀτοπήματος πληρωθῆναι.

Ἀρὰμ δὲ τὸν ἀρχηγὸν αὐτῶν, οὐ γὰρ ἔχω σαφῶς εἰπεῖν, εἴτε ὀνομάζει εἴτε ἐπονομάζει. Τοῦτον καὶ πέμπτον εὐαγγέλιον προσαναπλάσαι λέγει, ἐν ταῖς Εὐσεβίου τοῦ Παλαιστίνου βιβλιοθήκαις ὑποπλαττόμενον εὑρεῖν· καὶ ἀπώσασθαι μὲν τῆς θείας καὶ παλαιᾶς γραφῆς ἣν οἱ ἑβδομήκοντα συνεληλυθότες ἐκδεδώκασι μετάφρασιν, καὶ δὴ καὶ τὴν Συμμάχου καὶ Ἀκύλα καὶ τῶν ἄλλων, ἰδίαν δέ τινα καὶ καινὴν ἐπαρθῆναι συντάξαι μήτε τὴν Ἑβραίων, ὥσπερ ἐκεῖνοι ἐκ παιδὸς ἀσκηθέντα, μήτε τὸν τῆς θείας γραφῆς νοῦν ἐκδιδαχθέντα, Ἑβραίων δέ τισι τῶν χαμαιπετῶν ἑαυτὸν ἐκδεδωκότα ἐκεῖθεν θαρρῆσαι ἰδίαν ἔκδοσιν ἀναγράφειν.

Ἔστι δὲ τὰ τῆς αἱρέσεως αὐτοῖς, ὡς ἐν κεφαλαίῳ φάναι, ταῦτα. Φύσει καὶ οὐ γνώμῃ πταίειν φασὶ τοὺς ἀνθρώπους, φύσει δὲ οὐ κατ᾽ ἐκείνην ἐν ᾗ κατὰ τὸ πρῶτον δημιουργηθεὶς ὑπέστη ὁ Ἀδάμ (ἐκείνην γὰρ ἀγαθὴν ἀγαθοῦ Θεοῦ ποίημα οὖσάν φασι), ἀλλὰ κατ᾽ ἐκείνην ἣν ὕστερον ἁμαρτήσας ἐκληρώσατο, τῇ περὶ τὸ κακὸν πράξει καὶ ἁμαρτίᾳ κακήν τε ἀντ᾽ ἀγαθῆς ἑαυτῷ καὶ θνητὴν ἀντὶ τῆς ἀθανάτου ἀλλαξάμενος· ταύτῃ τοι καὶ φύσει γεγονότας κακοὺς ἐκ τοῦ ὑποστῆναι φύσει πρότερον ἀγαθούς, ἐν τῇ φύσει καὶ οὐκ ἐν τῇ προαιρέσει κεκτῆσθαι τὴν ἁμαρτίαν.

Δεύτερον ἀκόλουθον αὐτοῖς λέγειν μηδὲ τὰ παιδία, κἂν ἀρτιγέννητα ᾖ, μὴ ἀπηλλάχθαι ἁμαρτίας, ἅτε ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως τῆς φύσεως ἐν ἁμαρτίαις ὑποστάσης, καὶ εἰς πᾶν τὸ ἐξ ἐκείνου γένος τῆς ἁμαρτωλῆς (ὡς ἂν εἴποιεν ἐκεῖνοι) φύσεως παρατεινομένης.

Φέρειν τε αὐτοὺς τὸ «Ἐν ἁμαρτίαις ἐγεννήθην», καὶ εἴ τι τοιοῦτον, καὶ αὐτὸ τὸ ἅγιον βάπτισμα καὶ τὴν τοῦ ἀχράντου σώματος κοινωνίαν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ τοῖς βρέφεσιν ἐπιφερόμενα ταῦτα προκομίζειν ἐπὶ βεβαιώσει φησὶ τῆς οἰκείας νομίσεως. Ἔτι δὲ καὶ ὅτι οὐδεὶς ἐν ἀνθρώποις ἐστὶ δίκαιος. Ἀκόλουθον δὲ καὶ τοῦτο δηλονότι τῆς ἀπ᾽ ἀρχῆς αὐτῶν θέσεως· «Οὐ δικαιωθήσεται γὰρ ἐνώπιόν σού, φησι, πᾶσα σάρξ» καὶ τὰ τοιαῦτα.

Τέταρτον (ὦ βλασφήμων καὶ δυσσεβῶν στομάτων) ὅτι οὐδ᾽ ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ἅτε τὴν ἡμαρτημένην φύσιν προσειληφώς, οὐδ᾽ αὐτὸς ἐκαθάρευεν ἀπὸ ἁμαρτίας. Καίτοι ἀλλαχοῦ τῆς βλασφημίας αὐτῶν ἔστιν αὐτοὺς ἰδεῖν, ὥς φησιν, οὐδ᾽ ἀληθείᾳ καὶ φύσει σχήματι δὲ μόνον διαδόντας αὐτῷ τὴν ἐνανθρώπησιν.

Πέμπτον, ὅτι τὸν γάμον, ἤτοι τὴν τῆς μίξεως ὄρεξιν καὶ τὴν τοῦ σπέρματος καταβολὴν καὶ πάντα δὴ τὰ τοιαῦτα, ἀφ᾽ ὧνπερ κατὰ διαδοχὴν τὸ ἡμέτερον γένος αὔξεται, τῆς μοχθηρᾶς ἔργα φασὶ φύσεως, εἰς ἣν διὰ τῆς ἁμαρτίας πεσὼν ὁ Ἀδὰμ τῇ τῆς φύσεως κακίᾳ τὸν ἐσμὸν ἐδέξατο τῶν κακῶν. Ἀλλὰ τὰ μὲν τῶν αἱρετιζόντων τοιαῦτα.

Ὁ δὲ Θεόδωρος οὗτος εὖ μὲν ποιεῖ ἀποπεμπόμενος αὐτά, ἐνιαχοῦ δὲ καὶ ἄριστα αὐτῶν καὶ σὺν ἰσχύϊ τὸ ἀλλόκοτον καὶ βλάσφημον τῶν ὑπολήψεων ἐπιρραπίζει, καὶ ταῖς γραφικαῖς φωναῖς, ἃς ἐκεῖνοι κακῶς ἐξελάμβανον, τὰς καταλλήλους ἐννοίας ἁρμόζων ἀμαθεῖς αὐτοὺς τελείως ἐξελέγχει. Οὐκ ἀεὶ δέ, ἀλλὰ τήν τε Νεστορίου αἵρεσιν ὠδίνων ἡμῖν ἐν πολλοῖς ὦπται, καὶ τὴν Ὠριγένους κατά γε τὸ τέλος ὑποφωνεῖν τῆς κολάσεως.

Ἔτι δὲ οὐδὲ τὸ λέγειν αὐτὸν ἀπ᾽ ἀρχῆς μὲν θνητὸν πεπλάσθαι τὸν Ἀδάμ, ἐνδείξει δὲ μόνον, ἵνα μισήσωμεν τὴν ἁμαρτίαν, σχηματίσαι οὕτω τὸν Θεὸν ὡς διὰ τὴν ἁμαρτίαν ἀντὶ τιμωρίας ἐπιτέθειται ὁ θάνατος, οὐ μὲν οὖν οὐδὲ τοῦτό μοι δοκοῦν εἰς ὀρθοὺς ἀναφέρειν λογισμούς, ἀλλὰ καὶ πολλὰς ὑπέχειν τὰς εὐθύνας, εἴ τις ἀπαιτεῖν ἐθέλοι, κἂν ὡς ἐκεῖνος εἴποι, ἱκανῶς ἡ τοιαύτη δόξα πρὸς τοὺς αἱρεσιώτας ἀπομάχηται. Οὐ γὰρ εἴ τι διαμάχεται τῷ χείρονι, ἀγαθόν· καὶ γὰρ καὶ ἑαυτῷ μάχεται τὸ κακόν· ἀλλ᾽ εἴ τι σύμφωνον ὀρθῷ λογισμῷ καὶ γνώριμον ταῖς θείαις γραφαῖς, τοῦτο ἀποδεκτόν, κἂν οὐδεμία αἵρεσις μάχεσθαι τολμᾷ πρὸς αὐτό.

Ἔτι δὲ κἀκεῖνο οὐκ ἐγκρίνω ἔγωγε τοῖς τῆς ἀληθείας δόγμασι, περιέργως τε εἰρημένον καὶ οὐδὲ γνώριμον τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, τὸ δύο ἀφέσεις ἁμαρτιῶν εἶναι λέγειν, τὴν μὲν τῶν πεπραγμένων, τὴν δὲ οὐκ οἶδ᾽ ὅπως εἴποι τις ἂν καὶ ἄφεσιν, ὡς ἐκεῖνος λέγει, αὐτὴν τὴν ἀναμαρτησίαν ἤτοι τὸ μηκέτι ἁμαρτάνειν· δεῖ γὰρ ἡμῖν, ὡς ἔοικε, καὶ πλειόνων σαφηνιστικῶν λέξεων, ἵνα τὴν καινὴν ἐκείνην ὑποδηλώσωμεν τῶν ἁμαρτιῶν ἄφεσιν.

Ὅπερ ὁ μὲν ὀρθὸς λόγος ἀναμαρτησίαν οἶδεν, οὗτος δὲ ἄφεσιν ἁμαρτιῶν τελείαν καὶ κυριωτάτην καὶ ἀναίρεσιν καλεῖ ἁμαρτίας παντελῆ. Τίς οὖν ἡ τοιαύτη ἁμαρτιῶν ἄφεσις, καὶ ποῦ διδομένη, καὶ πόθεν ἀρξαμένη; Ἤρξατο μέν, φησιν, ἐμφανίζεσθαι ἀπὸ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας καὶ ἐν ἀρραβῶνος ἡμῖν δίδοσθαι τάξει, δίδοται δὲ τελείως καὶ ἐπ᾽ αὐτοῖς ἔργοις ἐν τῇ μετὰ τὴν ἀνάστασιν ἀποκαταστάσει, ὑπὲρ ἧς, ἵνα τύχωμεν, καὶ ἡμεῖς καὶ τὰ βρέφη βαπτιζόμεθα.

Ἀλλὰ τὰ μὲν μέχρι τούτου ὡς σεμνὰ καὶ κεχηνέναι μόνον οὐχὶ πρὸς τὸ πέρας ἅπαντας κατασκευάζοντα. Εἰπὲ δὴ λοιπὸν καὶ τί τοῦτο; ὀρθὰ γάρ σοι παρεχόμεθα τὰ ὦτα. Τίς ἡ τῶν ἁμαρτιῶν ἄφεσις ἡ παντελὴς ἐκείνη; οὐκέτι, φησί, μετὰ τὴν ἀνάστασιν ἁμαρτησόμεθα. Ἀλλὰ γὰρ ὡς ἐξ οἵων ἡμᾶς κατέσπασας τῶν ἐλπίδων. Ἵνα γὰρ νῦν ἐάσω ζητεῖν ὅπως ἔστι λέγειν ἄφεσιν ἁμαρτιῶν τοῦτο, ἐκεῖνο συντόμως ἐρῶ· τί οὖν; διὰ τοῦτό σοι Χριστὸς ἐσαρκώθη καὶ ἐσταυρώθη, ἵνα μὴ ἐκεῖθεν ἀναστὰς ἁμαρτήσῃς;

Ἡμάρτανον δὲ ἄρα ἐκεῖθεν οἱ προκαταλύσαντες τὸν βίον, πρὶν ἢ Χριστὸς ἐπιδημήσει; Ἂν δὲ μὴ βαπτιζώμεθα, ἁμαρτίας ἔτι διαπραξόμεθά σοι ἐκεῖ καὶ ἡμεῖς καὶ τὰ βρέφη; Τί δ᾽ οἱ ἄπιστοι πάντες πάλιν κἀν τῷ μέλλοντι αἰῶνι καὶ κλέψουσι καὶ πορνεύσουσι καὶ δυσσεβήσουσι καὶ λῃστεύσουσι καὶ πᾶσαν αὑτῶν μοχθηρὰν ἐπιθυμίαν πληρώσουσιν; Οὐ γὰρ δικαίας γε αὐτοῖς τῶν ἐνταῦθα πεπλημμελημένων καὶ βαρυτάτας ἐξεῦρες τὰς τιμωρίας.

Ἀλλ᾽ ἐξ ὧν μοι οὐκ ἐγκριτέον αὐτοῦ τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, ἐνεδειξάμην. Τάχα δ᾽ οὐδ᾽ αὐτὸς ἑκὼν ἐπὶ τοῦτο ἦλθεν, ἀλλ᾽ ἵνα λύσῃ τὴν ἀπορίαν τῶν λεγόντων διὰ τί τὰ βρέφη κοινωνεῖ τῶν ἀχράντων μυστηρίων, διὰ τί τοῦ βαπτίσματος ἀξιοῦται, εἰ μὴ καὶ αὐτὰ γέμει ἁμαρτιῶν, ἐν τῇ φύσει τῆς ἁμαρτίας κατεσπαρμένης· καὶ γὰρ εἰς ἄφεσιν ταῦτα δίδοται ἁμαρτιῶν.

Ἀλλ᾽ ἐχρῆν καὶ τὴν ἀπορίαν, πολλὰς ἔχουσαν λύσεων ἀφορμάς, ἑτέρωθεν ἐπιλύσασθαι, καὶ τὰ ἑπόμενα τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ ἄτοπα ἐπισκοπήσαντα μηδὲν τερατεύσασθαι τοιοῦτον. Ἔστι μὲν οὗτος ὁ Θεόδωρος ὁ καὶ κατ᾽ Εὐνομίου ἐν κʹ καὶ ηʹ λόγοις οὐκ ἀγεννῶς ἀγωνισάμενος, τὴν Βασιλείου τοῦ θεσπεσίου, μᾶλλον δὲ τῆς ἀληθείας κρατύνων δόξαν· ἥ τε γὰρ λέξις καὶ τῶν λέξεων ἡ συνθήκη καὶ ὁ νοῦς τῶν δογμάτων καὶ τὸ πολύχουν τῆς ἀνατροπῆς, καὶ τἄλλα κατ᾽ οὐδὲν διαλλάσσει. Ἀσαφὴς δέ ἐστι, καίτοι λέξει οὐ ξενιζούσῃ χρώμενος· ἀλλὰ τῷ σχοινοτενέσι χρῆσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον περιόδοις καὶ παρεμβολαῖς ἀλλεπαλλήλοις, δι᾽ ὧν καὶ εἰς μήκιστον ὁ νοῦς ἀποτείνεται τῶν προκειμένων, ταῖς τε τῶν ὀνομάτων πλαγίαις καὶ ταῖς μετοχικαῖς λέξεσι πλεονάζειν, τὰ αὐτά τε πολλάκις καὶ οὐδὲ σὺν κόσμῳ ἐπανακυκλεῖν, καὶ τὰς ἐπαναλήψεις πλέον τῶν διηγήσεων (ὅπερ ἀμέθοδον παντελῶς) ταῖς περιστάσεσι μεμεστῶσθαι, καὶ τοῖς τοιούτοις οὐκ ὀλίγον ζόφον τῶν αὑτοῦ γραμμάτων κατασκεδάζει. Ἔοικε δὲ φιλοπονώτερον περὶ τὴν ἱερὰν ἡμῶν καὶ θείαν γραφὴν διατεθῆναι, εἰ καὶ ἐν πολλοῖς παρασύρεται τῆς ἀληθείας.

Ἀνεγνώσθη 〈Διοσκουρίδου〉 περὶ ὕλης βιβλίον ζʹ λόγοις διῃρημένον. Ἐν μὲν οὖν τοῖς εʹ περί τε βοτανῶν καὶ φυτῶν διαλαμβάνει ἀρωμάτων τε καὶ σκευασίας ἐλαίων καὶ μύρων, καὶ δὴ καὶ ζῴων καὶ τῆς ἀπὸ τῶν ἐν αὐτοῖς μορίων ὠφελείας, ἀλλὰ καὶ δένδρων καὶ ὀπῶν καὶ δακρύων, ἔτι δὲ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχανικῶν, ῥιζῶν τε φυτῶν καὶ θάμνων καὶ βοτανῶν, ὅσα τε αὐτῶν τὸ χύλισμα εἰς ἰατρικὴν χρείαν συντελοῦν ἔχει ἢ τὸν καρπόν. Οὐ μὴν ἀλλὰ καὶ περὶ οἴνων καὶ τῶν καλουμένων μεταλλικῶν ἐφ᾽ ἱκανὸν διαλαμβάνει. Καὶ τῶν γε πλείστων, ὧν προὔθετο λέγειν, εἶδός τε καὶ φύσιν καὶ τόπον γενέσεως ἐς τὸ ἀκριβὲς πρὸς ἐπίγνωσιν τοῦ ζητουμένου ἀναγράφει· ἐπ᾽ ἔλαττον δὲ τὴν χρείαν μόνην ἢ οὐκ ἀκριβῆ τὴν ἱστορίαν ὑπογράφει. Οἴνων δὲ διαφόρους παραδίδωσιν ἐν τούτοις σκευασίας.

Ἐν μέντοι τῷ ϛʹ περὶ φαρμάκων διέξεισιν, ὅσα τέ ἐστι τῶν δηλητηρίων καὶ ὅσα τῶν ἀλεξικακῶν. Ἐν δὲ τῷ ζʹ καὶ τῆς ὅλης προθέσεως τελευταίῳ περὶ τῶν ἰοβόλων ζῴων τὴν ἱστορίαν ποιεῖται, οἷς τε οἱ περιπεπτωκότες τινὶ τούτων τὴν δυνατὴν παραμυθίαν ἢ καὶ τελείαν εὑρήσουσι θεραπείαν.

Ὁ μὲν οὖν σύμπας τοῦ βιβλίου σκοπὸς οὗτος. Χρήσιμον δὲ τὸ βιβλίον οὐ πρὸς ἰατρικὴν φιλοπονίαν μόνον, ἀλλὰ καὶ πρὸς ἐμφιλόσοφον καὶ φυσικὴν θεωρίαν. Καὶ ὅσοι δὲ μετ᾽ αὐτὸν περὶ ἁπλῶν φαρμάκων ἔδοξαν γράφειν, οἱ μὲν μετέγραψαν μόνον τὸ βιβλίον, οἱ δὲ οὐδὲ κἀν τῇ μεταγραφῇ τὸ ἀκριβὲς διασῶσαι πεφροντίκασιν, ἀλλὰ καὶ κατέτεμον τὸ ὁλόκληρον τῆς περὶ ἑκάστου διδασκαλίας, χωρὶς μὲν εἶδος καὶ φύσιν καὶ γένεσιν τῶν ἁπλῶν συναγείροντες, χωρὶς δὲ καὶ μεμερισμένως τὴν χρείαν καὶ ὠφέλειαν διαγράφοντες.

Ἀλέξανδρος δὲ καὶ Παῦλος καὶ Ἀέτιος καὶ οἱ τοιοῦτοι οὐδὲ τοῦ εἴδους λόγον ἔθεντο, μόνην δὲ τὴν χρείαν ἀκρωτηριάσαντες τοῖς ἰδίοις συντάγμασιν ἐναπέθεντο, εἰ καὶ Παύλῳ οὐ μόνον οὐδὲν ὧν Διοσκουρίδης εἶπε τῆς χρείας παρεῖται, ἀλλὰ καὶ ὧν ἐκεῖνος οὐκ ἐμνήσθη οὐκ ὀλίγων ἡ χρεία καὶ τὸ ὠφέλιμον συνηθροίσθη.

Ἀέτιος δὲ μετὰ τοῦ μηδὲν προσθεῖναι, καὶ πολλὰ ὧν Διοσκουρίδης ἔγραψεν οὐκ οἶδα ἀνθ᾽ ὅτου παρῆλθεν. Ἀλλ᾽ οὐδ᾽ ὁ τούτων δοκῶν εἶναι πλατικώτερος Ὀριβάσιος ἅπαντα ὅσων μνήμην ἔσχε Διοσκουρίδης, ἐν ταῖς ἰδίαις συναγωγαῖς ἀνεγράψατο, ἀλλὰ καὶ τὴν χρείαν τοῦ εἴδους καὶ τῆς φύσεως ἔτεμε.

Καὶ Γαληνὸς μετὰ τοῦ πλεῖστα τῶν βοτανῶν παραλιπεῖν, μόνην τὴν δύναμιν ἤτοι τὴν χρῆσιν [καὶ] ὧν ἐμνημόνευσεν ἔγραψε, ψυχρὰν αἰτίαν τοῦ παραλιπεῖν εἶδός τε καὶ φύσιν αὐτῶν ἀποδεδωκώς. Καίτοι περὶ τῶν μεταλλικῶν διαλαμβάνων καὶ περιεργότερον ἢ κατὰ Διοσκουρίδην διέλαβεν, οὐκ ἐλαχίστῳ μέρει οὐδὲ τοῦ χρησίμου ἐν τούτοις τὸν ἄνδρα παρευδοκιμούμενος, οὐκ ἐπὶ τοσοῦτον δὲ ἐφ᾽ ὅσον περὶ τῶν βοτανῶν λόγῳ ὁρᾶται τούτου ἀπολειπόμενος. Ὥστε, ὅσα γε ἐμὲ εἰδέναι, εἰς ἐπίγνωσιν εἴδους τε καὶ φύσεως καὶ γενέσεως τούτων οὐκ ἄν τις χρειωδεστέρου ἢ Διοσκουρίδου τύχοι.

Ἔστι δὲ ὁ ἀνήρ, ὡς καὶ Γαληνὸς ἐπιμαρτύρεται, Ἀναζαρβεύς· ἐγὼ δὲ ἐνέτυχόν τισιν οἳ Πεδάνιον ἅμα καὶ Ἀναζαρβέα ταῖς ἐπιγραφαῖς ἐπεκάλουν. Πολλῶν δὲ καὶ πρὸ αὐτοῦ τὴν αὐτὴν ὑπόθεσιν συγγεγραφότων ἀκριβέστερος ἁπάντων καὶ χρειωδέστερος πείρᾳ γινώσκεται.

Ἀνεγνώσθη τοῦ μισητοῦ καὶ δυσσεβοῦς 〈Ἀγαπίου〉 βιβλίον, λογύδρια περιέχον γʹ καὶ κʹ καὶ ἕτερά τινα κεφάλαια δῆθεν βʹ καὶ ρʹ, ἐν οἷς ἅπασι δείκνυσι μὲν ἑαυτὸν ὑποκρινόμενον ὄνομα τὸ Χριστιανῶν, οὐδεὶς δ᾽ οὕτω δι᾽ αὐτῶν ἐκείνων ἐλέγχεται μισόχριστος ὤν. Προσφωνεῖ δὲ ταῦτα Οὐρανίᾳ τινὶ τοὔνομα γυναικί, συμφιλόσοφον ἀποσεμνύνων αὐτήν.

Πάντα γοῦν τἀναντία δογματίζων καὶ κρατύνων Χριστιανοῖς, ἀρχὴν πονηρὰν αὐθυπόστατον ἀντανίστησιν ἐξ ἀϊδίου τῷ Θεῷ, ἥν ποτε μὲν φύσιν, ἄλλοτε δ᾽ ὕλην, καὶ ἄλλοτε δὲ Σατανᾶν καὶ διάβολον καὶ ἄρχοντα τοῦ κόσμου καὶ θεὸν τοῦ αἰῶνος τούτου καὶ μυρίοις ἄλλοις ἀποκαλεῖ. Ἀνάγκῃ τε καὶ ἄκοντας τοὺς ἀνθρώπους πταίειν διατείνεται, καὶ τὸ σῶμα τῆς φαύλης μοίρας εἶναι, τῆς θείας δὲ τὴν ψυχήν, καὶ ὁμοούσιον (φεῦ τῆς μανίας) τῷ θεῷ. Τὴν δὲ παλαιὰν γραφὴν κωμῳδεῖ, Μωϋσέα τε αὐτὸν καὶ τοὺς προφήτας καὶ δὴ καὶ τὸν πρόδρομον ὁ τρισάθλιος δυσφημῶν· ἀνάπτει τε τούτους καὶ πάντα τὰ ἐν τῇ παλαιᾷ λελεγμένα τε καὶ πεπραγμένα (ὦ τῆς ἀθεότητος) τῇ χείρονι καὶ ἀντικειμένῃ τῷ Θεῷ ἀρχῇ.

Καὶ τὸ ἐν παραδείσῳ φυτὸν τὸν Χριστὸν εἶναι τερατολογεῖ, ὃν καὶ χείλεσι μὲν τιμᾶν ὁμολογεῖ, ἔργοις δὲ καὶ δόξαις οὐδ᾽ ἔστι λόγοις παραστῆσαι ὅσον βλασφημεῖ. Καὶ Τριάδα δὲ ὁμοούσιον ὁ κατάρατος λέγει μὲν ὁμολογεῖν, ἀλλὰ δυσσεβῶς καὶ κακούργως, ἵνα μόνον κλέψῃ τῆς εὐσεβείας τοῖς ῥήμασι τοὺς ἁπλούστερον αὐτῷ ἢ ἀμαθέστερον προσιόντας, καὶ τὸν ὀλέθριον τοῦ δόγματος ἰὸν τούτοις οἷον γλυκάνας καὶ κερασάμενος ἀθρόον τῆς αὐτοῦ πληρώσῃ λύμης. Οὕτω δὴ καὶ σῶμα λέγει τιμᾶν καὶ κηρύσσειν Χριστοῦ, καὶ Χριστὸν ἐσταυρωμένον, καὶ σταυρὸν καὶ βάπτισμα καὶ ταφὴν Χριστοῦ καὶ ἀνάστασιν καὶ νεκρῶν ἀνάστασιν καὶ κρίσιν· καὶ ἁπλῶς σχεδὸν ἅπαντα τὰ τῆς εὐσεβείας καὶ παρὰ Χριστιανοῖς ὀνόματα, ἐπ᾽ ἄλλαις ἢ ἐκτόποις καὶ βδελυκταῖς ἢ ἀλλοκότοις καὶ μωραῖς ἢ ἀναρμόστοις καὶ ἀνακολούθοις ἐννοίαις μεταφέρων καὶ περιτιθείς, οὕτω τὴν οἰκείαν ἀσέβειαν πειρᾶται κρατύνειν. Καὶ τοσοῦτον αὐτῷ τὸ ἄθεον μετὰ τοῦ δολίου μεμελέτηται, ὥστε μῖσος ἄσχετον καὶ πόλεμον ἄσπονδον ἔχοντι κατὰ τῆς ἀεὶ παρθένου Μαρίας καὶ μητρὸς τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ὅμως συμπλάττεται αὐτῷ καὶ Μαρίας ὄνομα, καὶ μητέρα Χριστοῦ τερατολογεῖν αὐτὸ οὐκ ἔστι φόβος Θεοῦ οὐδέ τις ὅλως αἰσχύνη.

Διὸ καὶ τὸν τίμιον καὶ σωτήριον τοῦ Χριστοῦ σταυρὸν μυρίαις ὕβρεσι βάλλων, καὶ ἀμυντήριον Ἰουδαίων δυσφημῶν, ὅμως ἀναισχυντεῖ λέγων τιμῆς ἀξιοῦν καὶ σεβασμιότητος τὸν σταυρὸν τοῦ Χριστοῦ, ἄλλα πράγματα ἑτέροις ὀνόμασι κακούργως ὑποδηλῶν.

Οὕτω καὶ σῶμα καὶ αἷμα Χριστοῦ οὐχ ὃ ἴσμεν οἱ Χριστιανοί, ἀλλ᾽ ὃ ἡ λυσσώδης αὐτοῦ καὶ μανικὴ διάνοια ἀνεπλάσατο, μυθολογεῖ, τὰς μὲν τῶν εὐσεβῶν λέξεις συνομολογῶν, κατὰ δὲ αὐτῶν τῶν πραγμάτων ὑλακτῶν, ἥλιον δὲ καὶ σελήνην ἀναισχύντως θεολογεῖ καὶ ὁμοούσια κηρύττει Θεῷ, οὐκ αἰσθητὸν αὐτῶν τὸ φῶς ἀλλὰ νοητὸν ὁ ἀναίσθητος τερατευόμενος· διὸ καὶ ἀσώματα καὶ ἀσχημάτιστα καὶ ἀχρωμάτιστα αὐτὰ ἐξυμνῶν τὸ σέβας αὐτοῖς ἀνάπτει.

Νηστείαν δὲ κρεῶν καὶ γάμων ἀποχὴν ὡς βδελυρῶν ὁ βδελυρώτατος ὑποκρίνεται, καὶ τὸν οἶνον δὲ οἷα δὴ μεθυστικὸν ἀποστρέφεται, οὐ συνορῶν ὡς οὐχ ὁ οἶνός ἐστι μεθυστικὸς ἀλλ᾽ ἡ ἄμετρος καὶ παρὰ τὸ πρέπον χρῆσις, ὥσπερ καὶ τροφῆς ἁπάσης καὶ ὕδατος ἡ παρὰ τὸ μέτρον χρῆσις βλαβερόν.

Θεολογεῖ δὲ ὁ δυστηνὸς καὶ τὸν ἀέρα, κίονα αὐτὸν καὶ ἄνθρωπον ἐξυμνῶν. Τὸ πὺρ δὲ μυσάττεται καὶ τὴν γῆν, εἰς τὴν χείρονα μοῖραν συντάττων αὐτά· καὶ ἄλλους λήρους καὶ φληνάφους πολλοὺς ἔκ τε τῆς ἑλληνικῆς ἐρανισάμενος δεισιδαιμονίας καὶ ἐκ τῆς ἰδίας ἀναπλασάμενος τερατείας, φορυτὸν κακῶν καὶ ἀσεβείας ἔσχατον τὸ οἰκεῖον παρίστησι δόγμα.

Ἀποσπαράσσων δὲ ῥητά τινα τοῦ θείου εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ θεσπεσίου Παύλου, πειρᾶται στρεβλοῦν αὐτὰ καὶ πρὸς τὴν ἰδίαν δυσσέβειαν ἕλκειν· καὶ ταῖς λεγομέναις δὲ πράξεσι τῶν δώδεκα ἀποστόλων, καὶ μάλιστα Ἀνδρέου πεποιθὼς δείκνυται, κἀκεῖθεν ἔχων τὸ φρόνημα ἠρμένον. Κρατύνει δὲ καὶ τὰς μετεμψυχώσεις, τοὺς μὲν εἰς ἄκρον ἀρετῆς ἐληλακότας εἰς θεὸν ἀναλύων, τοὺς δ᾽ εἰς ἔσχατον κακίας πυρὶ διδοὺς καὶ σκότῳ, τοὺς δὲ μέσως πως πολιτευσαμένους πάλιν εἰς σώματα κατάγων.

Κέχρηται δὲ μάρτυσιν ἀπηρυθριασμένως καὶ τοῖς τὴν ἕλληνα θρησκείαν ἠγαπηκόσι, μάλιστα δὲ Πλάτωνι, πρὸς σύστασιν τῆς ἰδίας θεομαχίας, θείους αὐτοὺς καὶ ἱερούς, ὥσπερ καὶ τὸν παρ᾽ αὐτῷ Χριστὸν καὶ σωτῆρα, ἀποκαλῶν· καὶ ἄλλα δὲ πολλῆς ἀνοίας καὶ δόλου καὶ ἀθεότητος ἔμπλεα.

Μάχεσθαι δὲ δοκεῖ πρὸς τὴν Εὐνομίου κακοδοξίαν, αὐτὸς οὐδ᾽ ἔστιν εἰπεῖν ὅσον ἐκείνου ἀθεώτερον βλασφημῶν. Ἔστι δὲ τὴν λέξιν καὶ φράσιν ἐνιαχοῦ μὲν οὐκ ἀδόκιμος καὶ μάλιστα ἔκφρασίν τινος εἴ που μελετῴη, ἐν δέ τισιν εὐτελὴς καὶ οὐδὲν διενηνοχὼς τῶν ἐκ τριόδου.

Μετεῖχε δὲ καὶ φιλοσόφων τινῶν ὁ ἄθλιος μαθημάτων, οὐδ᾽ ἐκείνοις τὸ ἀνόθευτον καὶ γνήσιον διασῴζων, ἀλλὰ πάντα κυκῶν καὶ συμφύρων. Καὶ κακουργῆσαι μὲν τἀληθὲς καὶ εὐθὲς οὐ πόρρω τοῦ δραστηρίου καὶ δεινότητος, ἐξευρεῖν δὲ καὶ κατανοῆσαι παντελῶς εὐήθης καὶ ἠλίθιος. Χρησιμεύει δὲ τὸ ἀθεώτατον αὐτοῦ καὶ ἀχρηστότατον σύνταγμα εἰς ἔλεγχον μόνον καὶ αἰσχύνην τῶν τῇ δυσσεβεστάτῃ καὶ ἀθέῳ δόξῃ τῶν Μανιχαίων καὶ αὐτῷ ἐκείνῳ προσανακειμένων.

Ἀνεγνώσθη 〈Ἰωάννου Λαυρεντίου Φιλαδελφέως τοῦ Λυδοῦ〉 πραγματεῖαι τρεῖς, περὶ διοσημειῶν, περὶ μηνῶν, περὶ ἀρχῶν πολιτικῶν. Ἀλλ᾽ ἡ μὲν περὶ διοσημειῶν, ὅσα γε κατ᾽ ἐμὴν κρίσιν καὶ πεῖραν, οὐδὲν ἢ ἐπ᾽ ὀλίγον διενήνοχε μύθων· ἡ δὲ περὶ μηνῶν, εἰ καὶ πολὺ τὸ ἄχρηστον ἔχει, ἀλλ᾽ οὖν πρὸς τὴν τῆς ἀρχαιότητος μάθησιν ἐπίχαρί τε καὶ λίαν χρειῶδες· ἡ δὲ περὶ πολιτικῶν ἀρχῶν τοῖς περὶ τὰ τοιαῦτα μάλιστα φιλοτιμουμένοις οὐκ ἄκομψον παρέχεται τὴν ἱστορίαν.

Κέχρηται δ᾽ οὗτος ὁ συγγραφεὺς τροπαῖς κατακόρως, καὶ πολλαχοῦ μὲν ψυχρῶς ἄγαν καὶ παραβόλως, ἔστι δ᾽ ἔνθα οἰκείως καὶ ἐπαφροδίτως. Κἀν τοῖς ἄλλοις δὲ πολλὴν νοσεῖ τὴν ἀνωμαλίαν, ὑπερόπτης ἐν οἷς οὐ δεῖ, καὶ κατεπτηχὼς πάλιν ἐν οἷς μὴ δεῖ, κόλαξ τε τῶν περιόντων ἀπροφάσιστος, καὶ τῶν ἀποιχομένων, καὶ παρ᾽ ὧν οὐ νομίζει δίκην ὕβρεως πράττεσθαι, εἰς τὸ φορτικώτατον τοὺς μώμους καταχέων.

Καὶ λέξει μὲν ἔστιν οὗ κέχρηται λογάδι τε καὶ ἐς τὸ ἠττικισμένον ἀνηγμένῃ, ἔστι δ᾽ ὅπου χαμαιπετεῖ τε καὶ παρεωραμένῃ καὶ μηδὲν ἐχούσῃ τῶν ἐκ τριόδου πλέον. Ἀλλ᾽ ἐν μὲν τῇ περὶ διοσημειῶν καὶ περὶ μηνῶν συγγραφῇ τούτου γε ἕνεκα οὐ μάλα ἄν τις ἴσως αὐτῷ νεμεσήσῃ· ὅτε δὲ καὶ πολιτικὰς ἀρχὰς ἀναγράφων καὶ δὴ καὶ ἱστορικοὺς διεξιὼν λόγους, ἀλλὰ καὶ εἰς ἐνίων ἐγκώμια καθιεὶς ἑαυτόν, τῆς αὐτῆς ἐστι φίλος ἀνωμαλίας περί τε τὴν λέξιν καὶ τὸν νοῦν καὶ τὴν σύνταξιν τῶν γεγραμμένων, εἰς οὐδεμίαν λοιπὸν συγγνώμην ὁρῶ τὴν τοιαύτην πλημμέλειαν ἀναφερομένην.

Ἐστρατεύσατο δ᾽ οὗτος ὁ ἀνὴρ ὑπὸ τοῖς ὑπάρχοις ἄγων ἡλικίας καʹ, ἔτη μʹ δικολόγος ὤν, εἶτα καὶ ματρικουλάριος· μεθ᾽ ὃν χρόνον καὶ τὰς εἰρημένας συγγράψαι λέγει πραγματείας, καὶ τῆς βασιλικῆς αὐλῆς ψήφῳ βασιλέως ἀξιωθῆναι. Χρόνος δὲ καθ᾽ ὃν οὗτος ἐβίου, Ἀναστασίου ἥπτετο τῆς βασιλείας καὶ τὴν Ἰουστίνου ἐπεραίου μετρῶν καὶ τοῦ μετ᾽ ἐκεῖνον Ἰουστινιανοῦ. Τὴν δὲ θρησκείαν ὁ ἀνὴρ ἔοικε δεισιδαίμων εἶναι· σέβεται μὲν γὰρ τὰ Ἑλλήνων καὶ θειάζει, θειάζει δὲ καὶ τὰ ἡμέτερα, μὴ διδοὺς τοῖς ἀναγινώσκουσιν ἐκ τοῦ ῥᾴστου συμβαλεῖν πότερον οὕτω νομίζων θειάζει ἢ ὡς ἐπὶ σκηνῆς.

Ἀνεγνώσθη 〈Δαμασκίου〉 Δαμασκηνοῦ εἰς τὸν Ἰσιδώρου τοῦ φιλοσόφου βίον. Ἔστι μὲν οὖν τὸ βιβλίον πολύστιχον, οἱονεὶ δὲ κεφαλαίοις ξʹ ἀπαρτίζεται. Γράφειν δὲ τὸν Ἰσιδώρου βίον προθέμενος, Θεοδώρᾳ τινὶ τὸ σύνταγμα προσπεφώνηκεν, Ἕλληνα μὲν καὶ αὐτῇ θρησκείαν τιμώσῃ, μαθημάτων δὲ τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσα περὶ ποιητάς τε καὶ γραμματικὴν στρέφεται ἐμπειρίαν, οὐκ ἀπείρως ἐχούσῃ, ἀλλά γε καὶ πρὸς γεωμετρικήν τε καὶ ἀριθμητικὴν ἀνηγμένῃ θεωρίαν, αὐτοῦ τε Δαμασκίου καὶ Ἰσιδώρου τὴν διδασκαλίαν αὐτῇ τε καὶ ταῖς νεωτέραις ἀδελφαῖς κατὰ διαφόρους χρόνους πεποιημένων. Αὕτη θυγάτηρ ἐγεγόνει Κυρίνας καὶ Διογένους τοῦ Εὐσεβίου τοῦ Φλαβιανοῦ, ὃς εἷλκε τὸ γένος ἀπὸ Σαμψιγεράμου τε καὶ Μονίμου, εἰς οὓς ἀνάγεται καὶ Ἰάμβλιχος, ἄνδρας τὰ πρῶτα τῆς εἰδωλολατρούσης ἀσεβείας ἀπενεγκαμένους.

Τὴν μὲν οὖν βιογραφίαν Ἰσιδώρου ὁ Δαμάσκιος ταύτῃ προσφωνεῖ, ἧς καὶ ἡ ἀξίωσις, καὶ ἄλλων τινῶν συναιτίων γεγενημένων τῆς προτροπῆς, αἰτία κατέστη τῷ συγγραφεῖ, καθάπερ αὐτὸς ἐπιμαρτύρεται, τῆς σπουδῆς. Οὐ μήν γε μᾶλλον Ἰσιδώρου βίον ἢ πολλῶν ἄλλων, τῶν μὲν συνηκμακότων τἀνδρί, τῶν δὲ καὶ προγεγονότων συναναγράφει πράξεις τε καὶ διηγήματα τούτων συνδιατιθεὶς καὶ πλείστῃ χρώμενος καὶ κατὰ κόρον τῇ παρεκδρομῇ.

Ἔστι δὲ τὴν μὲν περὶ τὰ θεῖα δόξαν εἰς ἄκρον δυσσεβής· καινῶν δὲ καὶ γραοπρεπῶν μυθαρίων αὐτόν τε τὸν νοῦν καὶ τοὺς λόγους πεπληρωμένος· διὸ καὶ τῆς ἱερᾶς ἡμῶν, εἰ καὶ δειλιώσῃ καὶ λαθραιοτέρᾳ κακοφροσύνῃ, ὅμως οὐκ ὀλιγάκις φαίνεται καθυλακτῶν εὐσεβείας. Πάντων δ᾽ ὅσους ἐξαίρει τοῖς λόγοις καὶ κρείττους ἢ κατ᾽ ἀνθρώπων φύσιν θειάζει γεγονέναι ταῖς τε τῶν ἐπιστημῶν τελεωτάταις θεωρίαις καὶ τῷ τάχει τῆς διανοίας, τούτων ἑκάστου κριτὴν ἑαυτὸν ἐπικαθιστῶν οὐκ ἔστιν ὅτου μὴ καθήψατο ἐφ᾽ ἑκάστου τῶν θαυμαζομένων μὴ ἐνδεέστερον ἔχειν, τοῦ μὲν εἰς ἀγχίνοιαν ἐξῃρμένου, ὅτι μὴ πάντα ἀγχίνους, τοῦδ᾽ εἰς ἐπιστήμας ἀπαραβλήτου, ὅτι μὴ πάντα ἐπιστήμων, καὶ δὴ καὶ τοῦ εἰς ἀρετὴν ἐγγίζοντος θεῷ ὅτι πολλῶν ἐνδεής.

Οὕτως ἐκείνων ἕκαστον οὓς ἄνω φέρων ἐξῄρει κατασύρων καὶ ῥίπτων χαμαί, τὸ κράτος ἑαυτῷ κατὰ πάντων καὶ ἐπὶ πᾶσι λεληθότως ἀναρτᾷ. Διὸ καὶ Ἰσίδωρον οὐχ ἧττον ἐπαινῶν ἢ ψόγοις περιβάλλων διατελεῖ. Καίτοι γε ἐξ ὧν ἀλλοτρίας τε λογικὰς ἀπορίας καὶ λύσεις ὡς δὴ θαυμασίους προκομίζει, καὶ ἃς αὐτὸς ἐπὶ τάχει νοῦ καὶ ἀκριβείᾳ ἐπιστήμης μέγα φρονῶν εἰς μέσον προάγει, οὔτε τι τῶν περὶ φιλοσοφίαν συνήθων ὑψηλότερον ἔστιν εὑρεῖν τὸν ἄνθρωπον κατωρθωκότα, οὔτε μὴν εἰς δεινότητα καὶ ἀγχίστροφον διανοίας τάχος, ὅση γε ἀνθρωπίνη, μὴ ὅτι γε δαιμονίᾳ, ἀνηγμένον, ἀλλ᾽ οὐδέ τινα τῶν μετρίως πως περὶ φιλοσοφίαν ἐχόντων, μήτι γε δι᾽ ἀκριβείας ἐντελοῦς ἠγμένων, οἷς ἐκεῖνος ἐλλαμπρύνεται, σεμνυνόμενον.

Τὴν μέντοι φράσιν ὁ ἀνὴρ κατά γε τὸ πλεῖστον αὐτοῦ τῶν λέξεων οὐ πόρρω τείνει τοῦ σαφοῦς. Ἔχει δέ τι καὶ τῶν ἄλλων ἰδεῶν, ὅσαι χαρακτηρίζονται λέξεσι, τήν τε τραχεῖάν φημι, δι᾽ ἧς τραχύνεται ἡ ἠχώ, καὶ δὴ καὶ ὅση πλατύνει τὴν φωνήν, καὶ τὴν εἰς τὸ ποιητικώτερον, εἰ καὶ σπανιάκις, ἐλευθεριάζουσαν. Καὶ αἱ τροπικαὶ δὲ διαμορφοῦσιν αὐτοῦ τοὺς λόγους, οὐκ εἰς ἄμουσον ψυχρολογίαν ἢ τροπὰς ἀποτόμους ἐκφερόμεναι, ἀλλ᾽ ἔκ γε τοῦ ἐπὶ πλεῖστον τὸ γλυκύ τε καὶ χαρίεν τὸ καθ᾽ ἑαυτὰς παρεχόμεναι. Ἀλλὰ σαφὴς ὢν τῷ πλείστῳ μέρει τῶν λέξεων, οὐκέτι καὶ τῇ ὅλῃ τοῦ λόγου οἰκονομίᾳ τοιοῦτος καθέστηκεν· ἥ τε γὰρ συνθήκη οὐ συνθήκη μᾶλλον ἢ καινοπρέπεια, καὶ ἡ περιβολὴ κόρον ἐμποιοῦσα συχνὸν τό τε εἰς σαφήνειαν ἐπηλυγάζει προφαινόμενον καὶ τὴν ἄλλην ἅπασαν τοῦ λόγου σπουδήν. Διὸ καὶ χαρίεις ἂν ἄλλως ὁ λόγος εἶναι δυνάμενος, τὴν ὅσην ἂν δυνατὸς ἦν κεκολασμένων τούτων χάριν παρασχεῖν τοῖς εἰρημένοις ἀφῄρηται. Καὶ αἱ περιβολαὶ δὲ οὔτι γε δριμείας διανοίας οὐδ᾽ ἐπαφρόδιτοι, οὐδὲ τὸ γοργὸν ὑποτρέχουσαι, αἷς ἄν τις κατὰ τρόπον καὶ καλλωπίσαιτο, ἀλλὰ τούτων δὴ τῶν κοινῶν καὶ ἐπιπολαίων καὶ οὐδὲ τὸ ἀναγκαῖον τῇ χρήσει καὶ ταῖς περιστάσεσιν ἀναφαινόντων βλαστήματα.

Τὰ δὲ σχήματα εἰ μὴ κατὰ τὸ πλεονάζον ἐπὶ μήκιστον ταῖς περιόδοις ἐξετείνετο, οὔτ᾽ ἂν αὐτὰ τὸ μὴ κατὰ τὸ μᾶλλον μεγεθύνεσθαι οὔτε τὸ μὴ τὸ ποικίλον ἀπενέγκασθαι οὐκ ἂν αὐτὰ τῆς συμμέτρου κράσεως καὶ τὸ πρέπον ἐχούσης ἰσχὺν εἶχεν ἀπάγειν. Τὸ μέντοι εὔτονον καὶ πικρὸν περίεστι τῷ λόγῳ· ἀλλὰ καὶ τοῦτο πολλάκις ἐκλύεται, οὐ μίξει καὶ κράσει τῶν ἰδεῶν, ὅπερ ἄριστον, ἀλλ᾽ ἐπιλείψει καταβιαζόμενον τῶν τεινόντων τὴν φράσιν καὶ διογκούντων λέξεών τε καὶ τῶν ἄλλων μερῶν τῆς τοιαύτης ἰσχύος. Ὃ πολλοῖς μὲν τῶν γε τὴν τοιαύτην ἰδιοτροπίαν ἐπιτετηδευκότων συνέβη, οὐ μὴν πρὸς ἐπαίνου γε τοῖς μὴ διασεσωκόσι τὸν ὑπὲρ ἰσχὺν ἠρμένον φόρτον ἀποβαίνει.

Ἀλλὰ ταῦτα μὲν κρίσις ὡς εἰπεῖν ἁπλῶς γε λόγου, τοῦ δὲ βίον γράφοντος τάχα ἂν εἴη καὶ ἕτερα πλείονα· τί γὰρ αὐτῷ δεήσει μορφὴ διὰ μεγέθους ἥκουσα; νομοθέτου γὰρ καὶ προστάττοντος τοῦτο λόγου. Τί δὲ τόνος καὶ περιβολὴ τοσαύτη καὶ τῆς συνθήκης τὸ ἄηθες; Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Ὁ δὲ Δαμάσκιος τήν τε ῥητορεύουσαν τέχνην ὑπὸ Θέωνι τρία ἔτη ὅλα διεπόνησε καὶ προὔστη διατριβῶν ῥητορικῶν ἐπὶ ἔτη θʹ. Γεωμετρίας δὲ καὶ ἀριθμητικῆς καὶ τῶν ἄλλων μαθημάτων Μαρῖνον τὸν διάδοχον Πρόκλου ἐν Ἀθήναις ἔσχε διδάσκαλον. Τῆς τε φιλοσόφου θεωρίας ὅ τε Ζηνόδοτος αὐτῷ καθηγεμὼν Ἀθήνῃσι καὶ αὐτὸς ἐγεγόνει (διάδοχος δὲ καὶ οὗτος Πρόκλου, τὰ δεύτερα Μαρίνου φέρων) καὶ Ἀμμώνιος ἐν Ἀλεξανδρείᾳ ὁ Ἑρμείου, ὃν οὐ μικρῷ μέτρῳ τῶν καθ᾽ ἑαυτὸν ἐπὶ φιλοσοφίᾳ φησὶ διαφέρειν, καὶ μάλιστα τοῖς μαθήμασι. Τοῦτον καὶ τῶν Πλατωνικῶν ἐξηγητὴν αὑτῷ γεγενῆσθαι Δαμάσκιος ἀναγράφει, καὶ τῆς συντάξεως τῶν ἀστρονομικῶν Πτολεμαίου βιβλίων. Τῆς μέντοι διαλεκτικῆς τριβῆς τὰς Ἰσιδώρου συνουσίας τὴν ἰσχὺν αὑτῷ διατείνεται παρασχεῖν, ὃν καὶ ἐπὶ τῇ τοιαύτῃ τῶν λόγων δυνάμει πάντας ἀνθρώπους, ὅσους ὁ κατ᾽ ἐκείνην τὴν γενεὰν ἤνεγκε χρόνος, ἀποκρύψασθαί φησιν.

Ἀνεγνώσθη 〈Εὐλογίου〉 τοῦ ἐν ἁγίοις ἀρχιεπισκόπου Ἀλεξανδρείας κατὰ Ναυάτου καὶ περὶ οἰκονομίας λόγοι εʹ. Ἔστι τὴν φράσιν ὁ ἀνήρ, ὅσα μὲν εἰς λέξιν ἥκει, τοῦ μετρίου πως ἐπ᾽ ἔλαττον ἠκριβωμένος, ὅσα δὲ εἰς συντάξεις, ἐγγὺς πολλάκις τῶν σολοικιζόντων ἀφιγμένος, τῶν δὲ θείων οὐκ ἀμελέτητος γραφῶν, ἀλλὰ καὶ εὐστόχως αὐταῖς κατά τε Ναυατιανῶν καὶ ἐπ᾽ ἄλλων τινῶν κεχρημένος, πιθανὸς δὲ ὡς ἐν τοιαύτῃ φράσει, διδασκαλικός τε καὶ οὐδ᾽ ἄχαρις.

Λέγει δὲ τὸν Ναύατον ὑπὸ Κορνηλίου πάπα Ῥώμης ἀρχιδιάκονον τῆς Ῥωμαίων καθεστάναι ἐκκλησίας, εἰς ὃν ὁ τηνικάδε τύπος κρατῶν τελευτῶντος τοῦ πάπα τὸν ἀρχιερατικὸν κλῆρον ἔφερε· τὸν γὰρ ἀρχιδιάκονον ἐνενόμιστο διάδοχον τοῦ ἀρχιερατεύοντος καθίστασθαι. Ἀλλὰ τύφον τε νοσοῦντα Κορνήλιος (φησί) καὶ τῷ οἰκείῳ ἐφεδρεύοντα θανάτῳ μαθών, πρεσβύτερον χειροτονεῖ, πάσας τὰς εἰς τὸν ἀρχιερατικὸν θρόνον φέρουσας αὐτοῦ περικόψας ἐλπίδας. Ὁ δὲ καιροφυλακῶν, ἐπεὶ Κορνήλιος ἐπὶ διαφόροις πταίσμασί τινας δεξάμενος εἰς μετάνοιαν καὶ τοῖς ἀνήκουσιν ἐπιτιμίοις ὑποβαλὼν τῆς τῶν ἀχράντων μυστηρίων κοινωνίας ἠξίωσε, τοῦτο πρόφασιν ἁρπασάμενος ῥήγνυταί τε τῆς ἐκκλησίας, ἐπικαλῶν Κορνηλίῳ τὴν τῶν ἡμαρτηκότων παραδοχήν, καὶ ἰδίας αἱρέσεως ἀρχηγὸν ἀναδείκνυσιν ἑαυτόν, καθαροὺς μὲν τοὺς συναποστάτας ἐπονομάσας, Κορνηλιανοὺς δὲ τὸ σύμπαν τῆς ἐκκλησίας πλήρωμα.

Ἐν μὲν οὖν τοῖς τέσσαρσι λόγοις κατὰ τῆς αἱρέσεως κοινῶς τοῦ Ναυάτου ἀγωνίζεται ὁ συγγραφεύς, γραφικοῖς αὐτὸν αἰκιζόμενος ῥήμασιν. Ἐν δὲ τῷ πέμπτῳ ἰδίως περὶ τοῦ δεῖν τιμᾶν τὰ τῶν μαρτύρων λείψανα ἐπαγωνίζεται, ὃ μὴ ἀνέχεσθαι πράττειν φησὶ τοὺς ἀνὰ τὴν Ἀλεξανδρείαν διασπαρέντας Ναυατιανούς, εἴτε τούτων μόνων καὶ τὴν τοιαύτην νόσον προσνενοσηκότων, εἴτε κοινῶς τῆς αἱρέσεως τοῦτο διαπρεσβευούσης.

Ἐν δὲ τῷ ϛʹ ἀνατρέπει τὰ παρὰ τοῖς Ναυατιανοῖς λεγόμενα ὑπομνήματα καὶ τὴν ψευδεπίγραφον ἄθλησιν Ναυάτου ἐπισκόπου· ἐπίσκοπον γὰρ Ῥώμης τὸν αἱρεσιάρχην ἀποσεμνύνουσιν. Ἔστι δὲ τὰ ὑπομνήματα ταῦτα εἰς ἔσχατον χυδαιότητος λέξει τε καὶ διανοίᾳ καὶ συνθήκῃ καὶ πᾶσι τοῖς περὶ τὸν λόγον θεωρουμένοις ἐλαύνοντα. Ὑπόθεσιν δ᾽ ἔχει, ὅτι βασιλεύοντος Ῥωμαίων Δεκίου καὶ Οὐαλεριανοῦ Περέννιος δουκηνάριος, πρόσταγμα λαβὼν παρ᾽ αὐτῶν, πάντας τοὺς ἀνὰ τὴν Ῥώμην καὶ τὰς πέριξ ἐπαρχίας Χριστιανοὺς βαρυτάταις βασάνοις καὶ πικραῖς τιμωρίαις εἰδωλολατρεῖν ἐβιάζετο. Καὶ πολλοὶ μὲν καὶ ἄλλοι ἐνεδίδουν τῇ βίᾳ, καὶ δὴ καὶ Μακεδόνιος ἐπίσκοπος ὢν τηνικάδε Ῥώμης, ἔχων ὑφ᾽ ἑαυτὸν πρεσβυτέρους θʹ, ὧν εἷς Ναύατος ἦν· ἀλλ᾽ ὅ γε Μακεδόνιος σὺν τοῖς ηʹ ἐπιτέθυκε, μόνου Ναυάτου τὸν ὄλεθρον τὸν ψυχικὸν διαφυγόντος. Τὰ μὲν ὑπομνήματα τοῦτο λέγει, καὶ τὴν ἄθλησιν Ναυάτου ἐν ἀλλοκότοις ἐρωτήσεσι Περεννίου καὶ μωροτέραις ἀποκρίσεσι Ναυάτου περιγράφει.

Φησὶ δὲ ὅτι σὺν Ναυάτῳ Μάρκελλός τε καὶ Ἀλέξανδρος ἐπίσκοποι Ἀκυληΐας καὶ Ἀγαμέμνων ἐπίσκοπος Τιβέρεως καὶ ἕτεροί τινες τῶν Χριστιανῶν, ἀπρόδοτον τὴν πίστιν διασωσάμενοι, ἅμα συνῴκουν οἰκίσκον τινὰ ἑαυτοῖς δειμάμενοι· οἳ καὶ τοῖς ἐπιτεθυκόσι συνιέναι καὶ συνιερᾶσθαι οὐκ ἠνέσχοντο. Τοὺς δὲ περὶ Ἀλεξάνδρειαν ἐπισκόπους τηνικαῦτά φησι καὶ τὴν ἀρχιερωσύνην τῆς Ῥωμαίων ἐκκλησίας Ναυάτῳ περιθεῖναι.

Ἡ μὲν τῶν ὑπομνημάτων ὑπόθεσις τῆς ἀθλήσεως Ναυάτου τοιαύτη· ἐλέγχει δὲ ταῦτα ἐν τῷ πέμπτῳ, ὡς εἴρηται, λόγῳ, κακόπλαστα καὶ ψευδῆ καὶ ἀπίθανα ἐξ αὐτῶν δεικνύων τῶν γεγραμμένων. Ὁ μὲν οὖν τῶν εʹ λόγων τοῦ ἐν ἁγίοις Εὐλογίου σκοπὸς οὗτος· ἐν δὲ τοῖς πρὸς τὴν αἵρεσιν ἐλέγχοις διὰ τῶν γραφικῶν ῥητῶν προϊὼν καὶ ἑρμηνείας αὐτοῖς συνυφαίνει, ἐνίας αὐτῶν πολὺ τὸ χρειῶδες παρεχομένας, οὐδὲ τῶν ἄλλων τῇ εὐσεβεῖ δόξῃ μαχομένων, ἀλλὰ καὶ προσφόρως πρὸς τὸν τῆς αἱρέσεως ἔλεγχον παρειλημμένων.

Ἀνεγνώσθη μετάφρασις τῆς Ὀκτατεύχου· ἡρῷον δ᾽ αὐτὴν μέτρον μετεποίει, λόγοι δ᾽ ἦσαν ηʹ κατὰ ἀριθμὸν καὶ τομὴν τῶν ἀμειφθέντων, 〈Εὐδοκίας〉 δὲ τῆς βασιλίδος ἐν ἐπιγραφαῖς πόνον ἔλεγεν ἡ βίβλος τὸ μέτρον. Ὅπερ ὅτι καὶ γυναικὸς καὶ βασιλείᾳ τρυφώσης καὶ οὕτω καλόν, ἄξιον θαυμάσαι.

Σαφὴς μὲν γὰρ ὁ πόνος ὡς ἐν ἡρῴῳ μέτρῳ, εἴ που τις ἄλλος, καὶ νόμοις δὲ τῆς τέχνης βαθύνεται, ἐκεῖνο μόνον ταύτης ἐλλείπων, ὃ μέγιστόν ἐστιν εἰς ἔπαινον τῶν ἐγγὺς ἀμείβειν λόγους ἀξιούντων· οὔτε γὰρ ἐξουσίᾳ ποιητικῇ μύθοις τὴν ἀλήθειαν τρέπων ἡδύνειν σπουδάζει μειρακίων ὦτα, οὔτε ταῖς ἐκβολαῖς τὸν ἀκροατὴν διαπλανᾷ τοῦ προκειμένου, ἀλλ᾽ οὕτω περὶ πόδα τὸ μέτρον ἔθετο τοῖς ἀρχαίοις ὡς μηδὲν ἐκείνων δεῖσθαι τὸν τούτοις ἐνομιλοῦντα.

Τὰς μὲν γὰρ διανοίας οὔτε παρατείνων οὔτε συστέλλων ἀεὶ φυλάσσει κυρίας. Καὶ ταῖς λέξεσι δέ, ὅπου δυνατόν, τὴν ἐγγύτητα καὶ ὁμοιότητα συνδιαφυλάσσει. Οἷς δ᾽ ἔλεγεν ἡ βίβλος τὴν τὰ μέτρα τοῖς λόγοις τεχνησαμένην, ἔλεγεν ὧδε· Δευτερίην καὶ τήνδε Θεοῦ θέμιδος κάμε βίβλον Εὐδοκίη βασίλεια Λεοντιὰς εὐπατέρεια.

Καὶ τοῦ Ἰησοῦ δὲ τοῦ Ναυῆ καὶ τῶν Κριτῶν ἐπιγραφαὶ συνεπιμαρτύρονται τοῖς εἰρημένοις. Ἀνεγνώσθη τῷ αὐτῷ μέτρῳ καὶ τῆς αὐτῆς γλώσσης μετάφρασις προφητικῶν λόγων, τοῦ τε θεσπεσίου Ζαχαρίου καὶ τοῦ κλεινοῦ Δανιήλ· ἡ αὐτὴ δὲ χάρις τοῦ τεχνίτου διέπρεπε κἀν τούτοις.

Ἐμπεριείχετο δὲ τῷ τεύχει, τῷ αὐτῷ τοῦ μέτρου χαρακτῆρι, λόγοι τρεῖς εἰς μάρτυρα τὸν Κυπριανόν· ἐδήλου δὲ ἄρα τὰ σπουδάσματα, ὡς παῖδες μητέρα, τῶν τῆς βασιλίδος, καὶ ταῦτα ὠδίνων ἔκγονα εἶναι. Ὧν ὁ μὲν πρῶτος λόγος τά τε περὶ τῆς μάρτυρος διέξεισιν Ἰουστίνης, ὅπως τε αὐτὴ εἰς Χριστιανοὺς μετετάξατο, καὶ οἱ τεκόντες δι᾽ αὐτῆς ἠλλάξαντο εὐσέβειαν εἰδωλολατρείας· ὅπως τέ τις ἐραστὴς πειράσας καὶ κακῶς ἀπαλλάξας, Ἀγλαΐδας ὄνομα, προσέρχεται Κυπριανῷ μάγον τέχνην ἠσκηκότι, ἀμῦναί τε δεῖται δυσερῶντι καὶ τὴν κόρην αὐτῷ πειθήνιον παρασκευάσαι· καὶ ὡς Κυπριανός, πάσας τε μεθόδους μάγου τέχνης κινήσας, τούς τε βιαιοτάτους καὶ χαλεπωτάτους τῶν δαιμόνων πέμψας ἐπὶ τὴν πάρθενον, καὶ ᾐσχυμμένους καὶ νενικημένους τοῦ σταυροῦ τῷ τύπῳ ἐξ αὐτῶν ἐκείνων ἀναμαθών, ἀφίσταταί τε τῆς πρὸς ἐκείνους εὐνοίας, καὶ τὰς μαγικὰς ἁπάσας βίβλους κατακαίει, καὶ τέλος τὰ Χριστιανῶν μυεῖται καὶ βαπτίζεται καὶ θύρας τῆς ἐκκλησίας πιστεύεται, καὶ ἀξιωθεὶς χαρισμάτων πολλοὺς μὲν νόσων πολλοὺς δὲ δαιμόνων ἐκάθηρε, καὶ λοιπὸν καὶ τοῦ ἀρχιερατικοῦ ἀξιώματος ἀξιοῦται. Ὁ μὲν οὖν πρῶτος λόγος τοιαῦτα.

Ὁ δὲ δεύτερος ἀπάρχεται μὲν τὴν ἐκ νέας ἡλικίας Κυπριανοῦ περί τε τὰ εἴδωλα σπουδὴν καὶ τὴν τῶν δαιμόνων θεραπείαν διηγεῖσθαι, τόν τε περὶ τὰς μαγείας πόθον καὶ τὴν μελέτην, αὐτὸν ἐκεῖνον εἰσάγων ἐξηγητήν· καὶ ὅσα ἄλλα μάθοι περί τε βοτανῶν καὶ φυτῶν καὶ ζῴων φύσεως παντοδαπῶν· καὶ ὅτι ποικίλων δαιμονίων φασμάτων θεατὴς γένοιτο· καὶ ὅπως ἐξ Ἀθηνῶν ἐς Ἄργος κἀκεῖθεν ἐς Φρυγίαν ἀφίκετο, ἱερουργός τε τῶν δαιμονίων ἁπανταχοῦ καθιστάμενος καὶ πολλὴν συνάσκησιν τῆς μαγικῆς ἀθροιζόμενος. Εἶτα προιὼν ὡς Αἰγύπτου τε ἐπὶ τοῖς αὐτοῖς ἐπέβη καὶ Ἰνδοὺς ἐπῆλθεν, ὅσα τε ἐκεῖ παράδοξα καὶ δεινῶς ἄτοπα ἄλλα τε καὶ εἴδωλα εἶδέ τε καὶ ἐξέμαθε· καὶ εἰς τριακονταετίαν αὐτῷ τῆς ἡλικίας τελούσης, ἐπὶ Χαλδαίους ἦλθε καὶ τὰ ἐκείνων πάντα μυηθεὶς ἀστρολογίαν τε ἠκριβώσατο καὶ εἴ τι ἄλλο σοφὸν νομίζεται παρ᾽ αὐτοῖς.

Καὶ ὅτι ταῦτα πάντα εἶδεν ἐληλεγμένα καὶ μάταιον, μᾶλλον δὲ ψυχώλεθρον πόνον, προσβαλὼν ταῖς τέχναις τῇ μάρτυρι Ἰουστίνῃ. Διέξεισι δὲ ἐν τούτοις ἔνια ὧν αὐτός τε ἑαυτὸν ταῖς μαγείαις ἄλλοις ἄλλον ἐφάντασεν ἄλλοτε, καὶ ὧν ἑτέρους ἐμόρφωσεν· ὅπως τε τῆς δαιμονίων πλάνης ἀποστὰς τὸν πονηρὸν ἀπειλοῦντα ἔσχε καὶ εἰς ἀπόγνωσιν ἐκδειμαίνοντα, καὶ ὡς ἐλύθη τούτων τῆς δειλίας ἐντυχὼν ἀνδρὶ θεοσεβεῖ, ὄνομα Τιμοθέῳ.

Ἐπ᾽ Ἀντιοχείας τε εἰς ὑπήκοον πολλῶν ὡς ἐξήγγειλεν ἔργα πολλὰ ἀθέμιτα καὶ τεράστια διαπράξασθαι, οἷς ἐβουκόλει τὸ ἀνθρώπινον καὶ θεὸν αὐτὸν τίθεσθαι· ὅπως τε δάκρυσι καὶ θρήνοις ἐρραίνετο, καὶ ἡ μνήμη τῶν ἀθεμίτων ἔργων εἰς ἀνελπιστίαν σωτηρίας αὐτὸν πάλιν ἔρριπτεν εἰ μή τις Εὐσέβιος, εὐσεβείας ἄριστος καὶ μετανοίας ὑφηγητής, τοῖς τε θείοις λογίοις καὶ ταῖς ἱεραῖς ἱστορίαις λύσας τὸ τῆς ἀπογνώσεως νέφος ηὔγασε λαμπρῶν ἐλπίδων ἀκτῖσι, καὶ τροφῆς ἔπεισε μετασχεῖν εἰς οἶκον ἀγαγὼν ὅλας τρεῖς ἡμέρας ἀπόσιτον διαγεγονότα· ὅπως τε εἰς τὸν θεῖον ἄγει νεών, καὶ ὅπως αὐτὸς ὁ τεχνίτης τὰς μάγους ἐνώπιον πολλῶν βίβλους πυρὶ δίδωσι φέρων, τόν τε πλοῦτον πένησι νέμει, καὶ τῆς Χριστιανῶν ἀγέλης ἀξιοῦται· ἱερωσύνης δ᾽ ὁ Εὐσέβιος ἀξίωμα περιέκειτο. Καὶ ὡς Ἀγλαΐδας, ὁ τῆς Ἰουστίνης δεινὸς ἐραστής, ἀποτυχὼν ὧν ἐσπούδαζε, τότε δὴ καὶ αὐτὸς τόν τε πλοῦτον πένησι διανέμει, καὶ τῶν δαιμόνων ὡς ἀπατηλῶν ἀλογήσας τὰ Χριστιανῶν ἀντηλλάξατο.

Οὕτω καὶ ὁ δεύτερος λόγος. Ὁ δὲ τρίτος τὸ μαρτύριον τοῦ ἁγίου Κυπριανοῦ καὶ Ἰουστίνης τῆς καλλιπαρθένου μετρεῖ, οἳ ἐμαρτύρησαν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν Ῥωμαίων ἀρχὴν ἐχόντων. Συνελήφθησαν δ᾽ ἐπὶ τὸ μαρτύριον ὁ μὲν ἐξ Ἀντιοχείας, ἧς καὶ μετὰ Ἄνθιμον τὸν ἀρχιερατικὸν ἴθυνε θεσμόν, τὴν αὐτὴν καὶ πατρίδα λαχών, ἡ δὲ ἐκ Δαμασκοῦ· ἐκεῖ γὰρ τῆς Ἀντιόχου μεταστᾶσα (αὕτη δὲ καὶ τῇ παρθένῳ ἐχρημάτιζε πατρίς) τὸν Χριστὸν ἐκήρυσσε λαμπρῶς.

Συλληφθέντες δέ, ὁ μὲν μὴ πειθόμενος τοῖς τοῦ δυσσεβοῦντος λόγοις μετέωρος δεσμοῖς αἴρεται καὶ τὰς πλευρὰς ξύεται, ἡ δὲ βουνεύροις τύπτεται. Ὡς δὲ οὐδεμία ἔνδοσις ἐν αὐτοῖς ὑπὸ τοῦ τυραννοῦντος ἐνωρᾶτο, φυλακαῖς μὲν τότε κεχωρισμένους καθειργνύει, εἶτα μετακαλεσάμενος, ἐπεὶ λόγοις πειρῶν πάλιν ἀπετύγχανεν, ἐν χαλκῷ τηγάνῳ πίσσης καὶ στέατος καὶ κηροῦ βληθέντων καὶ φλογὸς πολλῆς ἀναφθείσης ἐμβάλλει τοὺς μάρτυρας Κυρίου. Ἐγκαρτερούντων δὲ τῶν ἀθλητῶν τῇ βασάνῳ, μᾶλλον δ᾽ ὡς ἐν δρόσῳ φαιδρῶς Θεὸν ὑπὲρ ὧν κρείσσους ὀδυνῶν ἐγίνοντο δοξαζόντων, Ἀθανάσιός τις ἄθλιος δαιμόνων ἱερεὺς καὶ τοῦ θείου πρότερον συνήθης Κυπριανοῦ, σύνεδρός τε τηνικάδε τοῦ κολάζοντος χρηματίζων, ἀπονοίᾳ ληφθεὶς ἐτόλμα βαίνειν ἐπὶ τοῦ πυρός, τοὺς οἰκείους ἐπικαλούμενος θεούς, σμικρύνειν τὸ θαῦμα ἐν τῷ μηδ᾽ αὐτόν τι παθεῖν διατεινόμενος· τὸ δὲ πλέον ηὔξετο· αὐτίκα γὰρ οὗτος πυρὸς δαπάνη καὶ τέφρα ἐδείκνυτο.

Ἐξαπορήσας δὲ ὁ κολάζων ἀναπέμπειν ἔγνω τοὺς μάρτυρας πρὸς Διοκλητιανὸν γράψας καὶ ἅτε πάθοιεν καὶ ὡς κρείττους πασῶν εἰσι βασάνων. Ὁ δὲ ταῦτα ἐν τῇ Νικομήδους διαγνοὺς προστάσσει πρὸς τῷ παρακειμένῳ τῇ πόλει ποταμῷ (Γάλλος δ᾽ ὠνόμαστο) τὰς κεφαλὰς τοὺς μάρτυρας ἀποτμηθῆναι.

Σὺν οἷς καὶ Θεόκτιστος αὐθωρὸν ὤφθη μάρτυς, ἔλεγχον εὑρὼν τῆς εὐσεβείας τὸ προφθέγξασθαι τῷ μάρτυρι Κυρίου. Τὰ δὲ λείψανα τῶν ἁγίων ναῦταί τινες ἀπὸ Ῥώμης ἐπιδεδημηκότες ἄρτι, ὧν ἦν ἑταῖρος καὶ ὁ μάρτυς Θεόκτιστος, οὗτοι λαθόντες τοὺς φύλακας ἀνείλοντο καὶ εἰς Ῥώμην ἀπεκόμισαν, ἐν ᾗ καὶ ναὸς αὐτοῖς περικαλλής, ἐγγίζων τῷ Κλαυδίου φόρῳ, ἀνηγέρθη, ἔργον Ῥουφίνης εὐσεβόφρονος, ἧς τὸ γένος εἰς τὸ Κλαυδίου διέβαινεν αἷμα. Ταῦτα καὶ ὁ τρίτος λόγος.

Ἀνεγνώσθη βιβλιδάριον 〈Διονυσίου Αἰγέως〉, Δικτυακῶν ἐπιγραφὴν ἔχον, ἐν ᾧ κεφάλαια περιείληπτο τὸν ἀριθμὸν ρʹ· πρῶτον ὅτι ἐξ ἀμφοτέρων ἡ τοῦ σπέρματος καταβολὴ καὶ ζωογονία, δεύτερον ὅτι οὐκ ἐξ ἀμφοτέρων· τρίτον ὅτι ἀφ᾽ ὅλου τοῦ σώματος ἡ τοῦ σπέρματος ἔκκρισις γίνεται, τέταρτον ὅτι οὐκ ἀφ᾽ ὅλου ἀλλ᾽ ἀπὸ τῶν διδύμων· εʹ ὅτι ἡ πέψις θερμασίᾳ γίνεται, ϛʹ ὅτι καὶ ἡ πέψις οὐ γίνεται θερμασίᾳ· ζʹ ὅτι τρίψει ἡ πέψις, ηʹ καὶ ὅτι οὐ τρίψει ἡ πέψις· θʹ ὅτι ἰδιότητι πνεύματος ἡ πέψις, ιʹ καὶ ὅτι οὐκ ἰδιότητι πνεύματος ἡ πέψις· ιαʹ ὅτι σήψει ἡ πέψις, ιβʹ καὶ ὅτι οὐ σήψει ἡ πέψις· ιγʹ ὅτι θερμασίας ἰδιότητι ἡ πέψις, ιδʹ καὶ ὅτι οὐ χυμῶν ἰδιότητι ἡ πέψις· ιεʹ ὅτι διαφέρει τὸ θερμὸν ποιότητι, ιϛʹ ὅτι οὐ διαφέρει τὸ θερμὸν ποιότητι· ιζʹ ὅτι θερμασίᾳ ἡ ἀνάδοσις, ιηʹ καὶ ὅτι οὐ θερμασίᾳ· ιθʹ ὅτι ἡ ἀνάδοσις τὸ τὴν θερμασίαν ἐφ᾽ ἑαυτὴν ἕλκειν, κʹ καὶ ὅτι οὐκ ἐφέλκεται τὸ θερμόν· καʹ ὅτι τῷ πνεύματι ἡ ἀνάδοσις, κβʹ καὶ ὅτι οὐ τῷ πνεύματι ἡ ἀνάδοσις· κγʹ ὅτι τῇ τῶν ἀρτηριῶν παραθέσει ἡ ἀνάδοσις, κδʹ καὶ ὅτι οὐ τῇ τῶν ἀρτηριῶν παραθέσει ἡ ἀνάδοσις· κεʹ ὅτι τῇ κατὰ τὸ κενὸν ἀπουσίᾳ ἡ ἀνάδοσις, κϛʹ καὶ ὅτι οὐ κατὰ τὸ ἄδηλον ἀπουσίᾳ ἡ ἀνάδοσις· κζʹ ὅτι δι᾽ ἀτροφίαν τοῦ ὁρατικοῦ πόρου ἡ ἀπογλαύκωσις γίνεται, κηʹ καὶ ὅτι οὐ δι᾽ ἀτροφίαν τοῦ ὁρατικοῦ πόρου ἡ ἀπογλαύκωσις γίνεται· κθʹ ὅτι κατὰ παρέμπτωσιν αἵματος εἰς τὸν ὁρατικὸν πόρον ἡ ἀπογλαύκωσις γίνεται, λʹ καὶ ὅτι οὐ κατὰ παρέμπτωσιν αἵματος εἰς τὸν ὁρατικὸν πόρον ἡ ἀπογλαύκωσις γίνεται· λαʹ ὅτι καθ᾽ ὑγρῶν πάχος καὶ διαπνοὴν ἡ ἀπογλαύκωσις γίνεται, λβʹ καὶ ὅτι οὐ καθ᾽ ὑγρῶν πάχος καὶ διαπνοὴν ἡ ἀπογλαύκωσις γίνεται·

λγʹ ὅτι ἡ φρενῖτις κατὰ διάστασιν τῆς μήνιγγος καὶ φθορὰν τοῦ αἵματος γίνεται, λδʹ καὶ ὅτι οὐ διὰ ταύτην ἡ φρενῖτις γίνεται· λεʹ ὅτι κατὰ θερμασίας πλεονασμὸν ἡ φρενῖτις συμβαίνει, λϛʹ καὶ ὅτι οὐ διὰ τοῦτο· λζʹ ὅτι διὰ φλεγμονὴν ἡ φρενῖτις συμβαίνει, ληʹ καὶ ὅτι οὐ διὰ φλεγμονήν· λθʹ ὅτι ὁ λήθαργος κατὰ φλεγμονὴν γίνεται, μʹ καὶ ὅτι ὁ λήθαργος οὐ γίνεται κατὰ φλεγμονήν·

μαʹ ὅτι κατὰ διάστασιν οἱ ληθαργικοὶ καὶ φθοράν, μβʹ ὅτι ληθαργικὸς οὐ παρὰ τὸ πλῆθος ἀλλὰ τὴν ποιότητα τῶν διαπνεομένων συμβαίνει· μγʹ ὅτι περὶ ὅλον τὸ σῶμα ἡ ὄρεξις τοῦ φαγεῖν καὶ τοῦ πιεῖν ὑπάρχει, μδʹ καὶ ὅτι οὐ περὶ ὅλον, ἀλλὰ περὶ τὸν στόμαχον, μεʹ ὅτι ἡ τοῦ φαγεῖν καὶ πιεῖν ὄρεξις περὶ διάνοιάν ἐστι· μϛʹ ὅτι καθ᾽ ὑγρῶν ἔνδειαν γίνεται τὸ δίψος, μζʹ καὶ ὅτι οὐχ ὑγρῶν ἐλλείψει γίνεται τὸ δίψος· μηʹ ὅτι περὶ τὸν στόμαχόν ἐστί τις διπλῆ ἐνέργεια, μθʹ καὶ ὅτι οὐκ ἔστι διπλῆ τις ἐνέργεια περὶ τὸν στόμαχον· νʹ ὅτι ἡ ἐκτὸς μῆνιγξ, ἡ ἐν τῷ κοιλώματι, ἀρχὴ τῶν νεύρων ἐστί, ναʹ ὅτι οὐχ ἡ ἐκτὸς μῆνιγξ ἀρχὴ τῶν νεύρων ἐστί· νβʹ ὅτι ἀναδιδόμενα τὰ φάρμακα καθαίρει, νγʹ ὅτι οὐκ ἀναδιδόμενα τὰ φάρμακα, ἀλλὰ κατὰ τὴν πρόσπτωσιν καθαίρει· νδʹ ὅτι χρηστέον τοῖς καθαρτικοῖς, νεʹ καὶ ὅτι οὐ χρηστέον· νϛʹ ὅτι φλεβοτομίᾳ χρηστέον, νζʹ καὶ ὅτι οὐ χρηστέον· νηʹ ὅτι οἴνου δόσις οὐ χρησίμη ἐπὶ τῶν πυρεσσόντων,

νθʹ καὶ ὅτι οἶνος δοτέος τοῖς πυρέσσουσι· ξʹ ὅτι τὸ λουτρὸν τοῖς πυρέσσουσιν ἐπακτέον, ξαʹ καὶ ὅτι οὐκ ἐπακτέον· ξβʹ ὅτι δεῖ ἐν ταῖς ἐπιτάσεσι κλύζειν, ξγʹ καὶ ὅτι οὐ δεῖ· ξδʹ ὅτι δεῖ ἐν ταῖς ἀρχαῖς ἐπαλείψει χρῆσθαι, ξεʹ καὶ ὅτι οὐ δεῖ· ξϛʹ ὅτι οὐ δεῖ καταπλάσσειν τὴν κεφαλήν, ἀλλὰ τοῖς ὀσφραντοῖς μόνοις χρῆσθαι, ξζʹ καὶ ὅτι οὐ δεῖ χρῆσθαι καταπλάσμασιν ἐπὶ τῆς κεφαλῆς· ξηʹ ὅτι ἐμετοποιία συμφέρει, ξθʹ καὶ ὅτι οὐ χρηστέον ἐμετοποιίᾳ· οʹ ὅτι οὐκ ἐπιπέμπει ἡ καρδία αἷμα, οαʹ ὅτι ἐπιπέμπει· οβʹ ὅτι οὐχ ἡ καρδία ἐπιπέμπει τὸ πνεῦμα, ἀλλ᾽ αἱ ἀρτηρίαι ἕλκουσιν, ογʹ καὶ ὅτι ἡ καρδία ἐπιπέμπει τὸ πνεῦμα καὶ οὐχὶ αἱ ἀρτηρίαι ἕλκουσιν· οδʹ ὅτι ἐξ ἑαυτῆς ἡ καρδία κινεῖται, οεʹ καὶ ὅτι οὐκ ἐξ ἑαυτῆς ἡ καρδία κινεῖται· οϛʹ ὅτι κατὰ φύσιν αἷμα ἐν ταῖς ἀρτηρίαις ὑπάρχει, οζʹ ὅτι οὐχ αἵματος ἀγγεῖον αἱ ἀρτηρίαι· οηʹ ὅτι πάντα τὰ ἀγγεῖα ἐν τῷ ὄγκῳ ἁπλᾶ ἐστιν, οθʹ καὶ ὅτι ἐστὶ τὰ ἀγγεῖα πλέγματα· πʹ ὅτι διὰ τῶν νεύρων αἴσθησις καὶ κίνησις ἐπιτελεῖται, παʹ καὶ ὅτι οὐ διὰ τῶν νεύρων ἡ αἴσθησις καὶ κίνησις ἐπιτελεῖται· πβʹ ὅτι ἀρχὴ φλεβῶν ἡ καρδία, πγʹ καὶ ὅτι οὐκ ἀρχὴ φλεβῶν ἡ καρδία· πδʹ ὅτι ἧπαρ ἀρχὴ φλεβῶν, πεʹ καὶ ὅτι οὐχ ἧπαρ ἀρχὴ φλεβῶν· πϛʹ ὅτι κοιλία φλεβῶν ἀρχή, πζʹ καὶ ὅτι οὐκ ἀρχὴ φλεβῶν ἡ κοιλία· πηʹ ὅτι πάντων τῶν ἀγγείων ἀρχὴ μῆνιγξ, πθʹ καὶ ὅτι οὐκ ἀρχὴ πάντων τῶν ἀγγείων ἡ μῆνιγξ· ϟ ὅτι πνεύμων ἀρτηριῶν ἀρχή, ϟαʹ καὶ ὅτι οὐκ ἔστιν ἀρτηριῶν ὁ πνεύμων ἀρχή· ϟβʹ ὅτι ἡ παρὰ τὴν ῥάχιν ἀρτηρία ἀρτηριῶν ἀρχή, ϟγʹ καὶ ὅτι οὐχ ἡ παρὰ τὴν ῥάχιν ἀρτηρία ἀρτηριῶν ἀρχή· ϟδʹ ὅτι καρδία ἀρτηριῶν ἀρχή, ϟεʹ καὶ ὅτι οὐκ ἔστιν ἀρχὴ ἀρτηριῶν ἡ καρδία· ϟϛʹ ὅτι οὐχ ἡ καρδία ἀρχὴ νεύρων, ἀλλ᾽ ἡ περιέχουσα τὸν ἐγκέφαλον μῆνιγξ, ϟζʹ καὶ ὅτι οὐχ ἡ περιέχουσα τὸν ἐγκέφαλον μῆνιγξ ἀρχὴ νεύρων· ϟηʹ ὅτι οὐ περὶ καρδίαν τὸ διανοητικὸν ἀλλὰ περὶ κεφαλήν, ϟθʹ καὶ ὅτι οὐ περὶ κεφαλὴν ἀλλὰ περὶ καρδίαν τὸ διανοητικόν, ρʹ ὅτι τὸ διανοητικόν ἐστι περὶ κοιλίαν ἐγκεφάλου.

Ταῦτα μὲν τὸ βιβλιδάριον τῶν Διονυσίου Δικτυακῶν διελέγετο. Οὐκ ἄχρηστον δὲ πρός τε γυμνασίαν διαλεκτικὴν καὶ δοξῶν εἴδησιν ἐνίων ἰατρικῇ θεωρίᾳ οἰκείων. Δοκεῖ δὲ καὶ δικάζειν ταῖς δόξαις, πλὴν οὐκ ἐν ἁπάσαις ἐκφέρεται πρὸς τὸ πάγιον καὶ ἀνεύθυνον.