Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ασκητικά και Ερμηνευτικά Έργα
Παρουσίαση των ασκητικών έργων του Μεγάλου Βασιλείου, του Μαξίμου Ομολογητή, του Εφραίμ, του Κασσιανού και άλλων νηπτικών πατέρων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ασκητικά και Ερμηνευτικά Έργα
Παρουσίαση των ασκητικών έργων του Μεγάλου Βασιλείου, του Μαξίμου Ομολογητή, του Εφραίμ, του Κασσιανού και άλλων νηπτικών πατέρων.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Βασιλείου〉, ἐπισκόπου Καισαρείας Καππαδοκίας, τὰ λεγόμενα Ἀσκητικά, ἐν δυσὶ λόγοις. Χρήσιμον μὲν τὸ βιβλίον, εἴπερ τι ἄλλο, ἑκάστῳ τῶν εὐσεβεῖν αἱρουμένων καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν, μάλιστα δὲ τοῖς ἐν κοινοβίῳ τὸν ἀσκητικὸν διαθλοῦσιν ἀγῶνα. Ἔχει δὲ καὶ πολλῶν ἀπορημάτων γραφικῶν, ὅσα συνεπικοσμεῖ τὸ ἦθος, ἐν συνόψει λύσεις καὶ σαφηνισμόν.
Ἐν μὲν οὖν τοῖς λόγοις τὸ σύνηθες αὐτοῦ τοῦ ἤθους διαπρέπει καὶ τῆς σαφηνείας τὸ καθαρόν· πλὴν ἐπ᾽ ἐνίοις τῶν ζητημάτων ἐστί πως αὐτῷ παρεσπαρμένον καὶ τὸ ἐμφατικόν, οὐ τῆς λέξεως εἰς γλῶτταν νεανιευούσης, οὐδὲ τῆς συνθήκης περιβολαῖς ἐπηλυγαζομένης, οὐ μὴν οὐδ᾽ ἄλλῃ τινὶ ξενιζούσῃ καὶ ἀνακεχωρηκυίᾳ ἢ τοῦ ἰδίου τρόπου ἢ τοῦ πολιτικοῦ λόγου περιεργίᾳ καὶ δεινότητι· ἀλλὰ ταῦτα φυλάττων ὡς ἔθος, τὸ ἐμφατικὸν ὥσπερ ἐναπορρίπτει, μηδεμίαν ἐναφιεὶς ἐπιτηδεύματος ἔννοιαν, πλὴν ὅσα γε τῇ συντομίᾳ προβάλλει αὐτό· τὸ μέντοι εὐκρινές, ἅτε δὴ κεφαλαιώδη προβεβλημένος τὸν λόγον, καιρὸν οὐχ ὁρῶν εὑρίσκειν, οὐδ᾽ ἐχρήσατο τὰ πολλά. Διήκει δ᾽ αὐτοῦ καὶ τὸ δριμὺ μετὰ τοῦ πιθανοῦ πολλαχοῦ τῶν ζητημάτων ταῖς λύσεσι, πανταχοῦ δὲ τὸ ψυχωφελὲς καὶ σωτήριον.
Οὐ μέντοι τῇ συντομίᾳ μόνῃ περιθραύεται τὸ σαφές, οὐδὲν δ᾽ ἔλαττον καὶ τῷ μὴ τοὺς τὴν λύσιν ἐπιτελοῦντας λόγους εἰς τὸ συμπεραντικὸν ἀπαρτίζεσθαι σχῆμα, ἀλλ᾽ ἐν τῷ διερριμμένῳ μὲν τῶν προτάσεων, ἀνεπιφόρῳ δὲ καὶ οὐ συνειλημμένῳ τῶν ἀποδείξεων τὴν διάνοιαν περιπλανᾶσθαι.
Ἡ δὲ τούτων αἰτία εἰς ποικίλην περισχίζεται μέθοδον προνοίας, ἣν ἀφίημί σου τὸ συνετὸν ἐπισκοπεῖν. Οὐκ ἐν τοῖς δυσὶ δὲ λόγοις τὸ ἐμφατικὸν ἐπιτρέχει. Αὐτίκα ὁ πρῶτος οὐδὲν ἐπιδείκνυσι τοιοῦτον, πλὴν ἅπαξ που τῇ ἀποσιωπήσει τὸ δύσφημον οἰκονομῶν, ἐπεὶ τά γε ἄλλα, πολὺς μέν ἐστι τὸ ἀφελές, ἴσος δὲ τὸ καθαρόν, ἀλλὰ καὶ τὸ εὐκρινές. Διὰ μέντοι τῶν δύο αὐτῷ διήκει τὸ ἁπλούστερον καὶ καθωμιλημένον τῶν τε λέξεων καὶ τῆς συνθήκης, πρὸς τὴν τῶν πολλῶν ἀκοὴν διατυπούμενόν τε καὶ ταπεινούμενον, καὶ μόνης τῆς τῶν ἀκροατῶν σωτηρίας καταστοχαζόμενον.
Ὁ μὲν οὖν πρῶτος αὐτῷ λόγος διεξέρχεται τίς ἡ αἰτία καὶ ὁ κίνδυνος τῆς τοσαύτης τῶν ἐκκλησιῶν τοῦ Θεοῦ καὶ ἑκάστου πρὸς τὸν ἕτερον διαφωνίας τε καὶ διαστάσεως. Δεύτερον ὅτι πάσης ἐντολῆς Θεοῦ παράβασις σφοδρῶς καὶ φοβερῶς ἐκδικεῖται· καὶ ἡ ἀπόδειξις ἐκ τῶν Γραφῶν. Τρίτον περὶ τῆς εὐσεβοῦς πίστεως ἡμῶν, ἤτοι τῆς εἰς τὴν ὑπεραγίαν Τριάδα καθαρᾶς ἡμῶν καὶ εἰλικρινοῦς ὁμολογίας.
Ὁ δὲ δεύτερος οἷον χαρακτῆρα Χριστιανοῦ κεφαλαιώδη καὶ σύντομον παρατίθεται, καὶ χαρακτῆρα πάλιν παραπλήσιον τῶν προεστώτων τοῦ λόγου. Εἶτα οἷον ὅρους τινὰς ἀσκητικούς, ὡς ἐν ἐρωτήσει καὶ ἀποκρίσει προηγμένους ἐκτίθεται, τὸν ἀριθμὸν νεʹ, καὶ πάλιν συντομώτερον ἑτέρους ὅρους τιγʹ.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Μαξίμου〉 μοναχοῦ, τοῦ καὶ ὁμολογητοῦ, πρὸς Θαλάσσιον ὁσιώτατον πρεσβύτερον καὶ ἡγούμενον προσπεφωνημένον βιβλίον, ἐν ᾧ γραφικῶν ἀπορημάτων ρξδʹ ἀναγράφει λύσεις. Ἐν μέντοι τῷ προοιμίῳ διαλαμβάνει περὶ τῆς γενέσεως τῶν ἐν ἡμῖν παθῶν, καί φησιν ὡς τὸ κακὸν μηδὲν μηδ᾽ ὅλως τῶν ὄντων ὑπάρχον, μὴ ποιότης, μὴ ποσότης, μὴ σχέσις, ἀλλὰ μηδὲ πάθος φυσικῶς τινι τῶν ὄντων ἐνθεωρούμενον, εἴη ἂν ἔλλειψις τῆς πρὸς τὸ τέλος ἐνεργείας τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων, ἢ καὶ οὕτω, τῶν φυσικῶν δυνάμεων κατ᾽ ἐσφαλμένην κρίσιν ἐπ᾽ ἄλλο παρὰ τὸ τέλος ἀλόγιστος κίνησις. Αἰτίαν δέ φημι νῦν ἧς πάντα φυσικῶς ἐφίεται, ἣν ὁ Ἀδάμ, ἀπάτην τοῦ πονηροῦ νοσήσας, ἠγνόησε, πρὸς ὅλην δὲ κατεσύρη τὴν αἴσθησιν, παρασυμβληθεὶς τοῖς κτήνεσι, καὶ ὅσον τῆς πρὸς αἴσθησιν ἐπεμελεῖτο γνώσεως, τοσοῦτον τῆς θείας ἐξέπιπτεν· ὅσον δ᾽ ἐκπίπτων διέμενε, τοσοῦτον τῇ ἀπολαύσει τῶν γνωσθέντων αἰσθητῶν προσηλοῦτο καὶ συγκατεφέρετο· ὅσον δὲ τούτοις ἐνέκειτο, τοσοῦτον τῆς ἐπιβλαβοῦς φιλαυτίας ἐξῆπτε τὸν ἔρωτα· ὅσον δ᾽ εἴχετο τῆς φιλαυτίας, τοσοῦτον ἐπενόει τῆς ἡδονῆς ποικίλους καὶ πολλοὺς τρόπους· γεννήματα γὰρ τῆς φιλαυτίας ταῦτα.
Καὶ ἐπειδὴ πᾶσα κακία τοῖς συνιστῶσιν αὐτὴν συνδιαφθείρεται, εὑρίσκων ἐξ αὐτῆς πείρας τῆς ἡδονῆς πάντως διάδοχον τὴν ὀδύνην, τῆς μὲν ὑπὲρ δύναμιν ἀντείχετο, τῆς ὀδύνης δὲ σφοδρῶς κατηγωνίζετο, οἰόμενος ὅπερ ἦν ἀμήχανον, διαστῆσαι ταύτας ἀλλήλων καὶ μόνῃ τῇ ἡδονῇ ἐντρυφᾶν καὶ τὴν φιλαυτίαν ταύτῃ συνημμένην ἔχειν. Ἐντεῦθεν ὁ πᾶς ὄχλος τῶν παθῶν· ἡδονῆς γὰρ διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι καὶ ὀδύνην ἀποφεύγοντες τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπινοοῦμεν, γενέσεις. Οἷον εἰ μὲν τῆς ἐν φιλαυτίᾳ ἡδονῆς ἀντιποιούμεθα, γεννῶμεν τὴν γαστριμαργίαν, τὴν ὑπερηφανίαν, τὴν φιλαργυρίαν, καὶ ὅσα τὸν τυχόντα τρόπον πορίζει ἡδονήν· εἰ δὲ τὴν ἐν φιλαυτίᾳ φεύγομεν ὀδύνην, γεννῶμεν τὸν θυμόν, τὸν φθόνον, τὸ μῖσος, τὴν ἀπόγνωσιν, καὶ ὅσα ἄλλα τῆς ἡδυνούσης ἐστέρηται διαθέσεως.
Ἐκ δὲ τῆς ἀμφοῖν μίξεως τίκτεται ἡ ὑπόκρισις, ἡ κολακεία, ὁ δόλος, καὶ ἁπλῶς ὅσα ἄλλα μοχθηρίας εἴδη τῆς μικτῆς ἐστι πανουργίας ἐπινοήματα. Ἀλλ᾽ ὃ καὶ προέφημεν, τῆς θείας ὁ ἄνθρωπος διὰ τῆς ἀπάτης καταπεσὼν γνώσεως καὶ πρὸς τὴν αἴσθησιν ὅλος ἐπιστραφεὶς τὴν φαινομένην κτίσιν εἰς Θεὸν παρεγνώρισε, διὰ τὴν ἀπ᾽ αὐτῆς τοῦ σώματος χρείαν τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα, καθ᾽ ὃ σῶμα τὴν φθοροποιὸν ἐπιτελῶν λατρείαν ἡδονὴν εἶχεν ἀεὶ καὶ ὀδύνην ἐνεργουμένην, ἐσθίων ἀεὶ τὸ ξύλον τῆς παρακοῆς τὸ καλοῦ καὶ κακοῦ διὰ τῆς πείρας αὐτῆς, καὶ κατὰ τὴν αἴσθησιν παρέχον τὴν γνῶσιν. Καὶ τάχα ξύλον εἶναι καλοῦ καὶ πονηροῦ τὴν φαινομένην εἰπὼν κτίσιν τις οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· ἡδονῆς γὰρ καὶ λύπης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν. Ἡ πάλιν ἐπειδὴ καὶ λόγους ἔχει πνευματικοὺς ἡ ὁρωμένη κτίσις νοῦν τρέφοντας, καὶ δύναμιν πάλιν φυσικὴν τὴν μὲν αἴσθησιν τέρπουσαν τὸν δὲ νοῦν διαστρέφουσαν, διὰ τοῦτο ξύλον γνωστὸν καλοῦ τε καὶ κακοῦ προσηγορεύθη. Παθῶν γὰρ γίνεται διδάσκαλος τοῖς σωματικῶς αὐτῆς μεταλαμβάνουσι.
Διὸ τυχὸν καὶ τῷ ἀνθρώπῳ τὴν μετάληψιν αὐτῆς ὁ Θεὸς ἀπηγόρευσε τέως, ἵνα πρότερον, ὥσπερ ἦν δίκαιον, διὰ τῆς ἐν χάριτι μετοχῆς τὴν οἰκείαν ἐπιγνοὺς αἰτίαν καὶ τὴν χάριτι δοθεῖσαν ἀθανασίαν, διὰ τῆς τοιαύτης μεταλήψεως πρὸς ἀπάθειαν καὶ ἀτρεψίαν στομώσας, ὡς Θεὸς ἤδη τῇ θεώσει γενόμενος μετὰ Θεοῦ τὰ τοῦ Θεοῦ διασκέψηται κτίσματα, μηδὲν ὑπ᾽ αὐτῶν παραβλαπτόμενος, καὶ τὴν αὐτῶν ἀναλήψηται γνῶσιν ὡς χάριτι Θεὸς καὶ οὐκ ἄνθρωπος.
Ταῦτα καὶ τοιαῦτα ἐν προοιμίοις φιλοσοφήσας καὶ ἐπαγγειλάμενος ὡς ἐν ἑτέροις τελειότερόν τε καὶ ἀκριβέστερον περὶ αὐτῶν ἐπισκέψοιτο καὶ ἰδίᾳ πραγματείᾳ τὴν περὶ αὐτῶν ἀφοριεῖ πραγματείαν, ἐφεξῆς τῶν ἐρωτήσεων καὶ ἀποκρίσεων ἅπτεται.
Ὧν πρῶτον ζήτημα περὶ τοῦ τί σημαίνει «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται». βʹ περὶ τοῦ ἐν τῷ εὐαγγελίῳ τὸ κεράμιον τοῦ ὕδατος βαστάζοντος. γʹ περὶ τοῦ «μὴ κτήσησθε δύο χιτῶνας». δʹ περὶ τῆς καταραθείσης γῆς ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ.
εʹ περὶ τοῦ «ὁ γεγενημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ». ϛʹ περὶ τοῦ «εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη». ζʹ περὶ τοῦ «ὁ Θεὸς φῶς ἐστι». ηʹ περὶ τοῦ πῶς ἐσμὲν τέκνα Θεοῦ, καὶ πῶς μετὰ ταῦτα ἐσόμεθα. θʹ περὶ τοῦ πῶς «ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ» καὶ «οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν». ιʹ περὶ τοῦ τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ ὅσα αὐτοῖς ἀπόκειται. ιαʹ τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών. ιβʹ τί ἐστι «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». ιγʹ τί ἐστι «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα». ιδʹ περὶ τοῦ «τὸ γὰρ ἄφθαρτον πνεῦμά σού ἐστιν ἐν πᾶσιν».
ιεʹ περὶ τοῦ ἐν τῇ ἐρήμῳ χωνευθέντος μόσχου. ιϛʹ περὶ τοῦ ἀγγέλου τοῦ ἀπειλήσαντος θάνατον τῷ Μωσεῖ ἐν τῇ ὁδῷ Αἰγύπτου. ιζʹ περὶ τοῦ «εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, πῶς οἱ ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐκπίπτουσιν»; ιηʹ τί ἐστιν «ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται». ιθʹ τίς ἐστιν ἡ ξηρανθεῖσα ἐν τῷ εὐαγγελίῳ συκῆ, καὶ ὅσα περὶ αὐτήν. κʹ περὶ τοῦ τί ἐστιν «ἐκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ ἑξῆς, καὶ πῶς ὁ μήδ᾽ ὅλως ἐνδυσάμενος ἐκδύεται. καʹ εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις ὁ Θεὸς δείξει τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησε. κβʹ περὶ τοῦ «δώσει αὐτῷ ὁ Θεὸς τὸν οἶκον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ», πῶς δίδωσι τῆς βασιλείας Δαβὶδ εἰς τὰ ἐπιγνόντα ἔθνη τὸν ἐξ αὐτοῦ μεταπεσούσης. κγʹ τί ἐστι «διελθόντες πρώτην καὶ δευτέραν φυλακήν» καὶ τίς ἡ σιδηρᾶ πύλη. κδʹ περὶ τοῦ «παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι» καὶ ἑξῆς.
κεʹ περὶ τοῦ βασιλέως Βαβυλῶνος καὶ Ἰούδα καὶ τῶν ἐθνῶν. κϛʹ περὶ τῆς ἀποκαλύψεως Πέτρου τῆς ἐπὶ τῷ Κορνηλίῳ, καὶ πῶς διεκρίνοντό τινες πρὸς Πέτρον διὰ τὸν Κορνήλιον. κζʹ τὸ «δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας» πρὸς τίνας εἴρηται. κηʹ τί ἐστι τὸ ἐν ταῖς Πράξεσιν «οἵτινες διὰ τοῦ πνεύματος ἔλεγον τῷ Παύλῳ μὴ ἀναβῆναι εἰς Ἱεροσόλυμα». κθʹ τίς ἡ διαφορὰ ποτηρίου καὶ βαπτίσματος. λʹ περὶ τοῦ εἰ «οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ», πῶς ἐν τῷ τῶν Ἰουδαίων ναῷ ἐλέγετο οἰκεῖν. λαʹ περὶ τοῦ «εἰ ἄρα ψηλαφήσειαν καὶ εὕροιεν Θεόν». λβʹ περὶ τοῦ «ἀμὴν λέγω ὑμῖν, ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ» καὶ ἑξῆς. λγʹ περὶ τοῦ «ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετε» καὶ ἑξῆς. λδʹ περὶ τοῦ κελευόμεθα τρώγειν τὴν σάρκα καὶ πίνειν τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ. λεʹ περὶ τοῦ τίνα ἐστὶ τὰ τῶν θυομένων ζῴων σώματα τοῖς Ἰσραηλίταις. λϛʹ περὶ τῆς ἐχίδνης ἣ καθήψατο τῆς χειρὸς Παύλου. λζʹ περὶ ἐρωτήσεως τῶν Σαδδουκαίων, ἥτις ἑπτὰ ἄνδρας ἀνέπλαττε τῇ μιᾷ συνεζεῦχθαι γυναικί. ληʹ τί εἰσιν αἱ τρεῖς ἡμέραι ἃς προσμένουσιν οἱ ὄχλοι τῷ Χριστῷ ἐν τῇ ἐρήμῳ. λθʹ τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν τῷ Κανᾶ τῆς Γαλιλαίας. μʹ τίς ὁ λόγος τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου μὴ ὄντος ἀνδρός.
μαʹ πῶς ἡμεῖς μὲν λεγόμεθα τὴν ἁμαρτίαν καὶ ποιεῖν καὶ εἰδέναι, ὁ δὲ Κύριος γενέσθαι μὲν ἁμαρτία μὴ γνῶναι δ᾽ αὐτήν. μβʹ περὶ τοῦ ξύλου τῆς ζωῆς καὶ τοῦ ξύλου τῆς παρακοῆς. μγʹ πρὸς τίνα εἶπεν «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». Εἰ μὲν γὰρ πρὸς τὸν υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ τῷ υἱῷ, εἰ δὲ πρὸς ἀγγέλους, πῶς πάλιν τὸν ἄγγελον ἑαυτῷ συγκρίνει; μδʹ τί σημαίνει τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ ὁ βραχίων τοῦ ἀφαιρέματος; μεʹ τίς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα. μϛʹ τί ἐστι «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» καὶ ἑξῆς. μζʹ περὶ τῶν Ὀζίου βασιλέως Ἰούδα λάκκων καὶ πύργων ἃ ᾠκοδόμησε. μηʹ τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ τῶν Παραλειπομένων «καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σεναχειρίμ» καὶ ἑξῆς. μθʹ τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ «καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἠσαΐας υἱὸς Ἀμώς» καὶ ἑξῆς. νʹ τί ἐστι «καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ καὶ δόματα Ἐζεκίᾳ τῷ βασιλεῖ Ἰούδα».
ναʹ περὶ τοῦ ὅτι «οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεός, ἀνταπέδωκεν Ἐζεκίας» καὶ ἑξῆς. νβʹ περὶ Ἐζεκίου πάλιν, ὅτι «ἔθαψαν αὐτὸν ἐν ἀναβάσει υἱῶν Δαβίδ» καὶ ἑξῆς. νγʹ περὶ τοῦ ἐν τῷ πρώτῳ Ἔσδρα, ὅτι γέγραπται περὶ Ζοροβάβελ «ἦρε τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰσραήλ», καὶ περὶ τῆς προσευχῆς αὐτοῦ. νδʹ περὶ τοῦ «οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς χωρὶς παιδίων καὶ γυναικῶν μυριάδες δʹ ͵γτξʹ» καὶ ἑξῆς. νεʹ περὶ τοῦ ἐν τῷ δευτέρῳ Ἔσδρα γεγραμμένου «καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων» καὶ ἑξῆς. νϛʹ τί ἐστι «πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη». νζʹ περὶ τοῦ «ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ λυπηθέντας ἡμᾶς» καὶ ἑξῆς, πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται ἀγαλλιᾶσθαι. νηʹ περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται. νθʹ περὶ τοῦ «ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ προεγνωσμένου», ὑπὸ τίνος προεγνωσμένου. ξʹ τί ἐστιν «ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ» καὶ ἑξῆς.
ξαʹ περὶ τοῦ δρεπάνου ὃ εἶδε πετόμενον ὁ Ζαχαρίας. ξβʹ περὶ τῆς χρυσῆς λυχνίας ἣν εἶδεν ὁ αὐτὸς προφήτης. ξγʹ τί ἐστιν «ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν ἢ ἀριστεράν» τίνες οἱ ἄνδρες καὶ τίς ἡ δεξιὰ καὶ ἀριστερά. ξδʹ διὰ τί μετὰ τὸν θάνατον Σαοὺλ τοῦ ἀδικήσαντος τοὺς Γαβαωνίτας ὁ μηδὲν ἀδικήσας Δαβὶδ ἀπῃτήθη δίκας, λιμῷ τῆς χώρας αὐτοῦ κακουμένης, ἕως ἔδωκε τοὺς ἐκ τοῦ σπέρματος Σαοὺλ ἑπτὰ ἄνδρας τοῖς Γαβαωνίταις;
Τούτων οὖν τὰς λύσεις ὁ θεῖος οὗτος ἀνὴρ καὶ γενναῖος ὁμολογητὴς ἀποδιδόναι ὑπέρχεται πόνον. Ἔστι δὲ τὴν φράσιν σχοινοτενής τε ταῖς περιόδοις, καὶ χαίρων ὑπερβατοῖς, ἐνακμάζων τε ταῖς περιβολαῖς, καὶ κυριολογεῖν οὐκ ἐσπουδασμένος· ἐξ ὧν αὐτοῦ τῇ συγγραφῇ καὶ τὸ ἀσαφὲς καὶ δυσεπισκόπητον διατρέχει. Τῷ τραχεῖ δὲ τοῦ ὄγκου, ὅσα περὶ συνθήκην καὶ ἀναπαύσεις, τὸν λόγον ὑποβάλλων οὐδ᾽ ἡδὺς εἶναι σπουδάζει τῇ ἀκοῇ.
Καὶ ἡ μεταφορὰ αὐτῷ τῶν λέξεων οὐκ εἰς τὸ χαρίεν καὶ γεγοητευμένον περιήνθισται, ἀλλ᾽ οὕτως ἁπλῶς καὶ ἀπεριμερίμνως παραλαμβάνεται. Ὃ δ᾽ ἐγγὺς καὶ τοὺς περὶ αὐτὸν ἐσπουδακότας ἀποκναίει, πόρρω τοῦ γράμματος καὶ τῆς ἐγνωσμένης ἱστορίας, ἢ μᾶλλον καὶ αὐτοῦ τοῦ ἠπορημένου, αἱ λύσεις αὐτῷ περινοοῦνται. Πλὴν εἴ τινι φίλον ἀναγωγαῖς καὶ θεωρίαις τὸν νοῦν ἀνελίσσειν, οὐκ ἂν ποικιλωτέραις οὐδ᾽ ἐσπουδασμέναις μᾶλλον ἢ ταύταις περιτύχοι. Συλλέγει μὲν γὰρ καὶ τῶν πρὸ αὐτοῦ εἰς ἔνια τῶν ἠπορημένων εἰρημένα, ἐπισυνάπτει δὲ καὶ τῆς οἴκοθεν φιλοπονίας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, τὸ γλαφυρόν τε καὶ περινενοημένον προβεβλημένα. Πανταχοῦ δὲ τὸ εὐσεβὲς αὐτοῦ καὶ τοῦ εἰς Χριστὸν πόθου τὸ καθαρὸν καὶ γνήσιον διαλάμπει.
Ἔτι ἀνεγνώσθησαν αὐτοῦ καὶ ἐπιστολαὶ περὶ διαφόρων ὑποθέσεων ψυχωφελῶν τε καὶ ἀναγκαίων τοῖς ὀρθοῦν τε τὰ ἤθη καὶ τὸν νοῦν ἐγρηγορότα συντηρεῖν πρὸς τὴν εὐσέβειαν ἐσπουδακόσι, τὸν ἀριθμὸν ζʹ καὶ κʹ. Ὧν ἦν μία πολύστιχος [καὶ] ἡ πρὸς Ἰωάννην τινά, ἧς ἐστὶ τὰ κεφάλαια πρῶτον ἐπιτίμησις τοῖς διεκδικοῦσι τοὺς αἱρετίζοντας, καὶ μάλιστα τοὺς ἀπὸ Σεβήρου· δεύτερον ὅτι δεῖ παντὶ τρόπῳ τὴν παραδεδομένην εὐσέβειαν ἀπαράτρωτον φυλάττειν· τρίτον περὶ διαφορᾶς, καὶ πῶς ἔστιν εὐσεβῶς δύο φύσεις ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ὁμολογεῖν· δʹ ὅτι ὁ ἀριθμὸς οὔτε διαιρεῖ οὔτε διαιρεῖται, οὔτε διαίρεσιν εἰσάγει κατὰ τὸν ἴδιον λόγον τὸ σύνολον οἷς ἐπιλέγεται· εʹ πῶς εὐσεβῶς ὁ ἀριθμὸς πρὸς δήλωσιν τῆς διαφορᾶς παραλαμβάνεται· ϛʹ πῶς χρὴ νοεῖν τὴν κειμένην ῥῆσιν ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ τοῦ ἁγίου Κυρίλλου, καὶ ὅτι οὐ μάχεται ἡ «ἐν δύο» φωνὴ τοῖς λέγουσι μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, εἰ μὴ κατὰ τὸ Νεστορίῳ δοκοῦν ἀσεβῶς λαμβανομένη. ζʹ ὅτι πραγμάτων ἤγουν οὐσιῶν ἐπὶ Χριστοῦ ἡ διαφορά, ἀλλ᾽ οὐ ποιοτήτων, καὶ ὅτι πᾶσα διαφορὰ ἐξ ἀνάγκης συνεισάγει ἑαυτῇ τὴν ὧν ἐστὶ ποσότητα, καὶ ἡ ποσότης πάλιν τὸν ἑαυτῆς σημαντικὸν ἀριθμόν, κἄν τε συνεχής ἐστι κἄν τε διῃρημένη· ηʹ ὅτι ἀσεβές ἐστι τὸ λέγειν μίαν σύνθετον φύσιν τὸν Χριστόν, καὶ τῇ ἀληθείᾳ μαχόμενον.
θʹ περὶ ὑποστάσεως συνθέτου, καὶ ἔκθεσις σύντομος τῆς ἐκδοχῆς τῶν ὀρθῶς ἐπὶ Χριστοῦ κατὰ τὴν καθολικὴν ἐκκλησίαν ὁμολογουμένων τῆς πίστεως φωνῶν· ιʹ περὶ ὑποστάσεως συνθέτου φυσικωτέρα διάληψις, καὶ ἀπόδειξις ἀκριβὴς τοῦ μὴ τοῖς αὐτοῖς περιπίπτειν τοὺς ὁμολογοῦντας μίαν σύνθετον ὑπόστασιν τὸν Χριστὸν τοῖς μίαν αὐτὸν σύνθετον λέγουσι φύσιν· ιαʹ ὅτι κατὰ πρόσληψιν ἡ πρὸς τὴν σάρκα μόνη τοῦ λόγου γέγονεν ἕνωσις, ὡς προόντος καὶ πρὸς ἕνωσιν σαρκὸς ἑνωθῆναι θελήσαντος· ὅπερ οὐκ ἔστιν ὅλως ἐπ᾽ ἄλλου τῶν συνθέτων ἰδεῖν· ἐπὶ γὰρ τῶν ἄλλων οὐ κατὰ πρόσληψιν θατέρου ἡ ἕνωσις γίνεται, ἀλλ᾽ ἄμφω συνιόντων ἐκ τοῦ μὴ ὄντος εἰς τὴν τοῦ συνθέτου συμπλήρωσιν καὶ οὐσίωσιν. Ἡ μὲν πρὸς Ἰωάννην ἐπιστολὴ αὕτη καὶ τὰ ἐν αὐτῇ κεφάλαια.
Τῶν δ᾽ ἄλλων ἐπιστολῶν, τρεῖς μέν εἰσι πρὸς Θαλάσσιον πρεσβύτερον καὶ ἡγούμενον, δύο δὲ πρὸς Ἰωάννην κουβικουλάριον, δύο δὲ πρὸς Σωφρόνιον μονάζοντα τὸν ἐπίκλην Εὐκρατᾶν, καὶ μία πρὸς Ἰωάννην σοφιστήν, καὶ μία πρὸς Ἰανίαν ἡγουμένην, καὶ μία Θαλασσίῳ ἡγουμένῳ καὶ πρεσβυτέρῳ, καὶ μία Ἰορδάνῃ πρεσβυτέρῳ καὶ Στεφάνῳ ἡγουμένῳ καὶ πρεσβυτέρῳ, καὶ μία Κυρισκίῳ ἐπισκόπῳ, καὶ ἔτι ἑτέρα μία Ἰωάννῃ κουβικουλαρίῳ, ὁμοίως καὶ Στεφάνῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ καὶ μία Κόνωνι πρεσβυτέρῳ καὶ ἡγουμένῳ, ἔτι Θαλασσίῳ ἡγουμένῳ καὶ πρεσβυτέρῳ, καὶ δύο Ἰωάννῃ ἐπισκόπῳ, ἔτι Ἰωάννῃ κουβικουλαρίῳ περὶ τῆς κατὰ Θεὸν λύπης, καὶ Κωνσταντίνῳ Ἰλλουστρίῳ καὶ ἀπὸ σακελλαρίων δύο, καὶ τῷ ἀββᾷ Πολυχρονίῳ τρεῖς, καὶ πρὸς Ἰουλιανὸν Ἀλεξανδρέα, ἀπὸ τῆς τῶν ἀκεφάλων αἱρέσεως ἐπιστραφέντα, μία, καὶ ὡς ἀπὸ Γεωργίου ἐπάρχου Ἀφρικῆς πρὸς μοναστρίας ἀποκοινωνησάσας ἐν Ἀλεξανδρείᾳ μία.
Ἐν ταύταις οὖν ἁπάσαις ταῖς ζʹ καὶ κʹ ἐπιστολαῖς ὁ μὲν ἄλλος χαρακτὴρ αὐτοῦ τῶν λόγων καὶ ἡ εὐσέβεια μάλιστα διασῴζεται, τὸ δ᾽ ἀσαφές, εὖ γε τοῦ ἀνδρὸς ποιοῦντος καὶ τιμῶντος ἐπιστολῆς κατὰ τοῦτο νόμους, οὐκ ἔσχε τὸ ἀνοικονόμητον. Δῆλον δ᾽ ὅτι καὶ ἃ τὴν ἀσάφειαν ἐποίει, τὰ μὲν ἔρριπται τὰ δὲ κεκόλασται.
Ἀνεγνώσθη τοῦ ἁγίου 〈Μαξίμου〉 λόγος ἀσκητικός, εἰς πεῦσιν ἐσχηματισμένος καὶ ἀπόκρισιν. Χρήσιμος μὲν ἅπασιν ὁ λόγος, μάλιστα δ᾽ οἷς ἄσκησις ἡ πολιτεία· ἠθῶν γὰρ δι᾽ ὧν ἄν τις οὐρανοπολίτης γένοιτο, ἐστὶ διδάσκαλος καὶ γεωργός, μάλιστα δὲ τῆς ἀγάπης καὶ τὴν γνῶσιν καὶ τὴν ἐργασίαν πολλὰς ἐνδίδωσιν ἐπελθεῖν ἀφορμάς.
Συνετέτακτο δὲ καὶ ἑτέρα πραγματεία, εἰς υʹ κεφάλαια πληθυνομένη, ἣ καὶ προσεπεφώνητο Ἐλπιδίῳ τινί, ὁσιότητι καθωσιωμένῳ. Καὶ αὐτὸς μὲν ὁ συγγραφεὺς περὶ ἀγάπης τὸν πόνον ἐπιγράφει, ἴσως ὅτι ταύτην τε ἀρχὴν τῷ γράμματι ὑποβάλλεται, καὶ ἀλλαχοῦ πολλάκις περὶ αὐτῆς καταβάλλεται λόγον· οὐ μὴν ἀλλὰ γὰρ καὶ πολλῶν προβλημάτων τε καὶ θεωρημάτων, οἷς θεολογία κρατύνεται καὶ ἃ τὸν ὅσιον βίον καὶ καθαρὸν ποιεῖ, ἱκανὴν ἔστιν ἐν αὐτοῖς τοῖς φιλοπόνως αὐτὰ μετιοῦσι καρπώσασθαι τὴν ὠφέλειαν. Καὶ τὸ εἶδος αὐτῷ τοῦ λόγου εἰς τὸ λευκόν τε καὶ ἔντορνον, ἤπερ οἱ ἄλλοι, διατυποῦται καὶ οὐδὲν παρέχει ὃ ἄν τις διερευνήσοι μωμήσασθαι, πλὴν ὡς ἔσθ᾽ ὅπῃ τὴν Ἀττικὴν τῆς ἄλλης φωνῆς οὐ προκρίνει.
Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς πρὸς Γεώργιον ἔπαρχον ἐπιστολή, πολλῆς ὠφελείας καὶ κατανύξεως γέμουσα· καὶ τὸ τῆς φράσεως αὐτῆς εἰς τὸ σαφές τε καὶ ἠθικὸν ἀνεπτυγμένον πρὸς τὰ υʹ κεφάλαια τὴν συγγένειαν ἀνόθευτον δείκνυσιν ὅτι διασῴζει.
Ἐν δὲ τῷ αὐτῷ τεύχει συνανεγνώσθη λόγος κεφαλαίοις ρʹ διειλημμένος, καὶ ἕτερος ὁμοίως τοῖς ἴσοις ἀπηρτισμένος, ἐν οἷς θεολογία τε διαλάμπει καὶ ἠθῶν διακόσμησις διαπρέπει. Καὶ οὐκ ἂν ἐν οὐδενὶ τὸ ὁμοφυὲς αὐτοῖς πρὸς τὰ υʹ κεφάλαια ἐνοθεύετο, εἰ μὴ τὸ ἀλληγορικὸν ἐν πολλοῖς ὑποβαλλόμενον καὶ ὁμόφυλά πως αὐτὰ παραστῆσαν τῇ συντάξει, ἥτις γραφικῶν ἀπορημάτων καὶ λύσεων ἔκθεσιν σπουδάζει καὶ Θαλασσίῳ ἐστὶ πρεσβυτέρῳ καὶ ἡγουμένῳ προσπεφωνημένη, τὸ πρὸς ταῦτα συγγενὲς διὰ τῆς πρὸς ἐκείνην οἰκειώσεως ὑποβολιμαῖον εἶναι λογισμοὺς ἀναρριπίζει.
Ἐν ταὐτῷ δὲ συνανεγνώσθη τοῦ αὐτοῦ ἐπιστολαὶ διάφοροι. Ὧν πρώτη μὲν πρὸς Πέτρον Ἰλλούστριον ἧς ἐπιγραφὴ μὲν «Περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λόγος ἐπίτομος καὶ κατὰ τῶν Σεβήρου δογμάτων», κεφάλαια δὲ τάδε· περὶ ἀριθμοῦ φυσικωτέρα διάληψις, περὶ διαφορᾶς καὶ ποιότητος ἀκριβέστερον καὶ τῆς αὐτῶν εὐσεβοῦς ὁμολογίας.
Ὅτι βλάσφημον τὸ λέγειν οὕτως ἁπλῶς τὸν Χριστὸν μίαν φύσιν· περὶ συνθέτου φύσεως καὶ τοῦ κατ᾽ αὐτὴν λόγου, καὶ ὡς ἀσεβοῦσιν οἱ λέγοντες τὸν Χριστὸν μίαν σύνθετον φύσιν. Ὅτι ὁ λέγων τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον μετὰ τὴν ἕνωσιν συνομολογεῖ τοῖς ὀνόμασι τὰς φύσεις ἐξ ἀνάγκης μετὰ τὴν ἕνωσιν, ὀρθῶς δηλονότι καὶ ἀκολούθως οἷς λέγει πιστεύειν ᾑρημένος.
Περὶ τῆς «ἐν δύο» φωνῆς καὶ περὶ τῆς μιᾶς τοῦ λόγου φύσεως εὐσεβὴς ὁμολογία κατὰ τοὺς πατέρας, καὶ ἀθέτησις τῆς μιᾶς συνθέτου φύσεως. Περὶ ὑποστάσεως συνθέτου φυσικωτέρα διάληψις, καὶ ἀπόδειξις ὡς οὐχὶ τοῖς αὐτοῖς ἀτόποις περιπίπτουσιν οἱ μίαν σύνθετον ὑπόστασιν ὁμολογοῦντες τὸν Χριστὸν τοῖς μίαν αὐτὸν σύνθετον λέγουσι φύσιν. θʹ κεφάλαιον ὅτι κατὰ πρόσληψιν μόνην ἡ πρὸς τὴν σάρκα γέγονεν ἕνωσις, ὡς προόντος καὶ θελήματι τὴν πρὸς σάρκα διαπραξαμένου ἕνωσιν.
Ἀλλ᾽ ἡ μὲν πρὸς Πέτρον Ἰλλούστριον. Ἑτέρα δὲ πρὸς Κοσμᾶν διάκονον Ἀλεξανδρείας περὶ κοινοῦ καὶ ἰδίου, τουτέστιν οὐσίας καὶ ὑποστάσεως· ἧς κεφάλαιον κατασκευὴ φυσικωτέρα ὡς οὐδὲν τῶν ὄντων ἑτέρῳ τινὶ ταὐτόν ἐστι κατ᾽ οὐσίαν καὶ ὑπόστασιν, διὰ τὸ μὴ ταὐτὸν εἶναι οὐσίαν καὶ ὑπόστασιν, ἀλλὰ τὰ μὲν κατ᾽ οὐσίαν ταὐτὰ ταῖς ὑποστάσεσιν ἕτερα, ἃ δὲ ταὐτὰ καθ᾽ ὑπόστασιν, κατ᾽ οὐσίαν καὶ φύσιν διάφορα.
Δεύτερον ὅτι ὁ Χριστὸς ταῖς μὲν κατ᾽ οὐσίαν τῶν οἰκείων μερῶν πρὸς τὰ ἄκρα κοινότησιν ἑνούμενος, τὴν πρὸς ἄλλα τῶν μερῶν σῳζομένην εἶχε διαφοράν, ταῖς δὲ τῶν μερῶν ἰδιότησι τὸ καθ᾽ ὑπόστασιν διεδείκνυ ὡς ὅλον κοινὸν ἀμφοτέρων. Γʹ ὅτι τὰ μὲν καθ᾽ ὑπόστασιν κοινὰ τῶν μερῶν τὸ ὅλον ἤγουν τὸν Χριστὸν ἠφόριζον τῶν ἄκρων, τὰ δὲ κατ᾽ οὐσίαν πρὸς τὰ ἄκρα κοινὰ τῶν μερῶν ὡς ὅλον συνῆπτε τοῖς ἄκροις οὐσιωδῶς τὸν Χριστόν. Δʹ ὅτι Θεὸς ὑπάρχων τέλειος ὁ Χριστὸς καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, εἶχε τὸ κοινὸν αὐτῶν καὶ τὸ ἴδιον οἷς πρὸς ἑαυτὸν ἐποιεῖτο τὴν τῶν ἄκρων ἕνωσιν καὶ διάκρισιν, τῇ μὲν πρὸς ἑαυτὸν ἑνώσει τῶν ἄκρων ἐν ἑαυτῷ σῳζομένας τὰς ἐξ ὧν συνετέθη φύσεις πιστούμενος, τῇ δὲ πρὸς ἑαυτὸν διακρίσει τῶν ἄκρων τὸ μοναδικὸν τῆς οἰκείας παριστὰς ὑποστάσεως. Εʹ περὶ διαφορᾶς διάληψις σύντομος, δι᾽ ἧς δείκνυται τὸ κατ᾽ οὐσίαν ποσὸν τῶν ἡνωμένων, σῳζόμενον.
Ϛʹ κατασκευὴ πλατυτέρα καὶ φυσικωτέρα περὶ διαφορᾶς καὶ ποσότητος καὶ τοῦ δηλοῦντος ἀριθμοῦ. Ζʹ ὅτι ὁ μὴ ταὐτὸν εἰδὼς φύσιν καὶ ὑπόστασιν εὐσεβῶς ἐπὶ Χριστοῦ δογματίζει τὴν ἕνωσιν καὶ τὴν διαφοράν, ὧν τὸ μὲν ὁρᾶται κατὰ τὴν ὑπόστασιν, τὸ δὲ κατὰ τὴν φύσιν. Ηʹ ὅτι Σεβῆρος ταὐτὸν εἶναι βιαζόμενος φύσιν καὶ ὑπόστασιν συγχεῖ τὴν ἕνωσιν καὶ ποιεῖ διαίρεσιν τὴν διαφοράν· καθ᾽ ἣν δείκνυται καὶ τὸν τριάδος εἰς τετράδα διασκεδάζων λόγον, καὶ τὸ τῆς μιᾶς θεότητος κατατέμνων εἰς δυάδα μυστήριον, καὶ πάσης τὸν Χριστὸν ὑπερορίζων οὐσιωδῶς ὑπάρξεως. Θʹ ἔκθεσις σύντομος μετὰ τῆς ὀρθῆς συνηγορίας τῆς ἀληθοῦς τῶν πατέρων ὁμολογίας. Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ αὕτη καὶ δῆλον καὶ ἐξ αὐτῶν τῶν κεφαλαίων τὸ εἰς εὐσέβειαν χρήσιμον. Καὶ ἡ φράσις δὲ ὡς ἐν τοιαύτῃ τὸ σαφὲς διώκει καὶ οὐκ ἄκομψον.
Ἔτι δὲ πρὸς Πύρρον, ἔτι πρεσβυτέρου βαθμὸν ἔχοντα καὶ οὔπω τῆς ἀρχιερατικῆς ἐπιβάντα καθέδρας. Θειάζει δ᾽ ἐν αὐτῇ τὸν Πύρρον, καὶ εὐσεβῆ γνῶσιν αὐτῷ καὶ ὁσιότητα ἐπιμαρτύρεται. Ἀλλὰ καὶ περί τινων, ὡς ἔοικεν, ἀξιώσαντος αὐτῷ γραφῆναι ὁ σοφὸς Μάξιμος οὐ μόνον παραιτεῖται, ἰσχνόφωνον ἑαυτὸν καὶ βραδύγλωσσον ἀποκαλῶν, ἀλλ᾽ ἀνταξιοῖ αὐτὸν γράμματι μᾶλλον διδάξαι, τίς ἡ ἐνέργεια, καὶ ὁσαχῶς, καὶ τί παρὰ ταύτην ἐστὶ τὸ ἐνέργημα, καὶ τί τούτων διενήνοχεν ἡ πρᾶξις καὶ τὸ ἔργον, καὶ πῶς ἔστι λέγειν ἢ ἐννοεῖν τὴν μίαν ἐνέργειαν. Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ ἡ πρὸς Πύρρον.
Γράφει δὲ καὶ πρὸς Θωμᾶν τινα, αἰτησάμενον ῥητῶν τινῶν ἀπορουμένων ἐπιλύσεις. Τὰ δὲ ῥητὰ τοῦ Θεολόγου τέ ἐστι Γρηγορίου καὶ τοῦ θείου Διονυσίου, ἐκ μὲν τοῦ περὶ υἱοῦ εἰς τό «Διὰ τοῦτο μονὰς ἀπ᾽ ἀρχῆς κινηθεῖσα» καὶ ἑξῆς· καί «Μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον», ὅπερ ἐστὶν ἐκ τοῦ δευτέρου εἰρηνικοῦ· βʹ εἰς τό «ἑνὶ δὲ κεφαλαίῳ» καὶ ἑξῆς· τρίτον ἐκ τοῦ αὐτοῦ λόγου εἰς τό «οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος», καὶ ἑξῆς.
Τέταρτον εἰς τό «Ὡς μὲν γὰρ λόγος οὔτε ὑπήκοος ἦν οὔτε ἀνήκοος» καὶ ἑξῆς. Τοῦ δέ γε θεσπεσίου Διονυσίου εἰς τό «πῶς φῂς Ἰησοῦς ὁ πάντων ἐπέκεινα πᾶσιν ἐστὶν ἀνθρώποις οὐσιωδῶς συντεταγμένος» καὶ ἑξῆς, καὶ εἰς ἕτερα διάφορα.
Καὶ ταῦτα μὲν ἐν τῇ πρὸς Θωμᾶν πρώτῃ ἐπιστολῇ. Ἐν δὲ τῇ δευτέρᾳ οἷον ἐπανάληψιν ἐνίων ῥητῶν τῶν προσαφηνισθέντων ἐκ τῆς θεολογικῆς συντάξεως ποιεῖται, καὶ πρός γε τό «διὰ μέσου νοὸς ὁμιλήσας σαρκὶ ἕως τοῦ κρείττονος ἐκνικήσαντος» ὁμοίως ἑρμηνεύει. Ἀλλὰ ταῦτα μὲν ἐν τούτοις.
Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς ἐπιστολή. Μαριανῷ πρεσβυτέρῳ προσπεφώνηται, ἐν ᾗ περί τε φυσικοῦ θελήματος ἤτοι θελήσεως διέξεισι καὶ βουλήσεως καὶ βουλῆς ἤτοι βουλεύσεως, περί τε προαιρέσεως, καὶ περὶ τίνων βουλευόμεθα, καὶ περὶ γνώμης καὶ ἐξουσίας καὶ δόξης, καὶ περὶ φρονήματος εἴτουν φρονήσεως· καὶ ὡς οὐ κατὰ πάντα τρόπον ἓν ἔσται μετὰ τὴν ἀνάστασιν τὸ θέλημα πρὸς ἀλλήλους τῶν ἁγίων καὶ τοῦ Θεοῦ, κἂν ἓν τὸ θεληθὲν ἅπασιν, ὥς τινες λέγουσι. Καὶ ἑνδέκατον ἐπὶ τούτοις κεφάλαιον, ὅτιπερ ἓν θέλημα οὐ δύναται ἐπὶ Χριστοῦ λέγεσθαι, εἴτε φυσικὸν εἴτε προαιρετικὸν λεχθῇ ὥς τισιν ἔδοξεν. Αὕτη μὲν ἡ ἐπιστολή· οὐ μόνον δ᾽ εἰς εὐσέβειαν πολὺ τὸ χρειῶδες παρέχεται, ἀλλὰ καὶ εἰς ἄλλας πολλὰς καὶ καλὰς θεωρίας.
Ἀνεγνώσθη δ᾽ ἐν τῷ αὐτῷ τεύχει διάλογος περὶ τῶν δύο θελημάτων καὶ τῶν δύο ἐπὶ Χριστοῦ ἐνεργειῶν. Τὰ πρόσωπα δὲ τοῦ διαλόγου Πύρρος καὶ Μάξιμος, ὧν ὁ μὲν τῆς ὀρθοδοξούσης προΐσταται γνώμης, Πύρρος δὲ τοῦ αἱρετίζοντος ἀντεχόμενος φρονήματος ὅμως, ὥσπερ συνεχόμενός τε καὶ συνελαυνόμενος τοῖς ὀρθοδοξοῦσιν ἐνθυμήμασί τε καὶ δόγμασι τίθεται τῇ εὐσεβείᾳ, ἀνομολογῶν ἑαυτὸν οὐκ ὀρθῶς πεφρονηκέναι τὰ πρότερον. Ἐν δὲ τῇ Ῥώμῃ αὐτὸν ὁ λόγος δείκνυσιν ἀφικέσθαι πρὸς τὴν διάλεξιν, μεθ᾽ οὗ ἣν αὐτὸς ἑαυτῷ φυγὴν ἐπιβαλὼν τοῦ Κωνσταντινουπόλεως ἐξέπεσε θρόνου.
Ὁ μέντοι διάλογος εἰς τὸ ταπεινότερόν ἐστι διεσκευασμένος, εἴτε τὸ αὐτοσχέδιον τῶν διειλεγμένων διασῴζειν ἀκέραιον βουλομένου τοῦ συγγεγραφότος, εἴτε καὶ ἕτερόν τι διοικονομοῦντος· δι᾽ ἅπερ οὐδ᾽ οἱ διαλεκτικῆς αὐτῷ νόμοι εὐμενῶς ἐθέλουσιν ἔχειν. Πλὴν καὶ οὕτω χρειῶδες τοῖς εὐσεβέσι τὸ ἀγώνισμα.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Ἐφραὶμ〉 λόγοι ἔννεα καὶ μʹ, ὧν ὁ μὲν αʹ ἑαυτόν τε ποιεῖ ἀπολοφυρόμενον οἷς ἐβίω, καὶ τύπον ἐπέχει προλόγου τῶν ἐφεξῆς παραινέσεων. Ὁ δὲ βʹ τοῖς ἐν κοινοβίῳ ἀδελφοῖς παραίνεσίν ἐστιν εἰσηγούμενος. Προτρέπεται πρὸς εὐσέβειαν ὁ γʹ. Ὁ δὲ
δʹ τοὺς τῶν μοναχῶν εἰσαγομένους στοιχειοῖ, καὶ ὁ εʹ καὶ ὁ ϛʹ καὶ ὁ ζʹ καὶ ὁ ηʹ καὶ ὁ θʹ. Ἐπίκοινοι δέ πως ὁ ιʹ καὶ ὁ ιαʹ καὶ ὁ ιβʹ. Εἰσαγωγικὸς δ᾽ ὁμοίως καὶ ὁ ιγʹ καὶ ὁ ιδʹ ὅ τε ιεʹ καὶ ιϛʹ καὶ ιζʹ καὶ ιηʹ καὶ ιθʹ ἕως τοῦ κγʹ. Εἶτα ὁ ἑξῆς κοινὴν παραίνεσιν ὑπογράφει.
Ὁ δὲ κεʹ, ὅτι μὴ δεῖ τόπους ἀμείβειν, τὴν παραίνεσιν ποιεῖται· ὁ δὲ κηʹ, ὅτι μὴ δεῖ τὸν ἀποστάντα τοῦ κοινοβίου ὑποστρέφοντα καὶ μεταβαλλόμενον ἀπωθεῖσθαι. Ὁ δὲ κθʹ ἐξ ἱστορίας γεγενημένης οἷόν ἐστι κακὸν παρίστησιν ἡ παρακοή, καὶ ὅτι δεῖ τὸν Χριστιανὸν μακρόθυμον καὶ μνησικακίας κρείττω εἶναι. Ὁ λʹ περὶ παθῶν, ὅτι δεῖ φεύγειν αὐτά. Ὁ λαʹ ὡς δεῖ τοὺς ὀλιγωροῦντας παρακαλεῖν.
Ὁ λβʹ ὡς ἐν ἀντιλογίᾳ τῇ σωφροσύνῃ καὶ ἁγνείᾳ τὸ κράτος καὶ τὴν ἰσχὺν βεβαιοῖ. Καὶ ὁ λγʹ περὶ ἁγνείας παραινεῖ. Ὁ δʹ καὶ λʹ τὴν ἡσυχίαν προξενεῖ τοῖς θέλουσι συνιέναι· καὶ ὁ εʹ καὶ λʹ περὶ τοῦ μὴ ῥέμβεσθαι διαλαμβάνει τοῖς ὀφθαλμοῖς· καὶ ὡς δι᾽ ἐρωτήσεως διδασκαλία, εἰ δι᾽ ἀποχῆς βρωμάτων ὁ τῆς πορνείας καταργεῖται λογισμός, καὶ τίνι ἄλλῳ. Ὁ δὲ ϛʹ καὶ λʹ περὶ πραϋπαθείας.
Ὁ δὲ λζʹ πρὸς ἀνυποτάκτους ἐστίν, οὓς καὶ καταστέλλει, μὴ πρὸς τὸ ἔσχατον τῆς ἀπωλείας ἐκτραχηλισθέντας, τῷ ἐκ Θεοῦ φόβῳ καὶ τῷ τοῦ μέλλοντος δικαιωτηρίου κρίματι. Ὁ δὲ ληʹ τὴν καλὴν εὐλάβειαν ἐκδιδάσκει· ὁ δὲ θʹ καὶ λʹ πρὸς τοὺς ἐξ οἰκείας ἐκπίπτοντας ἀμελείας καὶ προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις. Ὁ δὲ μʹ πρὸς ἀδελφόν ἐστιν ἐκπεσόντα, καὶ περὶ μετανοίας. Ὁ δὲ αʹ καὶ μʹ ὡς οὐ δεῖ ὀμνύειν οὐδὲ δυσφημεῖν παραινεῖ· ὁ μβʹ δὲ συνίστησιν ὡς δίκαια πεπόνθοι Ἠλί, ὁ ἐν τῷ νόμῳ ἱερεύς, πρὸς τὸν περὶ αὐτοῦ τούτου ἐπιδιστάζοντα. Περὶ φόβου δὲ Θεοῦ ὁ μγʹ καὶ περὶ ἀγάπης ὁ μδʹ, ὁ δὲ μεʹ πρὸς Εὐλόγιον μὲν αἰτήσαντα γράφεται, πλειόνων δὲ κατορθωμάτων παραινέσεις καὶ διδασκαλίαν ἀναπτύσσει. Ὁ δὲ ϛʹ καὶ μʹ πρὸς ἀκηδιαστήν ἐστι μοναχὸν συντεθειμένος, πολλαῖς καὶ καλαῖς ὑποθήκαις ἀπάγων αὐτὸν τῆς πρὸς τὸν βίον ἐπανόδου. Ὁ δὲ ζʹ καὶ μʹ καταδρομὴν ποιεῖται τῆς κακοηθείας. Ὁ δὲ μηʹ ὅσον διενήνοχεν ὁ μοναδικὸς βίος τῆς ἐν κόσμῳ πολιτείας ἐπιδεικνύει. Ὁ δὲ μθʹ τὴν δευτέραν τοῦ Κυρίου διατυποῖ παρουσίαν καὶ παρακαλεῖ πρὸς μετάνοιαν τοὺς ἀνθρώπους.
Ἐν τούτοις τοῖς παραινετικοῖς λόγοις τοῦ ἁγίου θαυμάσειεν ἄν τις ὅσον μὲν ἐμβαθύνεται τὸ πεῖθον, ὅσον δ᾽ αὐτῶν ἀποστάζει τὸ ἡδῦνον, καὶ ὅλως εἰς ὅσον βρύει τὸ ἦθος. Ἡ δὲ λέξις καὶ τὰ σχήματα οὐ θαυμαστὸν εἰ πρὸς τὸ κοινότερον τῆς ὁμιλίας καὶ ἠμελημένον νένευκεν· οὐ γὰρ εἰς τὸν γεννήτορα τῶν νοημάτων ἀλλ᾽ εἰς τὸν ταῦτα μεταφρασάμενον ἡ αἰτία διαβαίνει, ἐπεὶ οἵ γε τῆς σύρας φωνῆς τὴν ἀκρίβειαν ἠσκημένοι ἐπὶ τοσοῦτον ταῖς τε λέξεσι καὶ τοῖς σχήμασιν αὐτὸν ἴσασιν εὐδοκιμῆσαι, ὡς ἀμφήριστον εἶναι πότερον διὰ ταῦτα ἢ διὰ τὸν ἐν αὐτοῖς νοῦν ἡ τοσαύτη χάρις καὶ δύναμις τῶν ἐκείνου πρόεισι λόγων. Οὐ θαυμαστὸν οὖν ἡ τῆς φράσεως ταπεινότης· ἀλλ᾽ ἐκεῖνο θαυμαστόν, ὡς καὶ διὰ χυδαιότητος τοιαύτης ῥημάτων τηλικαύτη σωτηρία καὶ ὠφέλεια τοῖς προσέχουσι προχεῖται.
Τῆς δ᾽ αὐτῆς ἐστιν ἠρτημένος καὶ χάριτος καὶ δυνάμεως καὶ ὁ περὶ ταπεινοφροσύνης λόγος, κεφαλαίοις ρʹ ἀνηπλωμένος· ὡσαύτως καὶ ὁ λόγος ὁ περὶ τοῦ ὅτι μὴ χρὴ γελᾶν καὶ μετεωρίζεσθαι, ἀλλ᾽ ἐν πένθει μᾶλλον διατελεῖν, οὐ ψεύδεται τὴν πρὸς τοὺς ἄλλους συγγένειαν.
Ὡσαύτως οὐδ᾽ ὁ πρὸς Μετεβινοὺς μοναχοὺς αὐτῷ διειλεγμένος, ὃς πραότητα μὲν ἐκδιδάσκει, πονηρίαν δ᾽ ἀποτρέπει, καὶ πρὸς μὲν μακροθυμίαν ἄγει, ὀξύχολον δὲ διελέγχει, καὶ τὴν μὲν ὑπομονὴν μακαρισμοῦ πρόξενον δεικνύει, τοῦ δ᾽ ὀλιγώρου τὸ ἄθλιον στηλιτεύει, καὶ τὸν μὲν θεῖον φόβον τῆς ἀϊδίου εὐφροσύνης χορηγὸν κατασκευάζει, τὸν δὲ καταφρονητὴν δίκαις ὑποβάλλει, καὶ τὴν μὲν ἀγάπην πρὸς Θεὸν ἀνάγει, τὸ δὲ μῖσος τῷ διαβόλῳ ἀποφαίνεται συνάπτειν· καὶ ὡς ἡ ἀλήθεια πολλῶν ἐστι μητὴρ κατορθωμάτων, φθορὰ δὲ τούτων τὸ ψεῦδος, ὡσαύτως ἡ ὑπακοὴ ὅτι μακαρίους τοὺς χρωμένους ἀποφαίνει, τὸ δ᾽ ἀνυπότακτον κατάρας καὶ πολλῆς ἄλλης αἰσχύνης ποιεῖ κληρονόμους· καὶ τὸ καθαροὺς εἶναι φθόνου καὶ ζήλου ἀγάπην ἐστὶ καταπεπλουτῆσθαι, ἐνέχεσθαι δὲ τοὺς ἐνισχημένους τῷ πάθει τοῖς τοῦ διαβόλου κρίμασιν, ὥσπερ καὶ τοὺς λοιδορίαις ἑαλωκότας. Καὶ περὶ ἐγκρατείας δὲ καὶ ἀκρασίας κατὰ τὸ ἀνάλογον διαλαμβάνει.
Ὁ μὲν οὖν πρὸς τοὺς Μετεβινοὺς λόγος ἐπὶ τοσούτοις διαπεραιοῦται καὶ ἄλλα δὲ πλεῖστα τοῦ ἀνδρὸς μεταβληθέντα πρὸς τὴν Ἑλλάδα συντάγματα φέρεται πλήρη χάριτος καὶ δυνάμεως. Σύρων δὲ παῖδές φασιν ὑπὲρ τὰς χιλιάδας λόγους αὐτὸν ἀναγράψαι, οἷς καὶ ὁ περὶ τὴν ἱστορίαν οὐκ ἀναξιόπιστος, εἰ καὶ μὴ τὰ δόγματα Εὐσέβιος ὁ τοῦ Παμφίλου ἐπώνυμον φέρων ἐπιμαρτύρεται.
Ἀνεγνώσθη βιβλιδάριον ἐν ᾧ 〈Κασσιανοῦ〉 μοναχοῦ, Ῥώμην λαχόντος πατρίδα, περιῆσαν λόγοι βʹ. Ὧν ὁ μὲν Κάστορι ἐπισκόπῳ ἀνεγέγραπτο, αὐτῷ πεποιημένῳ τὴν τῶν γεγραμμένων αἴτησιν. Τύπους δ᾽ οὗτος καὶ κανόνας ἀπαγγέλλει καθ᾽ οὓς ἐβίου τὸ ἐν Αἰγύπτῳ κατὰ συστήματα μοναδικόν· κοινόβια δὲ αὐτὰ ὁ ἐκ τῆς ἐτυμότητος ὀνομάζει λόγος· καὶ ὁ δεύτερος δὲ τῷ αὐτῷ προσπεφωνημένος ἐστί, περὶ τῶν ὀκτὼ δὲ λογισμῶν τὴν ἐπιγραφὴν φέρει, οἷς γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν, λύπην καὶ ἀκηδίαν, κενοδοξίαν τε καὶ ὑπερηφανίαν ἐξάπτει.
Χρήσιμα δέ, ὑπέρ τι ἄλλο, τὰ λόγια ταῦτα τοῖς αἱρουμένοις τὸν ἀσκητικὸν ἀναδέχεσθαι ἀγῶνα. Καὶ ἐπὶ τοσοῦτον τὸ δυνατὸν αὐτοῖς καὶ θεῖον περιέστιν, ὥστε καὶ μέχρι νῦν, εἴ τι κατὰ τοὺς τύπους τουτουσὶ καὶ τὰ διατάγματα μοναστικὸν σύστημα πολιτεύοιτο, ἀνθεῖ τε ὡς ἀληθῶς καὶ τῶν ἄλλων προλάμπει καὶ τῶν ἀρετῶν ὁρᾶται ἐργαστήριον, ὃς δὲ τούτους διεγράψατο, ἐπὶ μικροῖς τισι λειψάνοις τῶν ἀρετῶν σαλεύει ἢ καὶ ναυαγίῳ περιδύεται. Διὸ χρεών ἐστι μηδὲν τῶν ἐν αὐτοῖς παραδεδομένων παρορᾶν· δεσποτικῆς γὰρ ταῦτα νομοθεσίας καὶ τῆς εὐαγγελικῆς πολιτείας ἐστὶν ἀνάπτυξίς τε καὶ ἐξάπλωσις.
Ἔστι δὲ αὐτῷ οἰκεῖα τοῖς διανοήμασι καὶ τὰ ῥήματα, τό τε σαφὲς ἀποστίλβοντα, καὶ τὸ ῥᾳδίως ταῖς ψυχαῖς καὶ ἀνεπαχθῶς ἐγχαράσσεσθαι τὴν χάριν κληρωσάμενα, ἅμα καὶ τοῦ συμπείθειν καὶ ἕλκειν αὐτὰς πρὸς τὸ σπουδαζόμενον.
Καὶ οὕτω πάντα σοφῶς τε καὶ δεξιῶς κέκραται καὶ διαμεμόρφωται ὥστε καὶ τροπολογίας ὁ δεύτερος λόγος ὑποβαλλόμενος, καὶ πολὺ τὸ ἐπαγωγὸν ἔχων καὶ θελκτήριον, πλέον παρέχεται τὸ φοβοῦν τε καὶ καταπληκτικὸν καὶ δυνατὸν ἐπιστρέφειν πρὸς μετάνοιαν.
Καὶ τρίτον δ᾽ ἐπὶ τούτοις λογίδιον συνανεγνώσθη, ὃ μετὰ τελευτὴν Κάστορος τοῦ ἐπισκόπου τῷ διαδεξαμένῳ τὴν ἐπιμέλειαν τῆς μονῆς, δι᾽ ἣν καὶ οἱ κανόνες ἐστάλησαν, προσπεφώνηται. Ἔστι μὲν συγγενὲς τοῖς προειρημένοις, διδάσκει δὲ τί τέ ἐστι διάκρισις, καὶ ὅτι μείζων αὕτη τῶν ἄλλων ἀρετῶν, καὶ ὅθεν τίκτεται, καὶ ὡς τὸ πλέον τῆς ἄνωθέν ἐστι δωρεᾶς. Καὶ περὶ ἐξαγγελίας γραφικαῖς πίστεσιν, ὡς δεῖ ταύτην πράττειν, κατασκευάζει, καὶ τίς ὁ σκοπὸς καὶ τί τὸ τέλος τῶν ἐν τοῖς ἀσκητικοῖς ἀγῶσιν ἐξεταζομένων.
Ταῦτα Μωσέα τινὰ θαυμαστὸν ταῖς ἀρεταῖς εἰσάγει διδάσκοντα καὶ πράγμασιν αὐτοῖς, μικροῦ κειμένοις ὑπ᾽ ὄψιν τὰ ῥήματα βεβαιούμενον. Εἶτα Σερῆνον οὐ δεύτερον τῇ πολιτείᾳ καὶ τῇ ὁμοίᾳ χρώμενον διδασκαλίᾳ παριστάνει, ὡς τὸ μὲν μὴ παρενοχλεῖσθαι τὴν διάνοιαν ὑπὸ τῶν δαιμονίων ἀδύνατον εἶναι, τὸ δὲ συνωθεῖσθαι καὶ ἀναγκάζεσθαι καταπίπτειν πρὸς τὰ φαῦλα οὐκέτι, ἀλλ᾽ ἡμέτερον καὶ τὸ διωθεῖσθαι τὴν ὄχλησιν καὶ τὸ παραδέχεσθαι αὐτήν· καὶ ὡς οὐ χωροῦντα διὰ τῆς ψυχῆς τὰ δαιμόνια τοὺς ἀνθρωπίνους οἶδε λογισμούς, ἀλλ᾽ ἀπό τινων τεκμηρίων ἔξωθεν θηρᾷ τούτους· μόνης γὰρ εἶναι τῆς ἁγίας τριάδος τὸ διὰ ψυχῆς καὶ τῶν ἄλλων ἁπάντων χωρεῖν.
Καὶ ὡς διάφορα φῦλα δαιμονίων, καὶ τὰ μὲν αὐτῶν ἄγρια καὶ κακωτικὰ λίαν, ἃ δ᾽ ἧττον, καὶ ἄλλα εὐτράπελα. Οἷς καὶ ὁ τρίτος συμπληροῦται λόγος, ἐπαγγελλομένου διαλαβεῖν τοῦ Σερήνου ἐν καιρῷ καὶ περὶ τοῦ ἠρωτημένου, ὅπερ ἦν «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη, πρὸς αἷμα καὶ σάρκα» καὶ ἑξῆς. Λεόντιος δ᾽ ἦν ὄνομα ᾧ τουτὶ τὸ τρίτον λόγιον προσεφωνήθη.
Ἀνεγνώσθη βίβλος ἀνδρῶν ἁγίων πολιτείας καὶ κατορθώματα πρὸς ψυχικὴν προκοπὴν καὶ ὠφέλειαν ἀπαγγέλλουσα. Συγκεφαλαίωσις δ᾽ ἦν, ὡς ἔοικε, καὶ σύνοψις τοῦ μεγάλου καλουμένου Λειμωναρίου, ὃ ἀπαγγέλλει τοὺς βίους καὶ τὰ ἔργα τῶν περὶ Ἀντώνιον τὸν μέγαν ἀκμασάντων καὶ τῶν ἐφεξῆς, ὥσπερ καὶ τὸ καλούμενον Νέον Παραδείσιον τὰς τῶν ἔτι νεωτέρων μέχρις Ἡρακλείου τοῦ βασιλέως καὶ μικρὸν ἔτι προσωτέρω τοὺς ἀσκητικοὺς ἀγῶνας ἀναγράφει.
Ἀλλ᾽ οὖν τὸ προκείμενον βιβλίον εἰς βʹ καὶ κʹ συγκεφαλαιούμενον ὑποθέσεις, ἑκάστης αὐτῶν καὶ τὸ χρήσιμον καὶ τὴν κτῆσιν διαφόροις διηγήμασιν ἐμφανίζει. Ὧν τὸ μὲν πρῶτον κεφάλαιον παραίνεσιν εἰς προκοπὴν τελειότητος ἐκ διαφόρων προσώπων περιέχει, τὸ δεύτερον δὲ τὸ ἀπὸ τῆς ἡσυχίας δείκνυσι κέρδος, τὸ γʹ περὶ ἐγκρατείας διαλαμβάνει, καὶ ὡς δεῖ τὴν ἐγκράτειαν μὴ βρωμάτων μόνον ἀλλὰ καὶ τῶν λοιπῶν τῆς ψυχῆς κινημάτων ὁμοίως ποιεῖσθαι. Τὸ δὲ δʹ, πῶς δεῖ ἀσφαλίζεσθαι ἡμᾶς πρὸς τοὺς ἀπὸ τῆς πορνείας ἐπανισταμένους ἡμῖν πολέμους. Τὸ δὲ εʹ περὶ ἀκτημοσύνης καὶ ὡς δεῖ καὶ τὴν πλεονεξίαν φυλάττεσθαι.
Περὶ ὑπομονῆς δὲ καὶ ἀνδρείας τὸ ϛʹ, καὶ τὸ ζʹ ὅτι δεῖ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τὸ ηʹ ὡς οὐ δεῖ τινα κρίνειν. Περὶ διακρίσεως δὲ τὸ θʹ. Τὸ δὲ ιʹ περὶ τοῦ δεῖν ἀεὶ νήφειν, καὶ τὸ ιαʹ ὅτι δεῖ ἀδιαλείπτως καὶ ἐν νήψει προσεύχεσθαι, καὶ τὸ ιβʹ ὡς φιλοξενεῖν δεῖ καὶ ἐλεεῖν ἐν ἱλαρότητι. Περὶ δὲ ὑπακοῆς ἐκδιδάσκει τὸ ιγʹ, τὸ δὲ ιδʹ περὶ ταπεινοφροσύνης, καὶ τὸ ιεʹ περὶ ἀνεξικακίας, περὶ ἀγάπης δὲ τὸ ιϛʹ. Τὸ μέντοι ιζʹ περὶ διορατικῶν, καὶ τὸ ιηʹ περὶ σημειοφόρων γερόντων· τὸ δὲ ιθʹ περὶ πολιτείας θεοφιλοῦς διαφόρων πατέρων.
Καὶ λοιπὸν τὸ κʹ ἀποφθέγματα τῶν ἐν ἀσκήσει γηρασάντων, εἶτα τὸ αʹ καὶ κʹ διαλέξεις εἰσάγει γερόντων περὶ λογισμῶν πρὸς ἀλλήλους. Καὶ τὸ ἐπὶ πᾶσι βʹ καὶ κʹ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων γνώμας περιέχει.
Ἐν οἷς καὶ ὁ σύμπας τοῦ βιβλίου ἀπηρτίζετο λόγος, χρειωδέστατος καθεστὼς εἴπερ τι ἄλλο, τοῖς ἐπὶ τῷ κλήρῳ τῶν οὐρανῶν τὸν βίον ἀσκουμένοις. Ἔχει δὲ κατὰ τὴν ἀπαγγελίαν τὸ σαφές, καὶ τἆλλα, τοιοῦτος οἷος ἂν γένοιτο ἀνδράσιν ἁρμόζων πρὸς μὲν τὸν κατὰ λόγους ἀγῶνα μὴ ἐπεστραμμένοις, πάντα δὲ τὸν πόνον καὶ τὴν σπουδὴν εἰς τὴν ἐπὶ τοῖς ἔργοις ἄσκησιν ἀναδεδεγμένοις.
Ἀνεγνώσθη βιβλίον δʹ καὶ τʹ διηγήμασι περιειλημμένον. Πρὸς τὴν ἀσκητικὴν δὲ καὶ τοῦτο τὰ μάλιστα συντελοῦν ἐστι πολιτείαν, τὰ αὐτά πως πραγματευόμενον τῷ προειρημένῳ πλὴν ὅτι τῶν μεταγενεστέρων ἀνδρῶν ἔργα τε καὶ πράξεις ἀξιοζηλώτους ἀναγράφει· καὶ γὰρ ἐκεῖθεν τῶν μέχρι τῆς Ἡρακλείου ἀρχῆς καὶ ἐπὶ πλέον διαπρεψάντων ἀρεταῖς ἐπέρχεται τοὺς βίους.
Λειμῶνα δὲ καλεῖσθαι δίδωσιν ὁ συνταξάμενος ὄνομα τὸ βιβλίον· τινὲς δὲ αὐτὸ καὶ Νέον ἐπονομάζουσι Παραδείσιον. Ὁ δὲ συντεταχώς, 〈Ἰωάννης〉 μὲν αὐτῷ ὄνομα, ἐξ ἐπικλήσεως δὲ ἐλέγετο ὁ τοῦ Μόσχου· ὃς ἀπετάξατο μὲν ἐν τῇ τοῦ ἁγίου Θεοδοσίου μονῇ, εἶτα συνδιέτριψε τοῖς τε κατὰ τὸν Ἰορδάνην ἀνὰ τὴν ἔρημον ἀσκουμένοις καὶ τοῖς ἐν τῇ νέᾳ λαύρᾳ τοῦ μεγάλου Σάβα διαθλοῦσιν.
Ἐντεῦθεν δὲ τά τε τῆς Ἀντιοχείας κλίματα καὶ τὴν Ἀλεξάνδρου καὶ τὴν περὶ αὐτὴν ἔρημον καὶ μέχρι Ὀάσεως ἐπελθών, καὶ πολλῶν καὶ μεγάλων ἀνδρῶν ἀριστείας συναγηοχὼς τοῦτο μὲν ὄψει τοῦτο δὲ καὶ νεαζούσῃ ἀκοῇ, διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ νήσους ἱστορησάμενος ἐν τῷ πρὸς τὴν Ῥώμην διάπλῳ, ἐκεῖσέ τε τὰ παραπλήσια διερευνησάμενος καὶ μαθών, τὸ παρὸν σύνταγμα γράφει, καὶ προσφωνεῖ Σωφρονίῳ ἢ Σωφρονᾷ τῷ οἰκείῳ μαθητῇ καὶ ἐγχειρίζει, αὐτὸ τούτῳ τὴν τοῦ βίου μέλλουσαν ἐφίστασθαι πρὸς τὰ ἀμείνονα προτεθεαμένος μεταβολήν.
Ἡ δὲ τοῦ λόγου ἑρμηνεία εἰς τὸ ταπεινότερον τοῦ προτέρου καὶ ἀμαθέστερον ἀποκλίνει. Καὶ τὰ διηγήματα δὲ οὐχὶ τὸν ἴσον ἀριθμὸν ἐν πᾶσιν εὑρήσεις τοῖς βιβλίοις διασεσωσμένα, ἀλλ᾽ ἔν τισι καὶ εἰς βʹ καὶ μʹ καὶ τʹ διηπλωμένα, τοῦτο μὲν ἐνίων κεφαλαίων ἐπιδιαιρέσει τοῦ ἀριθμοῦ συναυξομένου, τοῦτο δὲ καὶ διηγημάτων ἔστιν ὧν παρενθήκῃ. Πλὴν ἐξ ἁπάντων τὸ χρήσιμον ὁ συνετὸς καὶ θεοφιλὴς ἀνὴρ δρεπόμενος οὐκ ἂν τῶν συντεταγμένων κόρον καταγνοίη.
Ἀνεγνώσθη βιβλίον 〈Μάρκου〉 μοναχοῦ ἐν λόγοις ηʹ, ὧν ὁ μὲν πρῶτος ἐπιγραφὴν ἔλαχε περὶ νόμου πνευματικοῦ, καὶ χρήσιμος τοῖς τὸν ἀσκητικὸν ἐπανῃρημένοις βίον ὥσπερ καὶ ὁ ἐφεξῆς, τοὺς ἐξ ἔργων οἰομένους δικαιοῦσθαι εἰς μάταιον διαπίπτειν λογισμόν, μᾶλλον δὲ καὶ τὸν ὅτι μάλιστα σφαλερόν, ἐπιδεικνύμενος· ἐν οἷς καὶ ἕτεραι συνυφαίνονται παραινέσεις, εἰς τὸν πνευματικὸν καὶ αὗται συνανήκουσαι νόμον. Καὶ ὁ γʹ δέ, περὶ μετανοίας τῆς πάντοτε προσηκούσης ἀπευθυνόμενος τὸν σκοπόν, εἰς τὸν αὐτὸν τῆς ὠφελείας βαθμὸν ἀνατρέχει.
Σαφὴς μὲν οὖν ἐστιν ὅσον ἐπὶ τῇ κοινότητι τῶν λέξεων καὶ τῷ κεφαλαιωδῶς ἐξενηνέχθαι, ἡ φράσις, εἰ καὶ μὴ πρὸς τὴν Ἀττικὴν ἀπηκρίβωται τὰ ὅλα γλῶτταν· εἰ δέ που τὸ ἀσαφὲς ἐνορᾶται, τῷ διὰ πράξεως αὐτὰ πεφυκέναι μᾶλλον κατανοεῖσθαι ἀναχωρεῖ τῆς διὰ λόγων ἑρμηνείας, οὐχὶ τῷ δυσκόλως εἰρῆσθαι· τὸ δὲ τοιοῦτον οὐκ ἐν τοῖς εἰρημένοις μόνον ἀναφαίνεται λόγοις, ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς. Καὶ οὐχὶ μόνῳ τῷδε τῷ ἀνδρί, ἀλλὰ μικροῦ πᾶσιν, οἷς ἀσκητικοὺς νόμους καὶ πάθη καὶ διαθέσεις δι᾽ ἔργων χωρούσας ἀπαγγέλλειν γέγονε σπουδή, ὁ τῆς τοιαύτης ἀσαφείας ἐνιαχοῦ συμπρόεισι τρόπος, τῆς ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεως οὔτι μάλα στεργούσης τὰς διὰ τῶν ῥημάτων ἐπιδηλώσεις.
Ἀλλ᾽ οὕτω μὲν περὶ τούτου. Ὅ γε μὴν δʹ λόγος εἰς τύπον ἐρωτήσεως καὶ ἀποκρίσεως ἐσχηματισμένος, δείκνυσιν ὡς τὸ σωτήριον βάπτισμα τὴν ἐλευθερίαν καὶ τὸν καθαρισμὸν τῶν ἁμαρτημάτων μυστικῶς ἡμῖν ἐχαρίσατο καὶ τὴν χάριν τοῦ παναγίου ἐνῴκισε πνεύματος, καὶ τοιαῦθ᾽ ἕτερα.
Ὁ δὲ εʹ διαπλάττει τὸν νοῦν πρὸς τὴν οἰκείαν ψυχὴν συμβουλὴν οἷον ἀνακοινούμενον, δι᾽ ἧς οὐκ ἄλλους αἰτίους ἀλλ᾽ αὐτοὺς ἡμᾶς τῶν ἁμαρτανομένων ἀποφαίνεται· καὶ ὁ ϛʹ δὲ εἰς διάλογον σχηματίζεται, σχολαστικὸν εἰσάγων τινὰ πρὸς Μάρκον αὐτὸν διαλεγόμενον, ὧν τὰ κεφάλαια ὅτι δεῖ ἀδικούμενον μὴ ἀμύνεσθαι μηδὲ κατακρίνειν τοὺς ἀδικοῦντας, ἀλλ᾽ ἰδίων ἁμαρτημάτων εἰσπράξεις ἡγεῖσθαι τὰς ἐξ ἑτέρων ἡμῖν ἐπιφερομένας ἐπηρείας· καὶ ὅτι χαλεπὸν ἡ ἀνθρωπαρεσκία, καὶ ὡς δεῖ παντὸς σωματικοῦ ἔργου πολλῷ τῷ μέσῳ τὴν προσευχὴν προτάττειν, καὶ τί ἐστι τὸ θέλημα τῆς σαρκός.
Ὁ δὲ ζʹ οὐκ εἰς τὰ τῶν ῥημάτων ἀμοιβαῖα διατυπούμενος, περὶ νηστείας διαλαμβάνει· ὁ δὲ ηʹ Νικολάῳ τινὶ μοναχῷ γεγραμμένος, τίσι μάλιστα κοιμίζεται θυμὸς καὶ ὀργὴ ἢ καὶ τέλεον καταργεῖται, ἀναδιδάσκει, καὶ τίσιν ἡ σαρκικὴ ἐπιθυμία.
Ταῦτα μέν, εἰ καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα, ὅμως τὰ ὀκτὼ τῶν λογίων εἰς τὴν πρακτικὴν χειραγωγεῖ φιλοσοφίαν. Ὁ δὲ θʹ, κατὰ Μελχισεδεκιτῶν ἀγωνιζόμενος, οὐδὲν ἔλαττον τὸν γεννησάμενον αὐτὸν αἱρέσεως ἔνοχον οὐ μετριωτέρας στηλιτεύει· πλὴν τῷ γε θηρᾶν πανταχόθεν ἐφιεμένῳ τὸ χρήσιμον, οὐκ ἀσυντελὴς αὐτῷ οὐδ᾽ ἡ ἐκ τούτου ἀνάγνωσις ἔσται. Τὴν δὲ τῶν εἰρημένων λόγων τάξιν οὐ πάντα τὰ ἀντίγραφα τὴν αὐτὴν διασῴζει, ἀλλ᾽ ἔνια προτάττει, ἄλλα ὑποτάττει, ὥς τινα καὶ τὴν ἐσχάτην τοῖς πρώτοις ἀπονέμειν χώραν.
Ἀνεγνώσθη βιβλίον τοῖς ἑπομένοις μὲν κεφαλαίοις ρʹ ἀπαρτιζόμενον, τοῖς ὡς ἐν προοιμίῳ δὲ τὸν δέκα οὐχ ὑπερβαίνουσιν, ὧν πρῶτόν ἐστιν ὡς πρῶτος ὅρος τῆς πίστεως ἔννοια περὶ Θεοῦ ἀπαθής, βʹ ὡς δεύτερος ὅρος τῆς ἐλπίδος ἐκδημία τοῦ νοῦ πρὸς τὰ ἐλπιζόμενα, γʹ, ὅρος τῆς ὑπομονῆς, τὸν ἀόρατον ὡς ὁρατὸν ὁρῶντα τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀδιαλείπτως καρτερεῖν,
δʹ ὅρος τῆς ἀφιλαργυρίας, οὕτως ἔχειν τὸ μὴ ἔχειν ὡς θέλει τις τὸ ἔχειν, εʹ ὅρος τῆς ἐπιγνώσεως, ἀγνοεῖν ἑαυτὸν ἐν τῷ ἐκστῆναι θεῷ, ϛʹ ὅρος τῆς ταπεινοφροσύνης, λήθη τῶν κατορθουμένων προσεχής, ζʹ ὅρος τῆς ἀοργησίας, ἐπιθυμία πολλὴ τοῦ μὴ ὀργίζεσθαι, ηʹ ὅρος τῆς ἁγνείας, αἴσθησις ἀεὶ κεκολλημένη τῷ Θεῷ, θʹ ὅρος τῆς ἀγάπης, αὔξησις φιλίας πρὸς τοὺς ὑβρίζοντας,
ιʹ ὅρος τῆς τελείας ἀλλοιώσεως ἐν τρυφῇ Θεοῦ χαρὰν ἡγεῖσθαι τὸ στυγνὸν τοῦ θανάτου. Τούτοις οὖν τοῖς δέκα τὰ ἑκατὸν ὑποτέτακται. Καὶ ἔστιν οὗτος ὁ λόγος εἰς τὸ ἄριστον τοῖς ἀσκουμένοις συγκείμενος, καὶ τοῖς ἐν αὐταῖς ἐγγεγυμνασμένοις ταῖς τελειοποιοῖς πράξεσιν οὐδ᾽ ἀσαφές τι ἐμπαρεχόμενος· ἡ γὰρ διὰ πείρας γνῶσις εὐχερῶς τῆς διὰ λόγων ἐπιβατεύει διδασκαλίας. Πατέρα δὲ τοῦ λόγου 〈Διάδοχον〉 ἡ ἐπιγραφὴ λέγει, Φωτικῆς τῆς ἐν τῇ παλαιᾷ Ἠπείρῳ ἐπίσκοπον.
Ἐν ταὐτῷ δὲ τεύχει καὶ 〈Νείλου〉 μοναχοῦ λόγον ἀνέγνων, τρισὶ καὶ νʹ καὶ ρʹ κεφαλαίοις διαιρούμενον. Τὸν τῆς προσευχῆς δὲ ἐν τούτοις ὁ θεῖος ἀνὴρ ἀναπτύσσει τύπον. Πολλὰ δὲ καὶ ἄλλα αὐτοῦ ἀξιόλογα ποικίλας ὑποθέσεις ὑποβαλλόμενα, εἴς τε τὸν ἐπιστολιμαῖον τρόπον καὶ εἰς τὸν συγγραφικὸν ἀνηγμένα συντάγματα φέρεται, τήν τε κατὰ τὰ ἔργα τελειότητα καὶ τὴν ἐν λόγοις μαρτυρόμενα δύναμιν. Πλὴν εἰ καὶ μὴ πολύχους ὁμοίως ὁ Διάδοχος, ἀλλὰ τά γε ἀναγεγραμμένα αὐτῷ ἑκατὸν κεφάλαια οὐκ εἰς ἐλάττονα βαθμὸν ἐν οὐδετέρῳ μέρει τῶν εἰρημένων τίθησιν· ὅ τε γὰρ λόγος αὐτῷ εἰς τὸ ἀμώμητον σύγκειται, καὶ ὁ νοῦς τὴν ἀπὸ τῶν πράξεων σοφίαν προβάλλεται. Τοῦ μέντοι Μάρκου δι᾽ ἑκατέρας προέχων ἰδέας, καὶ ἐνιαχοῦ ταῖς γνώμαις ἀντιφέρεται. Δοίη δ᾽ ἂν καὶ αὐτὸς λαβὴν τοῖς ἀδεκάστως ἀκριβολογουμένοις κατὰ τὸ τέλος τοῦ ἑκατοστοῦ κεφαλαίου, εἴτε παρενθήκῃ τινὸς νοθευόμενος, εἴτε ἄλλως τινὶ συναρπασθεὶς παροράματι. Τὸ γὰρ κατὰ δόξαν ἁλῶναι εὐξαίμην ἂν μὴ ἐπαληθεύειν.
Κρατεῖ δ᾽ οὖν ἐν τοῖς πρὸ ὀλίγου εἰρημένοις πολλῷ καὶ 〈Ἰωάννου τοῦ Καρπαθίου〉 ὃς ἐπιγραφὴν αὐτοῦ τῷ πονήματι δίδωσι «Πρὸς τοὺς ἀπὸ τῆς Ἰνδίας προτρέψαντας μοναχοὺς παρακλητικός». Ρʹ δὲ καὶ οὗτος κεφαλαίοις περαιοῖ αὐτό.
Ἀνεγνώσθη 〈Ἱππολύτου〉 ἐπισκόπου καὶ μάρτυρος ἑρμηνεία εἰς τὸν Δανιήλ. Κατὰ λέξιν μὲν οὐ ποιεῖται τὴν ἀνάπτυξιν, πλὴν τὸν νοῦν γε ὡς ἔπος εἰπεῖν οὐ παρατρέχει· πολλὰ μέντοι ἀρχαιοτρόπως καὶ οὐκ εἰς τὸ ὕστερον διηκριβωμένον καταλέγει. Ἀλλ᾽ ἐκείνων οὐκ ἂν εἴη δίκαιος λόγον ὑπέχειν. Τοὺς γὰρ ἀρχὴν θεωρίας καταβαλλομένους οὐ δίκας ἀπαιτεῖν τῶν παρειμένων ἀλλ᾽ ἀγαπᾶν μάλιστα αὐτῆς τε τῆς ἐπιβολῆς καὶ ἐφ᾽ ὅσον ἂν καταλήψεως τῶν διασκοπουμένων προχωροίη· τὸ δὲ τὴν τοῦ Ἀντιχρίστου παρουσίαν, καθ᾽ ἣν ἡ τοῦ αἰσθητοῦ κόσμου τοῦδε συντέλεια ἵσταται, μηδὲ τοῖς μαθηταῖς δεομένοις τοῦ Σωτῆρος ἀποκαλύψαντος, εἶτα αὐτὸν ταύτην πεντακοσίοις ἔτεσιν ἀπὸ Χριστοῦ ὑπαχθέντα περιγράψασθαι, ὡσανεὶ τῶν ἀπὸ πρώτης τοῦ κόσμου καταβολῆς ἑξακισχιλίων ἐτῶν συντελουμένων, καὶ τὴν διάλυσιν αὐτοῦ ἐφεστάναι, τοῦτο καὶ θερμοτέρας ἂν εἴη τοῦ προσήκοντος γνώμης, καὶ ἡ ἀπόβασις ἀνθρωπίνης ἀγνοίας ἀλλ᾽ οὐκ ἐπιπνοίας τῆς ἄνωθεν διελέγχει.
Ἡ δὲ φράσις αὐτῷ τὸ σαφὲς ὅτι μάλιστα οἰκειουμένη πρέποι ἂν ἑρμηνείᾳ, εἰ καὶ τοὺς ἀττικοὺς οὔ τι μάλα θεσμοὺς δυσωπεῖται. Συνανεγνώσθη αὐτοῦ καὶ ἕτερος λόγος περὶ Χριστοῦ καὶ Ἀντιχρίστου, ἐν ᾧ ἥ τε αὐτὴ τῶν λόγων ἰδέα διαπρέπει καὶ τὸ τῶν νοημάτων ἁπλούστερόν τε καὶ ἀρχαιότροπον.
Ἀνεγνώσθη τοῦ μακαρίου 〈Θεοδωρήτου〉 ἐπισκόπου Κύρου, ἑρμηνεία εἰς τὸν Δανιήλ. Μακρῷ μὲν οὗτος ὁ σοφὸς ἀνὴρ οὐχ Ἱππολύτου μόνον ἀλλὰ καὶ πολλῶν ἄλλων τῇ τῶν προφητικῶν ῥημάτων ἀναπτύξει τε καὶ διακαθάρσει κρατεῖ· ἔστι δὲ τὴν φράσιν, εἴ τις ἄλλος, ἑρμηνείαις πρέπων, τῷ τε καθαρῷ καὶ εὐσήμῳ τῶν ῥημάτων ἀνακαλύπτων τὰ συνεσκιασμένα, καὶ τῷ ἡδύνοντι, ἅτε δὴ διαγλυκαίνων, προθυμοτέρους πρὸς τὴν ἀνάγνωσιν παρασκευάζων, ναὶ δὴ καὶ τῷ πρὸς μηδεμίαν ἐκτροπὴν καὶ παρέκβασιν ἀποφέρεσθαι τοῦ προκειμένου κόρον τε ἀφαιρούμενος πάντα, καὶ τὴν μάθησιν τῶν ζητουμένων ἀσύγχυτόν τε καὶ ἀδιασκέδαστον καὶ εὐχερῆ τοῖς ἀναλεγομένοις αὐτοῦ τὸν πόνον ἐμποιῶν.
Καὶ ἡ λέξις δὲ αὐτῷ καὶ ἡ συνθήκη τῆς ἀττικῆς εὐγενείας οὐ φεύγει τὰς γονάς, πλὴν εἴ τι περιεργότερον αὐτῆς ἐστι καὶ τῆς ὡς φάναι πολλῶν ἀκοῆς ἀνακεχωρηκός· τοῦτο δέ, ὅτι μηδὲ προσῆκον ἑρμηνείᾳ, ἀποκλίνει. Καὶ ὅλως εἰς τὸ ἄριστόν ἐστι τῶν ἐξηγητῶν καὶ οὐκ ἔχων ῥᾳδίως τὸν ἄμεινον διασαφοῦντα ἀνηγμένος.
Ἔστι μὲν γὰρ καὶ ἄλλοις τὸ καθαρῶς εἰπεῖν καὶ ἀνιχνεῦσαι τὸν νοῦν τῶν θεωρουμένων· τὸ δ᾽ ἅμα τε σαφῶς εἰπεῖν καὶ μηδὲν τῶν ἀναγκαίων ἐν τῷ συντόμῳ παραλιπεῖν, μηδὲ πρὸς ἐκδρομὰς ἢ ἐπιδεικτικὰς σοφίας, ἢ ἄλλως μὲν οὐκ ἀχρήστους παρασύρουσας δὲ τοῦ προκειμένου, μὴ ἀπιδεῖν, εἴ τινι ἄλλῳ, καὶ τῷ χρηστῷ Θεοδωρήτῳ ἔνεστι διεσπουδασμένον, οὐκ ἐν ταύτῃ μόνον τῇ πραγματείᾳ, ἀλλά γε μικροῦ δέω φάναι καὶ ἐν πάσαις (πολλαὶ δὲ αὗται) ἐν αἷς τῶν ἱερῶν γραμμάτων αὐτῷ ἡ διασάφησις φιλοπονεῖται.
Ἔστι μὲν οὖν ἐν τῇ περὶ τὸν θεσπέσιον Δανιὴλ ἀναπτύξει κατ᾽ ἔνια τῷ μάρτυρι συμφερόμενος Ἱππολύτῳ, πλείω δὲ πρὸς ἃ φέρεται τὴν ἑτέραν, ὧν τὰ ἐπιφανέστερα ταῦτα. Ἀνεγνώσθη τοῦ αὐτοῦ μακαρίου ἀνδρὸς ἐξηγήσεις εἰς τὴν Ὀκτάτευχον. Ἐπιγραφὴν δ᾽ ἔλαχε συμβαίνουσαν τῷ ἔργῳ· εἰς τὰ ἄπορα γὰρ χρηματίζει τῆς Γραφῆς· ἐν οἷς ἐστι καὶ εἰς τὰ τῶν Βασιλειῶν καὶ εἰς τὰ Παραλειπόμενα.
Χρήσιμον ἐς τὰ μάλιστα τὸ βιβλίον, καὶ αὐταῖς γοναῖς τοῖς ἐντυγχάνουσι τὸ γνήσιον ἐπιδεικνύμενον αὐτίκα τοῦ γεγεννηκότος. Τῆς δὲ συνήθους αὐτῷ ἰδέας διαπρεπούσης, ἔχει τι πρὸς τὸ σαφέστερον ὁρᾶν καὶ εὐκατάληπτον καὶ ἕτερον πλεονέκτημα, καὶ τὸ ὡς ἐν κεφαλαίῳ κατὰ τὸ ἀπορούμενον καὶ ἐπιλυόμενον τὸ βιβλίον διατετυπῶσθαι.
Ἀνεγνώσθη τοῦ αὐτοῦ εἰς τοὺς ιβʹ προφήτας ἐν τῇ αὐτῇ τῶν λόγων καλλονῇ καὶ τῆς διανοίας διεσκευασμένον. Ἀνεγνώσθη 〈Προκοπίου〉 σοφιστοῦ ἐξηγητικαὶ σχολαὶ εἴς τε τὴν Ὀκτάτευχον τῶν παλαιῶν γραμμάτων καὶ εἰς τὰς Βασιλείας καὶ δὴ καὶ τὰ Παραλειπόμενα.
Πολύχους μὲν οὗτος καὶ πολύστιχος ὁ ἐξηγητής, πλὴν οὐκ εἰς περιττάς τινας καὶ ἐξαγωνίους ἀποδιατρίβων παρεκδρομάς, ἀλλὰ τῷ διαφορὰς δοξῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀναγράφειν πολλάκις. Τοῦτο δὲ καὶ προοιμιάζεται εἰς ὄγκον αὐτῷ διαπλαττόμενον, καὶ μάλιστα πρὸς τὴν Θεοδωρήτου σύνοψίν τε καὶ φιλοκαλίαν τὸ σύνταγμα αἴρεται. Καὶ εἴη ἂν οἰκειότατόν τε καὶ χρειωδέστατον, εἰ μετὰ τὴν ἐν ἐκείνοις τριβὴν ἡ περὶ ταῦτα τοῦ ἀνδρὸς τὰ σπουδάσματα σχολὴ διαδέχοιτο.
Καὶ ἡ φράσις δὲ αὐτῷ εἰς τὸ ἄριστον ἤσκηται, εἰ καὶ τῆς ἐξηγητικῆς διατυπώσεως ἔχει τι καὶ κομψότερον. Ἀνέγνων τοῦ αὐτοῦ φιλοπόνου ἀνδρὸς εἰς τὸν προφήτην Ἠσαΐαν, τήν τε ὁμοίαν τοῖς προειρημένοις διάθεσιν φυλαττόμενον, καὶ τὴν αὐτὴν τῶν λόγων ἐπιδεικνύμενον δύναμιν, καὶ δῆλον ὡς καὶ τὸ λυσιτελοῦν παραπλήσιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.