Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ομιλίες και Ερμηνείες Πατέρων της Εκκλησίας
Επιλογή από ομιλίες, εγκώμια και αλληγορικές ερμηνείες σπουδαίων εκκλησιαστικών ανδρών όπως του Χρυσοστόμου, του Αστερίου και άλλων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλίες και Ερμηνείες Πατέρων της Εκκλησίας
Επιλογή από ομιλίες, εγκώμια και αλληγορικές ερμηνείες σπουδαίων εκκλησιαστικών ανδρών όπως του Χρυσοστόμου, του Αστερίου και άλλων.
Ἀνεγνώσθησαν διαφόρων ἱερῶν ἀνδρῶν λόγοι καʹ, διαφόρους ὑποθέσεις μετερχόμενοι, ὧν ἡ παροῦσα ἐκλογὴ τῆς τῶν ῥημάτων καλλονῆς καὶ ὡραιότητος ἔρωτα λαβοῦσα, πρὸς ἐκείνας ὡς ἐπίπαν καὶ τὸν πλεῖστον σκοπὸν τῆς ἐκδόσεως ἀναφερόμενον ἔχει, εἰ καὶ ἕτερα τινα ταύταις συνεισάγεται.
Ἀνεγνώσθη 〈Ἡσυχίου〉 πρεσβυτέρου Ἱεροσολύμων ἐκ τοῦ εἰς τὸν ἅγιον Ἀνδρέαν ἐγκωμίου. Σάλπιγξ ἡμᾶς ἱερατικὴ πρὸς πανήγυριν ἤθροισεν Ἀνδρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στύλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ἡ τῆς ἀρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν προσαχθῆναι προσάγων.
Εὐαγγέλιον κηρύττει ὃ μήπω πεπίστευται· πρὶν μαθεῖν τῷ ἀδελφῷ ἀποκαλύπτει τὴν ζωήν· τοσοῦτον αὐτῷ πλοῦτον ἡ τοῦ «Ποῦ μένεις;» ἐρώτησις ἐχαρίσατο. Καίτοι τί μέγα εἶχεν ἡ ἀπόκρισις, οἷον Ἀνδρέας ἐμβαθύνων τὸν νοῦν ἐθεώρησεν· «Ἔρχου, γάρ, φησι, καὶ ἰδέ». Πῶς γέγονας προφήτης; Πόθεν θεοφόρος ἀθρόον;
Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύδεις, ὃν οὐ δύνῃ φθάσαι; Ὁ πανταχοῦ παρὼν πῶς εὑρεθῆναι δύναται; Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει. Εὑρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὖα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡμῶν ἡ παρακοή, ὃν ἐζήτει Δαβίδ· «Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα».
Καί· «Ζητήσατε τὸν Κύριον, Σοφονίας βοᾷ, πάντες ταπεινοὶ γῆς». Πέπαικεν ἡμᾶς ὁ Θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον καὶ βίον ἐπίπονον· ἰάσατο δὲ καὶ πατάξας ἐμότωσεν, ὅτε σταυρωθεὶς ὑπὲρ τοῦ γένους τῷ μώλωπι αὑτοῦ κατὰ τὸν Ἠσαΐαν καὶ τῇ ἀναστάσει πάντας ἰάσατο.
Γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἀνήγετο· ἁμαρτίαν γὰρ οὐκ ἔχων ἱματίων οὐκ ἔχρῃζεν. Ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφιρλεν. Οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ ἡμῶν τὰ ἀσχήμονα εὐσχήμονα δείκνυσιν. Εὗρον αἱ μυροφόροι, ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν· εὗρε τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ». Ὅρα τοίνυν τὸν Κύριον μετὰ τὴν ἀνάστασιν πρώϊμον ταῖς γυναιξίν, ὄψιμον τοῖς ἀποστόλοις φαινόμενον. Πρωῒ μὲν γὰρ ταῖς γυναιξὶ χαίρετε, ὀψὲ δὲ ἐν τῇ Σιὼν εἰρήνην τοῖς μαθηταῖς προσεφώνησε, ταῖς μὲν ἵνα λύσῃ τὴν ἀπόφασιν τῆς λύπης, τοῖς δέ, ἵνα καταλύσῃ τὴν ἔχθραν, ἣν ὁ δράκων ἐκακούργησε. «Σὺ κληθήσῃ Κηφᾶς».
Πρὸ τῆς ὁμολογίας ὁ μισθός· πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα, τὸ δηνάριον ἔλαβες· πρὶν ἀνάψῃς τὸν βωμόν, τὴν θυσίαν προσδέδεξαι· πρὶν κηρύξεις, ἐστεφανώθης. Πτωχοὺς καὶ ἀγραμμάτους ὁ Χριστὸς ἐξελέξατο. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ᾽ ὑπηρετῶν· οὐδεὶς γὰρ οὐδὲν αὐτῇ παρέχει, παρ᾽ αὐτῆς δὲ πάντες καὶ πάντα λαμβάνομεν.
Ἀνεγνώσθη τοῦ 〈Χρυσοστόμου〉 ἐκ τοῦ εἰς τὸν ἅγιον Παῦλον. Ἦλθεν εἰς τὴν Ἀντιόχου πόλιν ὁ Παῦλος καὶ τοσοῦτον πλῆθος πιστῶν ἐγεώργησεν ὡς προσηγορίαν τὴν τῶν Χριστιανῶν τότε πρῶτον ἐν αὐτῇ ἀνθῆσαι. Ταύτην τοίνυν ἐκ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὴν ἀφορμὴν λαβὼν ὁ πνευματικὸς ἡμῶν ῥήτωρ τὴν οἰκείαν παρεισάγει διδασκαλίαν, ἐκ τῶν τοῦ διαβόλου γραμμάτων πιστούμενος τὴν ἀλήθειαν. «Βωμὸν ἀνεστήσατε διὰ τῆς ἐπιγραφῆς ὡς ἔστι θεὸς ἕτερος ἀγνοούμενος· τοῦτον ἥκω κηρύττων ἐγώ».
Ὦ παραδόξων πραγμάτων; Τὸν βωμὸν τοῦ διαβόλου συνήγορον πεποίηκε τοῦ Χριστοῦ· τὸ τῆς πλάνης ἐπίγραμμα ὑπὲρ τῆς ἀληθείας ἐφθέγγετο· ἡ στήλη τῆς ἀπάτης ἐστηλίτευσε τὴν ἀπάτην. Ἐπειδὴ τὰ τῶν προφητῶν Ἀθηναίοις ἦν δυσπαράδεκτα, ὁ βωμὸς καὶ τὰ γράμματα τῶν δαιμόνων τῇ σοφίᾳ Παύλου ἐκήρυσσε τὴν εὐσέβειαν. Εἱστήκει θρηνῶν ὁ διάβολος, ὁρῶν αὑτοῦ τὰ σοφίσματα ὑπὲρ Χριστοῦ ῥητορεύοντα. Ἐπένθει βλέπων τὸν αὑτοῦ ἀριστέα Παῦλον κατ᾽ αὐτοῦ στρατηγοῦντα, καὶ τοῖς οἰκείοις ὅπλοις αὐτὸν καταβάλλοντα.
Ἀνεγνώσθη ἐκ τοῦ μακαρίου 〈Ἀστερίου〉 ἐπισκόπου Ἀμασείας Προτρεπτικοῦ εἰς μετάνοιαν. Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σωμάτων ἰατρός, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα ἀναγράφει συγγνωμονικῶς τοῖς κατεγνωσμένοις συναναστρεφόμενον.
Οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, ἀλλ᾽ ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης. Καὶ γὰρ καὶ ὁ ἥλιος, ὅσον ἀπὸ τοῦ κτίσματος τοῦ κτίστου παραστῆσαι τὴν πρόνοιαν, οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλαχον θέσεως.
Ὁ τῆς θεραπείας ἀπελπίσας δοῦλος γίνεται καθάπαξ τῆς νόσου. Εἴ τινες κατὰ παθῶν νικηφόροι ἀνεδείχθησαν καὶ ὡς ἀληθῶς ἐπάνω ὄφεων καὶ σκορπίων τὰ ἴχνη ἔθεντο, οὐδὲ τούτους χρὴ πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων κανονίζειν τὸν βίον, ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδωκότι Θεῷ τὴν χάριν ὁμολογεῖν, τοῖς δ᾽ ἀσθενεστέροις οὐκ ἐπεμβαίνειν ἀλλὰ φιλάδελφον ὀρέγειν δεξιάν. Ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαίνεσθαι δι᾽ ἀνθρώπου, προκαθῆκε τὸν Ἰωάννην μετανοίας κήρυκα.
Πέτρον ἐρώτησον, ὅπως μετανοήσας ἐκαθάρθη, καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλλὰ διέμεινεν ὁ ἀπόστολος. Ἐγὼ δὲ νομίζω ὅτι καὶ Ἰούδας ὁ προδότης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος, προσπεσὼν δὲ τὸν ἔλεον ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερχεομένων τῆς οἰκουμένης ἠστόχησε. Τεκμήριον δὲ οἱ μετανοήσαντες ἐκ τῶν σταυρωσάντων καὶ τῆς σωτηρίας διὰ τῆς μετανοίας ἀπολαύσαντες.
Ἐδέσμει ποτὲ καὶ Παῦλος Χριστιανούς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ ἔλυσε τὰ ἐγκλήματα. Ἐλίθαζε Στέφανον, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημμέλημα. Ταῦτα καὶ Μωσῆς εἰδώς (ἄνθρωπος γὰρ ἦν καὶ τὴν φύσιν ἐγνώριζε) τὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουργεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρσίων δεομένου· ὅπερ δὲ ἦν τότε ὁ ἐν σαρκὶ μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια καὶ ἡ ἀναίμακτος δέησις. Ἐπὶ τοσοῦτον δὲ προσῆκε τὸν ἱερέα τὴν φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ Δεσπότης ἐκκόπτειν κελεύσῃ τινὰ ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκόμον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν τῆς ἀκάρπου συκῆς ὁ ἐν τῷ εὐαγγελίῳ λόγος.
Σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα. Οὐ τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὐ τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον τῆς ἐξομολογήσεως ἔφυγεν, ἀλλὰ σφοδρὸν ἔχουσα τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ κατ᾽ ὄψιν ἐρχομένη ἱκέτευεν· ἀλλὰ τὸ ἀνάξιον αὑτῆς διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νῶτα χώραν καταλαβοῦσα, καὶ τῶν ποδῶν λαβομένη, καὶ λύσασα τὰς κόμας, καὶ δημοσιεύουσα πᾶσιν οἷς ἔπραττε τὴν πενθοῦσαν ψυχήν, καὶ τοὺς πόδας τοῦ Σωτῆρος τοῖς δάκρυσιν ἐπιρραίνουσα μετὰ πολλῆς τῆς συμπαθείας ᾔτει τὸν ἔλεον.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν πρωτομάρτυρα Στέφανον. Εἱστήκει δὲ μόνος τῷ δήμῳ τῶν φονώντων κεκυκλωμένος, οὐδεὶς δὲ κατ᾽ ἐκείνην τὴν ὥραν ἐγγύς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής· φέρει γάρ πως παραμυθίαν τοῖς κινδυνεύουσι τὸ βλέπειν παρόντα τινὰ γνώριμον.
Προσετίθει τῇ δεήσει καὶ τὴν ὑπὲρ τῶν λιθαζόντων εὐχήν· εὐηργέτουν γὰρ καὶ λιθάζοντες ἄκοντες. Καὶ ἡ εὐχὴ τίνα φέρει σκοπόν; Οὐκ ἀνεύθυνον γενέσθαι τῶν ἐχθρῶν αἰτεῖται τὸ ἁμάρτημα· τοῦτο γὰρ φανερῶς τῇ τοῦ Θεοῦ διατυπώσει ἀνθίσταται, ἣ τοῖς ἀνδροφόνοις τὴν δικαίαν κρίσιν ὥρισεν· ἀλλὰ τί φησι; «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν», τουτέστι δὸς φόβον κατανύξεως, ἄγαγε πρὸς μετάνοιαν τῶν νῦν τετολμημένων. Καὶ ἦν ὑπηρέτης ὁ φυλάττων Παῦλος τὰ ἱμάτια τῶν ἀναιρούντων δήμου δημίου.
Διά τε οὖν ἄλλα καὶ διὰ τὸν Λίβυν Σαβέλλιον, προανακόπτων αὐτοῦ τῶν ἐκκλησιῶν τὴν βλάβην δείκνυσι μὲν ἑαυτὸν ἐν ἰδίᾳ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ. Ἵστησι δὲ ἐκ δεξιῶν αὑτοῦ ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρμηνεύσῃ τὰς ὑποστάσεις. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον συντέτακται· καὶ γὰρ προεῖπε· «Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει». Ἰδοὺ τοίνυν, καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς ὁ Λόγος ὑπέστησεν.
Εἰ δὲ τὸ Πνεῦμα πρότερον γέγραπται, ἔπειτα δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐδὲν τῆς τάξεως ἡ ἐναλλαγὴ τῇ πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο τῇ γραφῇ· ποτὲ μὲν ὀνομάζει τὸν Υἱὸν μόνον, ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ· ἄλλοτε δὲ ἄρχεται μὲν τοῦ Πατρός, καταλήγει δὲ εἰς τὸ Πνεῦμα, καὶ τὸ ἀνάπαλιν ἀρχὴν μὲν ποιεῖται τὸ Πνεῦμα, ὁδεύει δὲ διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα. Καὶ τὸ ἰδίωμα τοῦτο μάλιστα τῷ θείῳ συντηρεῖται Παύλῳ.
Τοῦ αὐτοῦ εἰς τὸ «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ». Τί τοίνυν ὁ Χριστὸς πρὸς τὸν πειράζοντα νομικόν φησιν; «Ἐν τῷ νόμῳ τί γέγραπται;» ὑπομιμνῄσκων αὐτὸν τῆς πρὸς Θεὸν καὶ πρὸς τοὺς πλησίον ἀγάπης, μόνον οὐχὶ λέγων ὡς εἰ μὲν Θεὸς ἐγώ σοι δοκῶ, ὀφείλεις μοι τὴν ἀγάπην· εἰ δ᾽ ἀπιστεῖς καὶ ὅμοιόν σοι νομίζεις ἐμὲ ψιλὸν ἄνθρωπον, καὶ οὕτω τὸ ἀγαπᾶν χρεωστεῖς κατὰ τὸν νόμον.
Ἀδελφοὺς καλοῦμεν ἐκείνους οἳ ἐξ ἑνὸς ἔφυσαν σπέρματος καὶ μιᾶς γαστρός. Οἱ δὲ τὸν αὐτὸν ἔχοντες ποιητὴν καὶ μίαν μητέρα τὴν γῆν, ἀφ᾽ ἧς διεπλάσθημεν, καὶ ψυχῆς ἀξίωμα παραπλήσιον, εὐσεβείας δὲ καὶ πολιτείας ἕνα θεσμόν, καὶ τὴν ἐλπίδα τοῦ μέλλοντος τὴν αὐτὴν, πῶς οὐ πάσης ἀδελφότητος καὶ συγγενείας ἐσμὲν ἀλλήλων ἐγγύτεροι;
Καὶ ὅταν ἄνθρωπον ἴδῃς, σαυτὸν ὁρᾷς ἐν ἐκείνῳ. Δεῖ οὖν καὶ τὰ ἐκείνου θεωροῦντα πάθη, λιμόν, δίψαν, γυμνότητα, τὴν ἄλλην ἔνδειαν καὶ τὰς νόσους καὶ τοὺς ἄλλους πειρασμοὺς ὡς οἰκεῖα πάθη καὶ συμφορὰς οἰκτείρειν.
Πολλοὺς ἔγνωμεν ἐπὶ μὲν τῶν λόγων ὁμολογήσαντας προκινδυνεύειν, ἐπὶ δὲ τῆς πείρας ψευσαμένους τὴν εὔνοιαν. Ὁ μὲν Σωτὴρ ἡμῶν οὕτως ἠγάπησε τὸ ἴδιον ποίημα, οὐχ ὡς ἑαυτόν, ἀλλ᾽ ὑπὲρ ἑαυτόν· ἡμῖν δὲ τὸ ἔλαττον ἐγκελεύεται, ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, τὴν ὑπερβολὴν ἀφελών, ἵνα μὴ βαρείαν ποιήσῃ καὶ δυσήνυτον τὴν ἐντολήν.
Ἵνα διὰ τῶν ἔργων σαφέστερον ἐπιδείξῃ τὸν τῆς ἀγάπης ὁ Δεσπότης νόμον, πρᾶγμα γέμον ἐλέου συμβὰν δὲ πάντως κατὰ τὸν χρόνον ἐκεῖνον ὑπ᾽ ὄψιν ἄγει τῷ λόγῳ ἐκπαιδεύων τὸν νομικὸν ὅτι πλησίον ἡμῶν ἐκεῖνός ἐστιν, ὃς ἂν τὴν ἐμπαθῆ ταύτην περικείμενος σάρκα χρῄζῃ βοηθείας καὶ οἰκτιρμῶν.
Τὸ δὲ πάθος· ὁδοιπόρος ἐξ Ἱερουσαλὴμ κατέβαινεν εἰς Ἱεριχώ, καὶ λῃστῶν ἐπιδραμόντων ἀφῃρέθη μὲν ἃ ἔφερεν, ἐγυμνώθη καὶ τῶν ἱματίων, καὶ τραύμασι τοῖς ἀπὸ τῶν λῃστῶν θανάτῳ προσομιλῶν ἥπλωτο κατὰ τὴν λεωφόρον ψυχορραγῶν. Πρᾶγμα λίαν οἰκτρὸν ὀφθαλμοῖς ἔχουσιν ἔλεον ἢ εἰδόσιν ἔλεον.
Ὁ Κύριος τοῖς Ἑβραίοις διαλεγόμενος, καὶ διδάσκων ὡς ἄφρονας καὶ μάτην ἀναστρεφομένους ἐν ταύτῃ τῇ τοῦ κλαυθμῶνος κοιλάδι, οὕτω πώς φησιν· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί», ἐκ τῶν ὀνομάτων μόνον τοῦ ἄνω καὶ κάτω τοῦ καλοῦ καὶ τοῦ χείρονος ποιούμενος τὴν διάκρισιν. Καὶ νῦν δὲ καταβαίνοντα εἰπὼν κατὰ τὴν αὐτὴν ἔννοιαν ἔφη. Ἦν δ᾽ ἂν οὗτος ὁ Ἀδάμ, ἀποκυλιόμενος τῆς μακαρίας ἐκείνης καὶ ὑψηλῆς διαγωγῆς εἰς τὸν βάραθρον καὶ χαμαίζηλον βίον.
Τίς ὁ ἱερεύς; Τίς ὁ λευΐτης; Εἴησαν δ᾽ ἂν κατὰ θεωρίαν Μωσῆς καὶ Ἰωάννης, ἄμφω τοῖς παραπετάσμασι τῆς παραβολῆς ἔνδον κρυπτόμενοι καὶ τὴν τῶν πολλῶν ὄψιν λανθάνοντες. Οὗτοι γὰρ καταλαβόντες τὸν ἄνθρωπον (τουτέστι τὸ γένος ὅλον) γυμνὸν εὐσεβείας καὶ ἀρετῆς καὶ τοῖς ἐναντίοις τετραυματισμένον, ἐθεάσαντο μέν, οὐ μὴν ἐπήρκεσαν θεραπεῦσαι. Ἀλλ᾽ ὁ Σαμαρείτης καταλαβών, ἐν ὀνόματι καθυβρισμένῳ θησαυρὸν ἀγαθῶν φέρων, παρέσχε τὴν ἴασιν· ὅς ἐστιν ἡμῶν ὁ Σωτήρ, τῇ δυσφήμῳ προσηγορίᾳ τοῦ Σαμαρείτου καλυπτόμενος καὶ τὰ τῆς σωτηρίας τῷ κειμένῳ πηγὰς ἀναβλύζων.
Σαμαρείτην δὲ τὸν Σωτῆρα ὁ λόγος ὀνομάζει, αἰσχύνων κἀνταῦθα τὴν τῶν οὕτως αὐτὸν καλεσάντων παράνοιαν Ἰουδαίων, ὅτι τὸν ὑπὲρ τοὺς λευΐτας καὶ ἱερέας σπλαγχνιζόμενον καὶ θεραπεύοντα τὸν τετραυματισμένον Σαμαρείτην ἐξύβριζον.
Τί δὲ τυγχάνει τὸ κτῆνος, ἐφ᾽ οὗ τὸν ψυχορραγοῦντα καταθέμενος εἰς τὸ πανδοχεῖον ἤγαγεν ὁ Σωτήρ; Ἢ δῆλον ὅτι ὄχημα τοῦ Θεοῦ Λόγου καὶ (ὡς ἄν τις εἴποι) ὑποζύγιον τὸ ὁμόφυλον ἡμῖν, ὅπερ ἠμπίσχετο, τυγχάνει σῶμα, ἐφ᾽ οὗ καὶ δι᾽ οὗ πάντας ἀνέχων καὶ διαβαστάζων ἄγει πρὸς τὴν ἀπαλλαγὴν τῆς νόσου καὶ τὴν ἐκκλησίαν· καὶ γὰρ τῶν τραυμάτων αὕτη ἐστὶν ἡ τελεία θεραπεία καὶ ἀπαλλαγή.
Τοῦ αὐτοῦ εἰς τὸ «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι». Τὸν περὶ τῆς προσευχῆς λόγον ἐν δυσὶ παραβολαῖς κατέκλεισε, τὸ μὲν εὐτόνως προσεύχεσθαι διὰ τοῦ κριτοῦ καὶ τῆς χήρας διδάξας ἡμᾶς, τὸ δὲ μετ᾽ εὐλαβοῦς γνώμης διὰ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
Ὅτι ἄριστόν ἐστι τὸ συνεχῶς ἐννοεῖν ποιήματα μὲν ἡμᾶς καὶ ζῷα ἐπίκηρα, δημιουργὸν δὲ τὸν Θεὸν καὶ ἄριστον τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Τοῦτο δὲ πρὸ πάντων ἡ προσευχὴ κατορθοῖ. Οὐκ ἂν γάρ τις προσεύξαιτο τὰ συμφέροντα, μὴ πληροφορίαν πρότερον λαβὼν ὅτι Θεός ἐστιν ὁ τῆς ἱκετηρίας ἐπήκοος καὶ δυνατὸς παρασχεῖν ἃ αἰτεῖται. Εὐχὴ τῆς ζωῆς ἡμῶν βοήθεια, ὁμιλία πρὸς Θεόν, λήθη τῶν γηΐνων, ἄνοδος πρὸς οὐρανόν.
Καὶ τὸ ὄρθιον δὲ τῆς προσευχῆς, ἐκτεταμένας προβαλλόμενον τὰς χεῖρας, τὸ τοῦ Σταυροῦ πάθος ἐν τῷ σχήματι ἐξεικονίζει. Εἰ δ᾽ ὡς ἀληθῶς προσεύχοιτο καὶ θεαρέστως ὁ προσευχόμενος, οὐκ ἐν τῷ σχήματι μόνον τὸν Σταυρὸν διατυποῖ, ἀλλὰ καὶ κατὰ τὴν διάθεσιν. Ὡς γὰρ ὁ τῷ Σταυρῷ προσηλωθείς, οὕτω νεκροποιεῖ πᾶσαν μὲν ἐπιθυμίαν σαρκὸς τῆς μνήμης ἀποτιναξάμενος, παντὸς δὲ πλούτου καὶ δόξης καὶ γένους προσπάθειαν.
Οὐδὲν δὲ οὕτω πρᾶγμα ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέραστον ὡς εὑρίσκειν καιρὸν ἢ σχολὴν ἐμπεσεῖν τῇ γνώμῃ. Ἀλλὰ πρὸς δύο ταῦτα συντέτακται πᾶς ὁ σκοπὸς αὐτῷ, φυγεῖν τὴν κόλασιν καὶ θᾶττον ἀπελθεῖν τοῦ βίου. Καὶ οὐδὲν ἕτερον παρὰ ταῦτα ἐπὶ τῆς διανοίας εὑρίσκεται ἢ ἀναστρέφεται τοῦ ἐσταυρωμένου τῇ προσευχῇ. Εὐχὴ καὶ τὸν Ἐζεκίαν τῶν πυλῶν τοῦ Ἅδου ἀνέσπασε, καὶ τὸν ἥλιον πρότερον (ἵνα τὰ ἄλλα αὐτῆς ἔργα ἐάσω) ἔδειξεν ὅτι δοῦλός ἐστι, καὶ δοῦλος χρείαις ὁμοδούλων ὑπηρετούμενος. Ἔστι καὶ πράττειν τι τῇ φύσει καλὸν καὶ μὴ ποιοῦντα καλῶς ἀφανίζειν τοὺς πόνους, ὡς ὁ φαρισαῖος ἐν ταῖς προσευχαῖς μεγαλορρημονῶν, καὶ εἴ τις ἄλλος τὴν ἐλεημοσύνην ἐπιδεικνύμενος, καὶ ἐπὶ τῶν ὁμοίων.
Μετριώτερον ἂν ὁ Φαρισαῖος ἡμάρτανεν, εἰ τὸν τελώνην ἀφῆκε τῆς παροινίας ἐλεύθερον· νῦν δὲ ἑνὶ λόγῳ καὶ τῶν ἀπόντων κατεξανίσταται καὶ τοῦ παρεστῶτος ἐπιξαίνει τὰ τραύματα. Διὸ ὁ μὲν φαρισαῖος ἀπὸ δόξης εἰς τὸ τῆς ἀτιμίας κατέπεσε βάραθρον, ὁ δὲ τελώνης ἀπὸ τῆς ἐπονειδίστου ζωῆς εἰς τὴν μακαρίαν ἐπανῆλθε κατάστασιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύτητος ἐκεχώριστο, ὁ δὲ πρὸς τὴν τῆς παρρησίας χώραν ἀνείλκυστο.
Τοῦ αὐτοῦ εἰς τὸν Ζαγχαῖον. Ἱεριχὼ πόλις ἦν τῶν Χαναναίων μητρόπολις, ἥν ποτε μὲν Ἰησοῦς ὁ τοῦ Ναυῆ πολεμῶν καὶ ὀλοθρεύων κατέλαβε, νῦν δὲ ὁ ἀληθινὸς Ἰησοῦς θεραπεῦσαι παραγεγονὼς κατηξίωσε. Καὶ ὁ μὲν τυφλὸς ἐφωτίσθη, ὁ δὲ δῆμος ἐπιστώθη, πᾶσα δὲ γλῶσσα τὸν Ἰησοῦν ἐλάλει, καὶ τὸν τυφλὸν ὀφθαλμὸς ἅπας εἶχεν ἀναβλέψαντα τοῦ θαύματος καὶ τῆς σωτηρίας διδάσκαλον αὐτοσχέδιον, οὐ λόγοις ἀλλ᾽ ἔργοις ἐκπαιδεύοντα τοὺς μαθητὰς τὴν ἀλήθειαν.
Πᾶσα μὲν ἀδικία κακὸν καὶ μίσους ἄξιον, ὁ δὲ τελώνης ἀνυπέρβλητον· οὐδὲ γὰρ οὐδὲ πρόφασιν ἔχει τῆς ἁμαρτίας εὐπρόσωπον. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων εὑρίσκεταί τις ἀνάγκη τοῦ κακοῦ καὶ ῥίζα, ἐξ ὧν φύεται τὸ ἀδίκημα· ὁ δὲ τελώνης θηρίον ἐστίν, ἀποφράσιστος λοιμός, ταῖς λεωφόροις ἐπικαθήμενος. Ἐνόσει ταύτην ὁ Ζακχαῖος τὴν νόσον, πρὶν ἐγγὺς ἔλθῃ τοῦ Ἰησοῦ, μακρῷ τῆς ἀρρωστίας τοῦ Ἱεριχουντίου τυφλοῦ ὑπάρχουσαν χείρονα, εἴ γε ὁ μὲν σώματος ὁ δὲ ψυχῆς αὐτῆς ἐνόσει τὴν πήρωσιν.
Μὴ δῷς ἄλλοις τὰ ἀλλότρια, ἀλλὰ τοῖς ἠδικημένοις τὰ οἰκεῖα ἀποκατάστησον· οὐ γὰρ προσδέχεται Θεὸς ἐλεημοσύνην ἐξ ἁρπαγῆς. Καλὸς ὁ τελώνης τῶν καθ᾽ ἑαυτὸν κριτὴς καὶ οἰκονόμος. «Καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν», φησίν, οὐκ ἄλλοις (ἄμισθον γὰρ τοῦτο καὶ ἀπρόσδεκτον Θεῷ) ἀλλ᾽ αὐτοῖς τοῖς συκοφανθεῖσι. «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ καθότι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι». Πῶς οὖν ἐκ τοῦ Ἀβραὰμ ὁ ἐξ Ἱεριχὼ τῆς Χανανίτιδος;
Τί κοινὸν Ἀβραὰμ εἰς γένος καὶ Χαναναίοις; Ἢ δῆλον ὡς εἰ καὶ μὴ τῇ σαρκὶ υἱὸς ἦν Ἀβραάμ, ἀλλὰ τοῖς ἤθεσι καὶ τοῖς ἔργοις ἅμα τῷ πλησιάσαι τῷ Χριστῷ τῶν ἐκ σπλάγχνων προελθόντων τοῦ πατριάρχου μακρῷ γνησιώτερος παῖς καὶ γέγονε καὶ ἐπεγνώσθη.
Οὕτω καὶ ὁ ἀπόστολος υἱὸν ἐκάλεσε τὸν Ἐλύμαν τοῦ διαβόλου, καὶ ὁ Κύριος «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ» τοὺς Ἰουδαίους ἀνεῖπε. Καὶ ὁ Ζακχαῖος οὖν, ἐπειδὴ τὴν Ἀβραὰμ ἐμιμήσατο πίστιν· ὡς γὰρ ἐκεῖνος κληθεὶς ἀφῆκε τὴν πατρίδα, οὕτω καὶ οὗτος τὸ τελωνεῖον καὶ τὸν ἐκεῖθεν κατέλιπε πλοῦτον. Διὸ καὶ Χριστὸς ἡ ἀλήθεια εἰκότως αὐτὸν υἱὸν Ἀβραὰμ ἀνεκήρυξε.
Τοῦ αὐτοῦ εἰς τοὺς δύο υἱοὺς τοὺς παρὰ τῷ Λουκᾷ. Πατέρα μὲν ἡ παραβολὴ τὸν Θεὸν καὶ Ποιητὴν τοῦδε τοῦ παντὸς ὀνομάζει, τὸν δὲ πρεσβύτερον υἱὸν καὶ νεώτερον ἀνθρώπους δύο, τὸν μὲν παραμείναντα τῇ δοθείσῃ χάριτι καὶ τῷ ἐπιβάλλοντι αὐτῷ τῆς κληρονομίας, καὶ οὐδαμοῦ τῆς ἐκκλησίας οὐδὲ τῆς τῶν ἀχράντων μυστηρίων κοινωνίας διὰ τῆς τοῦ βίου ἀσωτίας ἀφηνιάσαντα, τὸν δὲ κατὰ πάντων τῶν εἰρημένων νεωτερίσαντα, καὶ διὰ τοῦτο καὶ τοῦ ἀληθινοῦ χωρισθέντα πατρὸς καὶ σπαθήσαντα καὶ διαφθείραντα τὰς παρ᾽ αὐτοῦ δοθείσας δωρεάς, ὡς εἰώθεσαν πράττειν οἱ ἄσωτοι.
Ἔστι καὶ τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, ὃ παρὰ τοῦ πατρὸς ὁ νεώτερος υἱὸς ἐπιζητεῖ, τὸ βάπτισμα καὶ ἡ μετοχὴ τοῦ ἀχράντου σώματος· καὶ γὰρ πολλοὶ καὶ τῶν νεωτέρων καὶ ζητοῦσι ταῦτα καὶ λαμβάνουσιν· ἀλλ᾽ οἱ πρεσβυτικὸν ἔχοντες φρόνημα, ἐκεῖνοι καὶ τὸ δῶρον ἐν ἀκριβείᾳ φυλάττουσιν. Ἴσον μὲν οὖν ἐστι τὸ ἐπιβάλλον ἑκάστῳ· ἡ δὲ τῶν λαμβανόντων κατὰ τὴν σπουδὴν ἑκάστου διαφορὰ ἐκείνη καὶ μεῖζον καὶ ἔλαττον αὐτὸ ποιεῖ ἢ καὶ ὅλως σπαθίζει ἐκδαπανῶν, ὥσπερ ὁ ἄσωτος.
Τὸ μὲν ἐπιβάλλον τοῦτ᾽ ἂν αἰνίττοιτο ἡ παραβολή, τὸ δὲ μακρὰν ἀποδημίαν στείλασθαι τὸ μακρυνθῆναι καὶ τῶν δωρεῶν καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ. Ἐσπάθησε καὶ ὁ Ἀδὰμ τὴν οὐσίαν, καὶ πάσης τῆς πατρικῆς εὐπορίας ἐξέπεσε, καὶ ὑπερωρίσθη χωρίου, ἀφθονίαν βρύοντος ἀγαθῶν.
Χαλεπὸν μὲν υἱῷ νεωτέρῳ χωρισθῆναι πατρός. Δαπάνην γὰρ ἄσωτον καὶ ἀκολασίαν καὶ ὁμιλίας ἤθη φθειρούσας ὁ τοῦ πατρὸς ἐλαύνει καὶ ἀποδιώκει ὀφθαλμός. Ὅταν δὲ ἐφ᾽ ἑαυτῆς γένηται νεότης, καὶ μήτε φόβος πάρεστι μήτε αἰδώς, δύο φύλακες ἰσχυροὶ ταραττομένης νεότητος, τότε δὴ τότε οἴχεται πάντα καὶ ἀνατέτραπται.
Ἔστι δὲ καὶ ὁ πολίτης τῆς μακρὰν ἀπῳκισμένης Θεοῦ χώρας ἐκείνης ὁ διάβολος. Καὶ γὰρ τῆς ἁμαρτίας ἡ πόλις πρῶτον πολίτην ἔχει καὶ πολιστὴν τὸν διάβολον, πανταχόθεν πάντας συνάγοντα τοὺς ἀσώτους καὶ συμπολίτας ποιούμενον καὶ εἰς ἀτίμους καὶ συώδεις παραπέμποντα πράξεις.
Καὶ γὰρ καὶ χοιροβίων ἐστὶν ἀγελάρχης, ἀλλ᾽ οὐχὶ ποιμὴν λογικῶν προβάτων, ὥσπερ ὁ Δεσπότης ὁ τιθεὶς ὑπὲρ τοῦ ποιμνίου τὴν ψυχὴν αὐτοῦ. Ἀποστέλλει οὖν ὁ ἀρχισυβώτης τὸν ἄθλιον νεανίσκον βόσκειν χοίρους, καὶ ἦν ποτε εὐδαίμων ὁμοδίαιτος τῶν χοίρων, ἐσθίων κεράτια. Τοιοῦτον γὰρ καὶ ἡ ἁμαρτία, πρὸς ὀλίγον μὲν ἡδεῖα, οὐδὲν δὲ τρόφιμον οὐδὲ χρήσιμον φέρουσα.
Εἰς ἑαυτὸν δὲ ἐλθών· καὶ γὰρ οὐκ ἦν ἑαυτοῦ, ἔκδοτος γεγονὼς καὶ πεπραμένος τοῖς πάθεσι καὶ τῶν ἐμφύτων φρενῶν ἐξεστηκώς. Μισθωτὸν δὲ μετὰ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν ὁ ἄσωτος ἑαυτὸν ὀνομάζει, καὶ πάντα τὰ τῆς ἀτιμίας ὀνόματα, ἵν᾽ ἡμῖν ὑπογράψῃ ὁ λόγος ὅπως χρὴ μετανοοῦντας ταπεινοῦσθαι καὶ τὴν καρδίαν διὰ τῶν ῥημάτων συντρίβεσθαι. Ὅτι μὴ δεῖ τὸν μετανοοῦντα καὶ ἐξιλεούμενον τὸν Θεὸν οὐδὲ ἀτενὲς βλέπειν εἰς τὸν οὐρανόν, ἡ παραβολὴ διδάσκει, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι τὸ τῆς ψυχῆς κατηφὲς καὶ ἀπαρρησίαστον μηνύειν.
Ὅρα δὲ πῶς τὴν τοῦ Θεοῦ διαγράφει ἀγαθότητα. Ἐρχόμενον γὰρ τὸν ἄσωτον οὐ μόνον οὐκ ἀποπέμπεται οὐδὲ παρορᾷ, ἀλλὰ καὶ προσυπαντᾷ, καὶ τρέχων, ἵνα θᾶττον ἀπολάβῃ τὸν πλανηθέντα. Καὶ περιχεῖται τῷ τραχήλῳ, καὶ περιπλέκεται, καὶ ἐπιρρεῖ δάκρυον, καὶ ἀσπάζεται, τῆς καταλλαγῆς διδοὺς τὸ σύμβολον καὶ τῆς ἀμνηστίας τῶν προλαβόντων τὸ ἐνέχυρον.
Στολὴ δ᾽ ἂν ἡ πρώτη εἴη οὐκ αὐτὸ τὸ βάπτισμα (οὐ γὰρ οἷόν τε τυχεῖν δευτέρου βαπτίσματος), ἀλλ᾽ ἡ πρώτη στολὴ καὶ χάρις, ἣν ἀπ᾽ ἀρχῆς ἕκαστος τῶν πιστῶν ἐνδύεται διὰ τοῦ βαπτίσματος. Ἀντὶ γὰρ τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας ἡ διὰ μετανοίας ἡμῖν παρὰ Θεοῦ ἐχαρίσθη ἀναγέννησις, ἥτις τὰ μολύσματα ἡμῶν τῷ δακρύῳ πλύνουσα πάλιν καθαροὺς ἀποφαίνει. Δίδοται δὲ τῷ ἀσώτῳ μετὰ τὴν στολὴν καὶ δακτύλιος, σύμβολον τῆς νοητῆς σφραγῖδος τοῦ Πνεύματος. Ὡς γὰρ ἐν τῇ διὰ τοῦ βαπτίσματος παλιγγενεσίᾳ καὶ στολὴ καὶ σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, οὕτω καὶ ἐν τῇ διὰ τῆς μετανοίας ἀναγεννήσει.
Προσφέρεται δὲ καὶ ὑποδήματα, ἵνα θαρρεῖν ἔχῃ τὴν τοῦ ὄφεως καταπατεῖν κεφαλήν. «Σὺ γάρ, φησι, τηρήσεις αὐτοῦ κεφαλήν, κἀκεῖνος τηρήσει σου πτέρναν». Πρὸς ἑκάτερον οὖν χρήσιμον τὰ ὑποδήματα, καὶ εἰς τὸ καταπατεῖν τὴν τοῦ ὄφεως κεφαλὴν καὶ εἰς τὸ τὴν ἐκεῖθεν βλάβην τὴν πτέρναν διαφυγεῖν.
Μὴ λυπείτω σε ἡ τοῦ πατρὸς ἀγαθότης, εἰ περιέχεται τοῦ δυσπραγήσαντος παιδός. Ὁ ἐλεῶν οὐ δικάζει μετὰ ἀκριβείας, ἀλλὰ φιλανθρώπως χαρίζεται, καὶ ταῦτα ὅταν ὑπάρχῃ πατήρ, ὥσπερ τινὶ βίᾳ πρὸς τὸν οἶκτον ἑλκόμενος.
Τοῦ αὐτοῦ εἰς τὸν δοῦλον τοῦ ἑκατοντάρχου ὃν ὁ Κύριος ἐθεράπευσεν. Ὅτι ἐν τῷ παρόντι λόγῳ ὑπόθεσιν τὸν δοῦλον λαβών, εἰς παραίνεσιν δούλων καὶ δεσποτῶν τὸ πλεῖστον τῆς σπουδῆς ἀποτείνει, τοὺς μὲν νουθετῶν εὐπειθῶς καὶ ἀδόλως ὑπηρετεῖν τοῖς δεσπόταις, τοὺς δὲ φιλανθρώπως καὶ ἡμέρως καὶ ὡς ὁμοφύλοις καὶ ἀδελφοῖς προσιέναι.
Ὁ αὐτὸς γὰρ πηλὸς ἀμφοῖν καὶ ἡ αὐτὴ τοῦ Πλάστου χείρ, καὶ τὰ αὐτὰ ἔργα τε φυσικὰ καὶ πάθη καὶ τὸ τῆς κατασκευῆς σχῆμα καὶ ἡ μορφὴ θεωρεῖται. Δι᾽ ἃ προσῆκεν, εἰ μή τις ἄλλος ἦν μηδὲ νόμος θεῖος μήδ᾽ ἔμφυτος πρὸς τὸ συγγενὲς ἔλεος καὶ ἀγάπη, ἐχρῆν ἀδελφικῶς αὐτοῖς καὶ πατρικῶς προσφέρεσθαι· καὶ τοῖς ἰατροῖς δὲ παραίνεσιν φιλανθρωπίας ποιεῖται.
Ὅτι Σκύθην, φησί, θᾶττόν τε τὴν Ἑλληνίδα μαθόντα εἶδον, εἰς μειρακίων ἡλικίαν ἄρτι παρελθόντα· εἶτα τοῦ ὠνησαμένου δεσπότου μαθήμασιν ἐλευθερίοις αὐτὸν ἐκδεδωκότος, τοσοῦτον ἐπιδοῦναι τούτοις καὶ γενέσθαι κατὰ πολλὰ τῶν μαθημάτων περιδέξιον, ὡς καὶ παρ᾽ Ἕλλησι καὶ παρὰ Ῥωμαίοις λαμπρὸν γενέσθαι καὶ περιβόητον, ἐπειδὴ καὶ νόμων ὤφθη διδάσκαλος. Ὁ δ᾽ ὠνησάμενος Σύρος ἦν, Ἀντιοχείας πολίτης καὶ γραμματικῆς παίδων διδάσκαλος. Γενέσθαι δὲ καὶ μαθητὴν ἑαυτόν φησιν ὁ φιλάρετος οὗτος Ἀστέριος τοῦ ἀργυρωνήτου τούτου Σκύθου· ποῦ δὲ διατρίβοντος ἢ τίνος μαθήματος, οὐ λέγει.
Σὺ καὶ τὸν Μωσέα τὸν φυγάδα ἄρχοντα λαῶν καὶ δήμων ἐποίησας, οὐκέτι κατὰ τὸν Νῶε ἐπ᾽ ὀχήματος περαιούμενον πελαγισθέντα τὸν κόσμον, ἀλλὰ δεσποτικῶς ἤδη τὴν θάλασσαν τέμνοντα καὶ πεζεύοντα τὸν βυθόν. Σὸς παῖς καὶ ὁ Ἠλίου μαθητὴς Ἐλισσαῖος, ὁ καὶ ζῶντα ἀποδοὺς τὸν παῖδα τῇ Σωμανίτιδι, καὶ μετὰ θάνατον τοῖς λειψάνοις τὸν παρατεθέντα νεκρὸν ζωώσας· ἔτι γὰρ ἡ τῆς πίστεως χάρις, ὥσπερ ἀρώματος πνοή, παραμείνασα ἐδόξαζε τοῦ πιστοῦ καὶ τὸν τάφον.
Τοῦ αὐτοῦ εἰς τὴν παρείσβασιν τῶν νηστειῶν. Οὐδεὶς εὐωχίαις σχολάζων ἀρετῆς μαθητής. Μία μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν ἐλευθερίας ἐγύμνωσεν. Ἐβλάβη διὰ γαστέρα καὶ ὁ πρεσβύτερος παῖς τοῦ Ἰσαάκ· περιχανὼν γὰρ διὰ κατασχοῦσαν πεῖναν τῷ φακῷ ἀπέδοτο μὲν τὰ πρωτοτόκια τῷ ἀδελφῷ, ἐκεῖθεν δὲ λοιπὸν καὶ τὴν πατρικὴν εὐλογίαν ἐκλάπη.
Μὴ νόθευε τὴν νηστείαν, ἵνα μὴ πάθῃς τὰ τῶν καπήλων. Εἰ γὰρ ἐκεῖνοι τῷ οἴνῳ παραμιγνύντες ὕδωρ κολάζονται, πῶς οἱ τῷ αὐστηρῷ τῆς νηστείας τὰς σεσοφισμένας ἀπολαύσεις ἐπεισάγοντες τὸ ἀτιμώρητον ἕξουσιν; Φεύγωμεν τὴν φιληδονίαν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον.
Ὁ βασιλεύς ποτε τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ γαστρὶ ζῶν καὶ τῷ τρυφῶντι βίῳ, ὡς φάτνῃ βοῦς, προσδεδεμένος. Ἦν δὲ τοῖς τρισὶν ἱεροῖς παισὶ καὶ ὁ οἶνος φευκτὸς διὰ τὴν σπονδὴν καὶ κρέας ἅπαν διὰ τὰς θυσίας.
Καὶ ἦν αὐτοῖς καὶ τοῦ ὑπὲρ τοὺς τρυφῶντας κάλλους ὁ Θεὸς ἐπιμελητὴς καὶ ἡ νηστεία κομμωτρία. Δὸς τὴν ἀκοὴν τῇ μαθήσει τῶν κεκρυμμένων καὶ ἀναμνημονήσεις τροφῆς, ὡς ὁ δῆμος ὁ τῷ Ἰησοῦ ἑπόμενος λόγῳ καὶ ἔργῳ παιδεύοντι. Καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων πρόσελθε τῇ ἐκκλησίᾳ.
Εἰ δ᾽ ἔτι τοῖς Ἰουδαϊκοῖς προσδέδεσαι, τί σοι βούλεται ἡ νηστεία ἢ τοὺς νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν ἐπὶ τοῖς λειψάνοις τῶν φόνων, οὐ μετάνοιαν τῶν γεγενημένων λαμβάνοντας, ἀλλὰ τὸ ἄσαρκον τῆς κεφαλῆς (ἐμοὶ δοκεῖν) ὀδυρομένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον. Νηστεία μὲν πυκνώσεώς ἐστι καὶ κοσμίας καταστολῆς ἐπιδείκνυται παιδαγωγός· χορεία δὲ τὸ διακεχυμένον ἑρμηνεύει τῆς ψυχῆς.
Καὶ ἑκάστου πράγματος ἐξαίρετά ἐστι καὶ τὰ σχήματα, ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα κατάστασιν. Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφείλει δεδοικέναι καὶ τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγραφα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν πραγμάτων διὰ τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα.
Τοῦ αὐτοῦ εἰς τὸν ἐκ κοιλίας τυφλόν. (Ἡ ἐνταῦθα τοῦ ὀφθαλμοῦ ἔκφρασις καὶ ἡ τῆς εἰκόνος, ἣ τῆς ἁγίας Εὐφημίας εἰκονίζει τὴν μορφήν, πολλὴν εἰς κάλλος τὴν συγγένειαν φέρει, ὡς μὴ ἕτερον καὶ ἕτερον ἀλλ᾽ αὐτὸν εἶναι δημιουργὸν ἑκατέρας ἐκφράσεως.
Εὐσεβεῖ δὲ φανερῶς ἐνταῦθα, ἰσότιμον τῷ Πατρὶ καὶ προαιώνιον τὸν Υἱὸν θεολογῶν, ὥστε οὐκ ἂν εἴη ὁ Ἀρειανὸς ὁ τὴν ἔκφρασιν τῆς εἰκόνος εὐφυΐᾳ λόγων ὑποβαλών). Ἐπειδὴ λόγῳ καταγγέλλων τοῖς Ἰουδαίοις τὴν ἀλήθειαν ὁ Σωτὴρ οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵνα ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ ὅτι καὶ Θεὸς ἐτύγχανεν ὁ μὴ βλεπόμενος, καὶ οὐκ ἄλλος ἀλλ᾽ ὁ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινόμενος. Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ᾽ ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο.
Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγμάτων γνωρίσαι τὸ πρόσωπον. Θεασάμενος δὲ τὸν τυφλὸν ὁ Σωτὴρ ἔστη, καὶ πρὸς τὴν θεραπείαν ἕτοιμος ἦν, θεραπείαν ἀνθρωπίνης σοφίας καὶ τέχνης κρείττονα.
Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ᾽ αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ εἰς φῶς προαγαγούσης χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν, ἀλλ᾽ οὐδὲ πάντων παθῶν τῶν εἰς ὕστερον συμβαινόντων· οὔτε γὰρ ἠκρωτηριασμένοις μέλη ἀνεσώσατο, οὔτ᾽ ἄλλο τι παραπλήσιον θεραπεύειν ἀναδέχεται.
Διόπερ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες, καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον, τὴν αἰτίαν ἐπυνθάνοντο. Ἀλλ᾽ οὐκ ἐπιστημόνως προσῆγον τὴν ἐρώτησιν· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων, οὐδενὸς ὢν ἔνοχος, ὁ παῖς κατεγνώσθη οὔτε μὴν ἰδίων πλημμελημάτων ὁ μήπω προελθὼν εἰς τὸν βίον ἀπέτισε δίκας.
Τὸ πάθος, φησὶν ὁ Χριστός, τοῦ τυφλοῦ οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ᾽ ἑτοιμασία μελλούσης οἰκονομίας ἄλλα τε διαπραττούσης, καὶ ὅπως ὁ Κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται. Ἀνθρώπου μέρος, καὶ μέρος τὸ κάλλιστον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μή γε ὁ τῆς πρώτης ἀρχῆς τοῦ γένους τὴν δημιουργίαν ἐπιδεδειγμένος.
Ἐν δὴ τῷ ὀφθαλμῷ μικρᾷ μορίου καὶ μέλους περιγραφῇ τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν ἔστι κατόψεσθαι, τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται, καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον· καὶ ποικίλαις διήνθισται ταῖς χρόαις. Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ διόλου μονοειδῆ ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην, τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτην ἔξωθεν τὸ λευκὸν περιβέβληται στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ᾽ ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ τῷ μέλανι κεράσῃ τὴν χάριν. Ἐπὶ τούτοις οὕτως ἐστι διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς ἐντυποῦσθαι τοὺς χαρακτῆρας. Καὶ τὸ μέσον τοῦ κύκλου διὰ τοῦτο προσηγόρευται κόρη, ὡς ἀεὶ τὴν μορφὴν τῷ κατ᾽ ἀντικρὺ βλέποντι παραδεικνύον ἀνθρωπίνην· εἰς ἀλλήλους γοῦν οἱ ἄνθρωποι βλέποντες ἀλλήλων γίνονται κατόπτρα. Θαύματος οὖν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός.
Οὗτος καὶ Θεόν μοι διερμηνεύει, πᾶσαν καταμανθάνων τὴν κτίσιν, καὶ δι᾽ αὐτῆς τὸν τεχνίτην ἐπιδεικνὺς καὶ ἐκ τῶν ὁρωμένων ἑρμηνεύων τῇ ψυχῇ τὰ ἀόρατα. Διὰ τοῦτον ἄλλα τε τῆς κτίσεως ἔμαθον, καὶ χρωμάτων ποικίλην βαφὴν σκότους τε κατήφειαν καὶ φωτὸς λαμπηδόνα. Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγήρασεν, οὐδενὸς καθορῶντος τὴν ἐν αὐτῇ σῳζομένην τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν. Διὰ ταύτην τοίνυν τὴν θαυμαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ καὶ νῦν ἐκτίσθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα, καὶ τῇ μεγαλουργίᾳ τῶν γινομένων τῆς ψυχῆς πᾶσαν ἐκβάλλοντες ταπεινὴν ὑπόληψιν καὶ χαμαίζηλον γνωρίσωμεν ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο, διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα.
Αὐτουργεῖ δὲ τὴν θεραπείαν ὁ Κύριος νῦν οὐ λόγῳ μόνῳ, ὥσπερ ἀλλαχοῦ πολλαχοῦ, ἀλλὰ καὶ στόματι καὶ χειρὶ καὶ ἄλλῃ προνοίᾳ, ἵνα διὰ πολλῶν πραγμάτων τὴν πίστιν τοῖς ἀπίστοις ἐνεργάσηται. Πτύει δὲ καὶ πηλὸν ποιεῖ τῇ μὲν γῇ συγχρώμενος, ἵν᾽ ὅθεν τὸ ὅλον κατ᾽ ἀρχὰς ἐπλάσθη ζῷον, καὶ τὸ μέρος δείξῃ πλαττόμενον, σιάλῳ δὲ παριστῶν ὡς τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος πάντα κατώρθωσε· «Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ ἑξῆς. Εἰ δὲ καὶ τοῦτο συνιδεῖν ἐθέλοις, ἵν᾽ εὐλαβεῖσθαι παρασκευάσῃ τοὺς μέλλοντας μικρὸν ὕστερον τοῖς πτύσμασιν αὐτὸν ὑβρίζειν, εἰ καὶ τὸ τῶν μαινομένων θράσος μεῖζον ἦν καὶ προνοίας πάσης καὶ διορθώσεως. Ὁ δὲ Σιλωὰμ τὴν δι᾽ ὕδατος ἡμῖν σωτηρίαν προοιμιάζεται, ἣν πᾶσιν ὁ ἀπεσταλμένος Σιλωὰμ ἐχαρίσατο· τότε γὰρ ἀληθῶς βλέπομεν, ὅταν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι.
Οὐδὲν τοὺς ἀγνωμόνας καὶ ἀχαρίστους Ἰουδαίους ἦγεν εἰς συναίσθησιν, οὐ λόγος, οὐ πρᾶξις, οὐ θαυματουργήματα. Ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ πρὸς σωτηρίαν παρακαλοῦντα αὐτοὺς πᾶσιν ἐπεχείρουν τρόποις ἀφανίζειν, εἰ καὶ πρὸς τοὐναντίον αὐτοῖς περιετράπετο ἡ κακουργία· ὅσῳ γὰρ ἠπίστουν καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια. Πρώτη αὐτοῖς πολυπραγμοσύνη, εἰ αὐτὸς οὗτός ἐστιν ὁ τυφλός, δευτέρα, εἰ ἐκ γενετῆς ἦν τυφλός. Καὶ ὁ ἰαθεὶς τὸν Σωτῆρα ἐβόα, καὶ τῇ ὁμολογίᾳ τὴν χάριν ἀντεδίδου τῆς ἰάσεως.
Ἀπίστων πατέρων ὅμοιοι παῖδες. Καὶ γὰρ καὶ οἱ τεκόντες ἐκ πολέμων ἐσῴζοντο παρ᾽ ἐλπίδας, καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν. Ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττόντων πλέον ἦσαν ἀχάριστοι. Ὄντως κληρονόμοι καὶ ὑμεῖς τῆς τῶν πατέρων ἀγνωμοσύνης, οὐ ῥάβδου καρυΐνης ἐπιστασίαν ἀλλὰ σιδηρᾶς χρῄζοντες.
Τοῦ αὐτοῦ εἰς τὸν Ἰάειρον καὶ τὴν αἱμορροῦσαν. Δυσάγωγον τὸ τῶν ἀνθρώπων γένος εἰς ἀρετήν, ὡς ἔοικε, καὶ μικρὰ φροντίζον τῆς ἐκ λόγων διδασκαλίας. Διὰ τοῦτο καὶ ὁ Σωτὴρ συγκαταβὰς τοῖς ἀνθρώποις μέχρι τῆς θνητῆς καὶ ἐπικήρου σαρκός, ὡς εἶδε τοὺς Ἰουδαίους πρὸς τοὺς λόγους κωφεύοντας, μετετάξατο πρὸς τὰ πράγματα, καὶ θεραπείαν συνάπτει θεραπείᾳ καὶ θαῦμα θαύματι, καὶ τὴν ἀπιστουμένην θεότητα, τῇ πείρᾳ τῶν εὐεργεσιῶν ἐπεχείρει βεβαίαν παριστᾶν.
Εἰς δεινὸν δὲ τῷ ἀνθρώπῳ περιειστήκει τὸ πρᾶγμα, θυγάτηρ, καὶ μόνη, τῆς οἰκίας ἔρεισμα, τοῦ γένους διαδοχή, μέλλουσα φέρεσθαι πρὸ τῶν θαλάμων εἰς ἐκφοράν, πρὸ τῆς παστάδος εἰς τάφον. Γυνή τις ἀσθενοῦσα χαλεπῶς διὰ φλεβῶν ἀταξίαν, καὶ πᾶσαν τὴν ζωτικὴν ὕλην κενώσασα, καὶ δαπανηθεῖσα λοιπὸν ἐκ μὲν τῆς τηκεδόνος τὸ σῶμα, τοῖς ἰατροῖς δὲ τὴν εὐπορίαν, μίαν εἶδεν ἐν ἀπόροις ἐλπίδα, προσπεσεῖν τῷ Κυρίῳ. Ὁ δὲ Κύριος τῶν ἀφώνων ἤκουσε τῆς γυναικὸς λογισμῶν, καὶ σιωπῶν σιωπῶσαν ἰάσατο, ἐπειδὴ τοῦ κρασπέδου προσήψατο. Καὶ ἡ μὲν ἐνόμιζε κεκλοφέναι τὴν δωρεάν, ὁ δὲ ἐκλάπη τὴν χάριν. Καὶ τέως μὲν οὐκ ἐκλαλεῖ τὴν θεραπείαν, ὕστερον δὲ δημοσιεύει, οὐ φιλοδοξῶν (ἄπαγε· ποῦ γὰρ θαυματουργίας πρόεισι φιλοδοξία;) ἀλλὰ καὶ τῆς γυναικὸς τὴν τῆς πίστεως πᾶσιν ἐπιδεικνὺς εὐκαρπίαν, καὶ τῶν παρόντων τοὺς μὲν εἰς θεογνωσίαν ἐπιστρέφων, τῶν δὲ τὴν ἀπόνοιαν καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν λόγων στηλιτεύων.
Εἶδον, φησί, τὴν ὄπισθεν ἁψαμένην· οὐ γάρ μοι μόνος ὁ ταῖς ὀφρύσιν ὀφθαλμὸς ὑποκαθήμενος καὶ τοῖς βλεφάροις σκεπτόμενος, ἀλλὰ καὶ ἕτερος ὁ γῆν ὁμοῦ καὶ θάλατταν ἐποπτεύων καὶ κτίσιν τὴν σύμπασαν. Σιγῇ δὲ πρόσεισιν ἡ γυνὴ δι᾽ εὐλάβειαν, καὶ οὐ λανθάνει. Ἀναγιγνώσκει γὰρ ὁ Θεὸς καὶ σιγώντων ἡμῶν τὸν ἑκάστου νοῦν, ὡς ἡμεῖς βιβλίον περιεχόμενοι.
Διὸ καὶ τῆς Μωσέως σιωπώσης γλώσσης τὸ τῆς καρδίας ἠκούετο βούλημα. Εἰ τὴν χάριν ὁ δοὺς ἐσιώπησε, τάχα ἂν οὐδ᾽ αὐτὴ τὴν χάριν λαβοῦσα ὠφελήθη, εἰς συντυχίαν τὸ δῶρον αἰχμαλωτίζουσα. Τοῦτο τὸ θαῦμα εἶδον μὲν ἄπειρον πλῆθος, τὸ Πνεῦμα δὲ τὸ ἅγιον πρὸ πολλῶν γενεῶν διὰ Μαλαχίου προεθέσπισεν· «Ἀνατελεῖ γὰρ ὑμῖν, φησι, τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», ἥλιον μὲν δικαιοσύνης τὸν Κύριον καλῶν, πτέρυγας δὲ τὰ τοῦ ἱματίου κράσπεδα.
Καταμάθωμεν τῆς ἰαθείσης γυναικὸς τὸ εὐχάριστον. Τῆς γὰρ Πενεάδος οὖσα πολιτείας (πολίχνη δὲ αὕτη τῆς Παλαιστίνης) ἀγάλματι χαλκῷ τὸν εὐεργέτην ἐτίμησε, τοῦτο γέρας οὐκ ἀνάξιον οἰηθεῖσα τῆς χάριτος. Καὶ χρόνος πολὺς ἐτήρει τὸ ξόανον, εἰς ἔλεγχον ἀκριβῆ τῶν τὸ ψεῦδος τολμώντων ἐπιφημίζειν τοῖς εὐαγγελισταῖς, καὶ οὐδὲν ἐκώλυε σῴζεσθαι τὸν ἀνδριάντα μέχρι νῦν καὶ δεικνύειν ἀμφότερα, καὶ τοῦ Θεοῦ τὸ θαυμάσιον καὶ τῆς εὐπαθούσης τὸ χαριστήριον, εἰ μὴ Μαξιμῖνος, ἐκεῖνος ὁ πρὸ τοῦ Κωνσταντίνου τῆς Ῥωμαίων ἄρξας βασιλείας, ἀνὴρ εἰδωλολάτρης καὶ δυσσεβὴς ἦν, καὶ ζηλοτυπῶν ἐν τῷ ἀγάλματι τὸν Χριστὸν ἀνείλετο τῆς πολίχνης τὸν χαλκόν, εἰ καὶ μὴ τὴν μνήμην τῶν γενομένων· ἰδοὺ γὰρ ὁ μὲν ἀνδριὰς οὐ φαίνεται, τὸ δὲ εὐαγγέλιον τὸ θαῦμα πανταχοῦ βοᾷ καὶ κηρύσσει, καὶ ἡ αἱμόρρους ἀπ᾽ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου λαλεῖται, καὶ συνέβη μάταιος πόνος τῷ δυσσεβεῖ ἡ τῆς αἰσθητῆς ὕλης κλοπή. Ὁ μὲν γὰρ χαλκὸς καὶ ἑστὼς καὶ φαινόμενος ἐσιώπα, ἄψυχον τῶν θαυμασίων ὑπόμνημα· ἡ δὲ φήμη μετὰ τοῦ λόγου παραλαβοῦσα τὸ ἔργον καθ᾽ ἡμέραν διατρέχει πόλεις καὶ κώμας, τὸν εὐεργέτην κηρύττουσα.
Ἀνεγνώσθη τοῦ μακαρίου 〈Λεοντίου〉, ἐπισκόπου Ἀραβισσοῦ, ἐκ τοῦ εἰς τὴν κτίσιν λόγου καὶ εἰς τὸν Λάζαρον. Τὸ παρὰ καιρὸν σιωπᾶν τὸ περὶ τοὺς λόγους μιμεῖται θρασύ· καὶ ὃν ἔχει ψόγον ὁ τοῖς χείλεσιν ἄστεγος, τοῦτον ἀποφέρεται καὶ ὁ δι᾽ ὄκνου σιγῶν. Στρατηγῶν ἔστιν ἀρίστων διὰ τῶν ἡττηθέντων ἐγείρειν τὸ κατὰ τοῦ ἀντιπάλου τρόπαιον, καὶ οἷς ἐκέχρητο βέλεσιν ὁ πολέμιος, τούτοις ἀναιρεῖν ἐκεῖνον. Ἵνα οὖν μὴ τὸ σιγᾶν ἁμαρτεῖν λογισθῇ, καὶ κινδυνεύσῃ τῆς ἑορτῆς τὸ κάλλος ἐν σαπρίᾳ σιωπῆς κἂν τολμηρὸν χείλεσιν ἀκαθάρτοις δεσποτικὰ προϊέναι μυστήρια, πρὸς τὸ παρὸν βλέπων καταθαρρήσω τὸν ὕμνον, τὸ λεῖπον εἰς ἀξίαν καταπιστεύων τῷ θαύματι· ὁ γὰρ τῆς τοῦ θανόντος ἀνασχόμενος δυσωδίας, ἵνα τῆς οἰκείας φιλανθρωπίας ἐπιδείξηται τὸ εὐῶδες, καὶ τὸ ἐμὸν στόμα τῷ τάφῳ συνεξανοίξει Λαζάρου, περικαθαίρων τὴν τοῦ βίου κηλῖδα ὡς ἐκείνου τὴν νέκρωσιν.
Ἐζωογόνει τὰ ὕδατα ἡ φωνή, ἔτικτεν ἡ ξηρά, καὶ συνουσίας ἄνευ ὁ τοκετὸς ἐπληθύνετο. Τί λέγεις, αἱρετικέ; Βλέπεις ἀντὶ καταβολῆς σπέρματος τὸ τοῦ Λόγου γινόμενον πρόσταγμα, καὶ πῶς ἀμφίβολον λέγεις τῆς παρθενικῆς γεννήσεως τὸ μυστήριον; Ἃ γὰρ νῦν σπέρματος ἄνευ οὐ τίκτεται, τούτοις ἡ φωνὴ τότε συνέτρεχε τοῦ καλοῦντος πρὸς γέννησιν, καὶ συλλήψεως τρόπον ὁ τῆς κελεύσεως ἐμιμεῖτο νόμος, καὶ διὰ μιᾶς φωνῆς ἐσαρκοῦτο τὰ πάντα.
Καὶ ὁ τότε σαρκώσας τὴν κτίσιν καὶ σπόρον ἀσπόρως χορηγήσας τοῖς πᾶσιν αὐτὸς ἀπὸ λογικῆς σαρκωθεὶς γῆς προῆλθεν ἀσπόρως, τὴν δὲ διὰ σαρκὸς φυτευθεῖσαν τοῦ θανάτου ῥίζαν τῇ δρεπάνῃ τῆς παρθενικῆς ἐκκόπτων γεννήσεως.
Ἐν παραδείσῳ θέμενος ὁ πλάσας τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάττειν προσέταξεν, ἵνα μὴ τῇ ῥᾳθυμίᾳ δεδωκὼς τῆς ἐξουσίας τὸ ἕτοιμον ἀφύλακτος γένηται πρὸς ἐπιβουλήν, φθόνου πρόσοδον τοῦ Θεοῦ ποιούμενος τὰ χαρίσματα.
Ταῦτα ἰδὼν ὁ τοῖς ἡμετέροις βασκαίνων ἀεὶ καλοῖς ἀπροφάσιστον καθ᾽ ἡμῶν ἔχθραν ἀνελάμβανε. Φιλεῖ γὰρ τῶν βασκάνων ἡ φύσις πολεμεῖν ἀναιτίως, ἐξ ἑαυτῆς σπερματίζουσα τῆς κακίας τὴν ὕλην, καὶ τὴν κατὰ πρόφασιν μάχην ὡς ἐφύβριστον παραιτεῖται, ἀσθενείας ταύτην λογιζομένη ὑπάρχειν ἔλεγχον.
Ῥιφεὶς δὲ τῶν ἄνω ὁ ἐχθρὸς ἐπολέμει τοῖς κάτω, βασιλείαν ἐκδικῶν μετὰ πτῶσιν, ἣν ἔχειν ἑστὼς οὐκ ἠδύνατο. Καὶ κατὰ τῆς Εὔας ἐστρατοπέδευε, βέλεσιν αὐτὴν κατατοξεύων ἀπάτης, καὶ ἔπληττεν ἀνωδύνως, ὡς ξίφει χρώμενος τῇ ἐκείνης προθέσει, κἀκείνην λαμβάνων τῆς οἰκείας ἀναιρέσεως ὑπουργόν. Ὅθεν, ἐπειδὴ τὴν σφαγὴν ἀναίμακτον ἐπετέλει, οὐδὲ φονευτὴς ἐνομίζετο, ἀλλ᾽ ὡς ἀγαθὸς σύμβουλος ἐπιστεύετο, τῇ ἁπαλότητι τῆς μαχαίρας μαλακύνων τὰ τραύματα καὶ γλυκείαν δεικνὺς τῆς ἀλγηδόνος τὴν αἴσθησιν.
Ἡ δὲ διὰ χειρὸς ἀπειθοῦς ἀποστασίας γράφουσα νόμον, ἐτρύγα καρπὸν ὡραϊζόμενον παραβάσει καὶ τῇ ἀκμῇ πεπαινόμενον τοῦ θανάτου. Τῆς Εὔας προπετῶς γευσαμένης τοῦ ξύλου, αὐτὸς τὸν ἐκείνης ὀρεγόμενος ὄλεθρον ἄπεπτον εἶχε τῆς κακίας τὴν βρῶσιν, καὶ λιμῷ τῆς τηκομένης τρεφόμενος καὶ τὴν ἐκείνης ἐνδυόμενος γύμνωσιν, πορφυρίδα βασιλικὴν τὰ τῆς συκῆς ἐλογίζετο φύλλα. Εἶδεν ἄνωθεν τὴν ἀδικίαν ὁ Θεός, καὶ παριδεῖν οὐκ ἠνέσχετο, τὴν ὕβριν τοῦ πρώτου πλάσματος ἑαυτοῦ λογιζόμενος. Καὶ κάτεισι δικάσων, κἂν πρὸς τὴν δίκην οὐκ ἐθάρρουν ἐλθεῖν οἱ ὑπεύθυνοι, φυγάδες γινόμενοι καὶ τοῖς φθασάσι προστιθέντες καὶ ἄλλο πλημμέλημα. Τοπικὴν ἐλογίζοντο τοῦ Θεοῦ τὴν ἐπίσκεψιν. «Ἀδὰμ ποῦ εἶ;» οὐκ ὀργιζομένου ἀλλ᾽ ἐλεοῦντος ἡ φωνή· οὐκ ἀποστρεφομένου ἀλλ᾽ ἐλεοῦντος ἡ κλῆσις. Παρηλλαγμένον βλέπω τῆς βασιλείας τὸ σχῆμα, ἐνηλλαγμένην τῆς ἀξίας τὴν τάξιν. «Ποῦ εἰ; {—} Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος, καὶ ἐκρύβην. Ἤρκεσέ μοι πρὸς δειλίαν τῶν ποδῶν ἡ φωνή»· τοιούτου γὰρ δικαστοῦ ὅλα φωνὴν ἔχει τὰ μέλη, ὅταν πρὸς ὑπεύθυνον ἔχῃ τοιοῦτον. Οὐκ ἔχω παρρησίαν φωνῆς. Δέξαι τὸν φόβον καὶ τὸ ἐμὸν βεβαιοῦντα πλημμέλημα καὶ τῆς σῆς γινόμενον δικαιοκρισίας συνήγορον.
Νικῶσαν ἔδειξα δραπετεύσας τὴν ψῆφον· ἀπεγύμνωσα τῇ φυγῇ τὰ ἐγκλήματα, ἀσυνηγόρητα δείξας τὰ πταίσματα. «Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκε, καὶ ἔφαγον». Ἔσχε φιλάνθρωπον δικαστήν, καὶ εὗρε πρόφασιν συμπαθῆ. Ἐπὶ τὸ ἀσθενὲς καταφεύγει τῆς Εὔας, ὑπεκλύων τοῦ δικαστοῦ τὴν ἐπίτασιν. Ὦ μακροθύμου δικαστοῦ; Ἀφῆκεν ὅλον εἰς τὸν ὄφιν συναχθῆναι τὸ αἴτιον, ἵνα κουφότερον καταστήσῃ τοῖς ἐπιβουλευθεῖσι τὸ ἔγκλημα. «Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς» ὡς κατὰ πάσης ἐκζέσας τὴν ἀδικίαν τῆς κτίσεως. Οὐρανοὺς ἐνυβρίσας, τῷ ἰῷ ῥυπώσας τοῦ φθόνου. Ἀγγέλους ἐλύπησας τῇ ἀποστασίᾳ, νομίζων ἐλαττοῦν τῶν ὑμνολόγων τὸ μέτρον, οὐκ εἰδὼς ὅτι τῷ χωρισμῷ τοῦ χείρονος πλεονάζει τὸ κρεῖττον. «Πληθύνων πληθυνῶ τὰς λύπας σου» καὶ ἑξῆς. Βαβαὶ τῆς δεσποτικῆς συμπαθείας, ἀγανάκτησις φιλανθρωπίαν ὑπερβαίνουσα νόμου λύπας ὁρίζει καὶ στεναγμούς, ἵνα ταύταις ἐγκαρτεροῦσα τὸν ἐκ τῆς τέρψεως ἀποδύσηται θάνατον.
Πλατύτητα γένους ἀπειλῶν εὐαγγελίζεται· προσθήκην διαδοχῆς ὑπισχνεῖται λυπούμενος· μητέρα κοσμοῦ χειροτονεῖ ὀργιζόμενος εἰς προκοπὴν ἄγων τὴν πταίσασαν. «Ἐν λύπαις τέξῃ τέκνα». Διὰ γαστρὸς παιδεύει, δι᾽ ἧς προῆλθεν εἰς ὄλισθον. Ἡ τὸν κεκωλυμένον ὑποδεξαμένη καρπὸν αὐτὴ μαστιζέσθω τοῖς τοῦ τόκου πόνοις, καὶ τῆς προπετοῦς ἐπιθυμίας τὴν βλάβην συστέλλουσα, καὶ τὴν πλατύτητα τοῦ γένους ἀντιτιθεῖσα τῷ ὄφει, καὶ διὰ πολλῶν καταβάλλουσα τὸν δι᾽ ἑνὸς καυχησάμενον. Λυπουμένη τίκτε σωφρόνως, ἐπειδὴ χαίρουσα τέτοκας ἀσυμφόρως. «Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου». Ὑπεξούσιον τὴν Εὔαν ποιεῖ τῷ ἀνδρί· τὸ γὰρ ἄναρχον ἀνώφελες τοῖς ἐξ ἑαυτῶν σωφρονεῖν οὐκ εἰδόσι. «Καὶ αὐτός σου κυριεύσει».
Δέχου τὸν ἄνδρα κύριον καὶ μὴ τὸν ὄφιν δεσπότην, ἐκεῖθεν ὁδηγουμένη πρὸς κρείττονα βίον, ὅθεν ληφθεῖσα προῆλθες εἰς γένεσιν. «Καὶ τῷ Ἀδὰμ εἶπε» καὶ ἑξῆς. Ἄλλη φιλανθρωπίας ἀπόδειξις, τῆς προτέρας νικῶσα τὸν ἔπαινον· θυμὸς πατρικῆς γέμων στοργῆς, ἀπειλὴ μιμουμένη παράκλησιν. Ἔδει μέν σε, φησίν, ἐμοὶ πειθαρχοῦντα μὴ δέξασθαι γυναικὸς συμβουλήν, μηδὲ τὸν ὑπὸ τῆς ἐμῆς χειρὸς γραφέντα νόμον δακτύλοις ἀπαλεῖψαι τῆς Εὔας· ἐπεὶ δὲ σχέσει γυναίου ἄσχετον ἔσχες τοῦ κακοῦ τὴν ὁρμήν, δέχου νόμον τοῖς σοῖς ἁρμόζοντα πταίσμασιν. «Ἐπικατάρατος ἡ γῆ». Ὁ Ἀδὰμ ἥμαρτε, καὶ ἡ γῆ τὴν δίκην εἰσπράττεται. Ἐκεῖθεν ἀρχὴν δέχεται ἡ παιδεία, ὅθεν ἐβλάστησε τῆς ἀπάτης τὸ αἴτιον.
Ἐπειδὴ τοῖς φυτοῖς ἐφαλλόμενος τῶν ἐμῶν ἀπεσκίρτησας ἐντολῶν, ἀκάνθαις ἔσο συνεχόμενος καὶ τριβόλοις. Σοφῶν ἔστιν ἰατρῶν τῆς νόσου τὴν ὕλην εἰς φάρμακον μετασκευάζειν ὑγείας, καὶ τὰ νομιζόμενα βλάπτειν ἐπωφελῆ δεικνύειν τοῖς κάμνουσι.
Πολυσχιδὴς ἡ τοῦ ὄφεως γλῶσσα, ἀκάνθας καὶ τριβόλους μιμουμένη, ἀπὸ μιᾶς φυῆς εἰς τρία διαιρουμένη κέντρα. Ταύτην ἔλαβεν εἰς συμμαχίαν ὁ βάσκανος ὡς πρὸς αὐτὴν μαχόμενος τὴν Τριάδα, καὶ διὰ μιᾶς τοῦ Ἀδὰμ εἰκόνος ὅλον τῆς θεότητος ἐνυβρίζων τὸ πλήρωμα.
Ὅθεν, ἐπειδὴ ταύτῃ πεισθεὶς ἠπείθει Θεῷ, διὰ τῶν ὁμοίων δέχεται τὴν παιδείαν, ἵνα ταύτῃ λυπούμενος χαλεπαίνῃ τῷ ὄφει, ἀκατόρθωτον ἔχων τὴν πρὸς ἐκεῖνον φιλίαν. Ἔβλεπε νοσοῦσαν τὴν κτίσιν ἀνίατα, ἑνὶ κρατουμένην ἀσεβείας συνθήματι, καὶ τρόπον οὐκ εἶναι διορθώσεως ἕτερον, εἰ μὴ φθάσας ὁ φύσεις καὶ γνώμας θεραπεύων τὴν ἰατρείαν παράσχοι τοῖς κάμνουσι, τότε θεραπεύειν εἰδώς, ὅταν ὅλην λάβῃ τὴν ὑγείαν ἡ νόσος. Διὸ ἔλεγε· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι» καὶ πολλὰ τοιαῦτα.
Ἐμιμήσατο Ἰωάννην ὁ Λάζαρος· ἐκεῖνος ἐν τῇ κοιλίᾳ τῆς τεκούσης ἐσκίρτα, τῆς πλάνης ἀγαλλόμενος τὴν κατάλυσιν, καὶ οὗτος ὡς ἐν μήτρᾳ τῷ τάφῳ τῶν πλανηθέντων ἐχόρευε τὴν ἀνάκλησιν. Καὶ διπλῆν εἶχε τάξιν τὸ θαῦμα, καὶ τὴν δεσποτικὴν μεγαλύνουσαν χεῖρα, καὶ τὴν τῶν Ἑβραίων ἀμβλύνουσαν γλῶσσαν. Ὁ νεκρὸς ἐπειθάρχει, καὶ οἱ ζῶντες ἠπείθουν. Ἐβλασφήμουν τὸν Ἅιδην ὡς προδεδωκότα τὸν Λάζαρον, ἐλοιδόρουν τὸν Χριστὸν ὡς καινοτομοῦντα τὴν ἔγερσιν. Θεολογίαν εἶχεν ὁ τῶν παίδων ὕμνος· προφητείαν ἐλάλουν· ἕνα καὶ τὸν αὐτὸν ὡμολόγουν τῶν ἄνω καὶ τῶν κάτω, καὶ χωρισμὸν οὐκ εἶχεν ὁ τόπος. Βάϊα φοινίκων ἐκράτουν, οὐ φοίνικας· οὔπω γὰρ τὴν ἀκαρπίαν παρελθόντες τοῦ νόμου τῶν τῆς χάριτος ἀπεγεύσαντο γλυκασμάτων, ἐπειδὴ Χριστὸς οὔπω τὴν πικρὰν τοῦ ὄφεως ἀναρριζώσας φυτείαν τὸν τῆς ἀφθαρσίας ἐγεώργησε γλυκασμόν.
Ἀνεγνώσθη ἐκ τῶν τοῦ μακαρίου 〈Θεοδωρήτου〉 λόγων, οὓς εἰς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν Χρυσόστομον συνετάξατο· ὧν ἡμεῖς πέντε τέως εἴδομεν, ἐξ ὧν καί τινας ἐκλογὰς τὰς ὑποτεταγμένας παρεγραψάμεθα. Ὅτι τῶν πέντε λόγων ὁ πρῶτος ἄλλον πρὸ αὑτοῦ δοκεῖ διαδέχεσθαι ἢ μέρος αὐτοῦ εἶναι. Πλὴν διαλαμβάνει ὅθεν τε μετάκλητος εἰς Κωνσταντινούπολιν ἧκε, καὶ ὅπως αὐτῆς ἀρχιερεὺς κατέστη, καὶ ὡς τὴν ἱερωσύνην καὶ ἀρχιερωσύνην εἰς τὸν ἀρχαῖον κόσμον ἐπανάγειν ἐπειρᾶτο σπουδῇ πάσῃ· καὶ ὅσα πρὸς Γαϊνᾶν τοῦτο μὲν ὁ γενναῖος ἐπιστομίζων Ἰωάννης, τοῦτο δὲ ὑπὲρ τῶν κοινῶν τῆς πολιτείας διαπρεσβευόμενος πραγμάτων διεπράξατο· καὶ ὡς φθόνος αὐτῷ τὴν ὑπερορίαν ἐψηφίσατο· καί τινα τῶν μέχρι τέλους ἱστορῶν τῷ θεσπεσίῳ ἀνδρὶ διηνυσμένων, τὰ πολλὰ, μᾶλλον δὲ τὰ πλεῖστα παρατρέχει.
Ὁ δὲ ἐφεξῆς λόγος ἐπαίνους τινὰς ὀλιγοστίχους, καὶ αὐτὸς ὀλιγόστιχος ὤν, διαπεραίνει, ἀρχόμενος ὧδε· «Πάλιν ἡμῖν τὸ Ἰωάννου μνημόσυνον». Ὁ δὲ μετὰ τοῦτον ἐγκωμίων μὲν καὶ αὐτὸς ὑπέρχεται νόμους, διαφέρει δὲ τῶν πρὸ αὐτοῦ τῇ καλλονῇ τῶν τε ῥημάτων καὶ τῶν νοημάτων. Προοιμιάζεται δὲ οὕτω· «Πολυστόμου τὴν παροῦσαν ὑπόθεσιν σάλπιγγος δεομένην ἐν παιδικῇ νῦν ὁρῶ κινδυνεύουσαν γλώττῃ, καὶ κάλλος ἀθλητοῦ μυρίαις συγγραφόμενον τέχναις ἀσθενεῖ νῦν εἰς γραφὴν ἐμοὶ τεχνίτῃ προκείμενον». Τὸ μὲν προοίμιον τοιοῦτον.
Ἄλλος αὐτὸν ἕλκει βοηθὸν ἁρπαζόμενος, ἄλλος καλεῖ δικαζόμενος σύνδικον· ἄλλος πεινῶν ὑπὲρ τροφῆς ἱκετεύει, γυμνὸς ὑπὲρ ἐνδύματος· ἄλλος αὐτὸν ἀποδύει· ἄλλος πενθῶν εἰς παράκλησιν δεῖται· δεσμῶν ἕτερος ἀπολυθῆναι βοᾷ. Ἕλκει τις αὐτὸν ἄλλος πρὸς νόσων ἐπίσκεψιν· ξένος αἰτεῖ καταγώγιον· ἕτερος παραστὰς χρέος ὀδύρεται· ἄλλος ἐπόπτην καὶ διαλλάκτην τῶν κατ᾽ οἶκον μεταπέμπεται στάσεων. Οὐδὲ δοῦλος πρὸς ἄλλον καταφεύγει, δεσπότου πικρὰν ὀλοφυρόμενος ἀγανάκτησιν. Χήρα βοᾷ τὸ ἐλέησον· ἄλλη τὴν ὀρφανίαν ὀδύρεται. Μυρίαι τῷ πατρὶ καθ᾽ ἑκάστην πρὸς ἑκάστους ὑπὲρ ἑκάστου τροπαί. Ἁρπάζεταί τις καὶ συνήγορος ὁ πατήρ· λιμὸς ἐνοχλεῖ, καὶ τροφεὺς ἐκ συνηγόρου γίνεται· νοσεῖ τις, καὶ εἰς ἰατρὸν ὁ τροφεὺς μεταβάλλεται· πένθει τις περιπέπτωκε, καὶ ὁ νοσοκόμος εὑρίσκεται παραμύθιον· ξένων ἐπέστη φροντίς, καὶ ξενοδόχος ὁ πάντα γεγονὼς ἀναδείκνυται. Καὶ τί χρὴ καθ᾽ ἕκαστον λέγειν, ὅσα χρόνου μέρη τὸν ἐκείνου βίον διεμέτρησεν, ἵνα μὴ τὴν ἀρχιερωσύνην μόνην λέγω, τοσαύτη τοὺς ἀνθρώπους ἔργων σωτηρίων ποικιλία προϊοῦσα, οὐ διέλιπεν.
Ὦ στρατιώτου καὶ μετὰ τελευτὴν ἀριστέως; ὦ λυπηροῦ τοῖς ἐχθροῖς καὶ μετὰ τάφον ὁπλίτου; ὦ παναρμονίου λύρας, τελευτῇ λελυμένης; ὦ δικαστηρίων τηλικοῦτον ῥυθμιστὴν ἐζημιωμένων; ὦ σωτηρίου τοῖς ἀνθρώποις εἰς οὐρανὸν ἀναρπασθείσης σαγήνης; ὦ δένδρου πρὸς οὐρανὸν καὶ γῆς μερισθέντος, καὶ τῇ μὲν τὸ σῶμα τῷ δὲ τὴν ψυχὴν παρασχόντος;
Ἐν τάφῳ τὸ τῆς ἐκκλησίας συγκέκλεισται στόμα. Οἷος εὐσεβείας ἐξ ἀνθρώπων ὀφθαλμὸς ἀνηρπάσθη; Οὐ τέθνηκας, ὦ μακάριε πάτερ, ἀλλ᾽ ὡς ἥλιος ἔδυς. Οὐχ ὡς ἀποθανόντος ἀλγοῦμεν, ἀλλ᾽ ὡς ἡμῖν κεκρυμμένου· οὐχ ὡς τεθνεῶτα ζητοῦμεν, ἀλλ᾽ ὡς εἰς οὐρανοὺς μεταστάντα. Ἀλλὰ τοιαῦτα μὲν καὶ ὁ τρίτος λόγος.
Ἐγκωμιαστικοῦ δὲ τύπον καὶ ὁ τέταρτος διασῴζει, ἐκ τοῦ δεῖν τιμᾶν πατέρας τῶν ἐπαίνων ἀπαρχόμενος· οὗ ἐστι καὶ ταῦτα. Τούτων τῶν ποιμένων εἷς καὶ ὁ Ἰωάννης, ἡ ἄκακος σύνεσις, ὁ πολυόμματος νοῦς, τῆς εὐαγγελικῆς ἐμπειρίας ἡ βίβλος, ὁ κηροῦ πρὸς διαλλαγὰς εὐπλαστότερος, τὸ πρὸς χαρίσματα πέλαγος, ὁ πρὸς δόλους πολεμούντων ἀκέραιος, τῆς ἐκκλησίας ὁ περίβολος. Οὐδεὶς ὑποκρίσεως αὐτὸν διελάνθανεν ὄφις. Πόθεν σοι βούλει δείξωμεν τὸν Ἰωάννην πολύτιμον;
Ἐκ φιλοξενίας; Καὶ τίς Ἰωάννου φιλοξενώτερος; Ἐκ τῆς ἐν προστασίαις στερρότητος; Καὶ τίς αὐτὸν δυναστεία κατῄδεσεν; Ἐκ τῆς περὶ τὴν ἐκκλησίαν σπουδῆς; Καὶ τίνος ἡ τῆς ψαλμῳδίας τῶν δημοτικῶν ταγμάτων μέχρι νῦν εὐρυθμία; Ἀλλὰ τοιαῦτα μὲν καὶ οὗτος ὁ λόγος.
Ὁ δ᾽ ἐφεξῆς τοὺς αὐτοὺς μὲν τῶν ἐγκωμίων πλέκει στεφάνους, λαμπρότερον δέ πως τὴν τῶν νοημάτων ἰσχὺν ἀπαγγέλλει. Ἐοίκασι δ᾽ οὗτοι πάντες οἱ πέντε λόγοι μετὰ τὴν ἀπὸ τῆς ὑπερορίας ἀνακομιδὴν συντετάχθαι.
Τοῦ δὲ νῦν λόγου μέρος εἰσὶν αἱ περικοπαὶ τῶν ὑποκειμένων ῥημάτων. Χρῆσον ἡμῖν, ὦ πάτερ, τὴν λύραν τὴν σήν· τὸ σὸν εἰς τὴν σὴν εὐφημίαν δάνεισον πλῆκτρον. Εἰ γὰρ καὶ αἱ χεῖρες ἐλύθησαν τῷ νόμῳ τῆς φύσεως, ἀλλ᾽ ἡ λύρα διὰ πάσης τῆς οἰκουμένης ἠχεῖ τῷ δώρῳ τῆς χάριτος. Ἐκείνης ἡμῖν τῆς ἀθανάτου γλώττης μετάδος· μόνη γὰρ ἡ σὴ γλῶττα τῶν σῶν κατορθωμάτων ἀξία. Διὰ ταῦτα Ἰωάννης Ἰωάννην ἀπείληφεν, ὁ πεπαρρησιασμένος τὸν ζηλωτὴν, ὁ μετὰ θάνατον ἐλέγχων τὸν κηρύττοντα μετὰ θάνατον, ὁ τῆς ἐρήμου πολίτης τὸν πάσης πόλεως σωφρονιστήν.
Ἔχεις καὶ ἄλλην πρὸς τοὺς ἀποστόλους συγγένειαν. Πρῶτος παρὰ τοῖς ἁμαξοβίοις Σκύθαις θυσιαστήρια ἔπηξας· καὶ μόλις τῶν ἵππων ἀποπηδήσας ὁ βάρβαρος ἔμαθε γόνυ κάμπτειν καὶ εἰς ἔδαφος ἐξαπλοῦσθαι. Καὶ ὁ τοῖς τῶν αἰχμαλώτων δάκρυσι μὴ καμπτόμενος ἔμαθεν ὑπὲρ ἁμαρτημάτων δακρύειν. Ναὶ μὴν καὶ τὸν τοξότην Πέρσην ἀντετόξευσας τῷ κηρύγματι, καὶ σιδηροφοροῦντες προσκυνοῦσιν ἐκεῖνοι τὸν σταυρωθέντα· ἐνίκησεν ἡ σὴ γλῶττα Χαλδαίων καὶ μάγων μαγγανευτήρια, καὶ ἡ κεχερσωμένη Περσὶς εὐκτηρίους οἴκους ἐβλάστησεν. Οὐκέτι τῆς εὐσεβοῦς θρησκείας τὰ Βαβυλῶνος ἀλλότρια.
Ταῦτα σε τοῖς ἀποστόλοις συνέταξεν. Ἔτι παρ᾽ ἡμῖν τὰ σπέρματα τῆς σῆς γλώττης ἀνθεῖ· κἂν Ἰωάννην τις ὀνομάσῃ, πολὺς ὁ ἦχος ἐκκρούεται. Ἡ γὰρ ἐκκλησιαστικὴ λύρα τὸ ἀρχαῖον πλῆκτρον ἐπιγινώσκει, καὶ ἀντὶ δακτύλων ἀρκοῦσιν αἱ τοῦ σοῦ ὀνόματος συλλαβαί.
Ἔβλεπεν ἡ βασιλὶς πόλις τὰ ἐκ Σηρῶν ὑφάσματα, καὶ διέπτυεν· ἐθεώρει τοὺς ἐξ Ἰνδῶν λίθους, καὶ κατεφρόνει· οὐδὲ τῆς Τύρου τὸ ἁλουργὲς αὐτὴν ἔτερπεν ἄνθος. Πηλίνην ἐπόθει γλῶτταν, ἀθάνατα διδασκαλίας προχέουσαν νάματα. Εἶδέ σε καὶ Ἔφεσος ἡ ἀρχαία, καὶ νέον Ἰωάννην προσεῖπεν. Εἶδε, καὶ εὐαγγελικῆς ὑπεμνήσθη βροντῆς. Ἐντεῦθεν, ἀγαπητοί, τὸ ῥεῦμα τοῦ λόγου τραχύνεται· ἀλλὰ μὴ φύγωμεν τὴν τραχύτητα, τῆς εἰρήνης λοιπὸν ὁδοποιούσης τῷ ῥεύματι.
Εἰ γάρ τι πρὸς τοὺς σοὺς ναύτας, ὦ πάτερ, ἀγανακτεῖς, εἴ τι πρὸς τοὺς συμπεπλευκότας λυπῇ, ἐννόησον ὅτι χειμὼν καὶ κλύδων καὶ θάλασσα βρασσομένη ἠνάγκασεν αὐτοὺς καὶ ἄκοντας τὸν Ἰωνᾶν προσρῖψαι τοῖς κύμασιν.
Οὐκ ἐκείνων μῖσος ἀλλὰ σὸν γυμνάσιον τὸ συμβάν· οὐκ ἐκείνων πόλεμος ἀλλὰ σὸς ἀγὼν τὰ γενόμενα. Οὐκ ἐκεῖνοι τῆς ἀδελφικῆς ἀπηνέχθησαν ψήφου, ἀλλ᾽ ἔδει καὶ σὲ τὸν δίαυλον τῶν μαρτύρων δραμεῖν. Ἀπόρρητός τις οἰκονομία σκάμμα σοι καὶ δίαυλον ηὐτρέπισε. Πάντως ἐρρέθη καὶ περὶ σοῦ πρὸς τὸν κοινὸν ἀντίπαλον τῆς ἀνθρωπότητος «Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰωάννου;» καὶ ἑξῆς.
Ἐχρεωστεῖτο τῷ λαμπρῷ βίῳ καὶ ἡ λαμπρὰ τελευτή. Ἐπάλαιε μὲν τῷ Ἰὼβ ὁ διάβολος, ἐδόκουν δὲ προσκρούειν οἱ φίλοι· διὰ τοῦτο ὕστερον ὁ Θεὸς ἐξιᾶται τοὺς φίλους, καὶ τοῖς φίλοις φίλον τὸν Ἰὼβ ἀποδίδωσι. Τοῦτο καὶ νῦν ὥσπερ αἰσθάνομαι γεγονός, ὦ πάτερ· καὶ τὰς δεξιὰς τῶν πατέρων ἀλλήλαις συνεφαπτομένας φαντάζομαι. Ἀπέλαβεν Ἰὼβ πολυπλασιασθέντα τὰ κτήματα· ἀπέλαβες καὶ σὺ μετὰ προσθήκης τὴν παρὰ πάντων τιμήν.
Τοῦτον τὸν ἔσχατον λόγον ἡ ἐπιγραφὴ ἐν τῷ ἀποστολείῳ εἰρῆσθαι λέγει· τὸ δὲ προοίμιον αἰνίττεται ὡς ἄλλων προειπόντων ὁ συγγραφεὺς μετ᾽ ἐκείνους δημηγορεῖ. Ἔχει γὰρ οὕτως· «Ἐπειδὴ κἀμὲ πρὸς τὸ λέγειν ὁ κύκλος ἀνίστησιν, ἐπειδὴ τὸ σύνθημα πρὸς τὴν κοινὴν χορείαν ἐγείρει, ἐπειδὴ δεῖ κἀμὲ πρὸς εὐφημίαν πατρικὴν ἀνακρούσασθαι μέλος, καὶ πολλοὶ μὲν οἱ τὸ ὄφλημα τὸ ἀπαραίτητον ἀπαιτοῦντες, παρ᾽ ἡμῖν δὲ οὐδὲν τῆς πατρικῆς ἐφάμιλλον ἀρετῆς, χρῆσον ἡμῖν, ὦ πάτερ Ἰωάννη, τὴν λύραν τὴν σήν».
Ἀνεγνώσθη 〈Ἰωάννου τοῦ Χρυσοστόμου〉 ἐκ τοῦ ἐγκωμίου εἰς τοὺς ἁγίους μʹ μάρτυρας. Ἐγκωμιάζονται μάρτυρες οὐχ ἵνα αὐτοὶ τὸν ἔπαινον λάβωσιν, ἀλλ᾽ ἵνα ἡμεῖς διὰ τῶν ἐπαίνων διαναστῶμεν πρὸς τὴν μίμησιν. Ἐθλίβησαν καὶ δίκαιοι καὶ ἄδικοι, ἀλλ᾽ οἱ μὲν εἰς γυμνάσιον δικαιοσύνης, οἱ δὲ εἰς ἔλεγχον ἁμαρτίας. Διὰ τοῦτο τὰ μὲν τῶν δικαίων πάθη θλίψεις ἡ γραφὴ καλεῖ, τὰ δὲ τῶν ἁμαρτωλῶν μάστιγας. «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν ὅτι βλέπουσι», ἀντὶ τοῦ ὅτι καταμανθάνουσιν. Εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν ἦν ὁ μακαρισμός, καὶ οἱ Ἰουδαῖοι τὸν Σωτῆρα ὀφθαλμοῖς ἰδόντες ἐμακαρίζοντο ἄν. Καὶ γὰρ τὸ βλέπειν παρὰ τῇ γραφῇ τὸ τῷ νοερῷ τῆς ψυχῆς ὄμματι καταλαμβάνεσθαι δηλοῖ, καὶ τὸ τὰ βάθη καθορᾶν τῆς ἀληθείας. Διὰ τοῦτο καὶ ἐν τοῖς ἀρχαίοις τοὺς προφήτας βλέποντας ἐκάλουν. Μακαρίζει τοίνυν ὁ Σωτὴρ τὰ ὄργανα τῆς ἀρετῆς, κἂν τοῦ σώματος ᾖ, ὀφθαλμοὺς καλῶς βλέποντας καὶ ὦτα διακριτικῶς ἀκούοντα.
Δεῖ γὰρ ἀκούσαντα νοῆσαι καὶ νοήσαντα ὑπακοῦσαι κατὰ τὸ γεγραμμένον «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου» ἀντὶ τοῦ ὑπάκουσον, νόησον. Ὥσπερ δεξαμενὴ σωλῆνι προσκέκλιται ῥέοντι, οὕτως ἡ ἀκοὴ τοῦ δικαίου προσκέκλιται τοῦ θείου νόμου τοῖς νάμασι. «Κλινῶ γὰρ εἰς παραβολὴν τὸ οὖς μου». Διὰ τί κλινῶ; Ἐπειδὴ πᾶσα ὑδρία δεχομένη ὕδωρ κεκλιμένῳ τῷ σχήματι δέχεται, διὰ τοῦτο καὶ πᾶσα ἀκοή, δεχομένη τοῦ θείου λόγου τὰ ῥεύματα, προσκεκλίσθαι τούτοις λέγεται.
Μακαρίζω τὰς τῶν μαρτύρων πλευράς, αἳ τὴν τῆς εὐσεβείας πλευρὰν ἀήττητον ξεόμεναι ἔδειξαν, τὴν εὐσεβείαν μὴ ἀποσμήξασαι· καὶ γὰρ ἐπλήττοντο ὡς ἐπίπαν τὰς πλευράς, ἐπειδὴ ἀπὸ πλευρᾶς ἡ ἁμαρτία ἐβλάστησεν. Ἁμαρτία δὲ οὐχ ἡ γυνή· Θεοῦ γὰρ πλάσμα καὶ αὐτή· ἀλλ᾽ ὅτι δι᾽ ἐκείνης ὁδὸν εὗρεν ἡ παράβασις. Ξέονται οὖν οἱ μάρτυρες τὰς πλευράς, ἐξ ὧν ἐπήγασεν ἡ ἁμαρτία. Καὶ ὁ Σωτὴρ δὲ διὰ τοῦτο κατὰ τὰς πλευρὰς ἐδέξατο τὴν λόγχην, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα, τοῦ κόσμου καθάρσιον καὶ τῆς παλαιᾶς ἐκείνης πληγῆς ἀλεξιτήριον.
Ὥσπερ δὲ μέλη δικαίων ἐγκωμιάζονται κατὰ μέρος, οὕτω καὶ μέλη ἀσεβῶν στηλιτεύονται καὶ ταλανίζονται κατὰ μέρος. «Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσῃ με». Ποὺς ὑπερηφανίας ἡ ὁδὸς τῆς ὑπερηφανίας, χεὶρ δ᾽ ἡ πρᾶξις, οἷον μήτε πρᾶξις ἁμαρτίας μήτε τρίβος προσέλθῃ μοι, μηδὲ προκοπή.
Διὸ καὶ Μωϋσῆς οὖς τὸ δεξιὸν τοῦ ἱερέως αἵματι τοῦ ἀμνοῦ χρίει, καὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ τοῦ δεξιοῦ ποδός, τὸ μὲν ὡς δοχεῖον τοῦ θείου λόγου μέλλον ἔσεσθαι, τὴν δὲ ὡς πράξεως δηλωτικήν, τὸν πόδα δὲ ὡς προκοπῆς τῆς ἐπ᾽ ἀρετὴν καὶ τελειώσεως σύμβολον.
Δύο ἐργάζεται ἡ πηγὴ τοῦ εὐαγγελίου, καθαίρει καὶ ποτίζει, ποτίζει μὲν τὰς διψώσας, καθαίρει δὲ τὰς ῥυπώσας ψυχάς. «Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς» ἐν τοῖς εὐαγγελίοις ἅπαξ εἴρηται, ὡς ἐνταῦθα, ἡ πολὺς φωνή, καὶ ἐν τῇ παλαιᾷ ἅπαξ πρὸς τὸν Ἀβραάμ, μετὰ τὴν κοπὴν τῶν βασιλέων καὶ τὴν ἀνάρρυσιν τῶν αἰχμαλώτων, καὶ μετὰ τὸ μὴ καταδέξασθαι μισθὸν λαβεῖν τῶν πόνων καὶ τῆς κατὰ τῶν αἰχμαλωτισάντων νίκης. Τότε γάρ φησι πρὸς αὐτὸν ὁ Θεός· «Μὴ φοβοῦ, Ἀβραάμ, ὁ μισθός σου πολὺς ἔσται σφόδρα». Κατὰ λέξιν δὲ ἅπαξ καὶ ἅπαξ τὸ πολὺς εἴρηται, κατὰ δὲ τὸ σημαινόμενον καὶ πολλάκις. Καὶ γὰρ ὁ Δαβίδ φησιν· «Ἀνταπόδοσις πολλή» ἀντὶ τοῦ μισθὸς πολύς, καὶ ἀλλαχοῦ. Ὅταν δὲ Θεὸς εἴπη «Πολὺς ὁ μισθός», ἐννοήσας τὸν ἀπαγγελλόμενον ἐννόει καὶ τὸν ἄφατον λόγον τοῦ πολύς. Ἄλλο γάρ ἐστιν εἰπεῖν ἀγρότῃ πολύν, καὶ ἄλλο πολίτῃ· μεῖζον δ᾽ ἀμφοῖν τοῦ στρατηγοῦ τὸ πολύ· τὸ δὲ παρὰ τῷ βασιλεῖ πολὺ μυριοπλάσιον τῶν παρ᾽ ἄλλοις· τὸ δὲ παρὰ Θεῷ πολὺ ποσαπλάσιον ἂν συμπάντων εἴη, οὐδ᾽ ἐστὶ ῥητόν. Πολὺς οὖν ὁ μισθὸς τῶν μαρτύρων, τῶν ἀδίκως διωκομένων, τῶν συκοφαντουμένων ἕνεκα Θεοῦ, τῶν θλιβομένων, καὶ τῶν ἀνθρωπίνης δόξης ὥσπερ ὁ Ἀβραὰμ καταπατούντων.
Καὶ γὰρ ἐκεῖνος τὴν ἵππον πᾶσαν διδόντων τῶν τῆς Γομόρρας καὶ τῶν Σοδόμων βασιλέων, καὶ τούτοις τιμώντων ἀνθ᾽ ὧν αὐτοῖς ἀνεσώσατο τῶν γυναικῶν καὶ παίδων τὴν αἰχμαλωσίαν, παρῃτήσατο τὴν παρ᾽ αὐτῶν δόξαν, μὴ θελήσας τῶν ἰδίων καμάτων παρὰ ἀνθρώπων λαβεῖν τοὺς μισθούς. Διὸ καὶ ἠξιώθη παρὰ Θεοῦ ἀκοῦσαι ὅτι ὁ μισθός σου πολύς.
Σφαιρωτήρ φησι τὸ παρὰ τοῖς πολλοῖς λεγόμενον λώριον. Σφαιρωτῆρα δὲ λέγεσθαι διὰ τὸ πολλάκις κυκλοειδὲς ἀπεργάζεσθαι τὸ δέρμα τὸν τεχνίτην, καὶ οὕτω τέμνειν. Τινὲς δέ φασι τὴν κλῆσιν λαβεῖν ἀπὸ τοῦ σφυρὰ τηρεῖν. «Κρινοῦσιν οἱ δώδεκα τὰς δώδεκα φύλας τοῦ Ἰσραήλ». Κρινεῖ καὶ Παῦλος τὴν οἰκουμένην, ὁ κῆρυξ τῆς οἰκουμένης. Οὐ Παῦλος δὲ μόνος, ἀλλὰ καὶ οἱ τὰ ἐκείνου φρονοῦντες. Ἄκουε γὰρ αὐτοῦ λέγοντος ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι· καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων.
Ἄλλο ἐθνῶν ἐκδίκησις, καὶ ἄλλο λαῶν ἔλεγξις. Ἡ μὲν γὰρ ἐκδίκησις ἐν τοῖς ἀπιστήσασι παντελῶς· λαοὺς δὲ τοὺς μὴ θελήσαντας εἰς ἐπίγνωσιν ἐλθεῖν, ὧν καὶ οἱ ἐλεγμοί· ἀφ᾽ ὧν ἐκδίκησιν οὐκ εἰσπράττει (ἡ γὰρ εἴσπραξις τῶν ἐχθρῶν), ἀλλ᾽ ἐλέγχει ὡς δεσπότης, τὰ ἁμαρτήματα ἀνακρίνων.
Ὅταν ἐξέλθῃ ψυχὴ δικαίου ἐντεῦθεν, παραπέμπεται διὰ χειρῶν ἀγγέλων, καὶ παριστῶσιν αὐτὴν ἐν τῇ βασιλίδι πόλει, ἥτις ἐστὶν ἡ ἄνω Ἱερουσαλήμ.
Εἰς τὴν ἀποτομὴν Ἰωάννου τοῦ βαπτιστοῦ. Ἐπιγράφεται μὲν Χρυσοστόμου, οὐκ ἐμοὶ δοκεῖ δέ· τοῖς τε γὰρ ἐνθυμήμασι καὶ τῇ πείρᾳ τῆς γραφῆς πολὺ τὸ ἐνδεὲς τῶν ἄλλων αὐτοῦ λόγων ἀποφέρεται. Πλήν τινα καὶ ἐξ αὐτοῦ παρεξεβλήθη. Ἔστι δὲ αὐτοῦ καὶ ἡ λέξις χυδαία καὶ τῆς ἐκείνου παραλλάττουσα.
Ὦ πράγματος ἀλλοκότου; Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρτίας διὰ τοῦ ἐλέγχου λύειν ἐβούλετο, κἀκεῖνος τὸν λύοντα ἐδέσμει.
Τοῦ αὐτοῦ ἐπιγράφεται λόγος εἰς τὴν αὐτὴν ὑπόθεσιν, καὶ ἔστι κατὰ πάντα ὁμοίως ἔχων τῷ πρὸ αὐτοῦ. Ἰουδαίοις ἐπιτέτραπται γυναῖκα μετὰ θάνατον καὶ ἄπαιδα τοῦ ἀδελφοῦ ἄγεσθαι, τὴν πρὸς τὰ ἔθνη κωλύων ἐπιγαμίαν, ἔθος ἔχουσαν τοῖς εἰδώλοις προστρέχειν.
Ὡς κουφότερον οὖν τῆς εἰδωλολατρείας ὁ τοιοῦτος γάμος τοῖς Ἰουδαίοις συγκεχώρητο. Ὠρχήσατο ἡ θυγατὴρ Ἡρωδιάδος. Ἀξία τῆς ἑορτῆς ἡ τιμή, ἡ τέρψις τῆς πανηγύρεως. Μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ ὅ τι ἂν αἰτήσηται· καὶ τοῦτο προσθήκη τῶν αἰσχρῶν βαρυτέρα, ὅρκος ἀδιόριστος, καὶ οὗτος δι᾽ ὄρχησιν. Τὴν βασιλικὴν αὐθεντίαν τοῖς ποσὶ τῆς κόρης ὁ μάταιος ὑπέταξεν· ἔδωκε τὴν τῆς βασιλείας ἀξίαν πατηθῆναι· ὑφ᾽ ἧς ὅρκῳ γέγονε δέσμιος ὁ τῆς ἐπιθυμίας αἰχμάλωτος. Ἄκων λοιπὸν τῷ τῆς κόρης δεδούλωται νεύματι, μᾶλλον δὲ τῷ τῆς Εὔας πάλιν ὁ ἄνθρωπος ὑποπίπτει δελεάσματι. Δεινὸν τὸ τῆς αἰτήσεως τόλμημα, κεφαλὴν δικαίου λαβεῖν ἐπὶ πίνακι, καὶ τέρψει ἀνταλλάξασθαι πένθος, καὶ τάφον καταστῆσαι τὴν τράπεζαν.
Ἔκθεσμον, ἄθλιε, δοῦναι φόνον μισθὸν ἔδει τῇ ὀρχήσει, καὶ θάνατον μέθῃ τέρψιν χαρίσασθαι; Ὅρκος σε κατέχει· ἀλλὰ φόνος κωλύει. Ὑπόσχεσιν ἀπαιτεῖ· ἀλλ᾽ ἴσην ὀρχήσει οὐχ ἧς ἀντάξιος οὐδ᾽ ὁ κόσμος. Ξένον τοῦ Ἡρώδου τὸ δικαστήριον· τράπεζα καὶ μέθη καὶ ὄρχησις ἐδίκαζεν. Ὦ δικαιοσύνης τολμώσης παράνομα; εὐορκεῖν ὑποκρίνεται, καὶ φονεύειν οὐκ αἰσχύνεται.
Εἴθε καλῶς ἐπιώρκησας καὶ μὴ παρανόμως εὐώρκησας. Ὦ συμπόσιον δικαίου κιρνῶν θάνατον; ὦ συμπόσιον νομοφύλακος οἰνοχοούμενον αἵματι;
Τοῦ αὐτοῦ εἰς τὴν αὐτὴν ὑπόθεσιν. Ἔοικε δ᾽ οὗτος ὁ λόγος συγγενὴς εἶναι τῶν τοῦ Χρυσοστόμου λόγων, οὐκ ἔστι δέ, οὐδὲ συνεχῆ τὸν νοῦν ἐκείνοις ἐνδεικνύμενος, ὥσπερ οἱ δύο ἐκεῖνοι τὴν πρὸς ἀλλήλους σχέσιν καὶ ἀλληλουχίαν διασῴζουσιν, ἀλλ᾽ ἀπ᾽ ἀρχῆς ἰδίας προέρχεται.
Ἰωάννην ἀνευφημήσω, καὶ τὴν ἐκείνου σοφίαν πᾶσιν ὑμῖν γνώριμον καταστήσω. Ἰωάννην τὸν μερισάμενον μετὰ τοῦ Πατρὸς τὸ τοῦ Μονογενοῦς κήρυγμα. Καὶ γὰρ ὁ μὲν «οὗτός ἐστιν (ἄνωθεν ἐμαρτύρει) ὁ Υἱός μου ὁ ἀγαπητός», ὁ δὲ κάτωθεν «Ἰδὲ ὁ ἄμνος τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Καὶ ὁ μὲν Πατὴρ διὰ τῆς περιστερᾶς τὸν ἀγαπητὸν ὑπεδείκνυεν, ὁ δὲ τῇ χειρὶ τὸν τῆς οἰκουμένης λυτρωτὴν ἐνεφάνιζεν. Ἐχρῆν φωνῆς γεννηθείσης τὸν λόγον λυθῆναι τοῦ πατρός.
Ἐπειδὴ γὰρ οὐκ ἐπίστευσεν ὁ Ζαχαρίας ὅτι λύεται τῆς Ἐλισάβετ ἡ στείρωσις, ἐδέθη τὸ ὄργανον τῆς γλώσσης, ἵνα μὴ προέλθῃ λόγος ἐξ ἀπίστου στόματος· ἐπεὶ δ᾽ ἐλύετο ἡ στείρα καὶ προῆλθεν ἡ φωνή, ἐλύθη καὶ ἡ τοῦ Ζαχαρίου γλῶσσα καὶ προήρχετο ὁ λόγος. Ὦ φωνῆς ἀεννάου καὶ μετὰ θάνατον τὴν οἰκουμένην περιηχούσης;
Ἀνεγνώσθη 〈Ἡσυχίου〉, πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου καὶ Δαβὶδ τὸν θεοπάτορα. Εἰ μὴ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὁ Σωτὴρ ἡμῶν ὑπήκοος μέχρι θανάτου οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο.
Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖνος τοὺς μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη Πνεῦμα ἐκ κόλπων κατάγει πατρικῶν.
Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ᾽ ἡ Σιὼν δεῖπνον ἀνέδειξε· σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ᾽ ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε· σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαργάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε· σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν.
Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἱερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα;
Πέτρος δημηγορεῖ, ἀλλ᾽ Ἰάκωβος νομοθετεῖ καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος. «Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν» καὶ ἑξῆς. Ἐγὼ κρίνω, οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις οὐδὲ φαυλίζειν τὸ ψήφισμα· ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον, ἀλλ᾽ ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσσαν παρέχω, ἀλλ᾽ ὁ Δημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ.
Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω.
〈Μοδέστου〉 ἀρχιεπισκόπου Ἱεροσολύμων εἰς τὰς μυροφόρους. Τὸν ἕβδομον ἀριθμὸν καὶ ἐπὶ τῆς ἀρετῆς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν τὴν γραφὴν παραλαμβάνουσαν. Εἰκότως οὖν τὴν Μαρίαν ἐκλέγεται τὴν Μαγδαληνὴν ὁ Σωτήρ, ἀφ᾽ ἧς ἐκβεβλήκει δαιμόνια ἑπτά, ἵνα τὸν ἄρχοντα τῆς κακίας δι᾽ αὐτῆς ἀπελάσῃ τῆς ἀνθρωπίνης φύσεως.
Ὅτι φησίν, αἱ ἱστορίαι τὴν Μαγδαληνὴν ταύτην διὰ βίου παρθένον διδάσκουσι. Καὶ μαρτύριον δὲ αὐτῆς φέρεται, ἐν ᾧ λέγεται διὰ τὴν ἄκραν αὐτῆς παρθενίαν καὶ καθαρότητα ὡς ὕαλον αὐτὴν καθαρὸν τοῖς βασανισταῖς φαίνεσθαι. Ὅτι φησί, μετὰ τὴν κοίμησιν τῆς Δεσποίνης ἡμῶν Θεοτόκου πορευθεῖσα εἰς Ἔφεσον πρὸς τὸν ἠγαπημένον μαθητήν, ἐκεῖσε τὸν δρόμον τὸν ἀποστολικὸν διὰ τοῦ μαρτυρίου ἡ μυροφόρος Μαρία ἐτελείωσε, μὴ θελήσασα μέχρι τῆς τελευτῆς χωρισθῆναι τοῦ παρθένου καὶ εὐαγγελιστοῦ Ἰωάννου.
Ὥσπερ, φησίν, ἡ ἀπαρχὴ τῶν ἀποστόλων Πέτρος ὠνομάσθη διὰ τὴν ἀσάλευτον πίστιν ἣν εἶχεν ἐπὶ Χριστὸν τὴν πέτραν, οὕτω καὶ αὕτη ἀρχηγὸς τῶν μαθητριῶν γενομένη διὰ τὴν καθαρότητα αὐτῆς καὶ τὸν πόθον ὃν εἶχεν εἰς αὐτὸν Μαρία ὁμωνύμως τῇ Μητρὶ παρὰ τοῦ Σωτῆρος προσηγόρευται.
Ὥσπερ τῷ Δεσπότῃ τῶν μαθητῶν ἠκολούθει ὁ χορός, οὕτω τῇ Δεσποίνῃ καὶ Μητρὶ τοῦ Κυρίου τῶν μαθητευομένων γυναικῶν ὁ χορός. Ἐθαύμαζον γάρ, φησί, ποτε οἱ μαθηταὶ ὅτι μετὰ γυναικὸς ἐλάλει, δῆλον ὡς οὐκ οὔσης τοιαύτης συνηθείας τῷ Κυρίῳ, ἀλλὰ τὸν εὐαγγελικὸν δρόμον τῆς Μητρὸς τοῦ Δεσπότου συνεξανυούσης τῷ Υἱῷ καὶ Δημιουργῷ. Καὶ αὗται συνακολουθοῦσαι αὐτῇ τῷ κοινῷ Δεσπότῃ ἐκ τῶν ὑπαρχόντων ἐν τοῖς ἀναγκαίοις καὶ τοῖς μαθηταῖς διηκόνουν.
Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐπιγραφὴν ἔχων «Ἐγκώμιον εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου». Πολύστιχος μὲν ὁ λόγος, οὐδὲν δ᾽ ἀναγκαῖον οὐδὲ τοῦ προγεγραμμένου λόγου οἰκεῖον καὶ συγγενὲς ἐπιδεδειγμένος.
Μοδέστου ἀρχιεπισκόπου Ἱεροσολύμων ἐκ τοῦ εἰς τὴν ὑπαπαντήν. Καὶ ἡ τὸν ἑβδομήκοντα χρόνον σαββατίσασα μετὰ ἀνδρὸς Ἄννα, προσευχαῖς καὶ νηστείαις προσκαρτεροῦσα, ὀγδοήκοντα καὶ τεσσάρων ἐτῶν ὑπάρχουσα, τὴν ἐκ τῶν τεσσάρων στοιχείων νικήσασα σάρκα, καὶ τὸν νοῦν καθάρασα πρὸς ὑποδοχὴν Πνεύματος ἁγίου, καὶ ταῖς γενικαῖς ἑαυτὴν ἀρεταῖς κατακοσμήσασα, τὸν τῆς ὀγδοηκοντάδος παρέδραμε καιρόν, καὶ εὗρεν ἐν τῷ ναῷ τὸν Σωτῆρα τοῦ μέλλοντος αἰῶνος ἐν ἀγκάλαις βασταζόμενον.
Εἰκότως ὡς αἰτίας τῆς ἐναμαρτήτου ἡδονῆς τὰς θυγατέρας τῆς Εὔας προσφέρειν ὁ νόμος προσέταξεν ὑπὲρ τοῦ καθαρισμοῦ αὐτῶν τὴν θυσίαν τῶν δύο τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, δηλοῦντος τοῦ νόμου ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ καθαρεύειν καὶ ψυχῇ καὶ σώματι καὶ ἀκακίας ἔχεσθαι.
Ὁ Χριστὸς πληρωτής ἐστιν, οὐκ ὀφειλέτης νόμου. Εἰς πτῶσιν δὲ καὶ ἀνάστασιν κεῖται, πτῶσιν μὲν τῆς ἁμαρτίας, ἀνέγερσιν δὲ τῆς δικαιοσύνης, καὶ εἰς σημεῖον ἀντιλεγόμενον τοῖς κυριοκτόνοις Ἰουδαίοις τοῖς λέγουσιν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομέν σοι» καὶ «Σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», ὅτι μήτηρ εἶ κατὰ ἀλήθειαν πάσχουσα τὰ μητρὸς ὑπὲρ τοῦ τέκνου καὶ Θεοῦ, τοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί.
Ἀνεγνώσθη τοῦ μακαρίου 〈Νείλου〉 ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου πρώτου· οὗ ἡ ἀρχή· «Ἀναστάσεως λόγοις τὴν τῆς ἀναστάσεως ἡμέραν τιμήσωμεν». Ψυχή τίς ἐστι δευτέρα τοῖς ἀνθρώποις ἡ ἀνάστασις, πρὸς τὰς τῆς ἀρετῆς διεγείρουσα πράξεις. Κἂν ταύτην τῶν ἀνθρώπων ἀνέλῃς, νεκρὸν πρὸς πράξεις ἀρετῆς ἀπειργάσω τὸ σῶμα. Ὡς οὖν ὑπὲρ βλάβης κοινῆς πρὸς τὸν ὑπὲρ τῆς ἀναστάσεως ὁπλισώμεθα πόλεμον, ὅλην λαβόντες ἡμῖν συνοπλιζομένην τὴν κτίσιν.
Ἐπιστρατεύει γὰρ οὐρανὸς μεθ᾽ ἡμῶν τοῖς ἀπίστοις· ὃν γὰρ ἐξ ἀναστάσεως Δεσπότην ἐδέξατο, τῇ τῆς ἀναστάσεως βλέπει συναθετούμενον δόξῃ. Κοινωνήσει προθύμως ἡμῖν τοῦ πολέμου καὶ γῆ· συκοφαντουμένην γὰρ τὴν ἀνάστασιν οἶδεν, ἀφ᾽ ὧν πολλάκις νεκροὺς ὑπ᾽ αὐτῆς ἀφῃρέθη. Διὰ τοῦτο καὶ Παῦλος τὸν τῆς ἀναστάσεως τῇ κτίσει περιτίθησιν ἔρωτα· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, φησί, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται». Καθάπερ γὰρ πόλις βασιλικῆς ἐπιδημίας δεξαμένη προδρόμους πρὸς τὴν ἐκείνης ὅλη παρουσίαν ἐπτέρωται, οὕτω καὶ τῆς ἀναστάσεως ὥσπερ τινὸς βασιλίδος τῇ κτίσει προκηρυχθείσης ὅλη πρὸς τὴν ἐκείνης παρουσίαν συντέτακται. Καὶ μὴ θαυμάσῃς τὸν τῆς ἀναστάσεως ἐγκείμενον τῇ κτίσει διδασκόμενος πόθον· τροφὸς γάρ τις τῶν ἀνθρώπων ὑπάρχουσα σπεύδει τὴν ἐπαγγελθεῖσαν ἰδεῖν βασιλείαν.
Καὶ τὸ βραδὺ τῶν μελλόντων οὐκ ἐκλύει τῇ τροφῷ τὰς ἐλπίδας· ἔχει γὰρ ἀεὶ συνόντα αὐτῇ τὰ τῆς ἀναστάσεως σπέρματα, ὧν τοὺς κόκκους ἀναδείκνυσι ζῶντας, τῆς τῶν νεκρῶν σωμάτων ἐγέρσεως ἐν μικροῖς ἡμῖν βεβαιοῦντας τὰς ἐλπίδας. Θάπτονται μὲν γὰρ ἐν αὐτῇ, ὡς ὁρῶμεν, τῶν σπερμάτων οἱ κόκκοι, τῶν αὐλάκων ἀντὶ τάφων γινομένων τοῖς σπαρεῖσιν· ἡ δὲ λαβοῦσα τὰ σπέρματα μιμεῖται τὰ μνήματα, καὶ σήπει τὸν κόκκον ὡς τάφος τὸ σῶμα, καὶ δεξαμένη ζῶντα καταφθείρει νεκρότητι, μέσην τε σαφῶς τὴν τοῦ κόκκου διασήψασα καρδίαν ἄχρηστον καὶ μύρμηξιν εἰς τροφὴν ἀπεργάζεται. Ὥσπερ δέ τινα σύλληψιν τὴν φθορὰν κτησαμένη, κυοφορεῖ νεκρωθέντα τῇ σήψει τῶν σπερμάτων τὰ ἔμβρυα· καὶ γίνεται μήτηρ ζωῆς τοῖς κόκκοις ἡ νέκρωσις, καὶ θάνατος τόκου πατὴρ ἀναδείκνυται.
Καινὸς οὗτος τῇ γῇ τῶν ὠδίνων ὁ νόμος· ἂν μὴ γένηται νεκρὸν τὸ βρέφος, οὐ πλάττεται· ἂν ζῇ, οὐ μορφοῦται. Ταύτῃ ἄρα καὶ μύρμηκες τετμημένους τοὺς κόκκους εἰς γῆν ἀποτίθενται, τῇ τομῇ τὴν ἀπὸ τῆς νεκρώσεως βλάστησιν κωλύοντες· ἔδει γὰρ καὶ μυρμήκων φύσιν μαρτυρῆσαι τῇ γῇ μετὰ φθορὰν γεννώσῃ τὰ σπέρματα. Καὶ σκόπει μοι τῆς ὠδῖνος τὸ θαῦμα. Λαβοῦσα μόνον τὸν κόκκον φθορᾷ παραδίδωσι, φθαρέντα δὲ πολλοστὸν ἀναθάλλει πρὸς ποικίλα τὸν κόκκον σχηματίζουσα μέλη. Τὴν καλάμην τοῖς στάχυσιν ἀντ᾽ ὀστέων ἐντίθησι, καὶ λεπτὸν ἔξωθεν οἷον ἀντὶ δέρματος καθυφαίνει χιτῶνα· δεσμοῖς κάτω τὴν ῥίζαν ὡς νεύροις τισὶ καὶ φλεψὶ περισφίγγει, ἀντ᾽ ὀνύχων τοῖς κόκκοις ἐμπηγνῦσα τὰς μαχομένας τοῖς πτηνοῖς τῶν ἀσταχύων ἀκίδας.
Πῶς ἅπασι τούτοις ἐξ ἑνὸς κόκκου φθαρέντος ἡ γέννησις; Τοῦτο τῆς ἀναστάσεως θαυμαστότερον. Τότε μὲν γὰρ οὓς ἔλαβεν ἡ κτίσις νεκροὺς ἀναδίδωσι, νῦν δὲ πολλοὺς ἀνθ᾽ ἑνὸς νεκρωθέντος εἰς ἀναγέννησιν κόκκους προβάλλεται. Ὦ τῆς Ἑλλήνων ἀνιάτου φρενοβλαβείας; Βλέπουσι τὴν γῆν γεωργῷ διδοῦσαν ἃ μὴ παρέλαβε· τῷ Κτίστῃ δὲ ταύτην ἀποδώσειν οὓς αὐτῇ παρακατέθετο οὐκ ἐλπίζουσι. Διὰ τοῦτο καὶ Παῦλος τῷ τῶν σπερμάτων παραδείγματι χρῆται, καίτοι γε λαμπρότερον ἔχων παράδειγμα τὴν ἐκ μήτρας τῶν ἀνθρώπων πρόοδον. Πλάττεται μὲν γὰρ ὡς ἐν τάφῳ τῇ μήτρᾳ οὐχ ὑπάρχον τὸ βρέφος, τοῖς παρὰ τῆς φύσεως δὲ ἐνειλημένον σπαργάνοις προσέοικε νεκρῷ δεδεμένῳ κειρίαις. Κέκλεισται μὲν γὰρ τὸ βλέμμα νεκρῶν ἀκριβέστερον, ἄπρακτον ἐν τῇ νηδύϊ τὸ στόμα, χεῖρες καὶ πόδες ὡς ἐν σορῷ τῇ γαστρὶ συνεκτέτανται. Τάφος ἀκριβὴς τοῖς ἐμβρύοις ἡ μήτρα, τάφος οὐδὲ τῆς τῶν μνημάτων δυσωδίας ἐλεύθερος. Τηλικούτῳ δὴ τὸ βρέφος ἐμμορφούμενον μνήματι, τῷ τοῦ μορφοῦντος ἕπεται καλούμενον νεύματι. Τί δὴ τοσοῦτον ὁ μακάριος Παῦλος κεκτημένος παράδειγμα σιγᾷ μὲν τὴν ἐν τῷ τάφῳ τῆς μήτρας εἰς ζωὴν πλαστουργίαν, σπερμάτων δὲ τύποις βεβαιοῖ τὴν ἀνάστασιν; Ἤιδει ζῶσαν τῇ νηδύϊ τὴν τὰ βρέφη σπορὰν διαπλάττουσαν, ἐζήτει δὲ νεκρῶν τινῶν ὁρατῶς ἀναζώντων εἰκόνα, καὶ διὰ τοῦτο ἀπέβλεψε πρὸς τὰ σπέρματα.
Οἱ γὰρ κόκκοι μετὰ τὴν ἐκ σήψεως νέκρωσιν καὶ φθορὰν καὶ ἀναζῶσι, καὶ γίνονται τῆς τῶν νεκρῶν ἀναβιώσεως ἐναργέστατον σύμβολον.
Ἀδικεῖς τὴν ψυχὴν συνηγορίας προσχήματι, καὶ τῇ πρὸς τὸ σῶμα μάχῃ κατ᾽ ἐκείνης ὁπλίζῃ. Τὰς γὰρ τῶν πραττομένων ἀμοιβὰς μὴ μερίζων τῇ ψυχῇ καὶ τὴν τῆς σαρκὸς ὡς μόνῃ πλημμελούσῃ τιμωρίαν συνεισάγεις. Εἰ γὰρ ψυχῆς μόνης αἱ τῶν πόνων καὶ ἀνδραγαθημάτων ἀμοιβαί, δῆλον ὅτι καὶ ὧν ἥμαρτεν ὁ ἄνθρωπος αἱ τιμωρίαι. Ἀλλ᾽ ὅρα μὴ σώματι καὶ ψυχῇ καθίζῃς κατ᾽ ἀλλήλων κριτήριον. Σῶμα μὲν γὰρ εἰκότως καταβοήσεται ψυχῆς, τῶν κατορθωμάτων αὐτοῦ τὰς τιμὰς ἁρπαζούσης, ψυχὴ δ᾽ αὖ σώματος, τὰς ὀφειλομένας πληγὰς ἐκείνῳ μόνη εἰσπραττομένη. Μᾶλλον δ᾽ ἑκάτερον αὐτῶν παροξύνεις κατὰ τοῦ κριτοῦ, τὸ μέν, οἷς δέον ἔχειν ἀμοιβὰς ὧν ἐστέρηται, τὴν δέ, ὧν οὐχ ὑπαίτιος, δέον μηδ᾽ εὐθύνεσθαι οἷς εἰσπράττεται. Σώματί με συνῆψας ὦ Δέσποτα, τὴν ἀσώματον, καὶ μόνῃ τὰς ἐπὶ γῆς οὐκ ἐπίστευσας πράξεις, καὶ παρὰ μόνης ἀπαιτεῖς τὰς εὐθύνας. Καὶ δίδωμι δίκας ὧν αἱ πράξεις τοῦ σώματος, μέθης, πορνείας, γαστριμαργίας. Ποῦ γὰρ ταῦτα ψυχῆς, ὥσπερ φθόνος τυχὸν ἢ δόξης ἀσέβεια;
Ὥσπερ γὰρ οὐ σώματος ταῦτα, οὕτως οὐδ᾽ ἐκεῖνα ψυχῆς, εἰ καὶ χωρὶς θατέρου θάτερον ἀργὸν πρὸς ἑκάτερα. Τὸ σῶμα δ᾽ ἂν ἄλλα τε φαίη δίκαια, καὶ ὡς ἐγὼ τὴν ὑπέρ σου τελευτήν, ἀλλ᾽ οὐχ ἡ ψυχὴ δέχεται. Οὐδὲ γὰρ πέφυκεν. Ἐμὸν τὸ πονεῖν διὰ τοὺς σοὺς νόμους, νηστείαις, ἀγρυπνίαις· διὰ τῶν ἐμῶν μελῶν ἡ παρθενία.
Πῶς οὖν οὐκ ἄδικον, ἐμῶν τῶν ἄθλων ὄντων, τὴν ψυχὴν χωρὶς ἐμοῦ λαμβάνειν τὰ ἔπαθλα; Τίς λύσις αὐτῶν καὶ δίκης; Κοινὸς ὁ μισθός, κοιναὶ αἱ ποιναί, ὅτι κοιναὶ αὐτῶν αἱ πράξεις, κἂν ἐπ᾽ ἐνίων τὸ ἕτερον τοῦ συγκρίματος πλεονεκτῇ τοῦ ἑτέρου, καὶ τὴν συζευχθεῖσαν ἀπ᾽ ἀρχῆς εἰς κοινοὺς πόνους δυάδα δεῖ ὁμολογεῖν καὶ εἰδέναι κοινῶν καὶ τῶν στεφάνων ἀπολαύειν ἐφ᾽ οἷς νενίκηκε, καὶ εἰς κοινὰς ἀπάγεσθαι τιμωρίας ὧν ἐπλημμέλησε.
Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου δευτέρου. Ἀνάστασις τῆς τοῦ Κυρίου προνοίας τὸ κεφάλαιον· τοῦ κεφαλαίου δὲ ψυχὴ μνημονεύουσα, καὶ τῇ περὶ τὸν εὐεργέτην εὐχαριστίᾳ συζῶσα, ταῖς τοῦ ἐχθροῦ δυσάλωτος γίνεται πάγαις. Ἀνάβηθι πρὸς τὴν τῶν ἀνθρώπων ἀρχαιογονίαν, καὶ τὴν τῆς ἀναστάσεως σκιαγραφίαν εὑρήσεις. Ἡ μὲν γὰρ τῶν ἀλόγων φύσις ἔμψυχος δεδημιούργηται, τῷ σώματι τῆς ψυχῆς συγκατασκευασθείσης· ἄψυχος δὲ ὁ Ἀδὰμ πηλοῦ διαπλασθέντος μεμόρφωται, εἶτα ἡ ψυχὴ τῷ ἐμφυσήματι μεμόρφωται, μᾶλλον δὲ ἀληθῶς εἰπεῖν, ἐπεισάγεται, καὶ τὴν ἐκ νεκρῶν εὐθέως ὁ Πλάστης προοιμιάζεται ἔγερσιν. Καὶ οὐδ᾽ ἐκ στερεᾶς τὸν πρωτόπλαστον συντίθησιν ὕλης, ἀλλὰ τῆς γῆς τὸ χνοῶδες χαλκεύει πρὸς μόρφωσιν, πείθων ἐκ προοιμίων τὸν ἄπιστον ὅτι, κἂν χοῦς ᾖ νεκρὸς καὶ ἀκίνητος, ῥᾷον ἡ ψυχὴ πρὸς ἀνάστασιν ἄγει καὶ τὸ μηδ᾽ ἴχνη μήτε λαβὸν μήτε φέρον ζωώσεως κοινωνὸν ποιεῖται ζωηφόρου συμβιώσεως. Οὐ γὰρ φθορᾶς τὸ σῶμα διέπλασε παρανάλωμα, ἀλλὰ χρόνῳ τινὶ λύσει παραδίδωσι, τὴν ἐκ τῆς ἁμαρτίας τοῦ σκεύους καθαίρων τε καὶ ἐξιώμενος κάκωσιν· καὶ τῇ παρὰ τῆς ἁμαρτίας εὑρὼν σεσαθρωμένον θνητότητι, τῷ τοῦ θανάτου διαλύει χωνευτηρίῳ, καὶ λύσας πρὸς νεόπλαστον σκεῦος τὸ σαθρωθὲν ἀναπλάττει. Καὶ μὴ θαυμάσῃς ὡς λογισμῶν ἀνωτέραν τὴν τῶν νεκρῶν ἀναχάλκευσιν.
Τοσαύτη γὰρ πρὸς ἀγαλματοποΐαν ἡ τέχνη τοῦ Πλάστου, ὡς καὶ φύσιν ὕδατος εἰς ἀνδριάντας ἐν γαστρὶ διαπλάττειν.
Τοῦτο μοι παραδοξότερον τοῦ περὶ τὴν ἀνάστασιν θαύματος. Ἐκεῖ μὲν γὰρ ἐκ χοὸς νεκρὸς πηλουργεῖται, καὶ τὸ σκεῦος ὁ κεραμεὺς ἐκ τῆς γῆς ἀναπλάττει, σύμφωνά πως ταῖς παρ᾽ ἡμῖν ἐνδεικνύμενος τέχναις· ἐνταῦθα δὲ γυμνή τις σταγὼν τῶν πλαττομένων γίνεται πηλός, καὶ λογικὸν ἐκ σταγόνος συντίθεται ζῴδιον. Ὦ τέχνης ἐξ ὕδατος γλυφούσης ἀγάλματα;
Καὶ οὐ τοῦτο μόνον παρέχεται τὸ παράδοξον, ὅτι γλύφει τὸ ὕδωρ εἰς ἔμψυχον ξόανον, ἀλλ᾽ ὅτι καὶ κυματουμένην τὴν γονὴν ἔνδον τεκτονεύει. Αἱμάτων γὰρ πάντοθεν περιβράσσοντες χείμαρροι περιρρεπὲς ποιοῦσι τὸ σπαρὲν καὶ δυστήρικτον· καὶ τῇ τοσαύτῃ ναυαγούμενον τρικυμίᾳ καὶ ζάλῃ πρὸς ἔμψυχον ὅμως ἀπαρτίζεται ἀνδρίαντα. Ὦ γραφέως ἐπὶ σαλευομένης σινδόνος ἀσφαλῶς ζωγραφοῦντος; Τὸ γὰρ αἷμα οἷον σινδών τις ὑπόκειται τῇ μορφουμένῃ γονῇ.
Τοῦτο καὶ Σολομὼν ἐκπληττόμενος ἔλεγεν· «Ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σάρξ, δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». Πρόκειται μὲν ὥσπερ ζωγραφεῖόν τι τὸ θῆλυ, τῶν χρωμάτων δὲ τὴν ὕλην τὸ ἄρρεν ἐπιβάλλει. Κάθηται δέ τις ἐν τῇ μήτρᾳ ζωγράφος, ἐξ ἑνὸς χρώματος πολυσύνθετον καταποικίλλων εἰκόνα. Πῶς ἐξ ἰλυώδους γονῆς ὀφθαλμοῖς ἐνηγλάϊσε κόρην; Πῶς ἐκ ῥοώδους οὐσίας ὀστῶν συνεπήξατο φύσιν; Πῶς ἐκ λελυμένης σπορᾶς νεύρων ἐστερέωσε τόνον; Πῶς αἱμάτων σωλῆνας διέγλυψε τὰς φλέβας; Πῶς τὰς τῶν ὀστέων ἐν ἐγκεφάλῳ περιήρμοσε θήκας; Πῶς ἐν ἀφεγγεῖ τὸ βρέφος γραφόμενον ζωγραφείῳ ἀσυγχύτους τὰς τῶν μελῶν ἀπείληφε τοποθεσίας;
Ἀλλ᾽ ὥσπερ ἀκτῖνός τινος τὴν νηδὺν ἐναυγαζούσης, τὴν οἰκείαν ἑκάστῳ τῶν μελῶν ὁ γραφεὺς ἀποδίδωσι χώραν· ὁ γὰρ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον κρυφαῖος γίνεται τῶν ἐμβρύων ζωγράφος. Ὃν καὶ Δαβὶδ δημοσιεύων ἐβόα· «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ». Ταύτην τὴν ἐκ σταγόνος λογιζόμενος πλαστικὴν πρὸς τὴν ἐκ γῆς ἀγαλματοποιΐαν οὐ διαφέρομαι. Ὅταν γὰρ ἴδω τεχνίτην ἐξ ὕδατος πηγνύμενον ξόανον ὀξύτερον αὐτὸν τοὺς ἐκ γῆς ἀναπλάττειν ἀνδριάντας πιστεύω. Ὥσπερ γὰρ εἴ τις ἐφ᾽ ὕδατος γράφει γράμματα καὶ γραμμὰς ἐγκολάπτει, οὗτος τὰς εἰς κηρὸν εὐχερέστερον ἐγχαράττει, οὕτως ὁ τῇ ῥοώδει γονῇ καταγράφων καὶ διαγλύφων τὰ μέλη ῥᾷον εἰς χοῦν τοὺς τῶν μελῶν ἐγκαταγράψει τε καὶ διαμορφώσει χαρακτῆρας. Καὶ ὁ πρὸ τῆς ἀρετῆς οὕτω τοῦ σώματος φροντίσας ἐν νηδύϊ, μετὰ τὴν ἐργασίαν τῆς ἀρετῆς πῶς ἂν εἰς γῆν διαρρυὲν ἄτιμον καταλείψῃ;
Ἄνελε τὸ σῶμα, καὶ τὴν κτίσιν ἐνέκρωσας. Οὐκ ἔσται πλοῖον χειρῶν οὐκ οὐσῶν, οὐ πλωτὸν πέλαγος σώματος οἰχομένου· τὰ μυρία γένη τῶν ζῴων μάτην, οὔτε τροφῆς ἐξ αὐτῶν οὔτε θεραπείας ἄλλης τῷ σώματι χορηγουμένης.
Τέχναι δὲ ποῦ, σώματος οὐκ ὄντος; Ὧραι δὲ καὶ καιρῶν εὔτακτοι μεταβολαὶ καὶ οὐρανίας κινήσεως ἄρρητος σοφία τίνα ἂν παράσχοι χρείαν, τῆς σωματικῆς φύσεως οὐ παρούσης; Καὶ πόσα ἄν τις ἕτερα θεωρήσοι; Πόθεν οὖν εὕρω τὸ σῶμα τῶν μελλόντων δωρεῶν ἀνάξιον, ᾧ τοσαύτην ὁρῶ διὰ πάντων δεδωρημένην τιμήν;
Ἀλλ᾽ ἆρα ὑμεῖς ἰχθυόβρωτον ὑποπτεύετε σῶμα τὸν Θεὸν ζητοῦντα μὴ εὑρήσειν; Καὶ πῶς ὁ μυρίους ἐν ψυχῇ λογισμοὺς στρεφομένους τῷ τῆς γνώσεως ἔχων ἀμιγεῖς καὶ ἀσυγχύτους ταμιείῳ τὴν τῶν σωμάτων μιγεῖσαν οὐκ ἀναλήψεται διακρίνας φύσιν; Ἀσθενέστερον τὸ θεῖον τῆς παρ᾽ ἡμῖν ἀναπλάττετε τέχνης.
Καὶ γὰρ ἡμεῖς ἐκ γεώδους ψάμμου καὶ ὕελον καὶ χρυσὸν (εἰ τύχοι) καὶ χαλκὸν καὶ ἄργυρον πυρὶ δόντες, τὰ λιθίδια διακρίνομέν τε καὶ ἀποθλίβομεν, μηδὲν αὐτῶν καθορώμενον ἐν τῇ τοῦ λίθου φύσει· καὶ οἶνον ὕδατι κραθέντα πάλιν διακρίνοντες εἰς τὴν ἰδίαν φύσιν ἀποκαθιστῶμεν ἑκάτερον. Ἀλλὰ γὰρ ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία ἀνεπινοήτοις μέτροις τῆς ἀνθρωπίνης καὶ τέχνης καὶ συνέσεως ὑπερέχουσα, καὶ τὴν τῶν ὅλων οὐσίαν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ περιέχουσα, καὶ τὴν πολύτροπον τῶν σωμάτων σύγκρισιν καὶ μῖξιν ἐν τοῖς τῆς φύσεως εὐκρινῆ συντηρεῖ ταμιείοις. Οὐ γὰρ ἔξω τῆς ἐν τῇ κτίσει φύσεως ἡ τοῦ σώματος φύσις, κἂν διὰ μυρίων ῥέῃ λυομένη θανάτων. Διὸ πρὸς τὴν οἰκείαν εὐκόλως ἐπανάγεται μορφήν, καὶ κοινωνεῖ τῶν τιμῶν, ὧν αὐτῇ μετασχεῖν ἔδει συνδιενεγκούσῃ καὶ τοὺς ἄθλους.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἀνάληψιν αʹ λόγου. Τὸ προοίμιον. Εἰς οὐρανὸν μὲν καὶ γῆν ἡ τῆς κτίσεως διαμεμέρισται φύσις, οὐκ ἐᾷ δέ με τὴν διαίρεσιν βλέπειν ἡ συνάψασα σήμερον τὴν κτίσιν χάρις. Τίς γὰρ ἂν εἴποι λοιπὸν οὐρανὸν καὶ γῆν διῃρῆσθαι, καὶ κάτω τῆς φύσεως τῆς ἐμῆς καὶ ἄνω τῆς ἐμῆς βασιλευούσης; Ἀλλὰ κάτω μὲν ἐπὶ τῇ φθορᾷ τυραννούμεθα· ὅταν δὲ εἰς οὐρανὸν ἀναβλέψωμεν, τὴν φθορὰν ἡ φύσις ἀποτίθεται. Βλέπει γὰρ ἄνω τὴν τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν. Ὦ κέρδους ζημίας προελθόντος; Κατενεχθέντες ἤρθημεν εἰς ὕφος; ὠσθέντες εἰς οὐρανὸν ἀνηνέχθημεν· ἔσω τοῦ παραδείσου πληγέντες ἔξω τὴν θεραπείαν εὑρήκαμεν.
Ποῦ σοί, καταποντιστά, τὸ κακούργημα; Ὃν ἔπηξας τῷ κυβερνήτῃ Σταυρόν, γέγονε τῇ ναυαγούσῃ φύσει πηδάλιον, καὶ πρὸς οὐρανίους οἰακίζει λιμένας κυμαινομένους ἡμᾶς καὶ ἀποκαθίστησιν. Ὥσπερ αἱ τῶν μαθητῶν ἐκ τῆς γῆς πρὸς οὐρανὸν ἀνηρτήθησαν ὄψεις, τῆς σαρκὸς κατὰ μικρὸν ὑψουμένης, οὕτω καὶ τῶν ἐν οὐρανοῖς ἀσωμάτων ὁ δῆμος ἐξ οὐρανοῦ πρὸς οὐρανὸν ἐκεχήνει, τῆς τοῦ σώματος φύσεως ἐπέκεινα καὶ αὐτῶν ἀνιούσης, ἕως ἐν κόλποις τοῦ Πατρὸς ὑπεδέχθη. Ἀσφαλεῖς αἱ τοῦ γένους ἐλπίδες, ἐν οὐρανῷ βασιλέα συγγενῆ κεκτημέναι, ὃς καὶ πάλιν μετὰ τῆς αὐτῆς σαρκὸς πᾶσιν ὀφθήσεται.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν βʹ λόγου. Ὦ βασιλέων πάντων βασιλικωτέρας θρησκείας; Ἃ γὰρ ὅπλοις βασιλεῖς συνεκρότουν, αὐτὴ χωρὶς ὅπλων ἐδείκνυτο καταλύουσα· ἃ σφάττοντες διεκώλυον, αὐτὴ σφαττομένη συνεκρότει καὶ ταῖς σφαγαῖς κατὰ τῶν σφαττόντων ἀνίστη τὰ τρόπαια. Τὰ τῆς ἐκκλησίας κατεκόπτετο κλήματα, καὶ ὁ τῆς πίστεως ἐπεδίδου μᾶλλον καρπὸς καὶ τὸ ἄνθος ἀμάραντον ἔφερε. Ῥίζης γὰρ ἐκπεφύκει τὰ κλήματα τῆς ἀψευδῶς εἰπούσης· «Ἐγὼ τὸν κόσμον νενίκηκα· ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα».
Στέφανος ἐκλαδεύετο, καὶ ἄλλο κλῆμα μαρτύρων ἐβλάστανεν. Ἰάκωβος ἀπετέμνετο, καὶ Πέτρος ἄλλος πάλιν μάρτυς ἀνεφύετο. Οὗτος ἐξεκόπτετο, καὶ Παῦλον ἄλλο κλῆμα πολύκαρπον ἡ ῥίζα προὐβάλλετο. Ἐτετρύγητο Παῦλος, καὶ βότρυς ἄλλος μαρτυρίου περκάζων ὁ Θωμᾶς ἀνεφαίνετο. Καὶ πανταχόθεν ἡ ῥίζα τρυγωμένη τῶν τρυγώντων ἔφερε τὴν φορὰν ἀπληστότερον καὶ μονιμωτέραν τὴν βλάστησιν. Καὶ οἱ μὲν κόπτοντες κατὰ μικρὸν ἠφανίσθησαν μαραινόμενοι, ἡ δὲ τῷ καρπῷ διὰ παντὸς βρίθουσα τὰ πέρατα τῆς γῆς περιέλαβε τοῖς βλαστήμασι.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν αὐτὴν ἑορτὴν γʹ λόγου Τὸ προοίμιον. Ὁ θεῖος τῆς ἀγαθότητος ὄμβρος ἀρξάμενος εἰς ἀνθρώπους ἐκχεῖσθαι πρὸς ἀμήχανον σήμερον δωρεῶν ὑπερήρθη πλημμύραν, καὶ τὰ μεγάλα κατέκυψε μείζοσιν.
Ἦν μὲν γὰρ καὶ τὰ πρὸ τῆς παρούσης εὐεργεσίας λαμπρά, καὶ τῆς ἄκρας φιλοτιμίας ἀπόδειξις, Ἀδὰμ ἐκ παρθενικῶν αἱμάτων καινουργούμενος, σωμάτων αἱ νόσοι φυγαδευόμεναι καὶ ψυχῶν ἐλαυνόμενα τὰ δαιμόνια, λῃσταὶ τὸν ἀρχιλῃστὴν νικῶντες καὶ θριαμβεύοντες, θάνατος λαμβάνων διάδοχον τὴν ἀνάστασιν. Ἀλλ᾽ ἕως μὲν νῦν ταῦτα γέμει φιλοτιμίας καὶ λαμπρότητος· τὸ δὲ νῦν ἑορταζόμενον δῶρον οὐκ ἀνέχεται συγκρίσεως ἐξέτασιν ἐπιδέξασθαι, καὶ νικᾷ μὲν ἑαυτὴν ἡ περὶ ἡμᾶς τοῦ πλάστου φιλοτιμία, συγκαλλωπίζεται δὲ τῇ νίκῃ καὶ ἃ τὴν πρὸς ἐκείνην ἧτταν ἤνεγκεν, οὐδὲν ἔλαττον ἢ εἴπερ τούτων ἕκαστον τὸν τῆς νίκης ἀνεδήσατο στέφανον. Ἡ γηγενὴς φύσις τὴν γῆν ἀφεῖσα, μᾶλλον δὲ φέρουσα, εἰς οὐρανοὺς μετοικίζεται. Καὶ τὸ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν» τῆς ἀναπλάσεως μᾶλλον ἔργον ἢ τῆς πλάσεως ἐπιδείκνυται.
Ἀρχέτυπον τῆς ἀθανασίας ἡ σήμερον ἀναληφθεῖσα μορφή, σκιαγραφία δὲ καὶ προτύπωσις τούτου ἡ πρὸς τὴν θείαν εἰκόνα τῆς ἐμῆς δημιουργίας καταβολή. Ἔμελλεν ὄνος λαλεῖν· ἵνα μηδεὶς ἀπιστῇ, προελάλησεν ὄφις. Παρθένος τίκτει· ἵνα μή σοι ξένον δειχθῇ, τίκτει προφθάσασα στεῖρα. Ἔμελλεν Ἀδὰμ θανάτου τίκτεσθαι κρείττων· ἵνα μὴ κάμῃς ἐπιζητῶν πιστεῦσαι, ὁ πρῶτος Ἀδὰμ τὰς ἐπ᾽ ἀθανασίᾳ δέχεται ψήφους. Καὶ τὸν Ἐνὼχ ἔχεις, ναὶ δὴ καὶ τὸν Ἠλίαν, τὸ τῆς ἀθανασίας σκιαγραφοῦντας μυστήριον· κατέχει γὰρ τούτους ὁ Πλάστης ἐν σώματι, ψυχαγωγῶν τὴν ἐξόριστον φύσιν, ὡς καὶ μετὰ τὴν ὑπερόριον φυγὴν πάλιν εἰς τὴν ἀθάνατον ἐπαναγάγοι πολιτείαν. Ἡ διὰ πταίσαντος πατρὸς ἐπεισελθοῦσα θνητότης ἀναμαρτήτου παιδὸς εἰς διάλυσιν ἐδεῖτο τῆς τιμωρίας, ὃν ἀναμένειν ἡ φύσις διά τε Ἐνὼχ καὶ Ἠλίου διδασκομένη προειθίζετο.
Ὅτι σοῦ βουληθέντος οὐκ ἀποθνῄσκει θνητός, Ἐνώχ με καὶ Ἠλίας διδάσκουσι, καὶ γένοιτ᾽ ἂν δι᾽ αὐτῶν ἀθανασίας ἐλπὶς τοῖς οὔπω θανάτῳ προσομιλήσασι· νεκροῖς δὲ τίνα ἂν παράσχοιεν οἱ μήπω θανόντες προσδοκίαν ἀναβιώσεως;
Ἀλλ᾽ ἐάν τις ἐκ νεκρῶν ἀναστὰς ἐν οὐρανῷ βασιλεύῃ, οὗτος τῷ ἐμῷ παντὶ γένει τὸ τῆς ἀθανασίας ἀναμφίβολον δῶρον παρέχεται. Διὰ τοῦτο πλάττει τῇ φύσει Θεὸς ἀθανασίας ἐκ τῆς φύσεως πρόσωπον, καὶ δείκνυσιν ὑπὲρ φύσιν ἐκ τῆς φύσεως προστάτην τῆς φύσεως.
Ὁ θανάτου γευσάμενος ἐν οὐρανοῖς ἐκ νεκρῶν ἐνθρονίζεται, ὡς ἂν κάτωθεν ἡ φύσις πρὸς τὸν ἐν οὐρανοῖς ἀτενίζουσα μηδὲν ἐπιδιστάζῃ τῇ ἀθανασίᾳ, τὸν ἐξ αὐτῆς ἀϊδίως ἐν οὐρανοῖς βλέπουσα βασιλεύοντα. «Τίς λαλήσει τὰς δυναστείας Κυρίου;» Συμβασιλεύει θεότητι φύσις ἡ πρὶν ἐν παραδείσῳ μηδὲ τῆς θείας φωνῆς τὴν ἀκοὴν στέγουσα, ἀλλὰ τῷ φόβῳ δραπετεύουσα καὶ κρυπτομένη. Ὦ τῆς περὶ ἐμὲ χρηστότητος; Οὐ μνημονεύει τῆς παραβάσεως, οὐ μνησικακεῖ τοῦ πρὸς τὸν ὄφιν συνθήματος, τοῦ γένους τὴν ἀγνωμοσύνην οὐ λογίζεται, τὴν πτῶσιν οὐκ ἐπῃσχύνθη τῆς φύσεως· ἀλλ᾽ ἐν αὐτοῖς τοῖς τοῦ θανάτου κειμένης βαράθροις, ἐν αὐτοῖς τοῖς τῆς ἀσεβείας ἀδύτοις περιδράττεται ταύτης ἀρρήτῳ φιλανθρωπίας πλούτῳ, καὶ τῶν μυχῶν ταύτην ἀνασπάσας τοῦ Ἅιδου καὶ συνανυψώσας αὐτοῦ τῇ θεότητι ὁ πλαστουργὸς τὸ πλαστούργημα, τοῖς πατρικοῖς κόλποις ἐνίδρυσε. Διὰ τοῦτο καὶ Παῦλος ἐβόα· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις».
Ἀνεγνώσθη τοῦ 〈Χρυσοστόμου〉 ἐκ τῆς περὶ τοῦ ἁγίου Πνεύματος πρώτης ὁμιλίας, ἧς ἡ ἀρχή· Χθὲς ἡμῖν, ὦ φιλόχριστοι, οἱ ψευδόχριστοι ἀφ᾽ ἑαυτῶν ἐλάλουν, οὐκ ἐκ νόμου, οὐκ ἐκ προφητῶν, ἀλλ᾽ ἀπὸ τῆς ἰδίας γνώμης καὶ ὁρμῆς. Ὁ δὲ Σωτὴρ οὐκ ἀπέστη νόμου, οὐκ ἐγκαταλέλοιπε προφήτας, ἀλλ᾽ ἔλεγε νῦν μὲν «Καλῶς εἶπεν Ἠσαΐας,» νῦν δέ «οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν;» καὶ μυρία τοιαῦτα. Ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ Χριστοῦ, καὶ τὸ ἐκείνου περιθέντες ἑαυτοῖς κακούργως ὄνομα, οὐκ ἀπὸ τῶν ἱερῶν γραφῶν ἀλλ᾽ ἐκ τῆς ἰδίας ἀπονοίας τὰ τῆς πλάνης προὐβάλλοντο, λέγει ὁ Σωτήρ· «Ἐγὼ ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ», ὥσπερ ἐκεῖνοι· τὸ γὰρ ἀφ᾽ ἑαυτοῦ λαλεῖν τὸ ἔξω τῶν ἱερῶν γραφῶν ἐστι λαλεῖν. Ὅτι δὲ τὸ ἀφ᾽ ἑαυτοῦ λαλεῖν ψευδοχρίστων ἐστὶ καὶ ψευδοπροφητῶν, λέγει διὰ τοῦ προφήτου Ἰεζεκιὲλ ὁ Θεός· «Οὐκ ἀπέστειλα αὐτούς, ἀφ᾽ ἑαυτῶν ἐλάλησαν, ἐκ τῆς καρδίας αὑτῶν φθέγγονται».
Ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ᾽ ἑαυτῶν ἐκήρυττον, ταύτην ἀποδυόμενος τὴν ὑπόνοιαν (καὶ γὰρ ἐδυσφήμει τὸ ἀχάριστον τῶν Ἰουδαίων ἔθνος πλάνον αὐτὸν καὶ πλανᾶν τὸν κόσμον) διὰ τοῦτο ἔλεγεν· «Ἐγὼ ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ», ἀλλ᾽ ἀπὸ νόμου, ἀπὸ τῶν προφητῶν ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς ἐν νόμῳ, ἐν προφήταις (ἐκ προσώπου δὲ τῆς σαρκὸς ταῦτα λέγει, καὶ εἰς διάλυσιν τῆς δυσσεβούσης ὑπονοίας), ὑμεῖς δέ, ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου. Τὰ γὰρ τοῦ πατρὸς κλῆρος γίνεται τοῖς παισί, καὶ διὰ τοῦτο τὰ ἐκείνου γίνεται τῶν κληρονόμων, ὡς ἴσον ἐνταῦθα καθορᾶσθαι καὶ εἰς ταὐτὸν συνιέναι τὸ ἐξ ἑαυτῶν λαλεῖν καὶ τὸ ἐκ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου λαλεῖν.
Ὥσπερ ὁ Χριστὸς ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω καὶ τὸ Πνεῦμα πλήρωμα τοῦ εὐαγγελίου. Χριστὸς ἐλθὼν ἐβεβαίωσε τὰ παρὰ τοῦ Πατρὸς ἐν τῷ νόμῳ εἰρημένα καὶ προφήταις· διὸ καὶ λέγει Παῦλος «Πλήρωμα νόμου Χριστός». Τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου· ὅσα ἐστὶν ἐν τῇ Χριστοῦ διδασκαλίᾳ, τὸ Πνεῦμα πληροῖ, ὅσα ἐν τῇ τοῦ νόμου, ὁ Χριστός, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ Πατρός, ἀλλ᾽ ὡς ἑρμηνευτὴς τῶν τοῦ Πατρὸς καὶ τελειώτης. Οὕτω δὲ καὶ τὸ Πνεῦμα διασαφεῖ καὶ διατρανοῖ τὰ τοῦ Υἱοῦ· καὶ γάρ φησι «Πολλὰ ἔχω ὑμῖν λαλεῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν» καὶ ἑξῆς. Ὅτι ἀφ᾽ ἑαυτοῦ οὐ λαλεῖ· οὐ γὰρ ἀντιφθέγγεται τῷ Υἱῷ, ἀλλ᾽ ἀναπληροῖ τὰ τοῦ Υἱοῦ, καθ᾽ ὃν τρόπον ὁ Υἱὸς τὰ τοῦ Πατρός.
Ὅτι ἐν τούτῳ τῷ λόγῳ εὑρήσεις πρὸς τῷ τέλει, δεικνύντος τοῦ Χρυσοστόμου ὅτι ἡ ἀποστολὴ οὔτε τὸν Υἱὸν οὔτε τὸ Πνεῦμα ἐλάττω ποιεῖ τοῦ Πατρός, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἀποστέλλεται παρὰ τοῦ Πνεύματος καὶ παρὰ τοῦ Υἱοῦ. Λέγει αὐταῖς λέξεσιν· «Ἐάν σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον παρὰ τοῦ Πνεύματος καὶ παρὰ τοῦ Υἱοῦ, τί ποιεῖς; Ἢ ἄρνησαι τὸν Χριστὸν καὶ ἀπάλειψον τὰς γραφάς, ἢ δοῦλος ὢν τῶν γραφῶν ὑποτάττου ταῖς γραφαῖς». Καὶ ποῦ, φησίν, εἴρηται τοῦτο; Ἄκουε τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος Ἠσαΐου· «Ἄκουέ μου Ἰσραήλ, ὃν ἐγὼ καλῶ». Καὶ ὅλην τὴν περικοπὴν ἐκτιθεὶς τοῦ χωρίου μέχρι τοῦ· «Καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ», διϊσχυρίζεται τὸν Πατέρα ταῦτα εἰπεῖν ἐκ τῶν προτεταγμένων βεβαιῶν τὸν λόγον, καὶ καθιστῶν δῆλον ὡς ὁ Πατὴρ εἴη νῦν ὁ λέγων καὶ ἀποστελλόμενος παρά τε τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ.
Τοῦ αὐτοῦ ὅτι Χριστὸς ἀνατολή, καὶ εἰς τὸ ἀνέβη καὶ κατέβη, καὶ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παντοκράτωρ ἐστίν. Ὅτι ὁ Θεὸς Λόγος, φησὶν Ἰωάννης, τὸν βραχίονα εἰς τὴν οἰκονομίαν ἐκλαμβάνων τοῦ Σωτῆρος καὶ τὴν αὐτοῦ θεότητα. Πολλά, φησί, σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἠσαΐου· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Αὐτὸς τοίνυν καὶ δικαιοσύνη· ἐγγίζει γὰρ ἡ δικαιοσύνη μου παραγενέσθαι. Αὐτὸς καὶ Σωτήρ, αὐτὸς καὶ βραχίων.
Διὰ τοῦτο καὶ ὁ Παῦλος περιλαβὼν ἅπαντα εἰς ἓν ἀναφέρει, λέγων· «Ὃς ἐγενήθη ὑμῖν ἀπὸ Θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». Οὗτος ἡμῖν ἀνέτειλεν ἀνατολὴν δικαίαν· ἰδοὺ γάρ φησιν ἀνατελῶ τῷ οἴκῳ Δαβὶδ ἀνατολὴν δικαίαν. Καὶ βασιλεὺς δίκαιος. Μία μὲν οὖν ἡ ἀνατολή, πολλαὶ δὲ αὐτῆς αἱ ἀκτῖνες, ἀκτῖνες φιλανθρωπίας, ἰάσεως, εἰρήνης, δικαιοσύνης ἀκτῖνες καὶ μυρίων ἄλλων. Διὸ καὶ ὁ Δαβὶδ προθεσπίζων ᾖδεν· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη». Αὕτη γοῦν ἡ ἀνατολὴ ἐξ ὕψους ἀνέτειλε καὶ ἀπὸ τῆς γῆς, ἐξ ὕψους μὲν κατὰ τὴν θεότητα, ἀπὸ γῆς δὲ κατὰ τὴν οἰκονομίαν.
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὅτι ἑκάστῳ κλίματι ἐφεστήκασιν ἄγγελοι. Ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ [οὐχ ὡς ἀξίῳ], ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ θάλασσα καὶ γῇ καὶ τὰ ἐν αὐτοῖς, οὐχ ὡς ἀξίῳ δέ (καὶ γὰρ παραβάτης ἦν καὶ ὑπόδικος) ἀλλὰ τοῦ Θεοῦ δουλεύειν προστάξαντος, ὡς ἂν μὴ ἐξυβρισθῇ διὰ πάντων ἡ εἰκών, εἰ καὶ παρέβη.
Πάσης τοίνυν τῆς κτίσεως στασιαζούσης ὁ Θεὸς κελεύει τῇ κτίσει μὴ ἀφηνιᾶν, ἀλλὰ παρέχειν μὲν τὸν ἥλιον τὴν ἑαυτοῦ ἀκτῖνα, τὴν γῆν τοὺς καρπούς, τὴν θάλασσαν ἰχθύας καὶ τὰς ἐμπορίας, καὶ ἕκαστον τῶν κτισμάτων τὴν ἐξ ἑαυτῶν χρείαν καὶ ὠφέλειαν τοῖς ἀνθρώποις. Ταύτην ἀπογυμνῶν ὁ ἀπόστολος τὴν ἔννοιαν φάσκει· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ».
Οἷον τί λέγω; Ὡς εἶδεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα καὶ τὴν κτίσιν ἀνανεύουσαν πρὸς ὑπηρεσίαν τοῦ ἡμαρτηκότος, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσαν, καὶ ἐκέλευσεν ὑπηρετεῖν ὡς πρότερον, ἡνίκα τὸ βασιλικὸν ἑαυτῷ καὶ ἀρχικὸν τὴν ἐντολὴν φυλάττων συνδιέσωζεν.
Ἠισχύνετο γὰρ ἡ κτίσις τὸν αἰχμάλωτον τῇ παραβάσει κύριον ἐπιγράφεσθαι καὶ ἐξυπηρετεῖν αὐτῷ, τῆς ἁμαρτίας αὐτὸν ὁρῶσα δοῦλον γενόμενον· ἀλλ᾽ ἐκέλευσεν ὁ Κτίστης μὴ ἐξαρνεῖσθαι τὸν παραβάτην, ἀλλ᾽ ἐπιδεικνύναι τοῦ κοινοῦ Δεσπότου τὴν ἄφθονον χάριν καὶ τὸ τῆς εὐεργεσίας ἀμετάθετον, ἐπαγγειλάμενος καὶ τῇ κτίσει ὅτι περ ἀνακαινιζομένου καὶ ἐλευθερωμένου τοῦ φθαρέντος καὶ αἰχμαλωτισθέντος ἀνθρώπου ἀνακαινισθήσεται καὶ αὐτή, ὡς ἂν εἰ ἔλεγεν· ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησε διὰ τὴν παράβασιν καὶ φθείρεται διὰ τὴν παρακοήν. Ἀνάσχου δουλεῦσαι τῇ τοῦ φθαρέντος φθορᾷ, ἵνα ὅταν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα, τὸν φθαρέντα ἄνθρωπον, σὺν αὐτῷ καί σε τὴν κτίσιν ἀνακαινίσω καὶ σύνθρονον αὐτοῦ τῆς δόξης ποιήσω· συγκατεσπάσθης αὐτοῦ τῇ ταλαιπωρίᾳ, συναναστήσῃ τῇ δόξῃ. Τί δέ ἐστι τὸ τὴν κτίσιν φεύγειν τὴν τοῦ ἀνθρώπου δεσποτείαν; Λέγει γάρ· «Τῇ ματαιότητι ἡ κτίσις οὐχ ἑκοῦσα ὑπετάγη». Ποίᾳ ματαιότητι; Ἀφ᾽ οὗ ἂν ἐκτραπῇ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ματαιότης καλεῖται. Ἄκουσον ψάλλοντος Δαβίδ· «Πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν». Πᾶς ἄνθρωπος μάταιός ἐστιν ὁ τὸν Θεὸν καταλιμπάνων καὶ μάταια μεταδιώκων.
Ἔστησεν ὁ Θεὸς ἀγγέλους κατὰ τὰ κλίματα τῆς οἰκουμένης ἕνα ἕκαστον ἐπιτροπεύειν, ὡς καὶ Μωϋσῆς λέγει, ἑνὸς ἑκάστου ἔθνους· ἔστησε δέ, ἵνα τὴν ἄψυχον κτίσιν χαλινώσωσιν, ἥλιον καὶ σελήνην καὶ θάλασσαν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς, ὑπηρετεῖν τῇ τοῦ ἀνθρώπου ἀπολαύσει. Πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι ἀναξίοις καὶ δίκης ἐνόχοις ἀνθρώποις, μάλιστα ὁρῶντες αὐτοὺς τὴν δεσποτικὴν ἀξίαν τοῖς εἰδώλοις ἀνάπτοντας καὶ ἀνιεροῦντας. Ἔφερεν ἡ γῆ τὸν οἶνον, καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο, τοὺς ἄλλους καρπούς, καὶ τοῖς εἰδώλοις ἀνετίθεντο. Διὰ τοῦτο ἐδυσφόρουν οἱ ἄγγελοι, τὰ μὴ ὄντα ὁρῶντες ἀντὶ τοῦ ὄντος τιμώμενα.
Ἐντεῦθεν λέγεται καὶ τὸ ἕτερον ζήτημα, τὸ εἰς τὸν προφήτην ἀναφερόμενον· «Ἦλθε πρὸς αὐτόν, φησίν, ὁ ἄγγελος Γαβριήλ, καὶ λέγει αὐτῷ· Δανιήλ, ὁ δοῦλος τοῦ Θεοῦ, ἀφ᾽ ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυχήν σου ἔναντι Κυρίου, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἀπεστάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα. Ἀλλ᾽ ὁ ἄρχων τῆς βασιλείας Περσῶν ἀντέστη μοι, εἰ μὴ Μιχαήλ, ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν, ἦλθεν εἰς βοήθειαν». Ἀπορήσειε γὰρ ἄν τις, εἰ ὁ τῆς Περσίδος ἐπιτροπεύων ἄγγελος παρὰ Θεοῦ ἐπιτροπεύειν τέτακται, ὡσαύτως καὶ ὁ Γαβριὴλ ἀνακομίσαι τὸν Ἰσραὴλ τῆς αἰχμαλωσίας παρὰ Θεοῦ ἀπέσταλται, πῶς αὐτῷ τῶν Περσῶν ὁ ἄρχων ἀνθίστατο; Λυθείη δ᾽ ἂν τὸ διαπορούμενον ὧδε· ὁ κόσμος εἰδωλολατρείας ἐπεπλήρωτο, οἱ δὲ ἄγγελοι οἱ ἐφεστῶτες τῶν ἐθνῶν ἠγανάκτουν καὶ ἐθλίβοντο.
Αἰχμάλωτος δὲ Δανιὴλ εἰς Βαβυλῶνα μετὰ τῶν ὁμοφύλων ἀπαχθεὶς τὴν θεογνωσίαν ἐκήρυττεν· ὡσαύτως καὶ οἱ τρεῖς παῖδες, οὓς τὸ πῦρ εἰς ἱλαρὰς αὔρας τὴν καυστικὴν δύναμιν ἀμεῖψαν ἀνέψυχε. Διὸ καὶ πολλοὺς τῆς εἰδωλικῆς μεταστήσαντες πλάνης θεοσεβεῖν παρεσκεύασαν.
Ὁ οὖν τῆς ἀρχῆς τῶν Περσῶν ἐφεστηκὼς ἄγγελος ἔχαιρεν ὁρῶν ἐν τοῖς αὐτοῦ μέρεσι τὸν Θεὸν ἀντὶ τῶν εἰδώλων λατρευόμενον. Τὸν Ναβουχοδονόσορ ἑώρα, ἀντὶ τοῦ καταναγκάζειν θύειν εἰδώλοις καὶ ἐσχάταις τοὺς μὴ πειθομένους ὑποβάλλειν τιμωρίαις, λαμπρῶς θεολογοῦντα καὶ λέγοντα· «Σιδράχ, Μισάχ, Ἀβδεναγὼ οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου» καὶ πολλὰ τοιαῦτα. Ἐπεὶ οὖν ὁ μακάριος Δανιὴλ ἐδεῖτο τοῦ Θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ἐπὶ τῇ αἰχμαλωσίᾳ διορισθέντων, ἀναγαγεῖν τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ, ἀπεστάλη δὲ Γαβριὴλ μηνῦσαι αὐτῷ τὴν ἀνάρρυσιν, ἀνθίσταται τῷ Γαβριὴλ ὁ τῆς Περσικῆς ἀρχῆς ἐπιστάτης, λυπούμενος ὅτι πάλιν ἡ γῆ ἧς ἐπεστάτει, τῶν διδασκάλων τῆς εὐσεβείας ἐκεῖθεν ἀνακομισθέντων, εἰς τὴν προτέραν ἐπαναστρέψει ἀσέβειαν καὶ πλάνην.
Ἀνθίστατο δὲ οὐ μαχόμενος ἀλλὰ δικαιολογούμενος· τίς ἡ σπουδὴ, λέγων, τῆς ἀνόδου; Τὴν οἰκείαν οἰκῶν πατρίδα ὁ Ἰσραὴλ καὶ εὐπαθῶν εἰς εἰδωλολατρείαν πολλάκις ἐξώλισθε· νῦν δὲ καθαρῶς εὐσεβεῖ, τὴν ἀλλοτρίαν παροικῶν, καὶ οὐκ εὐσεβεῖ μόνον, ἀλλὰ καὶ ὑπεραθλεῖ τῆς εὐσεβείας, καὶ πολλοὺς τῶν πεπλανημένων πρὸς τὸν ἀληθινὸν ἐπιστρέφουσι Θεόν. Ὅτε οὖν καὶ τοῖς τὴν χάριν δεχομένοις οὐδὲν κατὰ ψυχὴν λυσιτελέστερον ἐπακολουθεῖ, καὶ τοὺς εὐσεβεῖν δι᾽ αὐτοὺς ἀρξαμένους τὸ ἔσχατον κακὸν ἡ δυσσέβεια πάλιν ὑποχειρίους ποιεῖ, πόσον ἦν ἄμεινον καὶ τὸν Ἰσραὴλ τέως τῆς αἰχμαλωσίας μὴ ἀναγαγεῖν, καὶ τοὺς ἄρτι πρὸς τὸ φῶς ἀναβλέψαντας τῆς θεογνωσίας ἐν τῇ αὐτῇ συντηρεῖν εὐσεβείᾳ;
Ἀπεστάλην, φῄς, τὸν λαὸν ἀποκαταστῆσαι τῇ πατρίδι. Ποίᾳ πατρίδι; Ἣν οἰκοῦντες ἐμίαινον κνίσαις, δαίμοσι θύοντες, καὶ εἰδωλομανίαις. Οὐ ταῦτα κατηγορεῖ λέγων Ἱερεμίας· «Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα· καὶ κατὰ τὰ ἄμφοδα Ἱερουσαλὴμ ἔθυες τῷ Βάαλ». Μυρίοις τότε παρὰ Θεοῦ περιεκλύζοντο ἀγαθοῖς, καὶ τῆς κακίας καὶ ἀσεβείας οὐκ ἀνεχώρουν· μυρία νῦν ὑπομένουσι κακά, καὶ τοῦ Θεοῦ οὐκ ἀφίστανται. Τί ποτ᾽ οὖν ἔσται τὸ τῆς ἐπανόδου κέρδος;
Ἦν τοίνυν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν· οὐ γὰρ εἶπεν ἐμάχετο, ἀλλ᾽ ἀνθίστατο. Καὶ γάρ ἐστι πολλάκις ἀντίστασις δικαίου πρὸς ἀγαθόν, ὡς ἀνθίσταται πολλάκις νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος. Ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει· φιλανθρωπία πολλάκις βασιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ καὶ ἐξαρπάζει τῆς τιμωρίας.
Ὧδε οὖν ἡ μάχη οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές· οὔτε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος, οὔτε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρίσκεται. Ὅτι τῆς κτίσεως, φησίν, ὡς προείρηται διακειμένης, καὶ ἀγανακτούσης ἐφ᾽ ᾧ καὶ ἄκουσα τῷ παραβάτῃ παρεῖχε τὴν χρείαν καὶ ἐξυπηρέτει, καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ τοῦ εὐεργετουμένου ἀγνωμοσύνῃ, καὶ ὅλου κακωθέντος τοῦ κόσμου διὰ τὰς παρανομίας (καὶ γάρ· «Εἶδε, φησίν, ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς»), οὐκ ἦν ἡ κτίσις οἵαν ὑπέστησεν αὐτὴν ὁ Θεὸς ἀπ᾽ ἀρχῆς· οὐκ ἦν τοῖς ἄστροις ὁ οὐρανός, ὡς τὸ πρίν, ἄνευ τινὸς μιάσματος καταλαμπόμενος· οὐκ ἦν ἡ γῆ τοὺς καρποὺς ἀμολύντους, ὡς τὸ πρίν, ἀναδιδοῦσα· οὐ θάλασσα, οὐκ ἄλλο τι τῶν ἐν τῇ κτίσει. Ὁ γὰρ παραβάτης εἰσελθὼν ἐν αὐτῇ κατεμίαινε καὶ ἀνεθόλωσεν ἅπαντα ταῖς βλασφημίαις· ταῖς θεομάχοις καὶ αἰσχραῖς φωναῖς, ταῖς μιαιφονίαις· τοῖς πειραταῖς καὶ λῃσταῖς τὴν θάλατταν· τὰς πηγὰς καὶ ποταμοὺς ταῖς εἰδωλολατρείαις, νύμφαις καὶ δαίμοσιν ἀνάπτοντες αὐτά. Πᾶσα τοῖς ἀνθρώποις ἡ κτίσις εἰς θεοὺς ἀνεπλάττετο· οὐδὲν δὲ κτίσιν οὕτω μιαίνει καὶ κιβδηλεύει ὡς τὸ θεοποιεῖσθαι αὐτήν.
Διὰ ταῦτα εἰσῆλθεν ὁ Σωτὴρ τοῦ κόσμου διὰ σαρκὸς ἐν αὐτῇ, καὶ ταύτην τῶν μυρίων τούτων ἀπαλλάξας μιασμάτων ἀνεκαίνισε, πολὺ χαλεπωτέρων ἢ σωματικῆς διαφθορᾶς ἐλευθερώσας αὐτὴν κακώσεων καὶ παθῶν.
Ἀνακαινίζει διὰ τῆς πρώτης παρουσίας τὴν κτίσιν, ἵνα μάθῃς ὅτι αὐτός ἐστιν ὁ καὶ ἀπ᾽ ἀρχῆς αὐτὴν δημιουργήσας· οὐ γὰρ ἄλλου μὲν κτίζειν, ἄλλου δὲ διαφθαρεῖσαν ἀνακαινίζειν, ἀλλὰ τῆς αὐτῆς ἑκάτερον σοφίας καὶ τέχνης. Ἀνακαινίζει τὴν κτίσιν κατὰ τὴν πρώτην ἐπιδημίαν, ἵνα μηδεμία σοι χώρα καταλειφθῇ ἀπιστίας ὡς κατὰ τὴν δευτέραν παρουσίαν οὐ καινισθήσεται, καὶ σὺ πρὸ αὐτῆς εἰς ἀφθαρσίαν, εἰς ἀπάθειαν, εἰς ἄφατον καλλονήν. Εἰ γὰρ, ὅτε ἦν ἑκὼν ἐν ἀσθενείᾳ σαρκός, ἐν ἱδρῶσιν, ἐν πάθεσιν ὁ Χριστός, ὅτε πλάνος καὶ Σαμαρείτης ἐσυκοφαντεῖτο, τὴν κτίσιν ἐκάθαρε τῶν τοσούτων καὶ τηλικούτων καὶ πολυχρονιωτάτων παθῶν καὶ μιασμάτων, ὅταν ὡς κριτὴς ζώντων παραγένηται καὶ νεκρῶν, ὅταν μυριάσιν ἀγγέλων δορυφορούμενος τάγμασιν, ὅταν πάντων δεσπόζων καὶ κύριος, ὅταν πάντα φρίσσῃ καὶ τρέμῃ, πῶς ἡ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολὴ οὐ τὸ ῥᾷστον ἔχουσα καθορᾶται καὶ τὸ ἀκόλουθον καὶ θεοπρεπές;
Ὅτι παραγίνεται ὁ Σωτὴρ προκηρυττόντων τῶν προφητῶν, ἵνα μή τις νομίσῃ ὅτι καθ᾽ ὃν τρόπον ἄνθρωπος τῆς προτέρας διαμαρτὼν ἐπιβολῆς καὶ βοηθείας ἐπὶ δευτέραν ἔρχεται, οὕτω καὶ ὁ Θεός. Ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, ἄνωθεν προέλεγον οἱ προφῆται τὴν παρουσίαν αὐτοῦ, ἵνα δείξωσιν ὅτι Θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ᾽ ἀπ᾽ ἀρχῆς προεῖδεν ἅπαντα.
Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι σκεπτόμεθα, καὶ ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας, ἐφ᾽ ἑτέραν μεταβαίνομεν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ᾽ ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μεταμαθών, ἀπ᾽ ἀρχῆς δὲ εἰδὼς ὡς οὐχ οἷόν τε ἄλλως ἦν τὴν κτίσιν καὶ τὸν ἐν αὐτῇ ἄνθρωπον οὔτε γενέσθαι οὔτε παιδαγωγηθῆναι, οὔτε τὸ τῆς ἀφθαρσίας ἀξίωμα ἀναλαβεῖν, εἰ μὴ καθ᾽ ὃν τρόπον ἡ ἄφατος πρόνοια καὶ φιλανθρωπία ᾠκονόμησεν.
Ὅτι φασίν, εἰ προῄδει ἁμαρτῆσαι τὸν Ἀδὰμ ὁ Θεός, τί καὶ προήγαγεν αὐτόν; Καὶ πολλαὶ μέν εἰσι καὶ πάγκαλοι τοῦδε τοῦ ἀπορήματος ἐπιλύσεις, λέγει δ᾽ οὖν καὶ ὁ θεόσοφος Ἰωάννης ὁ Χρυσόστομος ὅτι οὐ τοῦτο μόνον φημὶ ὅτι προῄδει, ἀλλ᾽ ὅτι καὶ πεσόντα ἀναστήσει αὐτὸν διὰ τῆς οἰκονομίας. Καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν. Ἤιδει ὅτι πεσεῖται, ἀλλὰ προαπέθετο τὸ τῆς ἀναστάσεως φάρμακον· καὶ συνεχώρησεν εἰς πεῖραν ἐλθεῖν θανάτου τὸν ἄνθρωπον, ἵνα μάθῃ τίνος μὲν ἀπολαύει δι᾽ ἑαυτόν, τίνος δὲ τῇ τοῦ πλάσαντος χάριτι. Ἤιδει πεσούμενον τὸν Ἀδάμ, ἀλλ᾽ ἔβλεπεν ἐξ αὐτοῦ προελευσόμενον τὸν Ἀβέλ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἠλίαν, τοὺς προφήτας, τοὺς θαυμαστοὺς ἀποστόλους, τὴν εὐγένειαν τῆς φύσεως, τὰ θεοκίνητα τῶν μαρτύρων καὶ στάζοντα τὴν εὐσέβειαν νέφη. Ἔβλεπε ταῦτα, καὶ ποῦ ἦν καλόν, ποῦ δὲ δίκαιον, ποῦ δὲ θεοπρεπές, [ἵνα] διότι ἔμελλεν εἷς ἄνθρωπος ἁμαρτάνειν, τοῦτον μὴ ἀγαγεῖν ἐκ μὴ ὄντων, καὶ τοσούτων ἀνδρῶν, ὧν οὐδὲ καθ᾽ ἕνα ἄξιος ὁ κόσμος, φορὰν ἀνακόψαι, καὶ θερίσαι πρόρριζον τὴν τοσαύτην τοῦ γένους βλάστησιν καὶ καλλονήν, καὶ κατ᾽ αὐτῆς ἐπαφιέναι τὴν ἐκτομὴν καὶ ὀργήν, καὶ τότε τοῦ τὴν ἁμαρτίαν ὕστερον ἑλομένου οὔτε ἁμαρτόντος οὔτε ἁμαρτεῖν μεμελετηκότος, ἅτε μήπω μηδὲ ὑφεστῶτος;
Εἰ γὰρ σωφρόνων ἐστὶν ἀνδρῶν τὸ μελετήσαντα μὲν ἁμαρτῆσαι μὴ ἁμαρτήσαντα δὲ μὴ εἰσπράττειν εὐθύνας ἁμαρτημάτων, ἦ πού γε ἂν εἴη Θεοῦ τὸν μηδὲ μελετήσαντα ἐξαμαρτῆσαι τὰς τῶν ἡμαρτηκότων ἀπαιτεῖν δίκας, καὶ τότε χαλεποῦ μὲν ὄντος τοῦ ἁμαρτήματος (πῶς γὰρ οὐ χαλεπὸν ἀθέτησις δεσποτικῆς ἐντολῆς;) οὐκ ἀνιάτου δὲ ἐσομένου, τῇ ἀφάτῳ φιλανθρωπίᾳ τοῦ πλάσαντος καὶ τοῦ πρωτοπλάστου εἰς τὴν ἀρχαίαν ἐπανάγεσθαι μέλλοντος εὐγένειαν. Ὥστε εἰ μὴ προῆκτο, διότι ἔμελλεν ἁμαρτεῖν ὁ ἀρχέγονος, ἐδείκνυτο ἂν τὸ θεῖον τὸν μήπω ἁμαρτήσαντα κολάζον, καὶ τῆς ὕστερον ἀνακλήσεως καὶ σωτηρίας ἀποστεροῦν, καὶ τοσούτων ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἔρημον τὴν κτίσιν ἀποφαῖνον.
Ὅτι τοῦ θείου Παύλου εἰπόντος «πρωτότοκος πάσης κτίσεως» οἱ αἱρετικοί, φησί, μὴ νοήσαντες περὶ ποίας κτίσεως λέγει, εἰς κτίσμα τὸν Υἱὸν οἱ ἀνόητοι καταβιβάζουσι. Διττὴ δὲ ἡ κτίσις· ἡ μὲν γάρ ἐστιν ἡ γεγενημένη, ἡ δὲ ἀνακαινιζομένη· αὐτὸς γὰρ πάλιν Παῦλος βοᾷ· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις». Ἵνα δὲ λαμπρῶς ἐπιδείξῃ ὅτι τῆς ἀνακαινισθείσης κτίσεως λέγει πρωτότοκον τὸν Χριστόν, ἐπάγει «Πρωτότοκος ἐκ νεκρῶν», ἵνα γένηται ἐν πᾶσι πρωτεύων, πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων, πρωτεύων οὐ κατὰ τὴν θεότητα (ἄπαγε· ὕβρις γὰρ Θεῷ τὸ καλεῖσθαι πρῶτον τῶν κτισμάτων, ὃς ἀρρήτῳ λόγῳ καὶ ἀνεπινοήτῳ ὑπεροχῇ πάσης ὑπερήρτηται καὶ ὑπερίδρυται φύσεως), ἀλλὰ πρωτεύει κατά γε τὴν ἀνθρωπότητα, ἀρχηγὸς ἡμῶν γεγονὼς τῆς ἀναστάσεως καὶ τῆς ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταστοιχειώσεως· εἰ γὰρ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἤγειρε καὶ Ἐλισσαῖος τὸν τῆς Σωμανίτιδος, καὶ αὐτὸς ὁ Σωτὴρ τεταρταῖον τὸν Λάζαρον ἐξανέστησεν, ἀλλ᾽ οὐδεὶς αὐτῶν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐξανέστη· πάλιν γὰρ αὐτῶν ὁ θάνατος ἐκυρίευσε. Χριστὸς δὲ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ἀλλ᾽ οὐδὲ ἐκείνων, οὓς κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀναστήσει. Ὦ κακῆς καὶ ἄφρονος ἡμῶν γνώμης;
Ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ αὑτοῦ Πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα προῆλθε, καὶ λαβὼν ἡμῶν τὸ φύραμα ἀνύψωσεν αὐτὸ καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. Ἔλαβε παρ᾽ ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός· ἐλάβομεν ἐξ αὐτοῦ τὸ Πνεῦμα, καὶ ὑβρίζομεν, ἐν κτίσμασι καὶ δούλοις αὐτὸ καταλέγοντες.
Ὅτι φησί, δέησις μὲν λέγεται, ὅταν τις τὸν Θεὸν ἀξιοῖ εἰς πρᾶγμα, προσευχὴ δέ, ὅταν ὑμνῇ τὸν Θεόν, εὐχαριστία δέ, ὅταν τις ὑπὲρ ὧν ἔπαθε χάριν ἀνθομολογῇ τῷ Θεῷ, ἐντυχία δέ, ὅταν τις κατὰ τῶν ἀδικούντων ἐντυγχάνῃ τῷ Θεῷ, προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. Ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστι, φησιν, ἱκετεύειν ἀλλ᾽ ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, λέγει ὁ Θεὸς πρὸς τὸν Ἠλίαν· «Τί σὺ ἐνταῦθα, Ἠλίας;» ἀποκρίνεται ἐρωτηθεὶς ὁ προφήτης· «Ζηλῶν ἐζήλωκα Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραὴλ» καὶ ἑξῆς. Καὶ οὐκ ἔστιν ἐνταῦθα δέησις, ἀλλ᾽ ἐρώτησις καὶ ἀπόκρισις· καὶ γέγονε τὸ ἐξ ἀμφοῖν ἔντευξις. Καὶ πόθεν δῆλον; Παύλου λέγοντος ἄκουσον· «Οὐκ ἀνέγνωτε ἐν Ἠλίᾳ τῷ προφήτῃ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ». Οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι δέησις.
Ἀλλὰ ταῦτα μὲν ὁ Χρυσόστομος. Δεῖ δ᾽ οὖν ἔτι λεπτομερέστερον τὰς διαφορὰς τῶν εἰρημένων ὀνομάτων διασκέψασθαι καὶ ἐπιθεωρῆσαι, ὥστε μὴ τῷ πλήθει μόνον ἱκανὰ εἶναι λέγεσθαι, ἀλλὰ καὶ τοῖς δεινότερον διακωδωνίζειν ταῦτα βουλομένοις ἀνάλωτα καὶ ἀνεπηρέαστα διαμένειν.
Ἐκ τοῦ λόγου, ὅτι παλαιᾶς καὶ καινῆς διαθήκης εἷς ὁ νομοθέτης· καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· καὶ περὶ μετανοίας. Ὅτι φησὶν ὁ Παῦλος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται».
Πῶς οὖν δικαιοσύνη Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται; Πῶς; Ἐπειδὴ ὁ πρῶτος νόμος Ἰουδαίοις μόνοις ἐδέδοτο, καὶ τῶν ἄλλων ἀνθρώπων τῆς αὐτῆς ὑπαρχόντων δημιουργίας καὶ φύσεως, τὸ δὲ εὐαγγέλιον πᾶσιν ὁμοτίμως τοῖς ὁμοφύεσιν, εἰκότως ἐν αὐτῷ δικαιοσύνη Θεοῦ ἀποκαλύπτεται, καὶ καλεῖται δικαιοσύνης εὐαγγέλιον.
Ἐν τοίνυν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία· οὐ γὰρ ὁμοίως πάντας ἐκάλει καὶ ἐφώτιζε, τοὺς Ἰουδαίους δὲ μόνους. Οὐκ ἦν δικαία ἀλλ᾽ οἰκονομική, προπαρασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ. Οὐ λέγω ταύτην δικαίαν κἀκείνην ἄδικον, ἀλλ᾽ ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. Ὑπελάμβανον οἱ Ἰουδαῖοι ὅτι καὶ τὸ εὐαγγέλιον αὐτοῖς δοθήσεται μόνοις, ὥσπερ καὶ ὁ νόμος· ἐξέβη δὲ παρ᾽ ἐλπίδας ἡ προσδοκία.
Διὸ καὶ Δαβὶδ λέγει· «Ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου», εἶτα «Κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτω καὶ ἡ αἴνεσίς σου», οὐχὶ ἐν μέσῳ τοῦ λαοῦ σου μόνον, ἀλλ᾽ «ἐπὶ τὰ πέρατα τῆς γῆς». Καὶ ἵνα δείξῃ ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστίν, ἐπάγει· «Δικαιοσύνης πλήρης ἡ δεξιά σου». «Ὁ Κύριος, φησίν, ἐβασίλευσε». Πῶς ὁ Κύριος ἐβασίλευσεν;
Ἆρ᾽ ὡς πρόσφατον λαβὼν τὸ τῆς βασιλείας ἀξίωμα; Εἰ μὲν γὰρ εἶπεν· «Ὁ Κύριος βασιλεύει,» τὴν ἀΐδιον αὐτοῦ ἡρμήνευεν ἐξουσίαν· εἰπὼν δέ «ἐβασίλευσε», τὴν διὰ σαρκὸς αὐτοῦ οἰκονομίαν λέγει, δι᾽ ἧς ἡ φύσις ἡμῶν τὴν ἐπικράτειαν τοῦ διαβόλου, τῆς ἁμαρτίας, τοῦ θανάτου ἀποσεισαμένη, ἐπέγνω πλάστην τὸν ὡς ἀληθῶς βασιλέα, τὸν χορηγὸν τῆς ἀφθαρσίας, τῆς ἀναστάσεως. Εὐαγγελίζεται τοίνυν ὁ Δαβὶδ τοῖς ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου, ὑπὸ τοῦ διαβόλου πάλαι βασιλευομένοις, ὅτι ὁ ζυγὸς ἐκεῖνος συντέτριπται, τὸ κράτος λέλυται, καὶ βασιλεύει πάντων ὁ Κύριος. Ὡς καὶ αὐτὸς μετὰ τὴν ἀνάστασιν ἔφη· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς».
Πρὶν δὲ ἐβασίλευεν ἡμῶν ὁ θάνατος καὶ ἡ ἁμαρτία· «Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως» καὶ ἑξῆς, καὶ ὁ Σωτὴρ περὶ τοῦ διαβόλου· «Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐμερίσθη ἡ βασιλεία αὐτοῦ». Ὥστε ἐβασίλευε πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τοῦ γένους ἡμῶν ὁ Σατανᾶς, ἀλλὰ καὶ ἡ ἁμαρτία. Λέγει γὰρ πάλιν ὁ Παῦλος· «Ὥσπερ γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ Χριστοῦ». Ὁ Κύριος ἐβασίλευσε· πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, τοῦ θανάτου, τοῦ διαβόλου. Οὐκοῦν «ἀγαλλιάσθω ἡ γῆ», ἡ φύσις ἡ γηγενής, ἥ ποτε πλανωμένη, νῦν δὲ δοξαζομένη, ἥ ποτε ἐν τάφοις, νῦν ἐν θρόνοις.
Ὅτι φησίν, οἰκονομίας ἦν τὰ πλεῖστα τῶν ἐν τῇ παλαιᾷ, ἀλλ᾽ οὐκ ἀρεσκείας Θεοῦ καὶ προηγουμένης εὐδοκίας, καὶ τύποι τῶν μελλόντων καὶ σκιαί, ἀλλ᾽ οὐκ αὐτὰ τὰ πράγματα. Καὶ ἔστιν ἰδεῖν ἐπ᾽ αὐτῶν ἀλλὰ μὲν τὰ σχήματα, ἄλλα δὲ τὰ νοήματα. Οἷον οὐ πάντως Θεὸς ἀναπαύεται ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κόκκῳ καὶ βάσσῳ (Θεὸς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα, οὐ σωμάτων ἄνθη καὶ λαμπρότητα), ἀλλ᾽ ἐν ταῖς σωματικαῖς φαιδρότησι τὴν εἰκόνα τῶν ἀρετῶν διαγράφει. Εἰ γὰρ ταῖς στολαῖς ἐκείναις ὡς ἀληθῶς ἀνεπαύετο, πῶς τὸν Μωϋσῆν πρὸ τοῦ Ἀαρὼν οὐκ ἐνέδυσεν, ἀλλ᾽ ἣν ἐκεῖνος οὐκ ἐνεδύσατο, ταύτην τοὺς ἱερέας ἠμφίεσε; Καὶ Μωϋσῆς μὲν οὐκ ἐλούσθη ὕδατι, καὶ ἔλουε. Διὰ τί; Ἵνα μάθῃς ὅτι οὐκ ἦν ταῦτα προηγούμενα τῷ Θεῷ, ὅτι τῷ τελείῳ πρὸς κόσμον ἀρκεῖ ἡ ἀρετή, καὶ ὅτι ταῦτα τύπος ἦν τῆς ἀρετῆς, ἀλλ᾽ οὐκ ἀρετή.
Ὅτι ἐπὶ τῆς κεφαλῆς, φησίν, ἔφερεν ὁ ἀρχιερεὺς τιάραν, διότι τὸν προχειριζόμενον ἁπάντων κεφαλὴν κατὰ τῆς κεφαλῆς ἔχειν τὴν ἐξουσίαν ἔδει, καὶ εἰδέναι ὅτι κεφαλὴ τῶν ἄλλων προβαλλόμενος καὶ αὐτὸς ὑπὸ κεφαλήν ἐστι τὸν κοινὸν ἁπάντων Δεσπότην καὶ ἐξουσιαστήν· ἀπολελυμένη γὰρ αὐθεντεία καὶ αὐτόνομος ἀφόρητός ἐστι καὶ χαλεπή. Διὰ τοῦτο καὶ ἐν τῇ χάριτι οἱ ἀρχιερατεύειν τελούμενοι τὸ εὐαγγέλιον ἐπὶ κεφαλῆς δέχονται, ἵνα μάθῃ ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει, καὶ ὅτι εἰ καὶ τῶν ἄλλων ἱερουργεῖται κεφαλή, ἀλλ᾽ οὖν καὶ αὐτὸς ὑπὸ τούτους τελεῖ τοὺς νόμους, καὶ τῶν ἄλλων κρατῶν, τῷ νόμῳ κρατεῖται.
Ἀλλ᾽ ἡ μὲν τιάρα τὴν ἐξουσίαν ἐτύπου, ἥν τε αὐτὸς εἶχε τοῦ λαοῦ καὶ ὑφ᾽ ἣν αὐτὸς ἀνεφέρετο τοῦ Θεοῦ. Τὸ δὲ πέταλον τὸ χρυσοῦν, ἐν ᾧ τὸ ὄνομα ἐκεκόλαπτο τοῦ Θεοῦ, ἐπέκειτο μὲν τῷ στήθει, φυλακῆς δ᾽ ἐπεῖχε τύπον τῶν ἐν καρδίᾳ κινημάτων, καὶ ὡς δεῖ ταῦτα καταρρυθμίζειν τῇ πρὸς τὸ θεῖον νεύσει καὶ ἀναφορᾷ. Ἐπὶ δὲ τῶν ὤμων σμαράγδου λίθοι δύο, ἔχοντες τὰς ἓξ φύλας ἐντεῦθεν καὶ τὰς ἓξ ἐντεῦθεν. Οὗτοι δὲ σύμβολον ἦσαν τῆς ὄψεως τῆς ἀρχιερατικῆς. Ἔχει γὰρ ἡ τοῦ σμαράγδου ψῆφος καὶ χλωρότητα εὐπρεπῆ καὶ καθαρότητα διαυγῆ, κατόπτρου δύναμιν ὑποφαίνουσα· καὶ γὰρ δεῖ τὸν ἱερέα καὶ ἀσκήσει νήφειν καὶ τὸν βίον τοῖς ὑπ᾽ αὐτὸν ὥσπερ κάτοπτρον παρέχειν. Ἐπὶ τῶν ὤμων δὲ ἡ σμάραγδος, ἐπειδὴ πράξεώς ἐστι σημεῖον· ἡ γὰρ πρακτικὴ δύναμις τῶν ὤμων ἤρτηται. Διὸ καὶ ὁ Θεὸς πρὸς τὴν Ἱερουσαλὴμ λέγει· «Θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θύγατερ ἠτιμωμένη, ὅτι Κύριος κτίζει σε εἰς σωτηρίαν».
Τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις ἡ γραφὴ λαμβάνει, ὡς ὅταν λέγῃ περὶ τοῦ Δαβίδ· «Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς». Ἐνῆσαν δὲ τῷ λογείῳ τῷ ἐπὶ τοῦ στήθους καὶ οἱ δώδεκα λίθοι ἐνηρμοσμένοι, τὰς δώδεκα φύλας ὑποδηλοῦντες. Καὶ ὅρα ἄνω μὲν καὶ ἐπὶ τῶν ὤμων μία ἦν φύσις τῶν λίθων ὁ σμάραγδος, κάτω δὲ καὶ ἐπὶ τοῦ στήθους οἱ δώδεκα, αἰνιττομένου τοῦ λόγου ὅτι ἄνωθεν ἅπαντες ἐκ μιᾶς προήλθομεν φύσεως, προιόντος δὲ τοῦ χρόνου διαφόροις γνώμαις ἐμερίσθημεν· καὶ τὸ μὲν δίδωσι τῇ γνώμῃ, τὸ δὲ τῇ φύσει.
Ὑπὸ δὲ τὸ κράσπεδον τοῦ ἱερέως, τὸ λεγόμενον λῶμα, ἄνθη ῥόαι καὶ ῥοΐσκοι χρυσοῖ καὶ κώδωνες ἀπῃώρηντο. Καὶ πῶς ἂν εἴη Θεῷ ταῦτα κατὰ πρῶτον λόγον ἀρέσκοντα; Ἀλλ᾽ ἐν τῷ σχήματι τοῦ ἱερέως ἐφῆκεν ἐξεικονίζεσθαι τὰς ἀρετάς. Κάτω ἄνθη καὶ καρποὶ τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημοσύνη καὶ δικαιοσύνη καὶ φιλανθρωπία καὶ τῶν ἄλλων ὁ σύστοιχος χορός.
Ὅτι φησί, μὴ μετάβαλλε ῥήματα Θεοῦ ζῶντος. Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθης· τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα, καὶ εἰσάγεις ὀνόματα λογισμῶν, γέννημα λέγων καὶ ἀγέννητον καὶ γεννητόν, ὂν ἀεὶ καὶ μὴ ὂν ἀεί. Τούτων ἀνέχεται Θεὸς τῶν ματαίων ῥημάτων; Ἓν ῥῆμα ἵνα μεταβάλῃ, προφήτης ποτὲ ἐκινδύνευσεν ἀπολέσθαι. Καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν.
Τὰ ῥήματα τῶν προφητῶν τινες ἐκάλουν ὑπὸ ἀπειρίας λῆμμα Κυρίου. Λέγει ὁ Θεὸς διὰ Ἠσαΐου· «Ἐὰν ἐρωτήσῃ σε ὁ λαὸς ἢ ὁ ἱερεὺς ἢ ὁ προφήτης, καὶ εἴπῃ σοι τί τὸ λῆμμα, εἰπὲ αὐτοῖς ὅτι τὸ λῆμμα Κυρίου ὑμεῖς ἐστέ. Λήψομαι γὰρ ὑμᾶς καὶ ῥάξω ὑμᾶς, ἵνα μὴ λέγητε λῆμμα». Ἓν ῥῆμα ἵνα μὴ μεταποιηθῇ, ἀπειλεῖ ὁ Θεός· καὶ σὺ ὁλόκληρον δογμάτων ἀκριβείαν διαστρέφων νομίζεις διαφυγεῖν τὰς τοῦ Θεοῦ χεῖρας;
Ἐκ τοῦ εἰς τό «Ἀρκεῖοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». Ὅτι ἦλθε, φησὶ, παρὰ τοῦ Πατρὸς ὁ Χριστὸς πρὸς τοὺς ἀνθρώπους πρεσβευτής· ἐσφάγη ὁ πρεσβευτής· καὶ τότε γέγονεν ἡ εἰρήνη, ἀλλ᾽ οἱ πρέσβεις ἐρχόμενοι καὶ δῶρα φέρουσι καὶ δῶρα λαμβάνουσι. Ποῖον οὖν ἧκε φέρων δῶρον, καὶ ποῖον ἀντέλαβε; Παράδοξον τὸ δῶρον, ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος. Τὸ αἷμα αὑτοῦ φέρων ἦλθε δῶρον, τὸ σῶμα αὑτοῦ ἦλθε φέρων δῶρον· καὶ τί παρ᾽ ἐμοῦ ἔλαβε δῶρον; Πίστιν. Καὶ τί ἀντ᾽ αὐτῆς μοι παρέσχε; Χάριν. Ἐπίστευσα ἐγώ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. Ὁ πρεσβευτὴς ὅταν ἔλθῃ πρὸς ἔθνος, οὐκ ἀξιοῖ τινι τῶν ἀγοραίων ἢ πενήτων διαλεχθῆναι, ἀλλ᾽ εὐθὺς τῷ βασιλεῖ πρόσεισιν. Οὗτος δὲ ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ καὶ λῃστῇ καὶ τελώνῃ καὶ μάγοις διειλέχθη. Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἐμὸν περιβεβλημένος ἱμάτιον, ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος φοβήσῃ τὴν θήραν.
Ἐκ τοῦ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα». Ὅτι φασὶν οἱ Ἑλληνισταὶ καὶ τὸ Ἰουδαΐζον, τί κομπάζει Παῦλος λέγων· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»; Ἐγὼ γάρ, φησί, καινὸν οὐδὲν βλέπω. Οὐ γὰρ ἔχεις ὀφθαλμοὺς ἵνα ἴδῃς ταῦτα. Δεῦρο, καὶ ποιήσω σοι ὀφθαλμούς, καὶ ὁρᾷς, καὶ σὺ ποιεῖς ὀφθαλμούς; Ναί. Καὶ δημιουργὸς εἶ; Καὶ πάνυ. Σὺ ἀπονενόησαι; Οὐχί. Οὐκοῦν ποίησον ὀφθαλμοὺς τοῦ σώματος; Οὔ, ἀλλὰ τὸ μεῖζον, τῆς διανοίας.
Καὶ ποιεῖς μοι ὀφθαλμούς; Μάλιστα. Οὐ γὰρ ἔχω; Οὐχί. Σὺ δὲ ἔχεις; Ναί. Πῶς, εἰπέ μοι; Ὅταν ἀπέλθῃς εἰς ναόν, καὶ ἴδῃς ἐκεῖ ξόανον γυμνόν, λίθον ἄφωνον, καὶ εἴπῃς οὗτος ὁ Θεός ἐστιν, ἆρα ὀφθαλμοὺς ἔχεις; Μὴ γὰρ ὄφελός τι τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδον πεπηρωμένων;
Ὁρᾷς ὅτι χρείαν ἔχεις ἵνα ποιήσω σοι ὀφθαλμούς, ὥστε τὸν λίθον σε ἰδεῖν λίθον καὶ τὸ ξύλον ξύλον. Ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυνήσης; Ὅταν λαβὼν αὐτὸ ἐγὼ καύσω, ἆρα ἔχεις ὀφθαλμοὺς τὸ καιόμενον Θεὸν ὀνομάζων; Ὅταν τὰ πάθη θεοποιῇς, ὀφθαλμοὺς ἔχεις; Μεθύει ὁ ἄνθρωπος καὶ περιφέρεται καὶ καταγελᾶται καὶ γίνεται ἀντὶ ἀνθρώπου ἄλογος· σὺ δὲ λέγεις ἡ μέθη θεὸς ὁ Διόνυσος, ἡ κλοπὴ θεὸς ὁ Ἑρμῆς. Ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν; Ὁ νόμος τὰ πάθη κολάζει, καὶ σὺ ταῦτα θεοποιῶν οὐκ αἰσθάνῃ.
Εἰ βούλει δέ, πρόσχες, ὅπως γέγονε πάντα καινά. Κτίσις ἐν τῇ γραφῇ λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. Ἔκτισεν ὁ Θεὸς τὸν οὐρανόν, ἔστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσασθαι· κτίζει καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶν ἐπὶ τὸ βέλτιον μεταβολή. Καὶ ἄκουσον τοῦ Δαβὶδ λέγοντος. Ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, ἐρρυπώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ καὶ πρὸς φθορὰν κατεφέρετο, παρακαλεῖ τὸν Θεὸν καὶ λέγει· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς», οὐχ ὅτι πρότερον οὐκ εἶχε καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς κοσμούσης αὐτὴν ἀρίστης πολιτείας.
Ἰδοὺ τοίνυν κτίσις λέγεται οὐ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ τῆς οὐσίας διαφθαρείσης εἰς τὸ βέλτιον μεταβολή. Οὕτω κτίζεται σώφρων ἡ πόρνη, οὕτως ἐλεήμων ὁ ἅρπαξ· οὕτω μεταβάλλεται εἰς πρόβατον ὁ λύκος καὶ ὁ ἱέραξ εἰς περιστεράν.
Δύο κτίσεις· διὰ τοῦτο καὶ τὸ λουτρὸν κτίσμα λέγεται, τὸ λουτρὸν λέγω τῆς παλιγγενεσίας· «Ἀποδυσάμενοι, γάρ φησι, τὸν παλαιὸν ἄνθρωπον, ἐνδυσάμενοι τὸν νέον, τὸν ἀναγεννώμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν».
Ὁρᾷς οὖν ὅ τι ἐστὶ καινὴ κτίσις. Τί γάρ μοι ὄφελος, ἐὰν γένηται οὐρανὸς καινὸς καὶ γῆ καινή, ἐγὼ δὲ ταῖς ἁμαρτίαις πεπαλαίωμαι; Ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ δὲ ὁ διαιτώμενος ἐν αὐτῷ καὶ νοσῶν. Ἐὰν ἰατρὸς εἰς τὴν οἰκίαν τοῦ ἀρρωστοῦντος εἰσέλθοι, καὶ τοῦ μὲν οὐδεμίαν πρόνοιαν λάβοι, λευκαίνῃ δὲ τοὺς τοίχους καὶ χρυσογραφῇ τὸν ὄροφον, οὐκ ἂν εἶπες αὐτῷ· «Ἄνθρωπε, ἀνάστησον τὸν νοσοῦντα· τί τὴν οἰκίαν καλλωπίζεις; βοήθησον τῷ κειμένῳ». Καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον ἐν ᾧ κατακειμένην εὗρε τὴν φύσιν μου νοσοῦσαν· καὶ πρὸς τὴν θεραπείαν αὐτῆς ἅπαντα δέχεται τὸν ἀγῶνα καὶ ἀνακαινίζει καὶ ἀνορθοῖ τὴν φύσιν. Τί οὖν τὸν ἰατρὸν μέμφῃ ὅτι μὴ ταῦτα ποιεῖ, τὸν Χριστὸν δὲ πάλιν ὑπὸ μῶμον ποιεῖς ὅτι ταῦτα ποιεῖ; Οὕτω παρῆλθε τὰ ἀρχαῖα, οὕτω γέγονε τὰ πάντα καινά, οὕτω καὶ ἡ κτίσις. Καὶ μυρία ἄν τις τοιαῦτα ἐπισυνάψῃ.
Ἐκ τοῦ μετὰ τὰς καλάνδας καὶ ἑξῆς· καὶ κατὰ μεθυόντων. Ὁ τοίνυν Χριστὸς τὰ ἄπειρα πλήθη ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ σκηνὴν καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ᾽ ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὕτω καὶ ἡμεῖς ποιῶμεν καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῆν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν, ἀλλὰ διὰ τοῦτο ἐσθίομεν, ἵνα ζῶμεν. Οὐ τὸ ζῆν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῆν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς.
Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν.
Ἐκ τοῦ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· «Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποί» καὶ ἑξῆς. Τί δή ποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται Παῦλος, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον, ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει; Καὶ γὰρ ἐν τῷ αὐτῷ λόγῳ τρίτον μνησθεὶς τῆς τελευτῆς τῶν ἀνθρώπων οὐδαμοῦ θάνατον λέγει, ἀλλὰ κοίμησιν τὴν ἀναχώρησιν ὀνομάζει. Οὐ γὰρ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζει. Ἐπὶ μὲν οὖν τοῦ Χριστοῦ θάνατον καλεῖ, ἵνα τὸ πάθος πιστώσηται, ἐπὶ δὲ ἡμῶν κοίμησιν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαρρῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἔτι μένει, κοίμησιν καλεῖ, καὶ διὰ ταύτης παραμυθούμενος ἡμᾶς τῆς προσηγορίας, καὶ χρηστὰς ἐλπίδας ὑποτείνων ἡμῖν. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, ἐπεὶ καὶ θάνατος οὐδὲν ἕτερόν ἐστιν ἢ μακροχρόνιος ὕπνος.
Ἀνεγνώσθη ἐκ τοῦ περὶ μετανοίας τοῦ αὐτοῦ Χρυσοστόμου. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ τὰ ἐν Αἰγύπτῳ κρόμμυα ἐπεζήτουν· οὕτως αἰσχρὸν ἡ συνήθεια πρᾶγμα καὶ κάκιστον. Κἂν εἰς δέκα ἡμέρας κατορθώσῃς, κἂν εἰς εἴκοσι, κἂν εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε; Μόνον μὴ ἀποκάμῃς, ἀλλ᾽ αἰσχύνου καὶ καταγίγνωσκε.
Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες, καὶ ἥρπασας· οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον. Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. Αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν. Δύο ταῦτα ἐστιν, ἁμαρτία καὶ μετάνοια, τραῦμα μὲν ἡ ἁμαρτία, φάρμακον δ᾽ ἡ μετάνοια. Ἐν τῷ τραύματι σηπεδών, ἐν τῷ φαρμάκῳ τῆς σηπεδόνος καθαρισμός.
Ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, γέλως· ἐν τῇ μετανοίᾳ παρρησία, ἔπαινος, ἐλευθερία. Ἀλλ᾽ ἀντιστρέφει τὴν τάξιν ὁ Σατανᾶς, καὶ δίδωσι τοῖς πειθομένοις αὐτῷ ἐν μὲν τῇ ἁμαρτίᾳ τὴν παρρησίαν, ἐν δὲ τῇ μετανοίᾳ τὴν αἰσχύνην. Σὺ δὲ μὴ πεισθῇς αὐτῷ, ἀλλ᾽ ἑκατέρᾳ πράξει τὸ οἰκεῖον ἀπονέμεσθαι σπούδασον.
Ὅρασις ἣν εἶδεν Ἠσαΐας κατὰ Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Εἰπὲ τὴν ὅρασιν ἣν εἶδες. Ὁ δὲ λέγει· «Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν». Ἄλλα ἐπηγγείλω καὶ ἄλλα λέγεις. Ἀρχόμενος εἶπες «ὅρασις κατὰ Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ», καὶ ἀφεὶς τὴν διήγησιν οὐρανῷ καὶ γῇ διαλέγῃ. Ἀφῆκας τοὺς ἀνθρώπους, καὶ τοῖς ἀλόγοις στοιχείοις προσδιαλέγῃ. Ναί φησιν, ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι γεγόνασιν οἱ λογικοί. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διότι μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ προορῶν τὰ μέλλοντα ἔσεσθαι, οὕτω πώς φησιν· «Ἄκουε οὐρανέ, καὶ λαλήσω· προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου».
Διαμαρτύρομαι ὑμῖν, φησιν, Ἰουδαῖοι, τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἐγκαταλίπητε Κύριον τὸν Θεόν, διασκεδασθήσεσθε εἰς πάντα τὰ ἔθνη. Ἦλθε τοίνυν Ἠσαΐας· ἔμελλεν ἡ ἀπειλὴ περατοῦσθαι. Οὐκ ἐδύνατο καλεῖν Μωϋσέα τὸν ἤδη τεθνηκότα οὐδὲ τοὺς τότε ἀκηκοότας· λοιπὸν τὰ στοιχεῖα καλεῖ, ἅπερ διαμαρτυρόμενος αὐτοῖς ἐκάλει καὶ ὁ Μωϋσῆς. Καίτοι γε ἐκεῖνος καὶ τὸν Ἀαρὼν ἐδύνατο καλεῖν εἰς μαρτυρίαν καὶ πολλοὺς ἄλλους· ἀλλὰ διὰ τοῦτο, φαίη ἄν, οὐκ ἐκάλεσα τούτους, ἐπειδήπερ ἔμελλον ἐκεῖνοι τελευτᾶν καὶ μὴ παρεῖναι μάρτυρες, ἐπειδὰν εἰς παρανομίαν ἐξέκλινεν ὁ Ἰσραήλ. Διὸ τὰ μένοντα στοιχεῖα εἰκότως εἰς μαρτυρίαν καλῶ. Οὕτω καὶ Ἠσαΐας ποιεῖ, οὐ διὰ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ ἐπειδὴ διαλεχθεὶς τοῖς Ἰουδαίοις εὗρε μὴ ἀκούοντας αὐτοῦ, ἐπὶ τὰ στοιχεῖα στρέφεται καὶ μάρτυρας παραλαμβάνει αὐτοῦ. «Ἄκουε, οὐρανέ», σὺ γὰρ τὸ μάννα ἤνεγκας· «Ἐνωτίζου, γῆ», σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας«. »Ἄκουε, οὐρανέ«, τὰ γὰρ ὑπὲρ φύσιν αὐτοῖς ἐχορήγησας· ἄνω καθ᾽ ὃν τρόπον ἐστερεώθης ἔμενες, καὶ μίμησιν οὐχ ὑπερεῖδες ἅλωνος. »Ἐνωτίζου, γῆ«, σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν αὐτοῖς παρετίθεις αὐτοσχέδιον.
Διὰ τοῦτο καὶ ἕτερος προφήτης ὁρῶν τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον λατρευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἐπτηχότας, πρὸς οὐδένα τούτων ποιεῖται τὸν λόγον, ἀλλ᾽ ἀποστραφείς· »Ἄκουσον, φησί, θυσιαστήριον, ἄκουσόν μου«. Τί οὖν λίθῳ διαλέγῃ; {—} Ναί φησιν, ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. »Ἄκουσον θυσιαστήριον, τάδε λέγει Κύριος«. Καὶ εὐθέως ἐσχίσθη τὸ θυσιαστήριον καὶ ἐρράγη καὶ ἐξέχεε τὴν θυσίαν. Ὁ δὲ ἄνθρωπος οὐκ ἤκουσεν, ἀλλ᾽ ἐκτείνει τὴν χεῖρα ὁ βασιλεὺς τὸν προφήτην ἁρπάσαι βουλόμενος· ὁ δὲ Θεός, τί ποιεῖ;
Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Οὐ ξηραίνει δὲ αὐτοῦ ἐξ ἀρχῆς τὴν χεῖρα ἵνα τῷ τοῦ λίθου πάθει σωφρονέστερος γένηται. Ἐβούλετο γὰρ αὐτὸν ἄνευ τῆς εἰς αὐτὸν κολάσεως σωφρονισθῆναι· ἀλλ᾽ ἐπειδή, φησιν, ὁ λίθος ἐσχίσθη καὶ σὺ οὐ διωρθώθης, ἐπί σε τὴν δικαίαν ὀργὴν ἐπιστρέφω.
Ἐκ τοῦ εἰς τὸν ἄσωτον, καὶ εἰς μετάνοιαν, καὶ εἰς τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, καὶ εἰς τὸν λῃστήν. Ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων, ἀλλ᾽ ὑπὸ τὴν τοῦ Πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Διὸ καὶ ἡ παραβολὴ τὸν νεώτερον εἰσάγει, λαβόντα τὴν πατρικὴν οὐσίαν, εἰς χῶραν ἀποδημῆσαι μακράν. Τὸ δὲ μῆκος οὐ σταδίοις διετείνετο, ἀλλὰ τρόποις ἐξετοπίζετο· καὶ γὰρ ὁ ἁμαρτάνων μακρὰν γίνεται Θεοῦ οὐ τόπῳ ἀλλὰ τρόπῳ. Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἀπώλεσεν αὐτήν, ἀσώτως ζῶν. Ἔλαβεν ἥλιον εἰς ἀπόλαυσιν, καὶ τὸ δῶρον ὡς Θεὸν προσεκύνησεν. Ἔλαβε πηγὰς εἰς τρυφήν, καὶ τὸ δῶρον ἐθεοποίησεν. Ἠγνόησε τὸν χαρισάμενον, καὶ τὸ χάρισμα ὑπερεδόξασεν.
Ἡ αὐτὴ κτίσις, ἀλλ᾽ οὐ πᾶσιν ὁμοίως ὁρωμένη. Πατρικὴ ἡ οὐσία· ἀλλ᾽ ὁ μὲν καλῶς αὐτῇ, ὁ δὲ κακῶς ἀπεχρήσατο. Τάγμα τοῦτο κἀκεῖνο, εἰ καὶ διάφορον. Ὁ εὐσεβὴς τὸ κάλλος ὁρᾷ τοῦ οὐρανοῦ, καὶ ἀπὸ τοῦ κάλλους τὸν δημιουργὸν ἀνυμνεῖ· »Ὄψομαι, γάρ φησι, τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου«. Εἶδεν ὁ ἀσεβής, καὶ πρὸς μὲν τὸν κτίστην τὴν διάνοιαν οὐ διεβίβασεν, ἐναπομείνας δὲ τῷ κάλλει τοῦ οὐρανοῦ Θεὸν ἐφαντάσθη τὸ δημιούργημα. Ὁ εὐσεβὴς οὐχ ὑβρίζει τὴν κτίσιν, ἀλλὰ τῷ Δεσπότῃ τὴν προσκύνησιν ταμιεύεται. Τιμᾷ τὴν κτίσιν, ἀλλ᾽ ὡς ὁμόδουλον, οὐκ ἀφαιρῶν δὲ τὸ σέβας τοῦ κτίσαντος περιάπτει τῷ κτίσματι. Ἐπαινεῖ τὸ φιλοτέχνημα, ἀλλ᾽ οὐχὶ τὴν τοῦ τεχνίτου δόξαν εἰς ἐκεῖνο περιίστησιν. Ὁ δὲ δυσσεβὴς κακῶς μὲν εἶδεν, κακῶς δὲ προσεκύνησε καὶ πᾶσαν τὴν τάξιν ἀνέτρεψεν.
Ὅτι δράκοντα πολλάκις ἡ γραφὴ καλεῖ τὸν διάβολον, καὶ ὄφιν σκολιόν· διὸ καὶ ὁ Σωτήρ φησιν· »Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων«. Καὶ ἵνα μὴ τὰ ἕρποντα ὑπολάβῃς, ἐπήγαγε· »Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ«. Δράκων καὶ ὄφις ὁ διάβολος οὐχ ὡς ῥίζα κακίας, ὥς φασιν οἱ Μανιχαῖοι, ἀλλ᾽ ὡς κατάρχων τῶν δαιμονίων καὶ ἀρχηγὸς αὐτοῖς τῆς ἐκπτώσεως γεγονώς.
Ἐκ τοῦ παραινετικοῦ λόγου περὶ μετανοίας. Τοῦ εἰπόντος· »Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω«, τούτου τὴν ἐκ Θεοῦ ἐπενεχθεῖσαν ἀπόφασιν εἰς μνήμην, ἄνθρωποι, λαβόντες ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλειπτον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος· οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, »ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ«, καθὼς ὁ Δεσπότης παρακαλεύεται, »ἵν᾽ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς«.
Ἐκ τοῦ εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Λάζαρον καὶ εἰς τὸν πλούσιον. Οὐ παύσομαι λέγων ἐγώ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ἰατρός εἰμι, τὰ φάρμακα ἐπιτίθημι· διδάσκαλός εἰμι, παραινεῖν ἐκελεύσθην. Οὐδένα διορθοῦμαι; Καὶ τί τοῦτο;
Ἀλλ᾽ ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ᾽ ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν τοσούτῳ πλήθει μὴ διορθωθῆναί τινα. Ἀκούω, φησι, καθ᾽ ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε κἂν μὴ ποιῇς· ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται.
Κἂν μὴ ποιῇς, αἰσχύνῃ ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς καταδικάζεις ἑαυτὸν ὅτι οὐ ποιεῖς. Τὸ δὲ κατηγορεῖν ἑαυτοῦ ἀρχὴ διορθώσεως. Ὅταν εἴπῃς· »Οἴμοι, ἤκουσα καὶ οὐ ποιῶ» τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. «Πέμψον Λάζαρον» καὶ ἑξῆς. Καὶ ποῦ νῦν οἱ οἰνοχόοι σου, οἱ τάπητες, οἱ παράσιτοι, οἱ κόλακες; Ποῦ ὁ τύφος, ποῦ ἡ φαντασία; Φύλλα ἦν, καὶ χειμὼν κατέλαβε, καὶ πάντα ἀπώλετο. Ὄναρ ἦν, καὶ ἡμέρα γέγονε, καὶ τὸ ὄναρ διαλέλυται.
Διὰ τί δὲ οὐ τὸν Νῶε ἢ τὸν Ἰακὼβ ἢ τὸν Ἰσαάκ, ἀλλὰ τὸν Ἀβραὰμ ὁ πλούσιος ὁρᾷ; Διὰ τί; Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ, καὶ τῆς ἀπανθρωπίας τούτου μείζων γίνεται κατηγορία ἡ ἐκείνου φιλοξενία.
Ἐκ τοῦ εἰς τὸ μὴ οὕτω σφοδρῶς θρηνεῖν τοὺς τελευτῶντας. Θάνατος μεριμνῶν λύσις. Εἰ μὴ θάνατος ἦν, ἑαυτοὺς ἂν κατησθίομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐδαμῶς τῶν κακῶν ἐπαυόμεθα. Εἶδες Δεσπότου φιλανθρωπίαν;
Τὸ ἐκ παραβάσεως ἐπιτίμιον ἀφορμὴν σωτηρίας ἀπειργάσατο. Εἰ μὲν οὖν δίκαιός ἐστιν ὁ ἀποθανών, χαῖρε, διότι θαρρῶν πρὸς τὸν Δεσπότην πορεύεται· εἰ δὲ ἁμαρτωλός, μὴ λυποῦ· ἐκέρδησεν οἷς τὴν προσθήκην τῶν ἁμαρτημάτων ἀφῄρηται.
Ὅτι ἐν τῇ πρὸς τὸν ἐπίσκοπον Κυριακὸν ἐπιστολῇ, ἣν ἀπὸ τῆς δευτέρας ἐξέπεμψεν ἐξορίας, καθάπτεται μὲν τοῦ Ἀρσακίου, λῆρον αὐτὸν καὶ μοιχὸν καλῶν, ἐπαινεῖ δὲ τοὺς ἀποστρεφομένους τὴν αὐτοῦ κοινωνίαν, ὡς διὰ Θεὸν καὶ τὸ εἰς τὸν ἀρχιερέα αὐτῶν ἀδίκημα τὴν ἀποστροφὴν αὐτῶν ποιουμένους. Καίτοι γε ἐν ἄλλοις φαίνεται παραινῶν μὴ ἀφίστασθαι ἀπὸ τῆς ἐκκλησίας. Εἰς τοῦτο δὲ ὕστερον (ὡς ἔοικε) μετέστη, ἐπειδὴ καὶ οἱ τοῦτον ἀδίκως ἐκβαλόντες οὐχ οἷς ἔπραξαν ἔστερξαν, ἀλλὰ καὶ καταδρομὰς καὶ ἐπιβουλὰς κατὰ τῶν αὐτῷ προσανακειμένων καὶ ὑπερορίας ἐπαλαμήσαντο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.