Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Αντιαιρετικά και Βίος Ιωάννου Χρυσοστόμου
Κριτική θεολογικών έργων και εκτενής αφήγηση της ζωής, του έργου και των διωγμών του αγίου Ιωάννου του Χρυσοστόμου από τον Γεώργιο Αλεξανδρείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αντιαιρετικά και Βίος Ιωάννου Χρυσοστόμου
Κριτική θεολογικών έργων και εκτενής αφήγηση της ζωής, του έργου και των διωγμών του αγίου Ιωάννου του Χρυσοστόμου από τον Γεώργιο Αλεξανδρείας.
Ἀνεγνώσθη 〈Ἰωάννου Σκυθοπολίτου〉 σχολαστικοῦ κατὰ τῶν ἀποσχιστῶν τῆς ἐκκλησίας ἤτοι κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου καὶ τῶν τὰ ὅμοια φρονούντων καὶ ἀθετούντων ἐν δύο φύσεσι τὸν Χριστὸν κηρύσσειν. Ἀξιοῖ δὲ τὴν συγγραφὴν ἀρχιερεύς τις ὄνομα Ἰουλιανὸς συνταγῆναι· ἐν τόμοις δὲ ἀπαρτίζεται δυοκαίδεκα.
Ἔστι δὲ τὸν λόγον ὁ συγγραφεὺς σαφής τε καὶ καθαρός, καὶ λέξεσι λόγῳ συγγραφικῷ πρεπούσαις χρώμενος, καὶ κατὰ τῆς αἱρέσεως οὐκ ἀσθενῶς ἐπαγωνιζόμενος, καὶ ταῖς γραφικαῖς ἀποχρώμενος μαρτυρίαις μετὰ τοῦ μηδὲ τὰς λογικάς, ὅσαι τείνουσι πρὸς τὴν ὑπόθεσιν, παρατρέχειν ἐφόδους.
Ὁ δέ γε τοῦ τῶν ἀποσχιστῶν συγγράμματος πατήρ, καθ᾽ οὗ καὶ ὁ Σκυθοπολίτης οὗτος τὴν γραφὴν ἐνεστήσατο, τὸ οἰκεῖον ἀπέκρυψεν ὄνομα, ἐπιγραφὴν κακοῦργον ἐπιθεὶς τῷ γράμματι «Κατὰ Νεστορίου», ἵνα τῇ ἐπιγραφῇ τοῦ συγγράμματος κλέπτειν ἔχοι τοὺς ἁπλουστέρους εἰς ἀκρόασιν. Ἴσως δὲ Βασίλειός ἐστιν ὁ Κίλιξ, ὁ καὶ ὕστερον δραματικὸν καὶ τῆς αὑτοῦ θρησκείας ἐπάξιον κατὰ τοῦ Ἰωάννου διάλογον συμπλάσας.
Ἀνεγνώσθη βιβλίον τὰ περὶ τὸν Χρυσύστομον ἐπιγραφὴν ἔχον, 〈Γεωργίου〉 ἐπισκόπου Ἀλεξανδρείας· ὅστις δ᾽ ἐστὶν οὗτος, οὐκ ἔχω σαφές τι παραστῆσαι. Ἔστι μέντοι τὴν φράσιν ἁπλοῦς καὶ εἰς πολλὴν χυδαιότητα κατενηνεγμένος, μηδὲ τοῦτο δὴ τὸ παρὰ τοῖς γραμματικοῖς κατὰ χεῖρας, τὴν τῶν ὀνομάτων καὶ ῥημάτων σύνταξιν ἠκριβωμένος. Λέγει δὲ ἔκ τε Παλλαδίου (ἐπίσκοπος δὲ ὁ Παλλάδιος, καὶ διαλογικῷ τύπῳ καλῶς τε καὶ ἐσπουδασμένως τὰ περὶ τὸν Χρυσόστομον ἀνεγράψατο), ἔκ τε οὖν τούτου φησὶ καὶ Σωκράτους καὶ διαφόρων ἄλλων τὴν ἱστορίαν ἀναλεξάμενον εἰς ἓν συναθροίσασθαι.
Φησὶν οὖν τὸν μέγαν Ἰωάννην παῖδα γενέσθαι Σεκούνδου καὶ Ἀνθούσης· ἐπιφανεῖς δὲ οὗτοι τῶν ἐν Ἀντιοχείᾳ. Ἕλληνας δὲ αὐτοὺς τὴν θρησκείαν ὄντας ὁ ἐξ Ἀρμενίας Μελέτιος, τῇ Ἀντιοχέων ἐγκαταστὰς ἐκκλησίᾳ, ἐμύησέ τε καὶ τοῦ σωτηριώδους μετασχεῖν βαπτίσματος κατηξίωσε, τὸν υἱὸν πρότερον μυσταγωγήσας καὶ βαπτισάμενος.
Παραδίδοται τοίνυν ὁ μέγας Ἰωάννης φοιτᾶν εἰς διδασκάλου. Εἰς ἄκρον δὲ ταπεινοφροσύνην ἐκ παιδὸς ἤσκει· διὸ οὐδὲ παῖδας, οἷα εἰκὸς τοὺς πλούτῳ καὶ δόξῃ περιρρεομένους μαλακίζεσθαι, οὐ μὲν οὖν οὔτε τούτους αὐτῷ παρέπεσθαι, ἀλλ᾽ οὐδὲ ἱππάζεσθαι ἠνείχετο. Εἶτα ἐν Ἀντιοχείᾳ τὰ μὲν γραμματικὰ καὶ ῥητορικὰ παρὰ Λιβάνιον φοιτῶν ἐπαιδεύετο, παρὰ Ἀνδραγάθιον δὲ τὰ φιλόσοφα. Τελευτήσαντος δὲ τοῦ πατρός, τοῦ πένθους ἦν τῇ μητρὶ παραμύθιον, πάντων ἀπεχόμενος παιγνίων τε καὶ ἡδονῶν, μόνοις δὲ προσανακείμενος τοῖς μαθήμασιν.
Ἀπαίρει γοῦν πρὸς τὰς Ἀθήνας, τὰ λείποντα προσλαβεῖν· καὶ ἐν ὀλίγῳ χρόνῳ πάντας ὑπερβαλόμενος διεφθονήθη Ἀνθεμίῳ, ὃς τηνικάδε ἱερεὺς Ἀθηνᾶς ἐχρημάτιζε καὶ πρῶτος τῶν ἐκεῖ σοφῶν ἐνομίζετο. Ὁ δὲ τῆς πόλεως ἔπαρχος (Δημοσθένης ὄνομα αὐτῷ) μετακαλεῖται πολυτελῶς τὸν σοφὸν Ἰωάννην· ὁ δὲ λίαν εὐτελῶς παραγίνεται, καὶ λόγων ῥαγέντων μεταξὺ αὐτοῦ τε καὶ Ἀνθεμίου, κρατεῖ ὁ Ἰωάννης τῇ τε σοφίᾳ καὶ συνέσει καὶ τῇ εὐσεβείᾳ. Καὶ πρῶτον ἐπιτελεῖται τότε θαῦμα, τὸ τὸν Ἀνθέμιον δαιμονίῳ τε ἁλῶναι καὶ ἀπαλλαγῆναι γλώσσῃ καὶ εὐχῇ Ἰωάννου· ὃς καὶ ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου σὺν παντὶ τῷ οἴκῳ ἐβαπτίσατο. Κατηχεῖται δὲ καὶ ὁ ἔπαρχος· πάλαι γὰρ ἦν οὗτος βαπτισθείς, καὶ ἄλλο δὲ πολὺ πλῆθος Ἑλλήνων προσέδραμεν.
Ὁ δὲ τῆς πόλεως ἐπίσκοπος ἔμελλε χειροτονεῖν τὸν Ἰωάννην, καὶ ἀνθ᾽ αὑτοῦ καταλιμπάνειν ἐπίσκοπον· ὅπερ γνοὺς ἐκεῖνος λάθρᾳ καὶ σπουδῇ πρὸς τὴν πατρίδα ἀπέπλευσε. Τῆς δὲ πόλεως Ἀντιοχείας ἐπὶ δικανικὴν τάξιν ἀγόντων αὐτόν, αὐτὸς μᾶλλον πρὸς τὸν μονήρη βίον ἀπέκλινε, δέκατον καὶ ὄγδοον τῆς ἡλικίας ἔτος ἀνύων.
Τῶν δὲ συμφοιτησάντων αὐτῷ εἰς διδασκάλου πείθει τότε Θεόδωρον, ὃς ὕστερον Μοψουεστίας κατέστη ἐπίσκοπος, καὶ Μάξιμον (Σελευκείας δὲ καὶ οὗτος ἐπεσκόπησε) τὸν χρηματιστικὸν βίον διαπτύσαντας ἑλέσθαι τὸν λιτόν.
Τὰ δὲ πολλὰ Βασιλείῳ συνῆν τῷ μεγάλῳ, ἀλλ᾽ οὐχ, ὡς ἕτεροί φασιν, ἑτέρῳ· ὃν καὶ διάκονον ὁ Μελέτιος χειροτονεῖ, καὶ τῶν ἄλλων πλέον ὁ Ἰωάννης εἰς φιλίαν προὔκρινεν. Οὗτος προαποτάσσεται Ἰωάννου, καὶ προσκαλεῖται τὸν φίλον ἐφ᾽ ᾧ τῆς αὐτῆς μετασχεῖν πολιτείας· ἡ δὲ μήτηρ τέως ἐκώλυε. Ζήνων δὲ ἀπὸ Ἱεροσολύμων ἐλθὼν ὁ ἐπίσκοπος ἀναγνώστην Ἰωάννην τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καθίστησι. Τελευτᾷ δὲ μετ᾽ οὐ πολὺ ἡ μήτηρ Ἰωάννου, καὶ οὗτος καλῶς τὸν πατρῷον σκορπίσας οἶκον, καὶ τὴν πόλιν λιπών, τοῖς ἔξω ταύτης μοναστηρίοις ἑαυτὸν ἐκδίδωσι, καὶ γίνεται αὐτὸς τύπος καὶ κανὼν τῶν μοναζόντων.
Ὅτι Ἡσύχιος μοναχός, Σύρος τῷ γένει, προγνώσεως ἀξιωθείς, θεωρεῖ ἄνδρας λευχειμονοῦντας, ὧν ὁ μὲν κατεῖχε τόμον, ὁ δὲ ἄλλος κλεῖς· καὶ ἐπεδίδουν ἑκάτερος αὐτῶν ταῦτα τῷ Ἰωάννῃ, ὁ μὲν ἑαυτὸν εἶναι τὸν ἀπόστολον Πέτρον, ὁ δὲ λέγων τὸν θεολόγον Ἰωάννην.
Καὶ ταῦτα ἀναγγέλλει τοῖς ἐν τῇ μονῇ ἀσφαλισάμενος μὴ διαγνωσθῆναι τῷ Ἰωάννῃ, ἵνα μὴ διὰ ταπεινοφροσύνην ἄκραν ταύτης ἡμῶν, φησίν, ἀναχωρήσῃ τῆς μονῆς. Τότε καὶ μεγάλους αὐτὸν ἀσκητικούς φασι διαπαλαῖσαι ἀγῶνας, καὶ ἀσκητικοὺς συγγράψαι λόγους.
Γίνεται δὲ θαύματα ἐν τῷ μοναστηρίῳ παρ᾽ αὐτοῦ. Τις γὰρ τῶν τῆς πόλεως τὸ ἡμίκρανον τῆς κεφαλῆς ὑπεραλγῶν, ὥστε καὶ τὸν δεξιὸν ἐκκρεμάσθαι ὀφθαλμόν, προσελθὼν αὐτῷ παραχρῆμα τυγχάνει τῆς ἰάσεως. Καὶ Ἀρχέλαός τις τῶν ἐν ἀξιώματι καὶ πλούτῳ περίβλεπτος, λέπραν ἐν τῷ προσώπῳ ἔχων, κελεύσαντος ἐκ τοῦ λάκκου, οὗ οἱ ἀδελφοὶ ἔπινον, λούσασθαι ὑγιὴς γέγονεν· ὃς καὶ διαδοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἐν ᾧ ἰάθη μοναστηρίῳ ἀπετάξατο, καὶ πολλοὶ δὲ ἕτεροι. Ἄλλος δέ τις ὀνόματι Εὔκλεος ἐκ δαιμονικῆς ἐνεργείας τὸν δεξιὸν ἀπολέσας ὀφθαλμὸν προσῆλθε μονάσαι καὶ ἀποκειρόμενος τὰς τρίχας προσευχομένου τοῦ ἁγίου ἀπείληφε τὸν ὀφθαλμόν. Γυνὴ δέ τις αἱμόρρους ἐπὶ ἔτη ἑπτὰ ἔτυχε τῆς ἰάσεως. Καὶ λέοντα δέ, ὥς φησι, πολλοὺς ὁδοιπόρους ἁρπάζοντα, τοῖς αἰτησαμένοις δοὺς τὸ τοῦ σταυροῦ σύμβολον, νεκρὸν ἔδειξεν ὑπὸ τῷ σταυρῷ.
Ὅτι μετὰ τετραετίαν διὰ τὸν ὄχλον τῶν προσιόντων ἐξέρχεται τῆς μονῆς, καὶ ἐπὶ ἔτη δύο ἔν τινι σπηλαίῳ ἄϋπνος τὰ πολλὰ διατελεῖ, μὴ ἀναπεσὼν ὅλον τὸν χρόνον τῆς διετίας. Ἐν ᾧ καὶ νεκρωθεὶς ὑπὸ τοῦ κρύους τὰ περὶ τὴν γαστέρα καὶ τοὺς νεφρούς, εἰσέρχεται διὰ τὴν νόσον ἐν τῇ πόλει ἐν ᾧ καὶ χειροτονεῖται ὑπὸ Μελετίου διάκονος, καὶ ὑπηρετεῖ τῷ θυσιαστηρίῳ ἔτη πέντε.
Γράφει δὲ τότε καὶ τοὺς πρὸς Σταγείριον τρεῖς λόγους καὶ τοὺς περὶ ἱερωσύνης καὶ τοὺς περὶ ἀκαταλήπτου. Τελευτήσαντος δὲ Μελετίου ἐν Κωνσταντινουπόλει, ἀναχωρεῖ πάλιν ὁ θεῖος Ἰωάννης ἐν τῷ μοναστηρίῳ. Φλαβιανὸς δέ, ἀντὶ Μελετίου καταστάς, ἐκ θείας ἀποκαλύψεως χειροτονεῖ πρεσβύτερον, ἀπὸ τοῦ μοναστηρίου εἰς τὴν πόλιν αὐτὸν ἀγαγὼν τῆς ἀποκαλύψεως καὶ Ἰωάννην χειροτονηθῆναι καὶ Φλαβιανὸν χειροτονῆσαι ἐπιτρεπούσης· καὶ περιστερὰ δὲ ἐπιπτᾶσα καὶ ὑπὲρ κεφαλῆς τοῦ χειροτονουμένου στᾶσα ἐδήλου τὴν ἐπ᾽ αὐτῷ θείαν χάριν, ὅση ἔσται. Καὶ διέτριψεν ἐν τῷ τῆς Ἀντιοχείας ἱερατείῳ ἔτη ιβʹ. Ἦν δὲ διὰ ζῆλον σωφροσύνης ἐκ νέας ἡλικίας πικρός, καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ χαριζόμενος. Πολλὰς δὲ ἐν Ἀντιοχείᾳ ἐγγράφους ἐποιήσατο ἐξηγήσεις, καὶ τοῦ ἐπισκόπου βιασαμένου καὶ αὐτοσχεδίως καθωμίλησε τῷ λαῷ ἐπὶ τοῦ ἄμβωνος.
Ὅτι γυναικός τινος Εὐκλείας υἱὸς νόσῳ πυρεκτικῇ βληθεὶς ἀπεγνώσθη, ἔτυχε δὲ παρὰ Ἰωάννου τῆς ἰάσεως διὰ τοῦ ὕδατος, ὃ ἐκεῖνος σφραγίσας περιρρανθῆναι ἔδωκε. Καὶ γυνὴ δέ τις τῶν Μαρκιανιστῶν (ἀρχὰς δέ τινας τῶν ἐν τῇ πόλει ὁ ταύτης ἐχείριζεν ἀνήρ) δυσεντερικῇ περιπεσοῦσα νόσῳ ἀπέγνωστο, τυχοῦσα δὲ τῆς ἰάσεως, αὐτή τε καὶ ὁ ταύτης ἀνὴρ σὺν παντὶ τῷ οἴκῳ πρὸς τὴν ὀρθοδοξίαν ἐπέστρεψε καὶ πολλοὶ ἄλλοι τῶν Μαρκιανιστῶν.
Ὅτι Νεκταρίου Κωνσταντινουπόλεως τελευτήσαντος μετάπεμπτος ἀπὸ Ἀντιοχείας ὁ Χρυσόστομος γίνεται, πολλὰ μὲν ἐναντιωθέντων τῶν Ἀντιοχέων (τὸ γὰρ οἰκεῖον ἀγαθὸν αὐτοὶ καὶ ἔχειν ἠξίουν) ἐκνικησάσης δὲ ὅμως τῆς βασιλικῆς μεταπέμψεως. Καὶ χειροτονεῖ τοῦτον ἄκων ὁ τῆς Ἀλεξανδρείας Θεόφιλος· ἐπεσείοντο γὰρ αὐτῷ, εἰ μὴ πρὸς τὴν χειροτονίαν κατανεύσοι, οἱ τῶν ἐγκλημάτων λίβελλοι. Χειροτονεῖται γοῦν ψήφῳ κοινῇ, καὶ δαιμονῶν ἐξ αὐτῆς τῆς παρ᾽ αὐτοῦ τυγχάνει ἰάσεως.
Ὅτι ὁ μέγας Χρυσόστομος παραυτίκα τοὺς ἔχοντας συνεισάκτους τοῦ ἔθους ἐξέκοψε, καὶ κατὰ τῶν ἀδίκων καὶ γαστριμάργων καὶ φιληδόνων λόγους μακροὺς κατέτεινεν. Ἦν δὲ καὶ ἐλεήμων σφόδρα, ἐξ οὗ παρὰ πολλοῖς ὁ τῆς ἐλεημοσύνης ἐπεκλήθη Ἰωάννης· καὶ ἁπλῶς πᾶσαν μὲν ἀρετὴν ἐδίδασκε, πάσης δὲ κακίας ἀπέτρεπεν.
Ἀπέστειλε δὲ καὶ εἰς Φοινίκην μοναχοὺς ἐφ᾽ ᾧ τοὺς ἔτι τῇ εἰδωλολατρείᾳ κατεχομένους ἀπαλλάξαι τῆς πλάνης· οὓς καὶ νόμοις ὁπλίσας βασιλικοῖς τοὺς ναοὺς τῶν εἰδώλων κατέστρεφε, τῶν ἀναλωμάτων τῶν ἐπὶ καταστροφῇ ἐκ τῶν εὐλαβῶν γυναικῶν παρεχομένων.
Καὶ τὸν Κελτικὸν δὲ ὅμιλον ἀρειανίζοντα, ὁμογλώσσους χειροτονήσας μετέστρεψεν εἰς τὴν ὀρθοδοξίαν. Καὶ ἐπὶ τὸν Ἴστρον πέμψας τοὺς νομάδας Σκύθας ἐπὶ τὸν Χριστιανισμὸν ἑκόντας εἱλκύσατο, καὶ τὴν Μαρκίωνος αἵρεσιν κατὰ τὴν ἀνατολὴν φυομένην ἐξέτεμε. Καὶ τὰς νυκτερινὰς ψαλμῳδίας ἐπηύξησε. Μόνος δὲ ἤσθιεν, ὅτι τε οἶνον διὰ τὴν τῆς κεφαλῆς θέρμην οὐκ ἔπινεν, εἰ μή που ἐν τῷ θέρει τὸν διὰ ῥόδου, καὶ ὅτι κακόσιτος ὢν οὐκ ἐχρῆτο τοῖς παρακειμένοις αὐτῷ πολλάκις, ἀλλὰ ἀντ᾽ αὐτῶν ἄλλα ἐπεζήτει, καὶ τρίτον ὅτι πολλάκις σχολάζων ἄσιτος δι᾽ ἡμέρας ἔμενεν.
Ἐδόκει δὲ τῷ κλήρῳ μάλιστα σκληρὸς εἶναι καὶ τραχύς. Καὶ Σεραπίων δὲ ὁ διάκονος αὐτοῦ πολλοῦ μίσους αὐτῷ γέγονεν αἴτιος. Πολλοὺς δὲ καὶ Ἰωάννης ἄλλους δι᾽ ἄλλας αἰτίας τῆς ἐκκλησίας ἐξέβαλε. Προσκρούει δὲ Σεραπίων καὶ Σεβηριανῷ τῷ Γαβάλων, καὶ τίκτεται μεγάλη αὐτῷ πρὸς τὸν Ἰωάννην ἔχθρα, ἣν καὶ μέχρι τέλους συνετήρει. Ὁ δὲ λαὸς διὰ τοὺς ἐν τῇ ἐκκλησίᾳ λόγους σφόδρα ἠγάπα τὸν Ἰωάννην. Ἠγάπα δὲ οὗτος τὰς τοῦ ἁγίου Παύλου ἐπιστολὰς λίαν, καὶ ἡρμήνευεν αὐτάς· ἐμφανίζεται δὲ Πρόκλῳ ἐπὶ τρεῖς νύκτας ἐμπνεόμενος ὁ μέγας Ἰωάννης ὑπὸ τοῦ ἀποστόλου εἰς τὴν τῶν ἐπιστολῶν αὐτοῦ ἑρμηνείαν.
Ὅτι προσκρούει τῇ βασιλίδι διὰ Θεοδώριχον τὸν πατρίκιον. Τῆς μὲν γὰρ παραλόγου εἰσπράξεως, ἣν ἐποίει ἡ βασιλίς, μόλις ἀπαλλάσσει τὸν ἄνδρα· ὁ δὲ δίδωσι τῷ τῆς ἐκκλησίας πτωχείῳ εὐχαριστήριον τῷ Θεῷ τὸ πολὺ μέρος αὑτοῦ τῆς ὑπάρξεως, ὑφ᾽ οὗ πρὸς κακίαν καὶ διαβολὴν ἀναφλέγεται ἡ Εὐδοξία.
Ὅτι Εὐτρόπιος νόμον εἰσάγει τοὺς πρόσφυγας τῆς ἐκκλησίας μὴ τυγχάνειν τοῦ τῆς ἀσυλίας προνομίου, καὶ μετ᾽ οὐ πολὺ καταφυγὼν αὐτὸς τῆς οἰκείας ἀπολαύει νομοθεσίας. Οὗ ὑπὸ τὸ θυσιαστήριον ἐρριμμένου λόγον ἐλεγκτικὸν διεξῆλθεν ὁ μέγας Ἰωάννης, καὶ πολλοὺς εἰς μῖσος ἐκίνησεν· ἐδόκει γὰρ ἀφιλανθρώπως λίαν ἐπιπλήττειν τὸν δυστυχοῦντα.
Ὅτι τῶν Ἀρειανῶν τὰς ἐκκλησίας ἀφείλετο καὶ τὸν βασιλέα αἰτησάμενος τῆς πόλεως ἐξέβαλε. Καὶ ἀντίφωνα ἐκείνων ἐπιτηδευσάντων εἰς ἐξαπάτην τῶν ἁπλουστέρων, αὐτὸς ὑπερέβαλε συναραμένης τῆς βασιλίδος, ὡς καὶ σταυροὺς ἀργυροῦς τοῖς ἀντιφώνοις παραπήγνυσθαι.
Ἀρχὴν δέ φασι τῶν ἀντιφώνων Ἰγνάτιον γενέσθαι τὸν θεοφόρον, ἀγγέλους τὸ θεῖον ὑμνοῦντας τοῦτον τὸν τρόπον ἐκμιμησάμενον. Ὅτι Γαϊνᾶς ὁ Ἀρειανὸς δυνατὸς ὢν ᾔτησε τῷ βασιλεῖ ἐκκλησίαν, καὶ ὁ Ἰωάννης παρὼν μετὰ πολλῆς ἐπετίμησε τῆς παρρησίας καὶ τὴν αἴτησιν ἀπεκρούσατο.
Χρόνῳ δὲ ὕστερον χεῖρας ἀντάραντος βασιλεῖ μηδὲν μελλήσας ὁ Ἰωάννης, ἀξιούντων τοῦτο πάντων, πρὸς αὐτὸν παραγίνεται διαπρεσβεύσασθαι, καὶ παύει τότε τὴν ἐπανάστασιν. Ὅτι Εὐσέβιος, ἀπὸ τοῦ Κελβιανοῦ ἐπίσκοπος Οὐαλεντινουπόλεως, κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων λιβέλλους ἐπιδίδωσι. Περιείχετο δὲ τοῖς βιβλίοις ἐγκλήματα ἑπτά, ἱεροσυλίας τρία, καὶ ὅτι παῖδα φονέα γεγονότα ἀνεπιτίμητον ἔχει μεθ᾽ ἑαυτοῦ, καὶ ὅτι τὸ διαφέρον τῇ ἐκκλησίᾳ τόπιον ὅπερ Βασιλίνα ἡ τοῦ Ἰουλιανοῦ μήτηρ κατέλιπε, πωλήσας ἐσφετερίσατο, καὶ ὅτι τῇ γυναικὶ ἀποταξάμενος συνήπτετο καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς, ἕβδομον δὲ ὅτι ἐπὶ χρήμασι χειροτονεῖ.
Ἐξετάζεται ὡς βαρύτερον τὸ ἕβδομον, καὶ τῆς δίκης ἐπὶ πολὺ παρατεινομένης (ἐχρηματίζετο γὰρ ἐθελοκακεῖν καὶ ὁ κατήγορος) ὁ μὲν Ἀντωνῖνος τελευτᾷ, ὁ δὲ μέγας Ἰωάννης πρὸς τὴν Ἔφεσον παραγίνεται, καὶ τοὺς ἐπὶ χρήμασι χειροτονηθέντας συγκαταθεμένους, ἓξ ὄντας τὸν ἀριθμόν, καθαιρεῖ. Καθαιρεῖ δὲ καὶ ἑτέρους ἓξ ἐν τῇ αὐτῇ Ἀσίᾳ διὰ τὴν αὐτὴν νόσον. Καὶ χειροτονεῖ ἀντὶ μὲν Ἀντωνίνου Ἡρακλείδην τὸν οἰκεῖον διάκονον, ἐφ᾽ ᾧ καὶ στάσις συμβαίνει, καὶ ἀντὶ τῶν λοιπῶν ἑτέρους εὐλαβείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ πολὺ διαφέροντας. Ἀλλ᾽ οὗτοι πάντες ἐξορισθέντος τοῦ Χρυσοστόμου τῶν ἐπισκοπῶν ἀπηλάθησαν, τῶν κατεγνωσμένων καὶ ἐκβεβλημένων πάλιν τοῖς θρόνοις ἐγκαταστάντων.
Ὅτι Σεβηριανὸς ὁ Γαβάλων, μαθὼν Ἀντίοχον ἐν Κωνσταντινουπόλει παραγεγονότα καὶ χρήματα διὰ τὴν ῥητορείαν αὑτοῦ συλλεξάμενον, καὶ αὐτὸς παραγίνεται, διδάσκειν δὲ αὐτὸν ἀπαίρων εἰς Ἔφεσον ὁ μέγας Ἰωάννης ἀντ᾽ αὐτοῦ ἐπ᾽ ἐκκλησίας ἐπιτρέπει, ἐξ οὗ καὶ τῷ βασιλεῖ καὶ πᾶσι γνώριμος γίνεται.
Ὅτι Καλλιτρόπη ἡ χήρα γυνή τινος προναυκλήρου ζημίας εἰσπράττεται παραλόγως. Παυλάκιος δ᾽ ἦν ὁ τῆς Ἀλεξανδρείας Αὐγουστάλιος ὁ ταῖς ζημίαις ἐκτρίβων τὸ γύναιον, εἰς πεντακόσια δὲ νομίσματα ἐκεφαλαιοῦτο ἡ ζημία. Καὶ καταφεύγει αὕτη πρὸς τὴν βασίλισσαν, καὶ ἀπαιτεῖται ὁ Παυλάκιος χρυσίου λίτρας ἑκατόν· τὸ δὲ ἐκτετρυχωμένον γύναιον λαμβάνει μόνα λϛʹ νομίσματα.
Προστρέχει τοίνυν τῷ κοινῷ τῶν χειμαζομένων λιμένι, τῷ μεγάλῳ Ἰωάννῃ. Ἄγεται παρ᾽ αὐτοῦ ὁ Παυλάκιος ἀπαιτούμενος τὰ πεντακόσια τῆς χήρας νομίσματα. Γίνεται πρὸς αὐτὸν ἡ Εὐδοξία δι᾽ ἔχθρας, ἀνεθῆναι τὸν Παυλάκιον σπεύδουσα καὶ οὐχ ὑπακουομένη. Ὅμως ἀπαιτήσας ὁ δίκαιος δίδωσι τὸ ἀδίκημα τῇ ἠδικημένῃ.
Ἐν ᾧ καὶ θαῦμα γίνεται· ἀποσπάσαι γὰρ πέμπει ἡ Εὐδοξία τὸν Παυλάκιον καὶ ἄκοντος Ἰωάννου, ἄγγελος δὲ λογχοφόρος φανεὶς καὶ φοβήσας τοὺς ἀποσταλέντας ἀπράκτους ἐποίησεν. Ἐκ δὲ τούτων καὶ τῶν τοιούτων, Ἀκάκιος ὁ Βεροίας καὶ Θεόφιλος καὶ Ἀντίοχος καὶ Σεβηριανὸς συλλαμβανομένης Εὐδοξίας καὶ προκαταρχομένης σκευωροῦσι τὰ κατὰ τὸν Ἰωάννην, πολλῶν καὶ ἄλλων συνεπομένων, οὓς ἐλέγχων ἐλύπει.
Ὅτι Θεόφιλος Πέτρον τὸν πρωτοπρεσβύτερον Ἀλεξανδρείας ἐν αἰτίᾳ ἐποιεῖτο ὡς γυναῖκα μανιχαίαν τῶν μυστηρίων μεταδόντα. Ὁ δὲ ἀπελογεῖτο καὶ μετατεθεῖσθαι αὐτὴν καὶ τῇ ἐκείνου ἐπιτροπῇ τῶν μυστηρίων αὐτὴν ἀξιῶσαι, καὶ παρῆγε τοῦ λόγου μάρτυρα Ἰσίδωρον τὸν πρεσβύτερον καὶ ξενοδόχον τῆς Ἀλεξανδρείας.
Οὗτός ἐστιν ὁ διὰ τὴν αὑτοῦ ἀρετὴν παρὰ Θεοφίλου πρὸς Δαμασὸν σταλείς, καὶ κομίσας ἀπὸ Ῥώμης Φλαβιανῷ τὴν ἀποδοχὴν καὶ τὴν πρὸς αὐτὸν κοινωνίαν, ἐπὶ ἔτεσιν εἴκοσι διαφερομένων τῶν δύο ἐκκλησιῶν πρὸς ἀλλήλας. Ὁ δὲ Ἰσίδωρος ἐμαρτύρει Πέτρῳ καὶ ὠργίζετο ὁ Θεόφιλος καὶ τὸν μὲν Πέτρον αὐτίκα τῆς ἐκκλησίας διώκει, κατὰ Ἰσιδώρου δὲ τοῦ θαυμασίου χάρτην ἀσελγείας συμπλάσας προκομίζει καὶ παῖδα κατήγορον μισθοῦται, καὶ τοῦ δράματος ἐλεγχθέντος εἰς πλείονα κακίαν ἐκκαίεται ὁ Θεόφιλος.
Συνῆπτε δὲ αὐτοῦ τὸ πάθος, ὅτι χρήματα λαβὼν μέχρι χιλίων νομισμάτων πτωχοῖς διανεῖμαι (Θεοδότη δ᾽ ἦν παρασχομένη) οὕτω καὶ ἐποίησε, μηδὲν τούτων Θεοφίλῳ προσαναθέμενος· φεύγει οὖν διὰ τὴν ἐπικειμένην ὀργὴν ἐπὶ τὸ τῆς Νιτρίας ὄρος, ἐν ᾧ καὶ πρὶν κελλίῳ ἡσύχαζε. Τῶν δὲ τῆς Αἰγύπτου μοναστηρίων Διόσκορος ἡγοῦντο καὶ Ἀμμώνιος καὶ Εὐθύμιος καὶ Εὐσέβιος ἀδελφοί, οὓς ἀπὸ τῆς τοῦ σώματος ἀναδρομῆς μακροὺς ἐκάλουν.
Συνέβη δὲ τότε τὸ κατὰ τῶν Ἀνθρωπομορφιτῶν ἐκραγῆναι φιλονείκημα. Καὶ στασιαζόντων τῶν κατὰ τὴν Αἴγυπτον μοναχῶν ἀγραμμάτων ὄντων καὶ ἀγροίκων τῶν πολλῶν, ὁ Θεόφιλος, ἐπεὶ ἐπέστησαν αὐτῷ, δεδοικώς, ὡς ἐδόκει, κατασοφίζεται, καί φησι πρὸς αὐτούς· «Εἶδον τὰ πρόσωπα ὑμῶν ὡς πρόσωπον Θεοῦ». Τῶν δὲ καὶ Ὠριγένην, ὡς ἀσχημάτιστον τὸ θεῖον λέγοντα, ἀναθεματισθῆναι προσεπιζητούντων, ὑπέσχετο ποιήσειν καὶ τοῦτο, καὶ διέφυγε τὸν θάνατον.
Ταύτης δραξάμενος κατὰ τῶν μακρῶν τῆς προφάσεως (οὐ γὰρ ἐβούλοντο ἔτι, ὥσπερ πρότερον, αὐτῷ συνδιαιτᾶσθαι· οὗτοι δὲ τὸ θεῖον ἀσχημάτιστον, ὡς ὁ ὀρθὸς λόγος, ἐπρέσβευον) διαβάλλει τούτους πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς, καὶ κινεῖ κατ᾽ αὐτῶν τὸ ἀγελαῖον ἐκεῖνο πλῆθος, ἔτι δὲ καὶ κατὰ τοῦ προειρημένου Ἰσιδώρου, δι᾽ ὃν μᾶλλον καὶ πρὸς ἐκείνους ἐξεπεπολέμωτο.
Τέλος μετὰ πολλὰς κακώσεις καὶ ἐπιβουλὰς καὶ μετὰ τὸν ἐμπρησμὸν τὸν ἐκκαέντα κατὰ τῶν κελλίων αὐτῶν, φεύγουσιν ἐκεῖθεν εἰς Κωνσταντινούπολιν. Ὁ δὲ συμπαθέστατος Ἰωάννης ὑποδέχεται μὲν αὐτοὺς καὶ ἄλλως φιλοφρονεῖται, οὐ μεταδίδωσι δὲ διὰ Θεόφιλον κοινωνίας. Γράφει δὲ αὐτῷ καὶ ἐπιστολήν, πρὸς εἰρήνην συμβιβάζων· ὁ δὲ παρακρούεται.
Ἐπιδιδοῦσιν οἱ μακροὶ κατὰ Θεοφίλου λιβέλλους. Πείθει καὶ ἐκεῖνός τινας κατ᾽ αὐτῶν ἐπιδιδόναι· ἀλλ᾽ ὕστερον μὲν οὗτοι μηδὲν ἀποδεικνύντες ἐφυλακίσθησαν, καὶ μαστιχθέντες ἱκανῶς οἱ μὲν τῇ φυλακῇ ἐναπέθανον, οἱ δὲ τὴν Προκόννησον οἰκεῖν ἐξορίᾳ κατεδικάσθησαν. Ὁ δὲ Ἰωάννης δηλοῖ Θεοφίλῳ περὶ τῶν κατ᾽ αὐτοῦ λιβέλλων· καὶ γράφει Θεόφιλος ὀργιζόμενος· «Οἶμαι μὴ ἀγνοεῖν σε τὸ διάταγμα τῶν ἐν Νικαίᾳ κανόνων, ὅπως θεσπίζουσιν ἐπίσκοπον ὑπερόριον μὴ κρίνειν δίκην. Εἰ δὲ ἀγνοεῖς, μαθὼν ἀπόσχου τῶν καθ᾽ ἡμῶν λιβέλλων».
Ἀλλὰ τότε ταῦτα γράφων Θεόφιλος ὕστερον αὐτὸς ὑπερόριον τὴν κατ᾽ ἐκείνου ἔκρινε δίκην. Οἱ δὲ μοναχοὶ τῶν κατὰ Θεοφίλου λιβέλλων οὐκ ἀφίσταντο, καὶ ὁρίζεται παρὰ βασιλέως Θεόφιλος ἐπὶ τὴν δίκην ἐλθεῖν.
Ὁ δὲ φθόνος κρατήσας ἐπὶ τὴν δίκην αὐτὸν Ἰωάννου καθίζει παραγεγονότα. Ὅτι Θεογνώστου συγκλητικοῦ δημευθέντος καὶ κατὰ τὴν ἐξορίαν τελευτήσαντος ἡ γυνὴ τὸν ὑπολειφθέντα αὐτῇ ἀγρὸν ὑπὸ τῆς βασιλίδος ἀφαιρεῖται. Ἡ δὲ ἐπὶ τὸν τῶν χηρῶν καταφεύγει πρόμαχον. Ὁ δὲ πολλὰ παρρησιασάμενος ὑπὲρ τῆς χήρας οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ πρὸς ἔχθραν ἐκίνησε τὴν βασιλίδα. Προστάσσει δὲ τῇ ἡμέρᾳ τῆς Ὑψώσεως (τεσσαρεσκαιδεκάτη ἐστὶν αὕτη τοῦ σεπτεμβρίου μηνός), ἐπειδὰν ἡ ἄδικος βασιλὶς προσέρχεσθαι μέλλῃ τῇ ἐκκλησίᾳ, ἀποκλεισθῆναι κατ᾽ αὐτῆς τὰς πύλας. Καὶ πληροῦται τὸ πρόσταγμα, καὶ κατῃσχυμμένη καὶ περιωργισμένη ἀποπέμπεται ἡ βασιλίς· καὶ ἤδη ἡ κατὰ τοῦ ἁγίου καθαίρεσις συνεκροτεῖτο παρ᾽ αὐτῆς καὶ ἡ ἐξορία, καὶ εἴ τι ἄλλο δεινὸν ὁ θυμὸς ἐπέτρεπεν. Ὅτε δὲ τῇ ἐκκλησίᾳ προσιοῦσα τὰς πύλας κατ᾽ αὐτῆς ἀποκλεισθείσας ἐδέξατο, τότε τις τῶν σὺν αὐτῇ ξίφος κατὰ τῶν ἀποκλειόντων ἐνέτεινε, καὶ ἐξηράνθη τὴν χεῖρα· ὕστερον δὲ προσπεσὼν τῷ θαυμασίῳ Ἰωάννῃ ὑγιὴς γέγονεν.
Ὅτι Ἐπιφάνιος ὁ μέγας, ὃν ὁ Θεόφιλος κατὰ Ἰωάννου ἐξηπάτησε, παραγενόμενος ἐν Κωνσταντινουπόλει ἀταξίας ἐποίησε· διάκονον γὰρ ἐν τῷ Ἑβδόμῳ (οὕτω καλεῖται ὁ τόπος) τῇ τοῦ ἁγίου Ἰωάννου ἐκκλησίᾳ παρὰ τὸν κανόνα ἐχειροτόνησε, καὶ χωρὶς τῆς τοῦ Χρυσοστόμου γνώμης ἐλειτούργει, καὶ ἀπῄτει αὐτὸν τὰ Ὠριγένους ἀναθεματίσαι.
Φησὶ δὲ αὐτὸν ὁ συγγραφεύς, ὥσπερ καὶ ὁ βίος αὐτοῦ λέγει, μὴ συνευδοκῆσαι, καθὼς ἑτέροις ἔδοξε λέγειν, ἐπὶ τῇ τοῦ Χρυσοστόμου καθαιρέσει, καίτοι τῆς βασιλίδος ἐκβιαζομένης. Μνημονεύει δ᾽ οὖν ὅμως καὶ οὗτος τῶν ἀμοιβαίων ἀλλήλοις προφητειῶν, ἐν αἷς ἐδηλοῦτο μηδέτερον ἔτι τὸν οἰκεῖον ὄψεσθαι θρόνον. Πρὸ δὴ τῆς αὑτοῦ καταδίκης πυνθανόμενος ὀργᾶν τὴν Εὐδοξίαν, λόγον διεξέρχεται μακρὸν κατὰ γυναικῶν, καὶ τὸ πλῆθος ἥρπασε τὸ ῥηθὲν ἐκλαμβάνοντες εἰς τὴν βασιλίδα. Καὶ τοῦ Θεοφίλου παραγεγονότος ἀρτύεται τὰ κατὰ τοῦ μεγάλου ἀθλητοῦ, καὶ μὴ παρουσιάσαντος αὐτοῦ τῇ συνόδῳ τὴν ψῆφον οἱ περὶ Θεόφιλον ἤνεγκαν, καίτοι βοῶντος αὐτοῦ καὶ διαμαρτυρομένου ἕτοιμον εἶναι καὶ παραγενέσθαι καὶ ἀπολογεῖσθαι, εἰ τοὺς προφανεῖς ἐχθροὺς τοῦ συνεδρίου ἐκστήσωσι. Συνῆσαν δὲ αὐτῷ τεσσαράκοντα ἐπίσκοποι οἳ καὶ τοῖς περὶ Θεόφιλον ἀπεμάχοντο· ὁ δὲ τούτους ποτνιωμένους παρεμυθεῖτο, καὶ παρῄνει τῆς ἐκκλησίας μὴ σχίζεσθαι. Καθαιρεθεὶς δὲ ἐκπέμπεται εἰς τὸ τοῦ Βοσπόρου Ἱερόν, καὶ σεισμοῦ θεηλάτου γενομένου πάλιν ἐπὶ τὴν πόλιν κατάγεται, καὶ ἄκων εἰς τὸν θρόνον ἀνάγεται· οὐ γὰρ ἔφασκεν ἐθέλειν τῆς ποιμαντικῆς ἀρχῆς ἀπάρχεσθαι πρὶν ἂν εἰς ἐξέτασιν αὐτοῦ τὴν ἄδικον προτεθῆναι κρίσιν.
Τῆς δὲ Εὐδοξίας μετ᾽ οὐ πολὺν χρόνον ἀναφλεχθείσης, ὅτι ἐπετίμα αὐτῇ μετὰ πολλῆς παρρησίας διὰ τὸν ἀνδρίαντα, ὃς πλησίον τῆς ἐκκλησίας αὐτῇ ἀνεγήγερτο (θόρυβος γὰρ ἐκεῖθεν πολὺς τῇ ἐκκλησίᾳ ἐτίκτετο), πάλιν τὰ κατὰ τὸν μέγαν Ἰωάννην συσκευάζεται.
Ὁ δὲ Θεόφιλος ταύτῃ ἑρμαίῳ τῇ πράξει περιτυχών, αὐτὸς μὲν τὸ τῆς πόλεως μῖσος δεδιὼς οὐ παραγίνεται· ἐμισήθη γὰρ λίαν ὅτι μετὰ τὴν Ἰωάννου καθαίρεσιν καὶ τοῖς μακροῖς, δι᾽ οὓς ἐκείνῳ ἐπεβούλευεν, ἐκοινώνησε, καὶ τῶν Ὠριγενείων ἀναγνωσμάτων, ἐν οἷς ἐκεῖνον διέβαλλεν, οὐκ ἀπείχετο.
Οὐ παραγίνεται οὖν διὰ τὸ μῖσος, πέμπει δ᾽ ἀντ᾽ αὐτοῦ, μήδ᾽ εἰς κρίσιν ἔτι καλεῖν ἀποθεσπίζων Ἰωάννην, ὡς μετὰ τὴν καθαίρεσιν τολμήσαντα ἱεράσασθαι, τῆς ἐν Ἀντιοχείᾳ συνόδου τῷ μετὰ καθαίρεσιν ἑαυτῷ τὴν ἱερωσύνην ἐκδικήσαντι οὐδὲ τόπον ὑπολιπούσης ἀπολογίας.
Οἱ δέ γε περὶ Ἰωάννην Ἀρειανῶν ἔλεγον εἶναι καὶ τὸν κανόνα καὶ τὴν σύνοδον, ἐπὶ συσκευῇ Ἀθανασίου ἐκτεθειμένον, ἣν οἱ ἐν Σαρδικῇ ἀπέφηναν ἄκυρον, Ἀθανάσιον οὐκ εἰς ἀπολογίαν μόνον ἀλλὰ καὶ εἰς ἱερωσύνην ἅμα Μαρκέλλῳ παραδεξάμενοι.
Κωλύεται μὲν οὖν τότε ὁ Χρυσόστομος ἱερᾶσθαι καὶ ὅλως πρὸς τὴν ἐκκλησίαν κατέρχεσθαι· ἡ δὲ τῶν Χριστοῦ γενεθλίων ἑορτὴ ἐνειστήκει καὶ ἔμεινε μέχρι τῆς ἁγίας Πεντηκοστῆς, καὶ ἔτι πρὸς ἡμέρας πέντε σχολάζων καὶ μηδὲν ὅλως ἐκκλησιαστικὸν διαπραττόμενος. Τότε δὲ τελείως καὶ τῆς ἐκκλησίας καὶ τῆς πόλεως ἐξεβλήθη, καὶ ἐξωρίσθη εἰς Κουκουσόν, ὅτε καὶ τὸ πῦρ ἀναφθὲν τῆς ἐκκλησίας τοῦ ἄμβωνος πολλὰ τῶν πέριξ κατενεμήσατο. Καὶ πολλοὶ δὲ τῶν κατὰ τοῦ ἁγίου παρεδειγματίσθησαν, ἢ νόσοις ἐξαισίοις ἢ συμφοραῖς θεηλάτοις τὸν βίον ἀπορρήξαντες.
Ἐξορισθεὶς δὲ εἰς Κουκουσόν, ὡς οὗτός φησι, καὶ ἐδίδασκε καὶ ἐχειροτόνει πολλοὺς μὲν ἐπισκόπους, πλείους δὲ πρεσβυτέρους καὶ διακόνους. Ἐπετέλει δὲ καὶ πολλὰ σημεῖα ἐν τῇ ἐξορίᾳ, ζῶν τε καὶ μετὰ θάνατον. Τελευτᾷ δὲ οὐ μετὰ πολὺν χρόνον, τοῦ ἐπισκόπου Κομάνων καὶ μάρτυρος Βασιλίσκου τὴν τελευτὴν αὐτῷ προμηνύσαντος, καὶ θάπτεται ἐν τῇ αὐτῇ τοῦ μάρτυρος λάρνακι.
Κατέκριναν δὲ οἱ περὶ Θεόφιλον καὶ Ἡρακλείδην τὸν Ἐφέσου ἀπόντα, καὶ Σεραπίωνα δὲ ποικίλαις ὑποβαλόντες τιμωρίαις καὶ τῆς ἐπισκοπῆς Ἡρακλείας, ἐν ᾗ αὐτὸν μετὰ τὴν πρώτην τῆς ἐξορίας ἐπάνοδον ἐτύγχανεν ὁ μέγας Ἰωάννης χειροτονήσας, καθεῖλον. Χειροτονοῦσι δὲ ἀντὶ Ἡρακλείδου τὸν τοῦ τριβούνου Βίκτορος εὐνοῦχον, ἄνδρα ὑπέραισχρον, καὶ ἄλλους δὲ ἐπισκόπους ἐγγὺς τῶν εἴκοσι κακώσαντες, ἀπήλασαν καὶ τῶν ἐπισκοπῶν, πρεσβυτέρους δὲ καὶ διακόνους πολλούς, καὶ λαϊκοὺς πλείους, ὅσοι προσκεῖσθαι Ἰωάννῃ διεβάλλοντο· καὶ γυναῖκας δὲ τῶν εὐλαβῶν, ὧν αἱ ἐπίσημοι Ὀλυμπιὰς καὶ Πενταδία καὶ Πρόκλη καὶ Σιλβανή.
Ὁ δὲ Ῥώμης Ἰνοκέντιος πολλὰ ὑπὲρ τοῦ ἁγίου ἠγωνίσατο, εἰ καὶ ἄπρακτος αὐτοῦ γέγονεν ἡ σπουδή· καὶ γὰρ καὶ ἀποκρισιαρίους ἔπεμψεν, ἀλλὰ καὶ αὐτοὶ κακῶς ἀπεπέμφθησαν, καὶ γράμματα ἔγραφεν, ἀλλ᾽ οὐδὲν ὧν ἔσπευδεν ἤνυεν. Ὕστερον δὲ Νεκτάριος μόλις ἐντάσσει αὐτοῦ τοῖς διπτύχοις τὸ ὄνομα. Καὶ Πρόκλος δὲ χρόνῳ ὕστερον εἰσάγει τῇ πόλει τὸ λείψανον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.