Ἔργον
Διονύσιος ὁ Ἀρεοπαγίτης – Ἐπιστολαί
Επιστολή προς Τίτον ιεράρχη
Ανάπτυξη του σκοπού της Συμβολικής Θεολογίας, ερμηνεία των φαινομενικά άτοπων βιβλικών παραστάσεων του Θεού και ανάλυση συμβόλων όπως η τροφή, ο κρατήρας, η μέθη και ο ύπνος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς Τίτον ιεράρχη
Ανάπτυξη του σκοπού της Συμβολικής Θεολογίας, ερμηνεία των φαινομενικά άτοπων βιβλικών παραστάσεων του Θεού και ανάλυση συμβόλων όπως η τροφή, ο κρατήρας, η μέθη και ο ύπνος.
ΤΙΤΩΙ ἹΕΡΑΡΧΗΙ Ὁ μὲν ἱερὸς Τιμόθεος, ὦ καλὲ Τίτε, οὐκ οἶδα, εἴ τινος τῶν διεγνωσμένων μοι θεολογικῶν συμβόλων ἀπελήλυθεν ἀνήκοος. Ἀλλ᾽ ἐν τῇ Συμβολικῇ Θεολογίᾳ διηυκρινησάμεθα πάσας αὐτῷ τὰς τῶν λογίων περὶ θεοῦ δοκούσας εἶναι τοῖς πολλοῖς τερατολογίας. Καὶ γὰρ ἀτοπίαν δεινὴν ἐναπομόργνυνται ταῖς ἀτελέσι τῶν ψυχῶν, ὁπόταν οἱ τῆς ἀπορρήτου σοφίας πατέρες διὰ δή τινων κρυφίων καὶ ἀποτετολμημένων αἰνιγμάτων ἐκφαίνωσι τὴν θείαν καὶ μυστικὴν καὶ ἄβατον τοῖς βεβήλοις ἀλήθειαν.
Διὸ καὶ ἀπιστοῦμεν οἱ πολλοὶ τοῖς περὶ τῶν θείων μυστηρίων λόγοις· θεώμεθα γὰρ μόνον αὐτὰ διὰ τῶν προσπεφυκότων αὐτοῖς αἰσθητῶν συμβόλων. Δεῖ δὲ καὶ ἀποδύντας αὐτὰ ἐφ᾽ ἑαυτῶν γυμνὰ καὶ καθαρὰ γενόμενα ἰδεῖν. Οὕτω γὰρ ἂν θεώμενοι σεφθείημεν «πηγὴν ζωῆς» εἰς ἑαυτὴν χεομένην καὶ ἐφ᾽ ἑαυτῆς ἑστῶσαν ὁρῶντες καὶ μίαν τινὰ δύναμιν, ἁπλῆν, αὐτοκίνητον, αὐτενέργητον, ἑαυτὴν οὐκ ἀπολείπουσαν, ἀλλὰ γνῶσιν πασῶν γνώσεων ὑπάρχουσαν καὶ ἀεὶ δι᾽ ἑαυτῆς ἑαυτὴν θεωμένην.
Χρῆναι γοῦν αὐτῷ τε καὶ ἄλλοις παρ᾽ ἡμῶν ᾠήθημεν, ὡς οἷοί τε ἦμεν, ἀναπτυχθῆναι τὰ παντοδαπὰ μορφώματα τῆς περὶ θεοῦ συμβολικῆς ἱεροπλαστίας. Τὰ γὰρ ἐκτὸς αὐτῆς, ὁπόσης ἀναπέπλησται τῆς ἀπιθάνου καὶ πλασματώδους τερατείας; Οἷον ἐπὶ μὲν τῆς ὑπερουσίου θεογονίας γαστέρα θεοῦ σωματικῶς θεὸν γεννῶσαν ἀναπλαττούσης καὶ λόγον εἰς ἀέρα προχεόμενον ἀπὸ καρδίας ἀνδρικῆς ἐξερευγομένης αὐτὸν καὶ πνεῦμα ἐκπνεόμενον ἀπὸ στόματος ἀναγραφούσης καὶ κόλπους θεογονικοὺς ἐναγκαλιζομένους θεοῦ υἱὸν σωματοπρεπῶς ἡμῖν ἐξυμνούσης ἢ φυτικῶς ταῦτα διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ῥίζας προβαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγωγικὰς φωτογονίας ἢ ἄλλας τινὰς ὑπερουσίων θεολογιῶν ἐκφαντορικὰς ἱερογραφίας· ἐπὶ δὲ τῶν νοητῶν τοῦ θεοῦ προνοιῶν ἢ δωρεῶν ἢ ἐκφάνσεων ἢ δυνάμεων ἢ ἰδιοτήτων ἢ λήξεων ἢ μονῶν ἢ προόδων ἢ διακρίσεων ἢ ἑνώσεων ἀνδροπλαστίαν τῷ θεῷ καὶ θηρίων καὶ ζῴων ἄλλων καὶ φυτῶν καὶ λίθων ποικιλομορφίαν περιπλαττούσης καὶ κόσμους αὐτῷ γυναικείους ἢ βαρβαρικὰς ὁπλοποιίας περιτιθείσης καὶ κεραμίαν καὶ χωνευτήριον, ὡς ἂν βαναύσῳ τινί, προτιθείσης καὶ ἵππους αὐτῷ καὶ ἅρματα καὶ θρόνους ὑποστρωννύσης καὶ δαῖτάς τινας ὀψοποιικὰς ἐπισκευαζούσης καὶ πεπωκότα καὶ μεθύοντα καὶ ὑπνώττοντα καὶ κραιπαλῶντα διαπλαττούσης.
Τί ἄν τις εἴποι τὰς ὀργάς, τὰς λύπας, τοὺς παντοδαποὺς ὅρκους, τὰς μεταμελείας, τὰς ἀράς, τὰς μήνιδας, τὰ πολυειδῆ καὶ λοξὰ τῆς ἁμαρτίας τῶν ἐπαγγελιῶν σοφίσματα· τὴν ἐν τῇ Γενέσει γιγαντομαχίαν, καθ᾽ ἣν ἐπιβουλεύειν ἐκ φόβου λέγεται τοῖς δυνατοῖς ἐκείνοις ἀνδράσι, καὶ ταῦτα τὴν οἰκοδομὴν οὐκ ἐπ᾽ ἀδικίᾳ τινῶν ἑτέρων, ἀλλ᾽ ὑπὲρ σωτηρίας τῆς ἑαυτῶν μεμηχανημένοις· καὶ τὸ συμβούλιον ἐκεῖνο τὸ κατ᾽ οὐρανὸν ἐπὶ δόλῳ καὶ ἀπάτῃ τοῦ Ἀχαὰβ σκευαζόμενον· καὶ τὰς τῶν ᾀσμάτων προσύλους καὶ ἑταιρικὰς πολυπαθείας, καὶ ὅσα ἄλλα τῆς πάντα τολμώσης ἐστὶ θεοπλαστίας ἱερὰ συνθήματα φαινόμενα τῶν κρυφίων προβεβλημένα καὶ πεπληθυσμένα καὶ μεριστὰ τῶν ἑνιαίων καὶ ἀμερίστων καὶ τυπωτικὰ καὶ πολύμορφα τῶν ἀμορφώτων καὶ ἀτυπώτων· ὧν εἴ τις ἰδεῖν δυνηθείη τὴν ἐντὸς ἀποκεκρυμμένην εὐπρέπειαν, εὑρήσει μυστικὰ καὶ θεοειδῆ πάντα καὶ πολλοῦ τοῦ θεολογικοῦ φωτὸς ἀναπεπλησμένα.
Μὴ γὰρ οἰώμεθα τὰ φαινόμενα τῶν συνθημάτων ὑπὲρ ἑαυτῶν ἀναπεπλάσθαι, προβεβλῆσθαι δὲ τῆς ἀπορρήτου καὶ ἀθεάτου τοῖς πολλοῖς ἐπιστήμης, ὡς μὴ τοῖς βεβήλοις εὐχείρωτα εἶναι τὰ πανίερα· μόνοις δὲ ἀνακαλύπτεσθαι τοῖς τῆς θεότητος γνησίοις ἐρασταῖς, ὡς πᾶσαν τὴν παιδαριώδη φαντασίαν ἐπὶ τῶν ἱερῶν συμβόλων ἀποσκευαζομένοις καὶ ἱκανοῖς διαβαίνειν ἁπλότητι νοῦ καὶ θεωρητικῆς δυνάμεως ἐπιτηδειότητι πρὸς τὴν ἁπλῆν καὶ ὑπερφυῆ καὶ ὑπεριδρυμένην τῶν συμβόλων ἀλήθειαν.
Ἄλλως τε καὶ τοῦτο ἐννοῆσαι χρή, τὸ διττὴν εἶναι τὴν τῶν θεολόγων παράδοσιν, τὴν μὲν ἀπόρρητον καὶ μυστικήν, τὴν δὲ ἐμφανῆ καὶ γνωριμωτέραν, καὶ τὴν μὲν συμβολικὴν καὶ τελεστικήν, τὴν δὲ φιλόσοφον καὶ ἀποδεικτικήν· καὶ συμπέπλεκται τῷ ῥητῷ τὸ ἄρρητον. Καὶ τὸ μὲν πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν, τὸ δὲ δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις.
Καὶ μὴν οὐδὲ κατὰ τὰς τῶν ἁγιωτάτων μυστηρίων τελετὰς οἱ τῆς καθ᾽ ἡμᾶς ἢ τῆς νομικῆς παραδόσεως ἱερομύσται τῶν θεοπρεπῶν ἀπέσχοντο συμβόλων· ἀλλὰ καὶ τοὺς πανιερωτάτους ἀγγέλους δι᾽ αἰνιγμάτων τὰ θεῖα μυστικῶς προάγοντας ὁρῶμεν καὶ αὐτὸν Ἰησοῦν ἐν παραβολαῖς θεολογοῦντα καὶ τὰ θεουργὰ μυστήρια παραδιδόντα διὰ τυπικῆς τραπεζώσεως.
Καὶ γὰρ ἦν εἰκὸς οὐ μόνον ἄχραντα τοῖς πολλοῖς ἀποσεσῶσθαι τὰ ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὴν ἀνθρωπίνην ζωὴν ἀμέριστον ἅμα καὶ μεριστὴν ὑπάρχουσαν οἰκείως ἑαυτῇ τὰς θείας ἐλλάμπεσθαι γνώσεις καὶ τὸ μὲν ἀπαθὲς τῆς ψυχῆς εἰς τὰ ἁπλᾶ καὶ ἐνδότατα τῶν θεοειδῶν ἀγαλμάτων ἀφορίσαι θεάματα, τὸ δὲ παθητικὸν αὐτῆς συμφυῶς θεραπεύειν ἅμα καὶ ἀνατείνειν ἐπὶ τὰ θειότατα τοῖς προμεμηχανημένοις τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐν ἑαυτοῖς ἀναπλάττουσι τύπον τινὰ πρὸς τὴν νόησιν αὐτοὺς τῆς εἰρημένης θεολογίας χειραγωγοῦντα.
Καὶ αὐτὴ δὲ τοῦ φαινομένου παντὸς ἡ κοσμουργία τῶν ἀοράτων τοῦ θεοῦ προβέβληται, καθάπερ φησὶ Παῦλός τε καὶ ὁ ἀληθὴς λόγος. Διὸ καὶ οἱ θεολόγοι τὰ μὲν πολιτικῶς καὶ ἐννόμως ἐπισκοποῦσι, τὰ δὲ καθαρτικῶς καὶ ἀχράντως, καὶ τὰ μὲν ἀνθρωπικῶς καὶ μέσως, τὰ δὲ ὑπερκοσμίως καὶ τελεσιουργικῶς· καὶ τοτὲ μὲν ἀπὸ τῶν νόμων τῶν φαινομένων, τοτὲ δὲ ἀπὸ τῶν ἀφανῶν θεσμῶν κατὰ τὸ προσῆκον τοῖς ὑποκειμένοις ἱεροῖς γράμμασι καὶ νοῖς καὶ ψυχαῖς. Οὐ γὰρ ἱστορίαν ψιλήν, ἀλλὰ ζωτικὴν ἔχει τελείωσιν ὁ προκείμενος αὐτοῖς ἅπας τε καὶ διὰ πάντων λόγος.
Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαβαίνειν καὶ μὴ ἀτιμάζειν αὐτά, τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων καὶ ὑπερφυῶν θεαμάτων. Καὶ γὰρ οὐ μόνα τὰ ὑπερούσια φῶτα καὶ τὰ νοητὰ καὶ ἁπλῶς τὰ θεῖα τοῖς τυπωτικοῖς διαποικίλλεται συμβόλοις, ὡς «πῦρ» ὁ ὑπερούσιος θεὸς λεγόμενος καὶ τὰ νοητὰ τοῦ θεοῦ λόγια «πεπυρωμένα». Προσέτι δὲ καὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν ἀγγέλων οἱ θεοειδεῖς διάκοσμοι ποικίλαις μορφαῖς διαγράφονται καὶ πολυειδέσι καὶ ἐμπυρίοις σχηματισμοῖς. Καὶ ἄλλως χρὴ τὴν αὐτὴν τοῦ πυρὸς εἰκόνα κατὰ τοῦ ὑπὲρ νόησιν θεοῦ λεγομένην ἐκλαβεῖν, ἄλλως δὲ κατὰ τῶν νοητῶν αὐτοῦ προνοιῶν ἢ λόγων καὶ ἄλλως ἐπὶ τῶν ἀγγέλων, καὶ τὴν μὲν κατ᾽ αἰτίαν, τὴν δὲ καθ᾽ ὕπαρξιν, τὴν δὲ κατὰ μέθεξιν καὶ ἄλλα ἄλλως, ὡς ἡ κατ᾽ αὐτὰ θεωρία καὶ ἐπιστημονικὴ διάταξις ὁροθετεῖ. Καὶ μὴ ὡς ἔτυχε τὰ ἱερὰ σύμβολα συμφύρειν, ἀλλὰ προσηκόντως αὐτὰ ταῖς αἰτίαις ἢ ταῖς ὑπάρξεσιν ἢ ταῖς δυνάμεσιν ἢ ταῖς τάξεσιν ἢ ταῖς ἀξίαις ἀναπτύσσειν, ὧν καὶ ἔστιν ἐκφαντορικὰ συνθήματα.
Καὶ ὅπως μὴ πέρα τοῦ δέοντος ἐπιστέλλωμεν, ἐπ᾽ αὐτὴν ἤδη τὴν προτεθεῖσαν ὑφ᾽ ἡμῶν ζήτησιν ἰτέον. Καὶ λέγομεν, ὅτι πᾶσα τροφὴ τελεσιουργός ἐστι τῶν τρεφομένων τὴν ἀτέλειαν αὐτῶν καὶ τὴν ἔνδειαν ἀποπληροῦσα καὶ τὸ ἀσθενὲς θεραπεύουσα καὶ τὴν ζωὴν αὐτῶν φρουροῦσα καὶ ἀναθάλλειν ποιοῦσα καὶ ἀνανεάζουσα καὶ ζωτικὴν αὐτοῖς εὐπάθειαν δωρουμένη καὶ ἁπλῶς τοῦ ἀνιῶντος καὶ τοῦ ἀτελοῦς ἐλάτειρα καὶ τῆς εὐφροσύνης αὐτῶν καὶ τῆς τελειότητος χορηγός.
Καλῶς οὖν ἡ ὑπέρσοφος καὶ ἀγαθὴ σοφία πρὸς τῶν λογίων ὑμνεῖται κρατῆρα μυστικὸν ἱστῶσα καὶ τὸ ἱερὸν αὐτοῦ πόμα προνάουσα, μᾶλλον δὲ πρὸ τούτων τὰς στερεὰς τροφὰς προτιθεῖσα καὶ μετὰ ὑψηλοῦ κηρύγματος αὐτὴ τῶν δεομένων αὐτῆς ἀγαθοπρεπῶς ἐφιεμένη. Διττὴν οὖν τὴν τροφὴν ἡ θεία σοφία προτίθησι, τὴν μὲν στερεὰν καὶ μόνιμον, τὴν δὲ ὑγρὰν καὶ προχεομένην· καὶ ἐπὶ κρατῆρι χορηγεῖ τὰς προνοητικὰς αὐτῆς ἀγαθότητας. Ὁ μὲν οὖν κρατὴρ περιφερὴς ὢν καὶ ἀναπεπταμένος σύμβολον ἔστω τῆς ἀνηπλωμένης ἅμα καὶ ἐπὶ πάντα περιπορευομένης ἀνάρχου καὶ ἀτελευτήτου τῶν ὅλων προνοίας. Πλὴν ἐπειδὴ καὶ ἐπὶ πάντα προϊοῦσα μένει ἐν ἑαυτῇ καὶ ἕστηκεν ἐν ἀκινήτῳ ταὐτότητι καὶ παντελῶς ἀνεκφοιτήτῳ ἑαυτῆς ἱδρυμένη, μονίμως καὶ ἀραρότως αὐτός τε ὁ κρατὴρ ἕστηκεν.
Οἰκοδομοῦσα δὲ καὶ ἡ σοφία οἶκον ἑαυτῇ λέγεται καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντελής ἐστιν ὁ τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι τὰ πάντα αἴτιος καὶ ἐπὶ πάντα πρόεισι καὶ ἐν τῷ παντὶ γίγνεται καὶ περιέχει τὰ πάντα καὶ αὖθις ὁ αὐτὸς ἐν τῷ αὐτῷ καθ᾽ ὑπεροχὴν οὐδὲν ἐν οὐδενὶ κατ᾽ οὐδέν ἐστιν· ἀλλ᾽ ἐξῄρηται τῶν ὅλων αὐτὸς ἐν ἑαυτῷ ταὐτῶς καὶ ἀϊδίως ὢν καὶ ἑστηκὼς καὶ μένων καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ οὐδαμῶς ἔξω ἑαυτοῦ γιγνόμενος, οὐδὲ τῆς οἰκείας ἕδρας καὶ ἀκινήτου μονῆς καὶ ἑστίας ἀπολειπόμενος· ἀλλὰ καὶ ἐν αὐτῇ τὰς ὅλας καὶ παντελεῖς προνοίας ἀγαθουργῶν καὶ προϊὼν ἐπὶ πάντα καὶ μένων ἐφ᾽ ἑαυτοῦ καὶ ἑστὼς ἀεὶ καὶ κινούμενος καὶ οὔτε ἑστὼς οὔτε κινούμενος, ἀλλ᾽, ὡς ἄν τις φαίη, τὰς προνοητικὰς ἐνεργείας ἐν τῇ μονιμότητι καὶ τὴν μονὴν ἐν τῷ προνοεῖν συμφυῶς ἅμα καὶ ὑπερφυῶς ἔχων.
Ἀλλὰ τίς ἡ στερεὰ τροφὴ καὶ τίς ἡ ὑγρά; Ταύτας γὰρ ἡ ἀγαθὴ σοφία δωρεῖσθαι ἅμα καὶ προνοεῖν ὑμνεῖται. Τὴν μὲν οὖν στερεὰν τροφὴν σύνθημα φέρειν οἴομαι τῆς νοερᾶς καὶ μονίμου τελειότητος καὶ ταὐτότητος, καθ᾽ ἣν τὰ θεῖα καθ᾽ ἑστῶσαν καὶ δυνατὴν καὶ ἑνιαίαν καὶ ἀδιαίρετον γνῶσιν μετέχεται πρὸς τῶν νοερῶν αἰσθητηρίων ἐκείνων, οἷς ὁ θειότατος Παῦλος ἐκ τῆς σοφίας εἰληφὼς τῆς ὄντως στερεᾶς τροφῆς μεταδίδωσι· τὴν δὲ ὑγρὰν τῆς διαχυτικῆς ἅμα καὶ ἐπὶ πάντα προϊέναι σπευδούσης ἐπιῤῥοῆς καὶ ἔτι διὰ ποικίλων καὶ πολλῶν καὶ μεριστῶν ἐπὶ τὴν ἁπλῆν καὶ ἀτρεμῆ θεογνωσίαν τοὺς τρεφομένους οἰκείως αὐτοῖς ἀγαθότητι χειραγωγούσης.
Διὸ καὶ δρόσῳ καὶ ὕδατι τὰ θεῖα καὶ νοητὰ λόγια καὶ γάλακτι καὶ οἴνῳ καὶ μέλιτι παρεικάζεται, διὰ τὴν ζωογόνον αὐτῶν ὡς ἐν ὕδατι δύναμιν καὶ αὐξητικὴν ὡς ἐν γάλακτι καὶ ἀναζωτικὴν ὡς ἐν οἴνῳ καὶ καθαρτικὴν ἅμα καὶ φρουρητικὴν ὡς ἐν μέλιτι· ταῦτα γὰρ ἡ θεία σοφία δωρεῖται τοῖς προσιοῦσιν ἀφθόνων αὐτοῖς καὶ ἀνεκλείπτων εὐωχιῶν ἐπίῤῥοιαν χορηγοῦσα καὶ ὑπερβλύζουσα. Τοῦτο δὴ τὸ ἀληθῶς εὐωχεῖν, καὶ διὰ ταῦτα ζωοποιὸς ἅμα καὶ κουροτρόφος καὶ ἀνανεωτικὴ καὶ τελεσιουργὸς ὑμνουμένη.
Κατὰ ταύτην δὲ τὴν ἱερὰν τῆς εὐωχίας ἀνάπτυξιν καὶ αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος θεὸς μεθύειν λέγεται διὰ τὴν ὑπερπλήρη καὶ ὑπὲρ νόησιν τῆς εὐωχίας ἤ, κυριώτερον εἰπεῖν, εὐεξίας τοῦ θεοῦ παντελῆ καὶ ἄφατον ἀμετρίαν. Ὡς γὰρ ἐφ᾽ ἡμῶν κατὰ τὸ χεῖρον ἡ μέθη καὶ ἀσύμμετρος ἀποπλήρωσίς ἐστι καὶ νοῦ καὶ φρενῶν ἔκστασις, οὕτω κατὰ τὸ κρεῖττον ἐπὶ θεοῦ τὴν μέθην οὐκ ἄλλο τι χρὴ διανοεῖσθαι παρὰ τὴν ὑπερπλήρη κατ᾽ αἰτίαν προοῦσαν ἐν αὐτῷ πάντων τῶν ἀγαθῶν ἀμετρίαν. Ἀλλὰ καὶ τὴν ἐπακολουθοῦσαν τῇ μέθῃ τοῦ φρονεῖν ἔκστασιν τὴν ὑπεροχὴν τοῦ θεοῦ τὴν ὑπὲρ νόησιν οἰητέον, καθ᾽ ἣν ἐξῄρηται τοῦ νοεῖν ὑπὲρ τὸ νοεῖν ὢν καὶ ὑπὲρ τὸ νοεῖσθαι καὶ ὑπὲρ αὐτὸ τὸ εἶναι καὶ ἁπλῶς ἁπάντων, ὅσα ἐστὶν ἀγαθά, μεμεθυσμένος ἅμα καὶ ἐξεστηκώς ἐστιν ὁ θεὸς ὡς πάντων αὐτῶν ἅμα καὶ ὑπερπλήρης ὤν, ἀμετρίας πάσης ὑπερβολή, καὶ αὖθις ἔξω καὶ ἐπέκεινα τῶν ὅλων ἀνῳκισμένος.
Ἀπὸ δὴ τούτων ὁρμώμενοι καὶ τὰ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τῶν ὁσίων συμπόσια κατὰ τὸν αὐτὸν ἐκληψόμεθα τρόπον. Παρελθὼν γάρ, φησίν, αὐτὸς ὁ βασιλεὺς κατακλινεῖ αὐτοὺς καὶ αὐτὸς «διακονήσει αὐτοῖς». Ἐμφαίνει δὲ ταῦτα κοινήν τινα καὶ ὁμονοητικὴν τῶν ἁγίων ἐπὶ τοῖς θείοις ἀγαθοῖς κοινωνίαν καὶ ἐκκλησίαν «πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς» καὶ πνεύματα δικαίων πᾶσιν ἀγαθοῖς τετελειωμένα καὶ πάντων ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθείας ἱερᾶς ἀναπεπλησμένην καὶ παντοδαπῶν καὶ μακαρίων ἀγαθῶν ἄφθονον χορηγίαν, καθ᾽ ἣν εὐφροσύνης ἁπάσης ἀναπίμπλανται, τούτου δὴ τοῦ εὐφραίνειν Ἰησοῦ καὶ ἀνακλίνοντος αὐτοὺς καὶ διακονοῦντος καὶ τὴν αἰωνίαν ἀνάπαυλαν δωρουμένου καὶ τὴν ἀποπλήρωσιν τῶν καλῶν διανέμοντος ἅμα καὶ ἐπιῤῥέοντος.
Ἐπιζητήσεις δέ, εὖ οἶδα, καὶ τὸν εὐφημούμενον ὕπνον τοῦ θεοῦ καὶ τὴν ἐγρήγορσιν ἀναπτυχθῆναι· καὶ ὅταν φῶμεν θεῖον μὲν ὕπνον εἶναι τὸ ἐξῃρημένον τοῦ θεοῦ καὶ ἀκοινώνητον ἀπὸ τῶν προνοουμένων, ἐγρήγορσιν δὲ τὴν εἰς τὸ προνοεῖν αὐτοῦ τῶν παιδείας ἢ σωτηρίας δεομένων προσοχήν, ἐπ᾽ ἄλλα θεολογικὰ σύμβολα μετελεύσῃ.
Διὸ καὶ περιττὸν οἰηθέντες εἶναι τὸ τὰ αὐτὰ τοῖς αὐτοῖς ἐπανακυκλοῦντας ἕτερα δοκεῖν λέγειν, ἅμα δὲ καὶ ὑμῖν εἰς τὰ καλὰ πείθεσθαι συνεγνωκότες, τὰ μὲν τῆς ἐπιστολῆς ἄχρι τῶν εἰρημένων ἀποπαύομεν ἐκτεθεικότες, ὡς οἶμαι, καὶ περιττὰ τῶν τοῖς ὑμετέροις γράμμασιν ἐπωφλημένων.
Αὐτὴν δὲ ὅλην ἡμῶν τὴν Συμβολικὴν Θεολογίαν ἀποστέλλομεν, καθ᾽ ἣν εὑρήσεις μετὰ τοῦ τῆς σοφίας οἴκου καὶ τοὺς στύλους τοὺς ἑπτὰ διηυκρινημένους καὶ τὴν στερεὰν αὐτῆς τροφὴν εἰς θύματα καὶ ἄρτους διῃρημένην· καὶ τίς ἡ τοῦ οἴνου κρᾶσις, αὖθίς τε, τίς ἡ ἀπὸ τῆς μέθης τοῦ θεοῦ κραιπάλη, καὶ αὐτὰ δὲ τὰ νῦν εἰρημένα διεξοδικώτερον ἐν αὐτῇ διήρθρωται. Καὶ ἔστιν, ὡς οἶμαι, πασῶν τῶν συμβολικῶν θεολογιῶν εὑρέτις ἀγαθὴ καὶ συμβαίνουσα ταῖς τῶν λογίων ἱεραῖς παραδόσεσι καὶ ἀληθείαις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.