Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΛΣΤ΄-Μ΄: Οι βαθμίδες της χάριτος, η προστασία της καρδιάς και η αλληλουχία των αρετών

Αναφορά στη σταδιακή συμμετοχή στο Πνεύμα, την αποκάλυψη των θείων μυστηρίων, τη διάκριση των γνήσιων πιστών και την κορυφαία θέση της προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 8 από 10

ΟΜΙΛΙΑ Λϛʹ. Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ᾽ εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου. καὶ ἡ γραφὴ λέγει ὅτι ‹ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι θεοῦ λαλεῖ›. οὗτος πνευματικός ἐστι, ‹θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ›· οὗτος περισσείαν ἔσχε τῆς χάριτος. ὁ μὲν γὰρ ‹ἑαυτὸν μόνον οἰκοδομεῖ›, ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον. τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει. καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς μίαν ἀποθήκην· διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος.

Ἢ ὥσπερ εἰσὶν ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μέν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες ἢ νεανίσκοι· πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι καὶ ἀπὸ ἑνὸς ἄρτου ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες· ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο μυκτῆρας, ὁ δὲ ἑπτά, ἀλλ᾽ ὅπου ἐστὶν ἡ περισσεία τοῦ φωτός, ἄλλως φωτίζει, —οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτί, οὐ δύνανται εἶναι ἐν σκότει, ἀλλὰ διαφορὰ πολλή ἐστιν. ὥσπερ ἂν εἴ τις πατὴρ ὢν υἱοὺς ἔχοι δύο, τὸν μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν δύναται ποιεῖν. δόξα τῷ θεῷ. ἀμήν.

ΟΜΙΛΙΑ ΛΖ. ‹Ἡ φιλία τοῦ κόσμου› κατὰ τὸ γεγραμμένον ‹ἔχθρα ἐστὶν εἰς θεόν›. διὸ ἡ γραφὴ κελεύει ‹πάσῃ φυλακῇ τηρεῖν› ἕκαστον τὴν ἑαυτοῦ ‹καρδίαν›, ἵνα τις ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον ἀπολαύσῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον ἱλυσπωμένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι᾽ ἧς γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος καὶ θνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ᾽ ἀκούων τοῦ κυρίου λέγοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι᾽ ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσῆλθε Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνὴν θεοῦ ἤκουσε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν. ὁμοίως Δαβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν. ἀλλὰ καὶ Σαούλ, ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο· ὅτε δὲ εἰς τέλος παρέβη, εἰς τέλος ἐγκατελήφθη. ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ θεοῦ· ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, τοσοῦτον φυλάσσεται.

Διὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων, τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τὸ τοῦ πνεύματος φιλόθεον καὶ ἀγαθὸν πάντων προκρίνοντες, οὐ λόγῳ μόνον ἢ γνώσει ψιλῇ, ἀλλ᾽ ἐν λόγῳ καὶ ἔργῳ δι᾽ αὐτῶν τῶν πραγμάτων· ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ τοῦ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου, τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὔτε γὰρ τοὺς ἀγαθοὺς ἠρνοῦντο οὔτε τοὺς κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. πρὸς πάντας οὖν εἶχον ἐνδιάθετον εὔνοιαν. ὅτε γὰρ ἤκουον τοῦ κυρίου· ‹ἄφετε καὶ ἀφεθήσεται ὑμῖν›, τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο, εἰς ἄφεσιν ἔχοντες τὰς παρ᾽ αὐτῶν ἀφορμάς. ὅτε δὲ πάλιν ἤκουον· «καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. ἀφέντες γὰρ τὴν δικαιοσύνην ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητήσαντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην.

Καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, τὴν δικαιοσύνην ἐκέλευσε ζητεῖν τοῦ θεοῦ· οἶδε γὰρ ταύτην μητέρα τῆς ἀγάπης ὑπάρχειν. οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον, καθὼς ἐνετείλατο· ‹ἄφετε καὶ ἀφεθήσεται ὑμῖν›. οὗτός ἐστιν ὁ πνευματικὸς νόμος ὁ ἐν καρδίαις πισταῖς γραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· ‹οὐκ ἦλθον› γάρ φησι ‹καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι›. πῶς δὲ πληροῦται, μάθε.

Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινε περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ» φησὶ «κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις»· ἐν ᾧ δὲ ἀφίησιν, ἀφεθήσεται αὐτῷ. οὕτως γὰρ ὁ νόμος λέγει· ‹ἀνὰ μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή›. πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ᾽ ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέρων ἑκάστῳ τὴν ψῆφον. τῷ ἀφιέντι ἀφίησι καὶ τῷ παραζηλοῦντι παραζηλοῖ· φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις». διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀγάπην ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν. ἀγαθῶν δὲ λέγω, οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ᾽ ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι᾽ αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνοντες, καθώς φησι· «μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν». ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.

Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραότητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρησσε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τελείως τὴν ἔχθραν ἀπεβάλλοντο καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην· ὁ γὰρ κύριος λοιπὸν κατήργει ‹τὴν στρεφομένην ῥομφαίαν› τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο ‹εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος›. καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι, καὶ κατὰ τὸν ἀπόστολον οὐκέτι ‹ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι› ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 〈Ἐρώτησις:〉 ἀλλ᾽ ἐγὼ τοῦτο θαυμαστὸν ἐπερωτήσω. Εἰ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ὁμολογήσαντες ἐν ταῖς Πράξεσιν «ὁμοιοπαθεῖς» ἡμῖν εἶναι ἄνθρωποι; 〈Ἀπόκρισις:〉 ἀλλ᾽ ἀκούετε, τί πρὸς ταῦτα ἀποκρίνεται Παῦλος· «ἡμῖν δὲ» φησὶν «ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ».

ἀλλ᾽ ἵνα μή τις εἴπῃ ὅτι “αὐτοῖς ἐδόθη τὸ πνεῦμα ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον„ τοῦτο ἀλλαχοῦ ἐπευχόμενος λέγει· ‹ἵνα δώῃ ὑμῖν ὁ θεὸς δύναμιν, κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν›, καὶ πάλιν· ‹ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία›, καὶ πάλιν· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πληροφορίᾳ καὶ αἰσθήσει μεταλαβεῖν τοῦ ἁγίου πνεύματος, καὶ εἰσελθεῖν ὅθεν ἐξεληλύθημεν, καὶ τοῦ λοιποῦ ἀποστραφῆναι ἀφ᾽ ἡμῶν τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ᾽ ἐν πληροφορίᾳ τοῦ πνεύματος εἶναι καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετανοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ. τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, ‹ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις›, ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τὴν μετουσίαν τοῦ πνεύματος χαριζομένῳ, καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· ‹οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλὰ δι᾽ ἀκοῆς πίστεως›. 〈Ἐρώτησις:〉 τί ἐστι ‹θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι›; 〈Ἀπόκρισις:〉 ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, τῷ συστήματι τῶν πιστῶν καὶ τῷ συγκρίματι τῆς ψυχῆς. ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία ἐστὶν ὅλον αὐτοῦ τὸ σύγκριμα· πέντε δὲ λόγοι εἰσὶν αἱ περιεκτικαὶ ἀρεταὶ ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι.

ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ τῶν πέντε λόγων πᾶσαν 〈σοφίαν〉 περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ τῶν πέντε ἀρετῶν πολλὴν οἰκοδομεῖ τὴν εὐσέβειαν. πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι· ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ.

Αἱ δὲ ἀρεταὶ ὅσον εἰσὶ περιεκτικαὶ πασῶν, τοσοῦτον ἀλλήλων γενικαί. τῆς πρώτης γὰρ ἀπούσης ἀναιροῦνται πᾶσαι. ὁμοίως διὰ τῆς δευτέρας αἱ ἀκόλουθοι ὡσαύτως αἱ καθεξῆς. πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ μοι ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ». πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ ἀδικοῦντα; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ. ἡ δὲ ἐνάρετος ψυχὴ οὕτως προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ᾽ ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ᾽ ὁ χαρισάμενος τὴν δύναμιν. εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν πεποίηκεν, ἀλλ᾽ ἢ μόνον τῷ ἀγαπῆσαι καὶ ἐπιτηδεῦσαι πρὸς τὰς ἐνεργείας. μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα ὅτι αὐτός ἐστιν ‹ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας›. 〈Ἐρώτησις:〉 τί οὖν ἡ γραφὴ παραγγέλλει τῷ ἀνθρώπῳ ποιεῖν; 〈Ἀπόκρισις:〉 προείπομεν ὅτι τὴν ἐπιτήδευσιν ἔχει ὁ ἄνθρωπος κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ. παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ.

τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελέσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι.

Τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος, οὐδὲ αὐτὸς ὁ θεός τι ποιεῖ, καίπερ δυνάμενος, διὰ τὸ αὐτεξούσιον. ἡ οὖν τελεσιουργία τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ ἀνθρώπου κεῖται. πάλιν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει. θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος τὸ σύνολον. ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ᾽ αὐτῆς συνετιζόμενοι. «τίς» γάρ φησιν «ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· ‹ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε›, ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει· ἡμῶν δὲ μόνον παραζητεῖ τὸ θέλημα. τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος, εἰ μὴ πόνος ἑκούσιος; ὥσπερ γὰρ σίδηρος πρίζων, ἐκκόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, —οὕτως καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν· ἀλλ᾽ ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλεῖ καὶ ἀνακαινίζει, καθὼς καὶ ὁ προφήτης λέγει· ‹μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος;› οὕτως δέ ἐστι καὶ εἰς τὸ κακόν.

ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε καὶ ὁ σατανᾶς ἐλαύνει καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος. σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα. οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ἀναίσθητος σίδηρος, ἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολέμου λογισμὸν οὐ μετεπίπτομεν, ἀλλὰ μᾶλλον ὡς ὁ βοῦς καὶ ὁ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω». εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ πνευματικῷ παιδευθῆναι νόμῳ εἰς ὑπούργησιν τῶν ἁγίων αὐτοῦ ἐντολῶν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΛΗ. Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, μήπως ἄρα παρακεχάρακται τεχνιτῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν. εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπιφέρονται σχῆμα μοναζόντων ἤτοι Χριστιανῶν. καὶ γὰρ οἱ ψευδαπόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν. διὰ τοῦτο λέγει ὁ ἀπόστολος· ‹ἐν κινδύνοις περισσοτέρως, ἐν θλίψεσιν ὑπερβαλλόντως›, θέλων δεῖξαι ὅτι πλεῖον αὐτῶν ἔπαθε.

Χρυσὸς εὐχερῶς εὑρίσκεται, μαργαρῖται δὲ καὶ λίθοι τίμιοι προχωροῦντες εἰς διάδημα βασιλέως σπανίως εὑρίσκονται· πολλάκις γὰρ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες. οὕτως καὶ οἱ Χριστιανοὶ ἐποικοδομοῦνται εἰς τὸν στέφανον τοῦ Χριστοῦ, ἵνα κοινωνοὶ γένωνται τῶν ἁγίων αἱ ψυχαὶ ἐκεῖναι. δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ νεκρῶν. ὥσπερ δὲ τῷ Μωϋσῇ ‹κάλυμμα ἐπετίθετο εἰς τὸ πρόσωπον› πρὸς τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν, οὕτω καὶ νῦν ‹ἐπὶ τὴν καρδίαν σου κεῖται› κάλυμμα πρὸς τὸ μὴ βλέπειν τὴν δόξαν τοῦ θεοῦ. ὅταν δὲ περιαιρεθῇ τοῦτο, τότε ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χριστιανοῖς καὶ τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐκζητοῦσιν ἐν ἀληθείᾳ, καθὼς λέγει ὅτι ‹ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσω›. σπουδάσωμεν οὖν προσελθεῖν τῷ ἀψευδεῖ Χριστῷ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας καὶ τῆς καινῆς διαθήκης, ἣν ἐνεκαίνισεν ὁ κύριος διὰ σταυροῦ καὶ θανάτου, διαρρήξας πύλας ᾅδου καὶ ἁμαρτίας, καὶ ἐξαγαγὼν τὰς πιστὰς ψυχὰς καὶ δοὺς αὐταῖς ἔνδον παράκλητον καὶ ἀνενέγκας εἰς τὴν βασιλείαν αὐτοῦ. συμβασιλεύσωμεν οὖν αὐτῷ καὶ ἡμεῖς εἰς τὴν Ἱερουσαλὴμ τὴν πόλιν αὐτοῦ, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων.

Οἱ δὲ ἐπὶ πολὺν χρόνον γυμνασθέντες ἀδελφοὶ καὶ δοκιμασθέντες, οὗτοι δύνανται τοῖς ἀπείροις βοηθῆσαι καὶ συμπαθῆσαι. τινὲς γὰρ ἀσφαλισάμενοι ἑαυτοὺς καὶ ὑπὸ χάριτος θεοῦ ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι αὐτοὺς ὅτι “οὐ συμβαίνει εἰς Χριστιανισμὸν γίνεσθαι ἐπιθυμίαν„, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστι λοιπὸν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη ἐφθακέναι εἰς τὰ τέλεια μέτρα. καὶ ὡς ἐνόμιζε προσηγγικέναι ἤδη τῷ εὐδίῳ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν εὑρεθῆναι εἰς τὸ μέσον τοῦ πελάγους καὶ εἰσενεχθῆναι ὅπου ἡ θάλασσα, οὐρανὸς καὶ θάνατός ἐστιν ἕτοιμος. οὕτως ἡ ἁμαρτία ἐπεισελθοῦσα ‹κατειργάσατο πᾶσαν ἐπιθυμίαν› κακήν. αὖθις δὲ οἱ τοιοῦτοι χάριτός τινος ἀξιωθέντες καὶ ὥσπερ εἰπεῖν ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδα τινὰ δεξάμενοι, εὑρίσκουσιν 〈αὐτοὶ ἐκεῖνοι〉 καθ᾽ ὥραν καὶ καθ᾽ ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι πῶς ἐσοφίσθη. φωτίζει γὰρ αὐτὸν ἡ χάρις, λοιπὸν ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει τὰ πάντα, οὖσα θεία καὶ ἐπουράνιος, ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι.

μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων, καὶ πάλιν ἄλλῃ ὥρᾳ ὁρᾶν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον ἢ δυνάστην φίλον βασιλέως, πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾶν ἀσθενῆ καὶ πτωχόν. λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς “διὰ τί οὕτως καὶ πάλιν οὕτως;„ Ὅτι ὁ σατανᾶς μισόκαλος ὢν τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι· ἔργον γὰρ ἔχει τοῦτο. ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς, τὴν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἕστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ «μαρτύριον τῆς συνειδήσεως» σοῦ καυχήσηται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ τοῦ καθαρίσαντός σου ‹τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων›, ἵνα τῷ πνεύματί σου θεῷ λατρεύσῃς, ἵνα γνῷς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα· «ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν». πείσθητι τῷ ὁδηγοῦντί σε θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Χριστῷ ὡς κοινωνεῖ νύμφη νυμφίῳ· ‹τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστί› φησίν, ‹ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχήν›. ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΛΘ. Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι “ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ᾽ ἐμοῦ δωρεὰς βασιλικάς„. καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι, —οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι᾽ αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ· γέγραπται γάρ· ‹ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως›. εἰ δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ Μ. Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις· μία τῆς μιᾶς ἤρτηνται. ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος, ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ᾽ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. οὕτως κἂν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι. κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ᾽ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα.

ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ κοινωνία τῆς τοῦ θεοῦ ἁγιότητος καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ συνάφεια τῆς τοῦ νοῦ διαθέσεως πρὸς τὸν κύριον ἐν ἀγάπῃ ἀρρήτῳ· ὁ γὰρ ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς θεὸν καὶ τὴν χάριν τῆς τοῦ πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται. 〈Ἐρώτησις:〉 ἐπειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα καὶ δούλους ἐλευθεροῦσι καὶ ποιοῦσιν ἐντολάς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, ἆρα ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; 〈Ἀπόκρισις:〉 ὁ λόγος οὗτος λεπτός ἐστι. τινὲς γὰρ λέγουσι μίαν βασιλείαν καὶ μίαν γέενναν· ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰς καὶ μέτρα, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ γεέννῃ. ὥσπερ δέ ἐστι μία ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ καὶ κάτω τοὺς πόδας αὕτη κινεῖ, οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, εἰ καὶ ἐξωτέρα τῶν κτισμάτων ἐστὶ διὰ τὸ ἀμέτρητον καὶ ἀπερίληπτον. προσέχει οὖν αὕτη ἡ θεότης τοῖς ἀνθρώποις καὶ οἰκονομεῖ πάντα κατὰ λόγον.

καὶ ἐπειδή τινες μὲν εὔχονται, μὴ εἰδότες τί ζητοῦσι, τινὲς δὲ νηστεύουσιν, ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως ὁ θεὸς, δικαιοκρίτης ὤν, ἀποδίδωσι τὸν μισθόν. ἃ γὰρ ποιοῦσι, διὰ φόβον θεοῦ ποιοῦσιν· ἀλλ᾽ οὔκ εἰσιν οὗτοι πάντες υἱοὶ οὔτε βασιλεῖς οὔτε κληρονόμοι. εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι καὶ ἄλλοι ἅρπαγες, οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς διαδιδόντες. προσέχει καὶ τούτοις κἀκείνοις ὁ κύριος. καὶ τοῖς μὲν ἀγαθοποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν δίδωσιν. εἰσὶ γὰρ μέτρα ὑπερέχοντα καὶ μέτρα μικρά· καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ τῇ δόξῃ διαφορά ἐστι. καὶ ἐν αὐτῇ τῇ γεέννῃ καὶ τῇ κολάσει φαίνονται οἱ φαρμακοὶ καὶ οἱ λῃσταὶ καὶ οἱ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες. οἱ δὲ λέγοντες ὅτι “μία ἐστι βασιλεία καὶ μία γέεννα καὶ οὔκ εἰσι βαθμοί„ κακῶς λέγουσι. πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες καὶ λοιπὰς ἀταξίας, καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν θεόν. τούτοις οὖν κἀκείνοις ὁ θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν.

Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους καὶ ἅρματα ἡνιοχοῦσι καὶ κατ᾽ ἀλλήλων ἐλαύνουσιν (ἕκαστος γὰρ ἀγωνίζεται, πῶς ῥίψει καὶ νικήσει τὸν ἐξ ἐναντίας), οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ καὶ θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα. λοιπὸν καθ᾽ ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί· ὁμοίως καὶ ὑπὸ τῆς κακίας ἔνδον. καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἔχει ἀποκρύφους λογισμούς, καὶ ἐν αὐτῇ τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ· καὶ αὐτὴ ἡ κακία λογισμοὺς ἔχει πολλοὺς καὶ ἐπιτηδεύματα, καὶ καθ᾽ ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς. καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα τῆς ψυχῆς, κατέχων τὰς ἡνίας τῶν λογισμῶν. καὶ ὧδε τρέχει κατὰ τοῦ ἅρματος τοῦ σατανᾶ, ὅπου καὶ αὐτὸς ἔζευξε κατὰ τῆς ψυχῆς. 〈Ἐρώτησις:〉 εἰ ἀνάπαυσίς ἐστιν ἡ εὐχή, πῶς λέγουσί τινες ὅτι “οὐ δυνάμεθα εὔξασθαι„, οὐδὲ ὑπομένουσιν ἐν τῇ εὐχῇ; 〈Ἀπόκρισις:〉 αὕτη ἡ ἀνάπαυσις πλεονάζουσα δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, οἷον τοῦ ἐπισκέψασθαι τοὺς ἀδελφούς, τοῦ εἰς τὸν λόγον διακονῆσαι. καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν καὶ ἰδεῖν τοὺς ἀδελφούς, λαλῆσαι λόγον· οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μένειν ἐν τῇ ἰδίᾳ φύσει, ἀλλ᾽ ἀνάγκη καὶ αὐτὸ γίνεσθαι πῦρ.

ὃν τρόπον ἐὰν βάλῃς κάχληκας εἰς πῦρ, ὁ λίθος γίνεται ἄσβεστος· καὶ εἰς θάλασσαν ὁ θέλων ἐπὶ πολὺ καταδῦναι καὶ ἀπελθεῖν, εἰς μέσον πέλαγος καταποντίζεται καὶ ἀφανὴς γίνεται, ὁ δὲ κατὰ βαθμὸν εἰσερχόμενος πάλιν ἀναβῆναι θέλει καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς λιμένα καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους, —οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰσέρχεταί τις εἰς βάθος χάριτος καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ, καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν εἰς ἀδελφούς, ἀποπληρῶσαι τὴν ἀγάπην, πληροφορῆσαι λόγον. 〈Ἐρώτησις:〉 πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, καὶ ἡ χάρις καὶ ἡ ἁμαρτία; 〈Ἀπόκρισις:〉 ὥσπερ ὅταν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἕψεται καὶ βράσσει, τοῦ πυρὸς ἔξωθεν ὑποκαιομένου· εἰ δέ τις ἀμελήσει καὶ μὴ ὑποβάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίνεσθαι τὸ πῦρ καὶ ὥσπερ κατασβέννυσθαι, —οὕτως καὶ ἡ χάρις, τὸ πῦρ τὸ οὐράνιον, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστι. λοιπὸν ἐὰν εὔξῃ καὶ δώσεις τοὺς λογισμούς σου εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ, ἴδε ὑπέβαλες τὰ ξύλα, καὶ γίνονται οἱ λογισμοί σου πῦρ καὶ βάπτονται εἰς τὸν πόθον τοῦ θεοῦ. εἰ δὲ καὶ ὑποχωρεῖ τὸ πνεῦμα ὡς ἐξώτερόν σου γινόμενον, ἀλλὰ καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σου παραφαίνεται.

εἰ δὲ ἀμελήσει τις, ὀλίγον ἐκδοὺς ἑαυτὸν ἢ εἰς κοσμικὰ πράγματα ἢ εἰς ῥεμβασμόν, πάλιν ἔρχεται ἡ κακία καὶ ἐνδύεται τὴν ψυχήν, καὶ ὅλον τὸν ἄνθρωπον ἄρχεται θλίβειν. μνημονεύει οὖν ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως καὶ ἄρχεται θλίβεσθαι καὶ συνεχέστερον ταλαιπωρεῖν. πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν θεόν, ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδροτέρως ἐπιζητεῖν· “δέομαί σου,„ φησὶ “κύριε„. κατὰ μικρὸν μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτον καὶ ἀναπαῦον τὴν ψυχήν, ὥσπερ τὸ ἄγκιστρον αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθὺν κατὰ μικρὸν μικρόν. εἰ γὰρ μὴ τοῦτο ἦν καὶ ἐγεύετο τοῦ πικροῦ καὶ τοῦ θανάτου, πῶς ἠδύνατο διακρῖναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέος καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς καὶ εὐχαριστῆσαι τῷ ζωοποιῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.