Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Λόγος περί αγάπης και η μέθεξη του Παρακλήτου

Η απάρνηση της σαρκικής σοφίας, η ακόρεστη πνευματική δίψα για τον Θεό, η ενέργεια της χάριτος εντός της ψυχής και η κοινωνία με τον επουράνιο νυμφίο Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 9 από 12

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΛΟΓΟΣ. Αʹ. Ὥσπερ ἐν τοῖς φαινομένοις τούτοις τῷ ἐκτὸς ἀπετάξω ἀνθρώπῳ, ἐψώμισάς τε τὰ ὄντα καὶ διεσκόρπισας, οὕτως ἀποτάξασθαί σε ταῖς τῶν ἠθῶν προλήψεσι χρή, καὶ εἰ σοφίαν ἔμαθες σαρκικὴν ἢ γνῶσιν πραγμάτων, ἄρνησαι ταύτην· εἰ δικαιώμασι πέποιθας σαρκικοῖς, ἀπόστηθι τούτων, ταπεινῶν σεαυτὸν καὶ κατασμικρύνων. Οὕτω γὰρ καὶ δυνήσῃ τῇ τοῦ κηρύγματος μωρίᾳ μαθητευθῆναι. Ἐν ταύτῃ δὲ τὴν ἀληθινὴν εὑρήσεις σοφίαν, οὐκ ἐν λόγοις κεκομψευμένοις, ἀλλ’ ἐν τῇ τοῦ σταυροῦ δυνάμει. Τούτοις ἐνεργούμενος ἐν ὑποστάση τοῖς καταξιωθεῖσι ταύτην κτήσασθαι· Ὁ γὰρ σταυρός, φησὶν ὁ Παῦλος, τοῦ Χριστοῦ τοῖς μὲν Ἰουδαίοις σκάνδαλον, Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς σωζομένοις Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.

Βʹ. Εἰ καὶ ἔλαβες, φησί, γεῦσιν ἐξ οὐρανοῦ, εἰ καὶ μετέσχες ἐκείνης τῆς σοφίας, καὶ ἀνάπαυσιν ἔσχες ἐν τῇ ψυχῇ σου, μηδ’ οὕτως ἐπαίρου, καὶ μὴ ὦς ἐφθακὼς ἤδη καὶ πᾶσαν καταλαβὼν τὴν ἀλήθειαν τεθαῤῥηκὼς ἕσο. Μὴ σὺ ἀκούσῃς· Ἤδη κεκορισμένοι ἐστέ, ἤδη πεπλουτήκατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἀλλὰ καὶ γευσάμενος, ὡς μήπω τοῦ Χριστιανισμοῦ ἁψάμενος εἶναι νόμιζε· καὶ μὴ ἐξ ἐπιπολῆς ἔστω τοῦτό σοι, ἀλλ’ ὡς ἐμπεφυτευμένον διαπαντὸς καὶ κεκυρωμένον τῇ διανοίᾳ σου.

Γʹ. Ὥσπερ τις φιλόπλουτος, κἂν μυρία συναγαγὼν χρήματα ᾖ, οὔπω διακορής, γίνεται μᾶλλον τῆς ἐπιθυμίας· ἢ καθάπερ τις πόματος ἡδυτάτου πρὸς τοῦ κόρου διασπασθεὶς τὴν δίψαν, μᾶλλον ἐξέκαυσεν· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ γεῦσις παντὸς οἶδε κόρου κατακαυχᾶσθαι, ἀλλὰ καὶ ὅσῳ πλουτεῖ τις τουτονὶ τὸν πλοῦτον, πένητα ἑαυτὸν εἶναι κατανοεῖ. Οἱ τοιοίδε Χριστιανοὶ οὐκ ἔχουσι παρ’ ἑαυτοῖς τιμίαν τὴν ἰδίαν ψυχήν, ἀλλ’ ὥς τινες τῶν ἐξουδενωμένων παρὰ Θεῷ διάκεινται δούλους τε πάντων ἀνθρώπων ἑαυτοὺς εἶναι λογίζονται. Ἐπὶ ταύτῃ πολλὰ χαίρει Κύριος καὶ ἐπαναπαύεται τῇ ψυχῇ, διὰ τὴν ἑαυτῆς ταπείνωσιν.

Εἰ οὖν καὶ ἢ ἔχει τίς τι, μὴ παρὰ τοῦτο οἰηθῇ εἶναί τι ἢ ἔχειν. Ἡ γὰρ οἴησις βδέλυγμα Κυρίῳ· καὶ αὐτὴ ἀπ’ ἀρχῆς ἐκβέβληκε τοῦ παραδείσου τὸν ἄνθρωπον, ἀκούσαντα, ὅτι Ὡς θεοὶ ἔσεσθε, καὶ τῇ ἐλπίδι ταύτῃ τῇ ματαίᾳ ἐπιθαῤῥήσαντα· κατάμαθε πῶς ὁ Θεός σου καὶ βασιλεύς, ἀλλὰ καὶ Θεοῦ Υἱὸς ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· πῶς ἐπτώχευσε, πῶς τοῖς ἀτίμοις συνελογίσθη, πῶς πέπονθεν. Εἰ δὲ καὶ ὁ Θεὸς οὗτος, ὁ αἵματι καὶ σαρκὶ συνεστηκὼς ἄνθρωπος, ὁ γῆ καὶ σποδός, οἴμοι, καὶ τὸ παράπαν ἀγαθοῦ μὴ μεταλαβών, ἀλλ’ ἀκαθαρσία ὤν, μέγα φρονεῖς καὶ ἀλαζονεύῃ; σὺ δὲ ἀλλ’ εἴπερ· εἶ συνετός, καὶ ὑπὲρ αὐτοῦ τούτου μᾶλλον, εὔπερ εἴληφας ἐκ Θεοῦ Οὐκ ἐμόν, λέγε, τοῦτο τὸ χρῆμα· παρ’ ἑτέρου τοῦτο ἔχω λαβών· καὶ δόξαν αὐτῷ, πάντως ἀφαιρεῖται τὸ δοθὲν ἀπ’ ἐμοῦ. Οὕτω μὲν πᾶν ἀγαθὸν τῷ Κυρίῳ, τὸ δὲ κακὸν τῇ σεαυτοῦ ἐπίγραφε ἀσθενείᾳ.

Δʹ. Ὅνπερ φησὶν ὁ Ἀπόστολος, θησαυρὸν ἐν ὀστρακίνοις ἔχειν τοῖς σκεύεσι, τὴν ἁγιαστικὴν οἵου τοῦ Πνεύματος δύναμιν, ἣν ἔτι τῇ σαρκὶ περιὼν ἄξιος κατέστη λαβεῖν. Καὶ γάρ που πάλιν φησὶν ὁ αὐτός· Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμός, καὶ ἀπολύτρωσις.

Ὁ γοῦν εὑρὼν καὶ παρ’ ἑαυτῷ σχὼν τὸν ἐπουράνιον τοῦτον τοῦ Πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν, πᾶσαν τὴν τῶν ἐντολῶν ἐργασίαν οὐ καθαρῶς μόνον καὶ ἀμωμήτως, ἀλλὰ καὶ πόνων ἑκτὸς καὶ καμάτων ἀνύειν δύναται, ὅπερ ἀπονητὶ πρότερον πολλοῦ γε καὶ ἔδει ποιεῖν. Καὶ Πνεύματος ἀληθινῶς γεωργῆσαι πρὸ τῆς τοῦ ἀγαθοῦ Πνεύματος μεταλήψεως.

Πλὴν ἀλλὰ καὶ βιαζέσθω πᾶς τις ἑαυτὸν ἑκάστοτε δι’ ὑπομονῆς τρέχων καὶ πίστεως, καὶ θερμῶς τοῦ Χριστοῦ δεέσθω, ὥστε τοῦ θησαυροῦ τοῦδε τοῦ ἐπουρανίου ἐπιτυχεῖν· καὶ τότε πᾶσαν δικαιοσύνην ἐν αὐτῷ τε δι’ αὐτοῦ ποιεῖν δύναται καθαρῶς καὶ τελείως, ἀμόχθως τέ φημι καὶ ἀταλαιπώρως.

Εʹ. Οἱ τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἔχοντες ἐπειδάν τισι κοινωνῶσι λόγων πνευματικῶν, τοῦ ἰδίου ὥσπερ ἐκβάλλοντες θησαυροῦ τοῖς οἷς μεταδίδωσιν. Ὅσοι δὲ τὸν πλοῦτον ἐν μυχοῖς καρδίας οὐκ ἐθησαύρισαν, ἐξ οὗ θείων ἐνθυμημάτων καὶ μυστηρίων, λόγων τε ὑπερβαινόντων βρύει ἀγαθωσύνη· ἀπανθησάμενοί τινα μόνον ἐξ ἑκατέρας Γραφῆς ἐπ’ ἄκρας τῆς γλώσσης φέρουσιν, ἢ καὶ ἀνδρῶν πνευματικῶν ἀκουσταὶ γενόμενοι τοῖς τούτων λόγοις ἐπικομπάζουσιν ὡς ἴδια τὰ ἐκείνων προτείνοντες, καὶ τοῖς ἀλλοτρίοις τόκοις ὑποβαλλόμενοι. Οὗτοι μὲν τοῖς ἄλλοις ἄπονον παρέσχον τῶν εἰρημένων ἀπόλαυσιν· αὐτοὶ δὲ μετὰ τὴν διάλεξιν πτωχοῖς εὑρέθησαν ἐοικότες· ἅτε τῶν μὲν λόγων ἑκάστου, καθαπερεὶ πρὸς τὰ ἴδια τῶν ἀφ’ ὧν ἐλήφθη ἐπανελθόντος· ἐκείνων δὲ μὴ κεκτημένων ἴδιον θησαυρόν, ἀφ’ οὗπερ δυνατῶς εἶχον πρώτους τε αὑτοὺς εὐφραίνειν, καὶ τοὺς ἄλλους κατὰ μεταδίδοσιν ὠφελεῖν. Διὰ τοῦτο ζητητέον πρῶτον παρὰ Θεοῦ πλοῦτον τὸν ἀληθινὸν τοῦτον εἰσοικίσασθαι· τότε ῥᾴδιον ἡμῖν ἔσται καὶ ἑτέρους δύνασθαι ὠφελεῖν, καὶ λόγων πνευματικῶν καὶ μυστηρίων αὐτοῖς μεταδιδόναι.

Οὕτω γὰρ ηὐδόκησεν ἡ τοῦ Θεοῦ ἀγαθότης παντὶ τῷ πεπιστευκότι ἐγκατοικῆσαι· καὶ γάρ, Ὁ ἀγαπῶν, φησίν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ἐν ἄλλοις· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.

Ϛʹ. Οἱ τέκνα Θεοῦ γενέσθαι καταξιωθέντες, καὶ τὸν Χριστὸν ἐν ἑαυτοῖς ἐλλάμποντα ἔχοντες, ἐν ποικίλοις καὶ διαφόροις τοῦ Πνεύματος διέπονται τρόποις, καὶ ἐν τῷ ἀφανεῖ τῆς καρδίας ὑπὸ τῆς χάριτος περιθάλπονται. Οὐδὲν δὲ οἷον καί τινας τῶν κατὰ κόσμον φαινομένων ἀπολαύσεων εἰς μέσον παραγαγεῖν πρὸς εἰκασίαν τῶν ἐν τῇ ψυχῇ θείων διαγωγῶν τῆς χάριτος. Ἔστι γὰρ ὅτε γίνονται καθάπερ τινὶ βασιλικῷ δείπνῳ ἐνευφραινόμενοι, καὶ ἀγαλλιῶντες ἄφραστόν τινα καὶ ἄφατον ἀγαλλίασιν· καὶ νῦν μὲν ὡς νύμφη τῷ νυμφίῳ πνευματικῶς συνηδόμενοι· νῦν δὲ ὡς ἀσώματοί τινες ἄγγελοι τοσαύτῃ τοῦ σώματος ἐλαφρίᾳ τε καὶ κουφότητι, ὡς μηδὲ νομίζειν σῶμα περιβεβλῆσθαι. Καὶ ἄλλοτε μὲν ὥσπερ τινὶ πότῳ ἐνευφραινόμενοι καὶ μεθύοντες μέθην ἄφραστον τῶν μυστηρίων τοῦ Πνεύματος· ἄλλοτε δὲ κλαυθμὸς καὶ ὀδυρμὸς αὐτοὺς ἔχει, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας ποτνιωμένους· ὑπὸ γὰρ τῆς θείας ἀγάπης τοῦ Πνεύματος τῶν ἀνθρώπων πάντων περικαιόμενοι ὅλου τοῦ Ἀδὰμ τὸ πένθος ἀναλαμβάνουσι. Καὶ ποτὲ μὲν πρὸς τοσαύτην ἀγάπην μεθ’ ἡδονῆς οὐ λόγῳ ῥητῆς τοῦ Πνεύματος ἐξεκαύθησαν, ὡς εἴ γε ἦν δυνατὸν ὅλως, πάντα ἄνθρωπον τοῖς σπλάγχνοις ἐγκολπώσασθαι τοῖς ἰδίοις, κακοῦ διαφορὰν τὸ παράπαν ἀπὸ τοῦ ἀγαθοῦ μὴ ποιούμενοι· ποτὲ δὲ τοσοῦτον ἑαυτοὺς ἐξουδένωσαν, ὡς μηδένα εἶναι τὸν μετ’ αὐτοὺς οἴεσθαι, ἀλλὰ πάντων ἐσχάτους ἑαυτοὺς λογίζεσθαι.

Καὶ νῦν μὲν ἀνεκλαλήτῳ χαρᾷ τοῦ Πνεύματος κατεπόθησαν· νῦν δὲ καθάπερ τις τῶν ἰσχυρῶν βασιλικὴν λαβὼν πανοπλίαν, καὶ πρὸς πόλεμον κατελθὼν τοὺς ἐναντίους κατετροπώσατο, τὸν ἴσον καὶ οὗτοι τρόπον ὅπλοις φραξάμενοι τοῖς τοῦ Πνεύματος πρὸς τοὺς ἀφανεῖς κατῆλθον ἐχθρούς, καὶ τούτους τοῖς ποσὶν ὑπέθεντο τοῖς ἰδίοις· ἄρτι μὲν πολλή τις γαλήνη αὐτοὺς περιβάλλει καὶ ἡσυχία, εἰρήνη τε περιθάλπει, καὶ ἡδονῇ κάτοχοι γίνονται θαυμασίᾳ· ἄρτι δὲ συνέσει καὶ σοφίᾳ θείᾳ καὶ γνώσει Πνεύματος ἀνεξερευνήτῳ· τοιαῦτα πρὸς τῆς τοῦ Χριστοῦ σοφίζονται χάριτος, ἂ μηδεμιᾷ γλώσσῃ δύναμις ἐξειπεῖν.

Ἔστι δ’ ὅτε καὶ ὡς ἕνα τῶν πάντων αὐτοὺς ἀνθρώπων ὄψει φαινομένους· οὕτως ἡ θεία χάρις πολυτρόπως ἑαυτὴν ἐν τούτοις ἐξαλλάττουσα καὶ ποικίλλουσα παιδοτριβεῖν ὥσπερ καὶ γυμνάζειν βούλεται τὴν ψυχήν, ἵνα τελείαν αὐτὴν καὶ ἄμωμον καὶ καθαρωτάτην τῷ ἐπουρανίῳ παραστήσῃ Πνεύματι.

Ζʹ. Τὰ εἰρημένα ταυτὶ τοῦ Πνεύματος ἐνεργήματα, μεγάλων μέτρων εἰσί, καὶ τῶν ἐγγυτάτω τῆς τελειότητος. Αὗται γὰρ αἱ ποικίλαι τῆς χάριτος παρακλήσεις διαφόρως μέν, ἀλλ’ ἀδιαλείπτως αὐτοῖς ἀπὸ τοῦ Πνεύματος ἐνεργοῦνται, ἐνεργείας ἐνέργειαν Πνεύματος διαδεχομένης. Ὁπότε γὰρ εἰς τὴν τελειότητά τις τοῦ Πνεύματος καταντήσειε, πάντων ἀκριβῶς τῶν παθῶν ἀποκαθαρθείς, καὶ ὅλως τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀῤῥήτου κοινωνίας ἑνωθείς· ἐπειδὰν καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθείη Πνεῦμα γενέσθαι, ὡς συγκραθεῖσα τῷ Πνεύματι, τότε ὅλον φῶς, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται· καὶ οἱονεὶ καταπέποται εἰς τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος, ὡς ἐν ἀβύσσῳ θαλάσσης λίθος ὕδατι πανταχόθεν περισχόμενος· ταύτῃ τοιγαροῦν οἱ τοιοίδε κατὰ πάντα τρόπον, τῷ τοῦ Θεοῦ Πνεύματι συναφθέντες, αὐτῷ τῷ Χριστῷ ἀφωμοίωνται, τὰς ἀρετὰς τοῦ Πνεύματος ἀτρέπτους παρ’ ἑαυτοῖς ἔχοντες, καὶ καρποὺς τοιούτους τοῖς πᾶσιν ἐπιδεικνύμενοι.

Ἐπὶ γὰρ ἔνδον ἄμωμοί τε καὶ καθαροὶ διὰ τοῦ Πνεύματος ἀπηρτίσθησαν, ἀμήχανον ἕξω καρποὺς κακίας προσενεγκεῖν, ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ Πνεύματος ἐν ἑαυτοῖς διαλάμπουσιν· αὕτη ἐστὶν ἡ προκοπὴ τῆς πνευματικῆς τελειότητος, τοῦ πληρώματος τοῦ Χριστοῦ, εἰς ἣν φθάσαι ἡμᾶς ὁ Ἀπόστολος παραινεῖ λέγων· Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ.

Καὶ πάλιν· Μέχρι καταντήσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ηʹ. Ἔστιν ὅτε, φησίν, εἰσέρχεταί τις κλῖναι γόνυ, καὶ τούτῳ ἡ καρδία μεστὴ θείας ἐνεργείας γίνεται, καὶ ἡ ψυχὴ συνευφραίνεται Κυρίῳ, καθάπερ ἤδη δεδήλωται, νύμφης τρόπον κατὰ τοῦ νυμφίου. Ὁ μέγας τοῦτό φησιν Ἡσαΐας· Ὃν γὰρ τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφης, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί· ἔστι δ’ ὅτε συνέβη μὲν ἀσχολεῖσθαι τὸν τοιοῦτον ὅλης ἡμέρας, κατὰ δὲ μίαν ὥραν εἰς εὐχὴν ἑαυτὸν ἐπιτρέψαντα, ἁρπάζεται παρ’ αὐτῆς ὁ ἔσω ἄνθρωπος, καὶ κάτοχος ἀπείρῳ βάθει τοῦ αἰῶνος ἐκείνου γίνεται. Ἔχει δὲ αὐτὸν ἀπόῤῥητος ἡδονή, ὡς ἐκπλήττεσθαι μὲν τὸν νοῦν μετέωρον ὅλον ὄντα καὶ ἡρπαγμένον· λήθην δὲ ταῖς φρεσὶν ἐγγίνεσθαι τοῦ ἐπιγείου τοῦδε φρονήματος· ἅτε μεστωθέντων αὐτῷ τῶν λογισμῶν, ὥσπερ εἴρηται, καὶ εἰς ἀπέραντά τε καὶ ἀκατάληπτα πράγματα αἰχμαλώτων αὐτῷ ἀπαχθέντων, ὡς ἐν ἐκείνῃ ὥρᾳ δι’ εὐχῆς τῷ ἀνθρώπῳ γίνεσθαι συναπελθεῖν ἅμα τῇ εὐχῇ καὶ τὴν ψυχήν.

Θʹ. Πρὸς δέ γε τὸν ἐρωτῶντα, φησίν, εἰ πάντοτε δυνατὸν τῷ ἀνθρώπῳ τῇ τοιαύτῃ διαρκεῖν καταστάσει, ταῦτα λεκτέον· ὡς ἡ μὲν χάρις οὐκ ἔστιν ὅτε μὴ σύνεστι καὶ ἐῤῥίζωται, καὶ ὡς φυσικόν τι πεπηγὸς ἐγγίνεται τῷ ἀνθρώπῳ ᾧ σύνεστι· μία δὲ οὖσα αὐτὴ πολυτρόπως, ὡς ἐθέλει, πρὸς τὸ τοῦ ἀνθρώπου συμφέρον, οἰκονομεῖ· ποτὲ μὲν γὰρ πλέον αὐτῷ τὸ πῦρ, ποτὲ δὲ ἀμβλύτερον ἀνακαίει. Καὶ τὸ φῶς, ἔστι μὲν ὅτε μᾶλλον ἐκλάμπει, ἔστι δ’ ὅτε καὶ συστέλλεται καὶ ἐπιστυγνάζει κατὰ θείαν πάντως οἰκονομίαν, καίτοιγε τῆς λαμπάδος ἄσβεστα καιομένης. Ὅτε δὲ φαιδρυνθῇ πλέον, τότε καθάπερ ἐν μέθῃ πλείονι τῆς τοῦ Θεοῦ ἀγάπης καὶ ὁ ἄνθρωπος ἑορτάζεται· ἔστι δ’ ὅτε καὶ αὐτὸ τὸ φῶς τὸ φαῖνον ἐν καρδίᾳ, τῷ ἐνδοτέρῳ δήπου καὶ βαθυτέρῳ διανοίγει φωτί, ὥστε ὅλον τὸν ἄνθρωπον τῇ γλυκύτητι ἐκείνῃ καὶ θεωρίᾳ καταποθέντα μηκέτι ἐν ἑαυτῷ εἶναι, ἀλλ’ ὡς μωρόν τε καὶ βλαβερὸν ὑπεῖναι τῷ κόσμῳ, διὰ καινοὺς ἴυγγας ἀγάπης καὶ ἡδονῆς, καὶ τὸ βάθος ὧν ἠξίωται μυστηρίων.

Καὶ συμβαίνει πολλάκις κατ’ ἐκεῖνον μὲν τὸν καιρὸν τῶν τελείων αὐτὸν ἐπιβῆναι μέτρων, καὶ εἶναι πάσης ἁμαρτίας ἐλεύθερόν τε καὶ ἀνεπίληπτον, μετὰ δὲ ταῦτα συσταλῆναι τρόπον τινὰ τὴν χάριν, καὶ τὸ κάλυμμα τῆς ἐναντίας ἐπιστῆναι δυνάμεως.

Ιʹ. Οἴου μοι, φησίν, οὕτως τὰ τῆς χάριτος ἔχειν· ὑποκείσθω γάρ σοι πρὸς δωδέκατον βαθμὸν ἀνιέναι τὴν τελειότητα· εἶναι μὲν οὖν ὅτε καὶ τουτὶ τὸ μέτρον ἐφικτὸν γίνεται· πλὴν ἀλλ’ ἐνδίδωσι πάλιν ἡ χάρις, καὶ ἕνα ὑποβᾶσα βαθμόν, εἰς τὸ ἑνδέκατον, ὡς εἰπεῖν, ἵσταται. Ἐδείχθη ἐκεῖνα δὴ τὰ θαυμάσια, καὶ ὧν πεῖραν καὶ ἄνθρωπος ἔσχεν ἐκεῖνος· εἰ τὸν ἴσον αὐτῷ τρόπον εἶχε ταῦτα διαπαντός, οὐκ ἂν δυνατὸν αὐτῷ ἦν τὴν οἰκονομίαν καὶ τὸ βάρος ὑπιέναι τοῦ λόγου, οὔτε μὴν ἀκούειν τι καὶ λέγειν, ἢ καὶ περί του, κἂν τὸ βραχύτατον, μεριμνᾷν, ὅτι μὴ κεῖσθαι μόνον μιᾶς γωνίας ἐπειλημμένον, καὶ μετέωρον, καὶ μεμεθυσμένον· ταύτῃ τοι καὶ τὸ τέλειον αὐτῷ μέτρον οὐ παρεσχέθη· ἵνα καὶ τῇ ἀδελφῶν προνοίᾳ, καὶ τῇ τοῦ λόγου διακονίᾳ καιρὸν ἔχῃ σχολάζειν.

ΙΑʹ. Ἀκούοντες, φησί, τοῦ λόγου τῆς βασιλείας, καὶ πρὸς δάκρυα καταγόμενοι, μὴ τοῖς ἡμετέροις τούτοις ἐναπομείνωμεν δάκρυσι, μηδὲ τῇ ἡμῶν ἀκοῇ ὡς καλῶς ἀκούσαντες, μηδὲ τοῖς ὀφθαλμοῖς ὡς καλῶς ἰδόντες, ἀρκούντως ἔχειν ἑαυτοῖς λογισώμεθα· καὶ γάρ εἰσιν ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοί, καὶ κλαυθμοὶ ἕτεροι, ὡς δὴ καὶ διάνοια καὶ ψυχὴ ἑτέρα, ὅπερ ἔστιν αὐτὸ θεϊκὸν Πνεῦμα καὶ ἐπουράνιον, τὸ ἀκοῦόν τε καὶ κλαῖον, εὐχόμενόν τε καὶ γινῶσκον, καὶ τὸ τοῦ Θεοῦ θέλημα ἐν ἀληθείᾳ ποιοῦν· ἐπεὶ καὶ τοῖς ἀποστόλοις ὁ Κύριος τὴν μεγίστην ἐπαγγελλόμενος τοῦ Πνεύματος δωρεάν· Ὑπάγω, ἔλεγεν, ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα.

Καὶ πάλιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Ἐκεῖνος οὖν προσεύξεται καὶ ἐκεῖνος κλαύσεται. Τὸ γάρ, Τί προσευξόμεθα, φησὶν ὁ θεῖος Ἀπόστολος, καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν· ἀλλ’ αὐτὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· αὐτῷ γὰρ τῷ Πνεύματι μόνῳ τὸ τοῦ Θεοῦ θέλημα δῆλόν ἐστι. Τὰ γὰρ τοῦ Θεοῦ, φησίν, οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐπεὶ καί, κατὰ τὴν ἐπαγγελίαν, τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς τοῦ Παρακλήτου ἐπιφοιτήσαντος, καὶ τῆς δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος ταῖς ψυχαῖς τῶν ἀποστόλων σκηνωσάσης, τὸ μὲν τῆς κακίας κάλυμμα εἰσάπαν αὐτῶν ἀφῃρέθη, τὰ πάθη δὲ κατηργήθη, καὶ τὰ τῆς καρδίας αὐτοῖς ἀπεκαλύφθησαν ὄμματα. Καὶ τότε λοιπὸν σοφίας πλησθέντες, καὶ τέλειοι καταστάντες ὑπὸ τοῦ Πνεύματος, δι’ ἐκείνου μὲν καὶ τὸ τοῦ Θεοῦ θέλημα ποιεῖν ἔγνωσαν, δι’ ἐκείνου δὲ καὶ πρὸς πᾶσαν ἀλήθειαν ἐχειραγωγήθησαν ἡγεμονεύσαντός τε καὶ βασιλεύσαντος αὐτοῖς τῶν ψυχῶν. Ὅταν οὖν καὶ ἡμῖν ἐπακούωσι τοῦ λόγου τοῦ Θεοῦ κλαίειν ἐπέρχηται, δεηθῶμεν Χριστοῦ, πίστει ἀνεπιδοιάστῳ ἐλεύσεσθαι πρὸς ἡμᾶς, ἐλπίσαντες ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον Πνεῦμα κατὰ τὸ αὐτοῦ θέλημα.

ΙΒʹ. Τὸ πρᾶγμα οὕτως ἔχειν οἴου, φησίν· ἐπίκειταί τις δύναμις ἐπικαλύπτουσα τὸν ἐλαφρὸν νοῦν, ὡς ἀήρ τις λεπτός· καίτοι δὲ τῆς λαμπάδος ἀεί ποτε καιομένης καὶ φαινούσης, καθάπερ εἴρηται· ἀλλὰ τῷ φωτὶ ἐκείνῳ ὡς κάλυμμά τι ἐπίκειται· ταύτῃ τοι οὐδὲ ἔξαρνός ἐστιν ὁ τοιοῦτος μὴ εἶναι τέλειος, μηδὲ τὸ ὅλον ἐλεύθερος ἐκ τῆς ἁμαρτίας· ἀλλ’ οἷον εἰπεῖν ἐλεύθερός τε καὶ οὐκ ἐλεύθερος· τοῦτό τε οὐκ ἀθεεὶ πάντως· ἀλλὰ κατ’ οἰκονομίαν γίνεται θείαν· καί ποτε μὲν διαλύεται καὶ θραύεται ἐκεῖνο τὸ μεσότοιχον τοῦ φραγμοῦ, ποτὲ δὲ τὸ σύμπαν οὐ διαλύεται, οὐδὲ διαπαντὸς ἐπίσης τὰ τοιαῦτα τῆς εὐχῆς· ἀλλὰ ἔστι μὲν ὅτε πλέον ἡ χάρις ἀνάπτεται, καὶ παρακαλεῖ καὶ διαναπαύει· ἔστι δὲ ὅτε στυγνοτέρα καὶ ὑφειμένη γίνεται, καθὼς αὐτὴ ἡ χάρις πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ. Ὅμως εἰσῆλθον εἰς τὸ τέλειον μέτρον ἔν τισι καιροῖς, καὶ ἐγευσάμην καὶ πεῖραν ἔσχον ἐκείνου τοῦ αἰῶνος. Οὔπω δὲ οὐδένα εἶδον Χριστιανὸν τέλειον ἢ καθάπαξ ἐλεύθερον· ἀλλὰ καὶ διαναπαύεταί τις ἐν τῇ χάριτι, καὶ μυστηρίων καὶ ἀποκαλύψεων κοινωνὸς γίνεται, καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος εἴσεισι· καὶ ἡ ἁμαρτία πάλιν αὐτῷ σύνεστιν.

Οἱ δὲ τοιοῦτοι διὰ τὴν ὑπερβάλλουσαν χάριν, καὶ τὸ ἐλλάμπον αὐτοῖς φῶς, κατά γε ἀπειρίαν φημί, τέλειοί τε καὶ ἐλεύθεροι ἔδοξαν εἶναι· ἐγὼ δέ, ὡς εἴρηται, οὔπω οὐδένα εἶδον ἀκριβῶς ἐλεύθερον· ἐπειδὴ κἀμοὶ μερικῶς καιροῖς ἔν τισιν ἐξεγένετο εἰς ἐκεῖνο τὸ μέτρον ᾗ λέλεκται εἰσελθεῖν, καὶ οἶδα καταμαθὼν ὁποῖός τις ὁ τέλειος ἄνθρωπός ἐστιν.

ΙΓʹ. Ἐπειδὰν ἀκοῦσαί σοι γένοιτο περὶ κοινωνίας νυμφίου καὶ νύμφης, καὶ χορῶν, καὶ ἑορτῶν, μηδὲν ὑλικὸν μηδὲ πρόσγειον ἐννόησον. Καὶ γὰρ εἰς ὑπόδειγμα μόνον συγκαταβατικῶς ταῦτα παραλαμβάνεται. Ἐπεὶ ἐκεῖνα ἄῤῥητά τέ ἐστι καὶ πνευματικά, καὶ ὀφθαλμοῖς τοῖς σαρκικοῖς ἄψαυστα· ψυχῇ δὲ ἁγίᾳ καὶ πιστῇ πρὸς κατάληψιν ἔρχεται, αὕτη τε ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, καὶ οἱ ἐπουράνιοι θησαυροί, οἱ χοροί τε καὶ ἑορταὶ τῶν ἁγίων ἀγγέλων τῷ πείρᾳ λαβόντι μόνῳ καταφανῆ γίνονται, ἀμυήτῳ δὲ οὐδὲ ἐννοῆσαι δυνατὸν τὸ παράπαν. Εὐλαβῶς οὖν περὶ αὐτῶν ἄκουε, μέχρις ἂν καὶ σοὶ γένοιτο πιστεύοντι καταξιωθῆναι τῶν τοιούτων τυχεῖν· καὶ τότε εἴσῃ αὐτῇ πείρᾳ τῶν ὀφθαλμῶν τῆς ψυχῆς οἵων ἀγαθῶν ψυχαί τε Χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύνανται. Ἐν γὰρ τῇ ἀναστάσει καὶ αὐτῷ τῷ σώματι τῶν τοιούτων παρέσται τυχεῖν, βλέπειν τε αὐτὰ καὶ οἱονεὶ κρατεῖν, ὁπόταν καὶ αὐτὸ γένηται πνεῦμα.

ΙΔʹ. Τὰ ἴδια τῆς ψυχῆς κάλλη, καὶ οἱ ἀγαθοὶ καρποί, ἤτοι εὐχή, ἀγάπη, πίστις τε καὶ ἀγρυπνία καὶ νηστεία, καὶ τἄλλα τῶν ἀρετῶν ἐπιτηδεύματα, ἐπειδὰν μιγείη, καὶ κοινωνήσοι τῆς τοῦ Πνεύματος κοινωνίας, τότε καὶ αὐτὰ καθαπερεὶ θυμίαμα πυρὶ βληθέν, πλουσίαν ἀποδίδωσι τὴν εὐωδίαν· ἀλλὰ καὶ ἡμῖν γίνεται ῥᾴδιον ἀκολούθως τῷ θελήματι πολιτεύεσθαι τοῦ Θεοῦ. Ὡς ἄνευ Πνεύματος τοῦ ἁγίου, καθάπερ ἤδη πρότερον εἴρηται, μηδενὶ δυνατὸν ὂν συνιέναι τὸ τοῦ Θεοῦ θέλημα. Ὥσπερ γὰρ ἀνδρὶ πρὸς γάμον συνοῦσα γυνή, πρότερον μὲν ἢ συναφθῆναι, γνώμῃ τῇ ἰδίᾳ στοιχεῖ, καὶ θελήματι τοῖς ἑαυτῆς κέχρηται, ἐπειδὰν δὲ συνέλθῃ καθ’ ἕν, ὑπ’ ἐκείνῳ ἡγεμόνι τὸ σύνολον ζῇ, τοῦ πρὸς ἑαυτὴν ὁρᾷν, ἀφειμένη· τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχὴ ἔχει μὲν ἴδιόν τι θέλημα, καὶ ἰδίους νόμους, καὶ ἔργα ἴδια· ἐπειδὰν δὲ γένηται ἀξία τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ συνελθεῖν, ὑποτάσσεται τῷ τόμῳ τοῦ ἀνδρός, οὐκ ἔτι τῷ ταύτης θελήματι, ἀλλὰ τῷ ταύτης νυμφίου ἑπομένη Χριστοῦ.

ΙΕʹ. Τὸ τοῦ γάμου ἔνδυμα τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἡγοῦ· τὴν ὁ μὴ ἐνδύναι γεγονὼς ἄξιος, τοῦ ἐπουρανίου γάμου καὶ τοῦ δείπνου τοῦ πνευματικοῦ κοινωνὸς οὐκ ἔσται. Θῶμεν σπουδὴν τοῦ πνευματικοῦ καὶ θείου πιεῖν οἴνου, καὶ μεθυσθῆναι μέθην νηφάλιον· ἵν’ ὥσπερ οἱ οἵνου διακορεῖς λαλίστεροι γίνονται, οὕτω καὶ ἡμεῖς, τοῦ πνευματικοῦ τούτου διάπλεοι γεγονότες οἴνου, μυστηρίων θείων λαλήσωμεν διηγήματα· Καὶ τὸ ποτήριόν σου γάρ, φησὶ Δαβίδ, μεθύσκον με, ὡσεὶ κράτιστον!

ΙϚʹ. Αὕτη ἐστὶν ἡ πτωχὴ τῷ Πνεύματι ψυχή, ἥτις ἐπιγινώσκει μὲν τὰ ἑαυτῆς τραύματα, ἐπιγινώσκει δὲ τὸ περιέχον αὐτὴν τῶν παθῶν σκότος, καὶ τὴν ἀπὸ Κυρίου διαπαντὸς ἐπιζητεῖ λύτρωσιν· ἣ φέρει μὲν πόνους, ἐπ’ οὐδενὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν χαίρει· ἀλλὰ τῷ καλῷ μόνῳ ἱατρῷ, καὶ τῇ αὐτοῦ πέποιθε θεραπείᾳ. Πῶς οὖν ἡ τετραυματισμένη αὕτη ψυχὴ καλὴ καὶ εὐπρόσωπος ἔσται, καὶ πρὸς συμβίωσιν ἁρμόζουσα τῷ Χριστῷ; πῶς ἄλλως ἢ κατὰ τὴν ἀρχαίαν αὐτῆς κτίσιν, καὶ τὴν σαφῆ τῶν οἰκείων τραυμάτων καὶ τῆς πτωχείας ἐπίγνωσιν; Εἰ γὰρ οἷς ἔχει τραύμασί τε καὶ μώλωψι τῶν παθῶν μὴ συνήδεται, μηδὲ συνηγορεῖ τοῖς σφάλμασιν, οὐ λογίζεται αὐτῇ τὴν ἀμορφίαν ὁ Κύριος, ἀλλ’ ἐλθὼν ἰᾶται καὶ θεραπεύει, καὶ ἀπαθὲς αὐτῇ καὶ ἄφθορόν τι κάλλος ἀποκαθίστησι· μόνον αὐτὴ προαιρέσει μὴ κοινωνείτω τοῖς πραττομένοις, καθάπερ εἵρηται, μηδὲ τοῖς ἐνεργουμένοις συνευδοκείτω πάθεσιν. Ἀλλ’ ὅλῃ δυνάμει πρὸς Κύριον ἐκβοάτω, ἵνα διὰ τοῦ ἀγαθοῦ Πνεύματος αὐτοῦ τῆς ἐλευθερίας πάντως ἀξιωθῇ τῶν παθῶν.

Αὕτη μὲν οὖν ἡ ψυχὴ μακαρία· οὐαὶ δὲ τῇ μὴ συναίσθησιν δεχομένῃ τραυμάτων, μηδὲ ἔχειν τι κακίας διὰ πολλὴν καὶ ἄμετρον οἰομένη κακίαν· ταύτην γὰρ οὐδὲ ὁ ἀγαθὸς ἐπισκέπτεται ἰατρός, οὐδὲ θεραπεύει, ὅτι μηδὲ μέλει αὐτῇ τῶν τραυμάτων, ἅτε καλῶς ἔχειν καὶ ὑγιῶς ἡγουμένῃ· Οὐ γὰρ χρείαν ἔχουσι, φησίν, οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.

ΙΖʹ. Μακάριοι τῷ ὄντι καὶ ζηλωτοὶ τοῦ βίου καὶ τῆς ὑπερφυοῦς ἀπολαύσεως, ὅσοι διὰ θερμῆς καὶ φιλαρέτου διαγωγῆς τῶν ἐπουρανίων τοῦ Πνεύματος μυστηρίων πείρᾳ καὶ αἰσθήσει τὴν γνῶσιν εἰλήφασι, καὶ τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχουσιν. Οὗτοι καὶ συμπάντων κρείττους ἀνθρώπων εἰσί· καὶ φανερὰ ἡ ἀπόδειξις. Τίνι γὰρ τῶν δυνατῶν, ἢ σοφῶν, ἢ φρονίμων ἀνελθεῖν εἰς τὸν οὐρανὸν ὑπῆρξεν ἐπιστρεφομένῳ περὶ τὴν γῆν, ἐκεῖ τε ἐργάσασθαι ἔργα πνευματικά, καὶ τὰ κάλλη τοῦ Πνεύματος κατοπτεῦσαι; νυνὶ δὲ πένης τις τὸ φαινόμενον, πένης ἅκρως καὶ ἐξουδενώμενος, καὶ οὐδὲ τοῖς ἐγγειτόνων μικροῦ γνώριμος, προσπίπτων ἐπὶ πρόσωπον αὐτοῦ τῷ Κυρίῳ, ἄνεισιν εἰς τὸν οὐρανὸν ὑπὸ Πνεύματος ὁδηγούμενος, καὶ ἐν πληροφορίᾳ τῆς ἑαυτοῦ ψυχῆς τῶν ἐκεῖ θαυμασίων κατατρυφᾷ, ἐκεῖ τε ἐργάζεται, ἐκεῖ τὸ πολίτευμα ἔχει, κατὰ τὸν θεῖον Ἀπόστολον· Ἡμῶν γὰρ τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει· καὶ πάλιν·

Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶτα ἐπάγει· Ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Οὗτοί εἰσιν οἱ ἐν ἀληθείᾳ σοφοί, οἱ δυνατοί, οὗτοι καὶ εὐγενεῖς καὶ φρόνιμοι.

ΙΗʹ. Καὶ χωρίς, φησὶ τῶν οὐρανίων ἐκείνων, ἀπὸ τῶν παρόντων κρίνων τοὺς ἁγίους, οὐκ ἐπιδοιάσεις πάντων ὑψηλοτέρους εἰπών. Κρινέσθω δὲ οὕτως· Ναβουχοδονόσορ ὁ Βαβυλῶνος ἄρξας, ὁπότε τὰ ἔθνη αὐτῷ πάντα εἰς προσκύνησιν ἧς ἔτυχε κατασκευάσας εἰκόνος ἠθροίζετο· τῷ δὲ Θεῷ τοῦτο πανσόφως ᾠκονομεῖτο, ἵνα καὶ ἡ τῶν παίδων ἀρετὴ πᾶσι γνώριμος καταστῇ, καὶ μάθωσι πάντες, ὅτι Θεὸς ἀληθὴς εἷς, ὃς τοὺς οὐρανοὺς κατοικεῖ· τρεῖς παῖδες, καὶ αὐτοὶ αἰχμάλωτοι καὶ τὴν ἐλευθερίαν ἀφῃρημένοι ἐπαῤῥησιάσαντο πρὸς αὐτόν, καὶ πάντων πολλῷ δέει προσκυνούντων, καὶ μηδ’ ὅλως εἰ μὴ πείθεσθαι τολμώντων, ἀλλὰ σχεδὸν ἀφώνων ἴσα καὶ ταῖς κτίσεσιν ἑλκομένων, αὐτοὶ τοσοῦτον ἀπέχοντες τοῦ τὰ ὅμοια τοῖς ἄλλοις παθεῖν, ὡς μηδ’ εὐσεβοῦντας ἀγνοεῖσθαι βούλεσθαι, μηδ’ ὑπομένειν λαθεῖν, ἀλλ’ εἰς ἀκοὴν πάντων λέγειν· Τοὺς θεούς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἕστηκας, οὐ προσκυνοῦμεν· τούτους εἰς τιμωρίας λόγον καὶ ἡ φοβερὰ ἐκείνη παραλαβοῦσα κάμινος ἦν, οὐδὲ τὴν ἑαυτῆς ἐνέργειαν ὑπεδείξατο, ὥσπερ δὲ καὶ αὐτὴ διευλαβηθεῖσα τούτους, ἀπαθεῖς κακῶν διεφύλαξε, καὶ πάντες καὶ βασιλεὺς αὐτὸς τὸν ἀληθῆ δι’ ἐκείνων Θεὸν ἐπέγνωσαν.

Ἐκείνους οὐχ οἱ ἐν γῇ μόνον, ἀλλὰ καὶ ἐν οὐρανοῖς χοροὶ κατεπλάγησαν· καὶ γὰρ εἰς τὰς τῶν ἁγίων ἀνδραγαθείας οὐδὲ τοὺς ἐν οὐρανοῖς ἀπεῖναι, ἀλλὰ συμφοιτᾷν κἀκείνοις, ὁ θεῖος Ἀπόστολος ὑποφάνει· Θέατρον γάρ, φησίν, ἐγενήθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἔχεις τοιαῦτα καὶ ἐπὶ Ἠλίαν ὁρᾷν· ὅς, εἷς ἄνθρωπος ὤν, πρὸς πλείστους ἴσχυσε διὰ τῆς τοῦ οὐρανίου πυρὸς καταγωγῆς· ἀλλὰ καὶ Μωϋσῆς ὅλης Αἰγύπτου καὶ Φαραὼ τοῦ τυράννου περιεγένετο. Τοῦτο καὶ ἐπὶ Λώτ, τοῦτο καὶ ἐπὶ Νῶε, καὶ ἐπὶ πολλῶν ἴδοις ἑτέρων· οἵτινες τῷ φαινομένῳ πολλὴν εὐτέλειαν ὑπερχόμενοι, πολλῶν ἐκράτουν ἐπισήμων καὶ δυνατῶν.