Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Περὶ φυλακῆς καρδίας

Μακάριος ὁ Αἰγύπτιος

Η άσκηση πνευματικής βίας και το ασφαλές κατοικητήριο του Αγίου Πνεύματος

Προβάλλεται η ανάγκη άσκησης πνευματικής βίας για την τήρηση των ευαγγελικών εντολών και επισημαίνεται ότι η ταπεινοφροσύνη και η αγάπη καθιστούν την ψυχή μόνιμο κατοικητήριο της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 3 από 4

ΙΓʹ. Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ, καὶ ζωῆς αἰωνίου καταξιωθῆναι, καὶ κατοικητήριον Θεοῦ γενέσθαι, καὶ Πνεύματος ἁγίου καταξιωθῆναι, ἵνα τοὺς καρποὺς αὐτοῦ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου δυνηθῇ ἀμώμως καὶ καθαρῶς ποιεῖν, οὕτως ὀφείλει ἐνάρξασθαι. Πρῶτον πιστεῦσαι τῷ Κυρίῳ βεβαίως, καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα ἐν οὐδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται. Καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν αὐτὸν, καὶ μὴ ἀπογινώσκειν προσδεχόμενος τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ τὴν βοήθειαν πάντοτε, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχων διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἀεὶ εἰς πᾶν ἀγαθὸν, καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, κἂν μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν· οἷον βιάζεσθαι ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγεῖσθαι, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν, καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ μόνῳ βουλόμενος ἀρέσαι. Εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ Κύριος· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.

Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν ἐθίζειν μετὰ βίας, ὥς φησιν ὁ Κύριος· Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ τό· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ἀεὶ δὲ τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν ἐχέτω πρὸ ὀφθαλμῶν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ· καὶ ὅση δύναμις βιαζέσθω ταῖς εὐχαῖς προσκαρτερεῖ, διὰ παντὸς δεόμενος καὶ πιστεύων· ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν ταῖς ἐντολαῖς πάσαις αὐτοῦ, καὶ ἵνα ἡ ψυχὴ αὐτοῦ γένηται οἰκητήριον Ἰησοῦ Χριστοῦ· καὶ οὕτως ἃ νῦν μετὰ βίας καὶ μὴ θελούσης τῆς καρδίας ποιεῖ, ἐθίζειν ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ Κυρίου ἀεὶ μνημονεύειν, καὶ προσδοκᾷν αὐτὸν διὰ παντὸς ἐν πολλῇ ἀγαθότητι καὶ ἀγάπῃ.

Τό τε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδὴν, πῶς βιάζει ἑαυτὸν πάντοτε εἰς τὴν μνήμην αὐτοῦ, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ πραότητα καὶ ἀγάπην· καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχει, καὶ ἄγει, ὅση δύναμις, ἑαυτὸν μετὰ βίας, ποιεῖ μετ᾽ αὐτοῦ τὸ ἔλεος αὐτοῦ· καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ, καὶ τῆς ἐνοικούσης ἁμαρτίας; Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτὸν, καὶ οὕτως λοιπὸν ἄνευ βίας καὶ καμάτου πάσας ποιεῖ πάντοτε τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας· μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος, ὅτε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτως βιάζειν καὶ αὐτὸν εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ μακροθυμεῖν, ἐξουθενούμενον, ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν· κατὰ τὸ εἰρημένον· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· βιάζεσθαί τε ἑαυτὸν εἰς τὴν εὐχὴν, μήπω ἔχοντα εὐχὴν Πνεύματος.

Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον, καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν, καὶ ἁπαξαπλῶς τηρεῖ αὐτῷ τὸν καρπὸν τοῦ Πνεύματος. Εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν, μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν, οὐ βιάζεται, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος, καὶ ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν ᾧ ἦν πρότερον ὅμοιος. Οὐκ ἔχει γὰρ πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως, καὶ οὐ προηυτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι.

Οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε, καὶ ἑαυτὸν ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπεὶ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς· χρὴ γὰρ ἕκαστον, ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ μὴ θελούσης τῆς καρδίας· οὕτως εἰς τὴν ἀγάπην, εἰς τὴν πραότητα, καὶ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, κατὰ τὸ γεγραμμένον· οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι, καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων, ὡς τὸ μὴ ὂν χρήσιμον, μὴ ὁμιλεῖν· ἀλλὰ τὰ τοῦ Κυρίου μελετᾷν ἀεὶ λόγια καὶ λαλεῖν στόματι καὶ καρδίᾳ· οὕτως εἰς τὸ μὴ θυμοῦσθαι κατὰ τὸ εἰρημένον· Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· Ἵνα οὕτως ὁ Κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν δώσῃ αὐτῷ ταῦτα πάντα ἀκόπως καὶ ἀβιάστως, ἅπερ πρὶν οὕτω μετὰ βίας φυλάξαι ἠδύνατο, διὰ τὴν οἰκοῦσαν ἐν αὐτῷ ἁμαρτίαν· καὶ γίνεται αὐτῷ ταῦτα πάντα τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ Κύριος, ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ, καὶ αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρποῖς τοῦ Πνεύματος.

ΙΔʹ. Εἰ δέ τις εἰς εὐχὴν βιάζεται ἑαυτὸν, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ Θεοῦ, εἰς ταῦτα δὲ ἤγουν εἰς ταπεινοφροσύνην, εἰς ἀγάπην, εἰς πραότητα, καὶ εἰς τὰς λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα· μὴ προευτρεπίσας δὲ ἑαυτὸν, καὶ μὴ ἐθίσας εἰς τὰς προειρημένας ἀρετὰς, ἢ ἀπόλλει τὴν χάριν, ἢ λαμβάνει καὶ πίπτει, ἢ οὐ προκόπτει ὑψηλοφρονήσας· ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι.

Τὸ γὰρ κατοικητήριον ἢ ἀνάπαυσις τοῦ Πνεύματος, ἡ ταπεινοφροσύνη ἐστὶ, καὶ ἡ ἀγάπη, καὶ ἡ πραότης, καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί. Ὀφείλουσιν οὖν βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δέξασθαι παρ᾽ αὐτοῦ τὴν ἐπουράνιον χάριν, καὶ αὐξῆσαι καὶ τελειῶσαι ἐν τῷ ἁγίῳ Πνεύματι καὶ βιάζεσθαι πρῶτον ἑαυτὸν φυλάσσειν πάσας τὰς ἀρετὰς, καὶ μὴ θελούσης τῆς καρδίας, κατὰ τὸ εἰρημένον· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.

Ὡς γάρ τις εἰς τὴν καρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει ἕως οὗ κατορθώσῃ τοῦτο· ὁμοίως εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ ἐθίζει ἕθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυρίου διαπαντὸς, καὶ τυχὼν τῆς αἰτήσεως, αὔξει καὶ θαλεῖ ἐν αὐτῷ τὸ χάρισμα τοῦ Πνεύματος, τὸ χάρισμα τὸ χαρισθὲν αὐτῷ ἐναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, καὶ ἐν ταῖς λοιπαῖς ἀρεταῖς, καὶ διδάσκει αὐτὸν ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἣν προεβιάσατο καὶ ἐζήτησε· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν Θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν ἀξιοῦται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. Ποῦ γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ὕψωσις ἡ ταπείνωσις· καὶ τιμιότης, καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.