Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τόν άγιον Μηνάν

Η καταγωγή, η αναχώρηση στην έρημο, η δημόσια ομολογία και η τελείωση του αθλοφόρου Μηνά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 14 από 23

Νυκτομαχοῦσαν, πανεύφημοι, τὴν καρδίαν μου ἡδονῶν ἀμαυρότησι καὶ ταῖς τοῦ βίου φροντίσι τε περιπεπλεγμένην ἐπιστάντες δ<ια>λύσατε καὶ γαλήνην δωρήσασθε πρὸς εὐθεῖαν ἰθύνοντες τρίβον ἀσκήσεως τὰς ὁδούς μου, τρισόλβιοι, ὅπως ἀσμένως τὰς τῶν δαιμόνων παγίδας ἐκπεράσας κούφως ὅλος ἐπανέλθω ἀρετῶν ἐπὶ τὸ ὄρος, φωνῆς τε ἀκούσω θεοῦ τοῦ ὑψίστου· “Ψυχή μου ἡ ταλαίπωρος, εἰς Σηγὼρ δ<ια>σώθητι τοῦ κόσμου ἐξαίρουσα |ὡς χάριν δ〈εξάμενη〉.„:

Ὁ κόσμος ὅλος ἀγάλλεται, τρισμακάριστοι, καὶ φαιδρῶς ἑορτάζει νῦν μνήμην ὑμῶν τὴν πανίερον καὶ τὰ λείψανά δε ἱερῶς περιπτύσσεται τὰς μορφὰς ἀσπαζόμενος· ἐν γὰρ τούτῳ εὐφραίνεται πιστῶν ὁμήγυρις καὶ τὸ κέρας ἐπαίρεται τῶν ὀρθοδόξων καὶ φιλεόρτων κατὰ αἱρετιζόντων καὶ τὰς στήλας τῶν ἁγίων σχετικῶς μὴ προσκυνούντων· φησὶ γὰρ ὁ θεῖος Βασίλειος, ἔφη· “Εἰκόνος ἡ προσκύνησις ἐπὶ τὸ πρωτότυπον σαφῶς ἐπανέρχεται |ὡς χάριν δω〈ρούμενη〉.„:

Ὕμνον ἄξιον, ἅγιοι, ἀποροῦντι μοι προσενέγκαι, προσδέξασθε ὃν νῦν ἐκ πόθου συνέταξα, ἀμοιβὴν διδόντες ἰαμάτων χαρίσματα καὶ πταισμάτων τὴν ἄφεσιν, τοῦ πυρὸς δὲ λυτρούμενοι δεξιοῖς τόποις με ἀριθμήσατε, ἔνδοξοι, ὡς παρρησίαν πρὸς τὸν σωτῆρα καὶ κύριον εὑρόντες· βασιλεῖ δὲ φιλοχρίστῳ τὴν κατὰ τῶν πολεμίων βραβεύσατε νίκην καὶ ταῖς ἐκκλησίαις εἰρήνην καταπέμψατε ὑμῶν παρακλήσεσι, τριάδος ἰσάριθμοι, |ὡς χάριν δεξάμενοι.:

ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ ΕΠΟΣ Ἐπεφάνης σήμερον Τῆς τριάδος ἄριστος, Μηνᾶ, ὁπλίτης καὶ ἀγγέλων, ἔνδοξε, ἐφάμιλλος ἀναδειχθεὶς ὑπὲρ τῆς ποίμνης σου πρέσβευε· |σὲ γὰρ ἔχει τὸ ἀήττητον καύχημα.:

Ἐπεφάνης σήμερον Ὁ τῆς δόξης κύριος καὶ πάντων κτίστης, σὺ ἐν κόσμῳ ἔδειξας λελαμπρυσμένον ἀρεταῖς τὸν ἀθλοφόρον καὶ μάρτυρα, |ἵνα κατέχῃ ἀήττητον τρόπαιον.:

Τῷ τυφλωθέντι Ἀδάμ Τὸν ἀθλοφόρον τιμῶσα καλῶς ἡμέρα ἔλαμψε περιφανής· ἡμεῖς δὲ ταύτῃ ὡς σινδόνι τὰς αὐτοῦ ἀσφαλῶς ἀριστείας συγγράψωμεν, ἀντὶ μὲν τῶν χρωμάτων ῥήματα ἐντιθέντες, νοητῶς δὲ δεικνύοντες γυμνὸν τὸν ἀθλητὴν προκαλούμενον πάλην, μανίᾳ τὸν ἐχθρὸν ἐπερχόμενον τούτῳ συμπλακέντα καὶ διαρρηγνύμενον· τοὺς τῶν ἀγγέλων χαίροντας χοροὺς ἐπὶ τῇ πτώσει αὐτοῦ καὶ τὸν πάντων δεσπότην στέφοντα τὸν ἀριστέα, |ἵνα κατέχῃ τὸ ἀήττητον τρόπαιον.:

Οὗτος οὖν πέφυκεν ὁ κραταιὸς Αἰγύπτιος μὲν τῷ γένει, φησί, στρατοῦ δὲ τοῦ κατὰ Φρυγίαν καταλόγοις ἐμπρέπων κα<ὶ ἀ>νδρείως εὐπρόθυμος, ἔχων κατὰ βαρβάρων κράτιστον τὴν παλάμην, εὐειδής, ἀξιότιμος· καὶ ἦν ὁ εὐσεβὴς μέσον τῶν ἀσεβούντων, ὁ ὄρθριος ἀστὴρ μέσον τῶν νυκτιφρένων· ὁ ἀμνὸς δὲ θηρσὶν ὑπεκύκλωτο· ὡς ἡ γραφὴ στρουθίον μεταξὺ τῶν θηρευόντων φησίν· ἀλλ᾽ ἐρρύσθη ἐκ τούτων· ἡ παγὶς γὰρ συνετρίβη, |καὶ ἐδέξατο τὸ ἀήττητον καύχημα.:

Ὕλαι παρήγοντο μέτα σπουδῆς, οἰκοδομοῦντο βωμοὶ συνεχεῖς, καὶ πάντες εἵλκοντο σπουδαίως ἐπὶ τὸ θυσιᾶσαι ⟦τοῖς⟧ ἀψύχοις οἱ ἔμψυχοι· καὶ γὰρ προτιθεμένῳ ἅπαντας τοὺς ὁρῶντας ἐθορύβει τὸ πρόσταγμα· “Διοκλητιανός,„ φησιν, “ὁ βασιλεύων, καὶ Μαξιμιανὸς ἐγὼ ὁ συνανάσσων πολιάρχοις, ἐξάρχοις καὶ πράκτορσι καὶ δι᾽ ὑμῶν πάσῃ τῇ ὑφ᾽ ἡμᾶς τύχῃ κελεύομεν τοῖς ἐκ σοῦ δηλουμένοις ἔργῳ πέρας ἐπιθεῖναι, |καὶ μὴ εἶναι τὸ ἀήττητον καύχημα.:

Τοῖς πρὸ ἡμῶν ἀκολούθως ἡμεῖς κυροῦμεν σέβεσθαι τὰ βδελυκτά, ὡς λέγουσιν οἱ Γαλιλαῖοι, ἀλλ᾽ ἡμεῖς ὡς ἡγούμεθα ⟦τὰ⟧ πᾶσιν ἀνώτερα τοὺς δὲ μὴ πειθομένους τοῖς ἡμῖν δεδογμένοις τιμωρεῖσθαι κελεύομεν.„ τοιούτων ὡς εἰκὸς κατὰ πόλιν σταλέντων οἱ ἄρχοντες εὐθὺς δημοσίᾳ τοὺς ὄχλους μετ᾽ ἀνάγκης ἐκέλευον ἄγεσθαι καὶ κατὰ τόπον τὴν θεοστυγῆ πρᾶξιν ἐκείνην τελεῖν· καὶ ἀνθρώπινος φόβος ἥρπασε τοῦ θείου φόβου |τοὺς μὴ λαβόντας 〈τὸ〉 ἀήττητον τρόπαιον.:

Ἅπαντα δὲ τὸν ἀέρα ῥυπῶν καπνὸς ἐμίανε τῶν θυσιῶν καὶ κνῖσα δὲ πλείστων θυμάτων· ἡ δὲ γῆ οὐχ ὑπέφερε στέγειν, ἃ ἔβλεπεν· εἷλκεν γονεῖς τὸ τέκνον, καὶ υἱὸς τὸν πατέρα παρεδίδου εἰς θάνατον· ἀλλ᾽ οὗτος ὁ στερρὸς καὶ φιλόθεος ὄντως εἰς ἔννοιαν λαβὼν τοῦ θεοῦ τὴν ἐλπίδα, μὴ βαστάσας ὁρᾶν τὰ παράνομα, μᾶλλον προέκρινεν μετὰ θηρῶν ἢ μετ᾽ ἀθέων οἰκεῖν· ἐν ἐρήμῳ ἀβάτῳ ἀνεχώρει πάντα ῥίψας, |ἵνα λάβῃ τὸ ἀήττητον τρόπαιον.:

Πάντες γὰρ τοῦτο οἱ ἀγωνισταὶ κρατοῦσι χρήσιμον ἔθος ἀεί, ⟦τοῦ⟧ ἀεὶ γυμνάζειν καὶ δαμάζειν ἑαυτοὺς πρὸ αὐτῆς τῆς κυρίας ἀθλήσεως· οὕτω δὴ καὶ ὁ μάρτυς ἄχρι ἐτῶν δυάδος ὑπερόριος στέγων ἦν γυμνάζων ἑαυτὸν ταῖς ἀγρύπνοις μελέταις, τὸν νοῦν ταῖς πρὸς θεὸν προσευχαῖς ὑπαλείφων καὶ νηστείαις σφίγγων καὶ νευρούμενος, ἕως αὐτὸν ὁ ἀγωνοθετῶν ἔκρινεν ἔχειν καλῶς· καὶ λοιπὸν πρὸ τῶν ἄθλων δόκιμον προσάγει τοῦτον, |ἵνα λάβῃ τὸ ἀήττητον τρόπαιον.:

Ἵππων δὲ τότε ἁμίλλης ἀγὼν τῇ πόλει τότε γενέθλιος ἦν καὶ πάντες ἔτρεχον οἱ δῆμοι, καὶ εἰδώλων βακχείαις τὸ πᾶν ἐστέφετο· δοῦλοι ἐκ τῶν κυρίων, παῖδες ἐκ διδασκάλων πρὸς τὴν θέαν συνήγοντο· οἴκους δὲ ἀσφαλεῖς οἱ τηροῦντες ἀφέντες, οἱ δὲ τῇ ἀγορᾷ τὰ ὀψών<ια> λιπόντες ὠξυδρόμουν σπουδῇ πρὸς τὸ θέατρον· οἱ τῶν ἐμπόρων νέων μισθωτοί, τὰ ἐργαστήρια καὶ ἀλλόχωρος ὄχλος ἐπεχύθη ⟦οὐκ ὀλίγος⟧ θεωρῆσαι, |ὅπως λάβῃ τὸ ἀήττητον τρόπαιον.: ⟦Ἵππων δὲ τότε ἁμίλλης ἀγὼν τῇ πόλει μέγας γενέθλιος ἦν, καὶ πάντες ἔτρεχον οἱ δῆμοι καὶ⟧ “Νῦν σπέρειν θεῖον εἰδέναι καιρός,„ ὁ μάρτυς τότε εἰπὼν ἑαυτῷ ἐκ τῶν ἀγρῶν ἀπεκατέβη τῷ θεάτρῳ καὶ πάντας τοὺς ὄχλους παρέδραμεν· μέσον δὲ ἐγκατέστη καὶ θαρσαλέως ἔφη δι᾽ αὐτοῦ τοῖς φονεύσουσι μηδ᾽ ὅλως ἐννοῶν, ὡς τοσαύταις ἀνθρώπων †πολεμίων τοιγαροῦν παλάμαις ἐκδίδοται, ἀλλ᾽ ἀτρέμας ἔμεινεν ἔχων φρόνημα στερρόν,† ὅθεν φρουρούμενος ὑπὸ θεοῦ ταῦτα ἐβόα πρὸς αὐτούς· “Φανεροῦμαι, ὁρῶμαι τοῖς ἐμὲ μὴ ἐρευνῶσιν, |ἵνα εὕρω τὸ ἀήττητον τρόπαιον.„:

Οὕτως ἀθρόως τῷ δήμῳ φανεὶς εὐθὺς μετέστρεψεν εἰς ἑαυτὸν τοὺς πάντας ἐκ τῆς θεωρίας ἐπὶ τὸ παρὰ δόξαν αὐτοῦ τῆς ὁράσεως· ἦν γὰρ τῇ ὄψει τότε πάνυ ἠγριωμένος, πεπλησμένος δὲ χάριτος· τὴν κόμην αὐχμηρὸς καὶ ῥυπῶν τὴν ἐσθῆτα, σῶμα κατεσκληκὼς καὶ βαθὺς τὴν ὑπήνην, τὴν χροιὰν δὲ δηλοῦσαν τὸν καύσωνα· ὡς γοῦν ἐγνώσθη, τίς οὗτος ἐστίν, ἦλθεν βοὴ συμμιγὴς ἀλληνάλλως τῶν ὄχλων κεκραγότων· “Αἶρε τοῦτον, |τὸν ζητοῦντα τὸ ἀήττητον τρόπαιον.„:

Ὑπερωράθη λοιπὸν ὁ ἀγών, τῶν τετραπόδων ὁ δρόμος εἰκῇ, ἁρμάτων τε ἱμαντοδέτων τὰ ὑπότροχα σύρματα ⟦εἰς⟧ μάτην ἐγίνοντο· τῶν ἐλατήρων πᾶσα ἡ ἐμπειρία τότε εἰς οὐδὲν ἐλογίζετο· ἀγῶνα γὰρ αἰσχρὸν τῶν εἰδώλων κατήργει ἀγὼν πνευματικὸς ἐκτελούμενος πίστει, καὶ ἐν τούτῳ θεὸς ἐδοξάζετο· διὰ δὲ τῶν κηρύκων πᾶς ⟦ὁ⟧ λαὸς μόλις ἐσίγησε καὶ αὐλῶν σιωπώντων ὥσπερ ὄργανον ἐλάλει |ὁ λαμβάνων τὸ ἀήττητον τρόπαιον.:

Ῥήξας δὲ Πύρρος ὁ ἄρχων φωνὴν τοὺς κήρυκας ἀποστέλλει βοᾶν· “Λεγέτω, τίς καὶ πόθεν ἔφυ τὴν ἀξίαν καὶ ἕνεκα τίνος ⟦ὧδ᾽⟧ ἐλήλυθεν„· ὅθεν ἀνακραυγάσας ὡς ἐπὶ ἐκκλησίας ἑστηκὼς ἀπεφήνατο· “Ὄνομα μὲν Μηνᾶς· ἐξ Αἰγύπτου δ᾽ ὡρμήθην· ἐρήμους δὲ νυνὶ δι᾽ ὑμᾶς ἐγκατῴκουν· στρατιώτης θνητοῦ ἤμην ἄνακτος· ἀλλ᾽ ἄρτι ὥπλισμαι ὑπὸ θεοῦ τοῦ δυναμοῦντος ἐμὲ καθ᾽ ὑμῶν τῶν ἀθέων καὶ ἐμὲ περιεχόντων |τὸν ζητοῦντα τὸ ἀήττητον τρόπαιον.:

Ὡσπερ〈εὶ〉 χείμαρροι ἀνομιῶν καὶ ταῦροι πίονες ⟦περι⟧κύκλοθεν μοὶ ἱστάμενοι καὶ ζητοῦντες τοῦ λαβεῖν ἀπ᾽ ἐμοῦ τὴν ψυχήν μου σπουδάζετε· ἄγετε τὰς κολάσεις· ἕτοιμος εἰμὶ πάσχειν· τῆς σαρκός μου οὐ κήδομαι· ἐγὼ Χριστιανὸς καὶ ὑπάρχω καὶ μένω· οὐ δέδοικα ὑμᾶς τοὺς φονεύοντας σῶμα, τῆς ψυχῆς δὲ μὴ ἐξουσιάζοντας· ἀλλὰ φοβοῦμαι μόνον τὸν Χριστόν, τὸν καὶ δυνάμενον μετὰ θνῆσιν γεέννης ἐμβαλεῖν τοὺς ἀσεβοῦντας, |τοὺς μὴ ζητοῦντας τὸ ἀήττητον τρόπαιον.:

Μόνον ἀκήκοε ταῦτα μανεὶς τὴν θέαν ἔλιπεν ὁ ἡγεμὼν καὶ ἦν ἀθρῶν πρὸς τὴν δίκην· ἐπορεύετο οὖν καὶ ἐθρύλει τὸ θέατρον πάντων παλινδρομούντων καὶ διεπτοημένων τὸν γενόμενον τάραχον· καὶ θάμβος ἦν ἰδεῖν κατιόντας τοὺς ὄχλους καθάπερ ποταμοὺς ὀχετοὺς ἐκρέοντας, δρασσομένους καὶ ἕλκοντας 〈–⏑⏑〉 μεταρρυέντας ὁμοθυμαδὸν εἰς τὸ πραιτώριον· τὸ δὲ βῆμα ὁ ἄρχων φθάσας· “Παραχθήτω,„ ἔφη, |“ὁ ἐλπίζων τὸν ἀκήρατον στέφανον.„:

Ἄγεται δὲ ὁ ἀθλήσας καλῶς, πρὸς ὃν φησὶν ὁ δεινὸς ἡγεμών, τὰ μὲν προτρέπων κολακείαις, τὰ δὲ ταῖς ἀπειλαῖς ἐκφοβῶν τὸν ἀπτόητον· “Μὴ τὴν ζωήν σου λίπῃς διὰ σκληροκαρδίαν· οὐ γὰρ ἔχεις ἀντάλλαγμα· δι᾽ ἔνδειαν εἰκῇ τὸ θανεῖν ἐπισπᾶσαι; μὴ οὕτως ἑαυτοῦ τὰ νῦν ἀπαγορεύσῃς· καὶ γὰρ πλῆθος χρημάτων δωροῦμαι σοι· ἐκ βασιλέων δὲ πλείω ⟦τὴν⟧ τιμὴν περιποιήσομαι σοί, καὶ ἑτέραν ἀξίαν ἀπολήψει, ἐὰν θύσῃς, |ὁ ἐλπίζων τὸ ἀήττητον τρόπαιον.„: “Νῦν ἐφ᾽ ᾧ ἤλυθα, μὴ ἀσχολοῦ καὶ ἐκφαντάζου„, ὁ μάρτυς βοᾷ, “ἀπατῶν μὲ ὑπερθέσει· ὡς γὰρ εἶπας, ζωῆς οὐ προκρίνω τὸν θάνατον· πᾶσι κοινὸν τὸ θνήσκειν· μὴ οὖν ἀπραγματεύτως ὑπεισέλθω τὸν θάνατον; ἀντάλλαγμα καλὸν συμφωνίας κερδάνω, ζωὴν ἐκ τοῦ θανεῖν καὶ τρυφὴν διὰ ξίφους· καὶ θανοῦμαι ὑπὲρ τοῦ δι᾽ ἐμὲ θνήσκοντος, ἵν᾽ ἐπουράνιον καὶ δ<ιη>νεκῆ λάβω ζωὴν παρ᾽ αὐτοῦ· οὐ μετάγεις τὸν νοῦν μου ἐκ τῶν οὐρανίων εἰς γήϊνα, |ἀλλὰ κτῶμαι τὸ ἀήττητον τρόπαιον.„:

Οὕτως διάπυρον ἔχων τὸν νοῦν περὶ τὸν ζῆλον τὸν πρὸς 〈τὸν〉 θεὸν θυμὸν ἐξάψας ἡγεμόνος ἑαυτῷ ἐπιφέρει πηγάζον τὸ πρόθυμον· ὅθεν λοιπὸν τὴν τάξιν οὕτω μετασκευάσας, ὑπερζέσας ⟦τῷ θυμῷ⟧ ἐκέλευσε ⟦λέγων⟧· “Αἰκίσατε αὐτὸν μαστιγοῦντες βουνεύροις· στρεβλούσθω κρεμασθεὶς ἀφειδῶς ἐπὶ ξύλου· τὰς πληγὰς δὲ τριχίνοις προστρίψατε, ἵνα μαλάξω τούτου τὸ σκληρὸν —τάχα ⟦γὰρ⟧ οὐκ ᾔσθετο— καὶ τριβόλοις ὀξέσιν ὕπερθεν περιφερέσθω |ὁ δηλώσας τὸ ἀήττητον τρόπαιον.„: “Ὕπνος μοι ταῦτα,„ ὁ μάρτυς φησίν, “ἃ λέγεις πάντα φρικτὰ καὶ δεινά· οὐ στρέφεις με ἀπὸ τοῦ δρόμου ⟦μου⟧, ὅτι τρέχω βραβεῖον θεόθεν κομίσασθαι· οὐ γὰρ ἡμᾶς χωρίσει τῆς τοῦ Χριστοῦ ἀγάπης τοὺς αὐτῷ ἐπελπίζοντας, οὐ ξίφος, οὐ λιμός, οὐ γυμνότης, οὐ φόβος, οὐθὲν τῶν ὁρατῶν οὐδὲ τῶν ἀοράτων· εἰ δὲ ἄρα γενέσθαι ἠδύνατο, οὐ μίαν μόνον ἤθελον θανεῖν, ἀλλὰ καὶ δέκατον καὶ πλειστάκις σφαγῆναι ὑπὲρ 〈τοῦ〉 θεοῦ 〈τοῦ〉 ζῶντος, |τοῦ διδόντος τὸ ἀήττητον τρόπαιον.„: “Ἔστη ὁ νοῦς μου,„ ὁ ἄρχων βοᾷ, “κατέπληξέ με ἡ ἔνστασις νῦν, ἣν ἔχει οὗτος διαρκοῦσαν· ὡς ἡγοῦμαι αὐτὸς τὰς βασάνους ⟦μᾶλλον⟧ ἐκόλασεν· τέως δὲ μεταγέσθω, ἵνα τὸν νοῦν συνάξας αὐτοῦ καταψηφίσωμαι„· καὶ δὴ συμβουλευθεὶς ὑπὸ τοῦ μισανθρώπου ἀρέσκουσαν αὐτῷ ἐφευρὼν τιμωρίαν τὸν γενναῖον ἀχθῆναι ἐκέλευσε· καὶ ἐξεφώνησεν ὁ δικαστὴς τῆς ἀδικίας εἰπών· “Ἐκδοθήτω τῷ ξίφει καὶ θανὼν πυρὶ καυθήτω, |ἵνα λάβῃ τὸ ἀήττητον τρόπαιον.„:

Πᾶσα ἡ πόλις δὲ τότε ὁμοῦ συνέδραμε θεωρῆσαι αὐτόν, καὶ δὴ προσπάσχοντες οἱ φίλοι περιπτύσσεσθαι τοῦτον ἐσπούδαζον λέγοντες· “Μνήσθητι τῆς φιλίας, καὶ συγγενεῖς μὴ λίπῃς καὶ ἀπέλθῃς πρὸς θάνατον.„ ἐκείνους γὰρ αὐτὸς ὁ ἐχθρὸς σφενδονίζων, τὸν μὲν ἐπὶ κλαυθμῷ, τὸν δὲ πιθανῷ λόγῳ, πρὸς τὸ πεῖσαι αὐτὸν παρεσκεύαζεν· ἀλλ᾽ ἀντ〈ε〉ώθει τούτους ὁ πιστὸς λέγων·„ ⟦Ὑπο⟧χωρεῖτε μου· μετὰ χεῖρας ὁ πλάστης μένει ἔχων τὸ βραβεῖον, |ἵνα δῶ μοι τὸ ἀήττητον τρόπαιον.:

Ὅταν τμηθῇ 〈ἡ〉 ἐμὴ κεφαλή, φλεχθήτω ἅπαν τὸ σῶμα καλῶς· σήμερον γὰρ ἀπὸ δοχῆς μου ἡ τοῦ σώματος καῦσις ὑμῖν ᾠκονόμηται· τὸν Ἰσαὰκ μιμοῦμαι καὶ ἑαυτὸν προσφέρω τῷ θεῷ ὁλοκαύτωμα· καυθεὶς μὲν γὰρ ὁ ποῦς μετ᾽ ἀγγέλων χορεύσει, καυθεῖσα δὲ ἡ χεὶρ ἀεὶ πρὸς τὸν δεσπότην παρρησίᾳ πολλῇ ἐπαρθήσεται· ὑπὲρ ἀνθρώπων πᾶσιν ἑαυτὸν δοῦναι βουλεύομαι τοῖς ζητοῦσιν ἐκ καρδίας τὸν θεὸν καὶ ποθοῦσιν, |ἵνα λάβω τὸ ἀήττητον τρόπαιον.:

Σὺ τῶν ἐν θλίψει γενοῦ βοηθὸς καὶ πλημμελοῦσι συγγνώμην διδοῦ· ἐπίβλεψον ἐπὶ τὸν κόσμον καὶ τοὺς πάντας ἐν πᾶσιν αὐτὸς περιποίησον· τοὺς ἐν θαλάσσῃ ὄντας σῶζε ἐκ τοῦ κινδύνου, γαληνότατε κύριε.„ τοιαῦτα εἰρηκώς, ὑποθεὶς τὸν αὐχένα λαβών τε τὴν σφαγὴν ὑπ᾽ ἀγγέλων ἐδέχθη, εὐφημούντων αὐτὸν ἐφ᾽ οἷς ἤθλησε, καὶ ⟦ἀπο⟧δέχεται τὸ στέφος νικητὴς παρὰ Χριστοῦ τοῦ θεοῦ ⟦ἀναδειχθείς⟧· ἡ δὲ σὰρξ ἐχωνεύθη τὸ δοκίμιον δηλοῦσα |τοῦ λαβόντος τὸ ἀήττητον τρόπαιον.: