Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνοι εις τόν άγιον Ιγνάτιον τόν Θεοφόρον
Η κλήση, το ποιμαντικό έργο, η απολογία ενώπιον του Τραϊανού και το μαρτύριο του αγίου Ιγνατίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι εις τόν άγιον Ιγνάτιον τόν Θεοφόρον
Η κλήση, το ποιμαντικό έργο, η απολογία ενώπιον του Τραϊανού και το μαρτύριο του αγίου Ιγνατίου.
ΑΙΝΟΣ ΡΩΜΑΝΟΥ Ἡ Παρθένος σήμερον Τῶν λαμπρῶν ἀγώνων σου ἡ φωτοφόρος ἡμέρα προκηρύττει ἅπασι τὸν ἐν σπηλαίῳ τεχθέντα· τοῦτον γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι· διὰ τοῦτο καὶ θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Τὴν Ἐδὲμ Βηθλεέμ (App. Metr. B) Ἀβραὰμ μὲν ποτὲ τὸν υἷον ἐθυσίαζε τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος καὶ νῦν ἐν σπηλαίῳ σπεύδοντος τεχθῆναι· σὺ δέ, θεόφρον, ὅλον προσήγαγες σαυτὸν ὥσπερ σφάγιον, καὶ τῶν θηρίων βρῶμα γενόμενος σῖτος καθαρὸς ὤφθης τῷ κτίστῃ σου ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν, δι᾽ οὗ πάντα τὸν κόσμον καταλείψας θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ἱερῶς τῷ θεῷ ἀπὸ βρέφους προσκείμενος οἰκειώθης αὐτῷ ὡς υἱὸς γνησιώτατος, χειροθετηθεὶς δὲ ταῖς αὐτοῦ παλάμαις τῶν ἀποστόλων ἴσον ἐτέλεσας τὸν δρόμον, μακάριε· ἐν μέσῳ λύκων ἀποστελλόμενος οἱ καὶ τὰ ὀστᾶ τὰ σὰ σπαράξαντες, θυσία ζῶσα προσεκομίσθης διὰ τοῦ αἵματος τοῦ σοῦ ἐν τοῖς ὑψίστοις καὶ τυχὼν τοῦ σοῦ πόθου ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Νηπιάζων σαρκί, πάτερ θεομακάριστε, ὁ ἐν φάτνῃ σαρκὶ νηπιάσας θεός ἡμων ἐνώπιον πάντων ἠγκαλίσατό σε φωνήσας τούτοις ἐξομοιοῦσθαι σοι· σαφῶς γὰρ προέβλεπεν τὴν θείαν χάριν ἐν σοὶ ὑπάρχουσαν· οὓς γὰρ ὁ θεὸς αὐτὸς προώρισε, τούτους καὶ πάντως ἐκάλεσέν τε καὶ συνεδόξασεν αὐτῷ· ὧν εἷς ὑπάρχεις καὶ αὐτός, ὅτι πάντα τὸν κόσμον καταλείψας θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ὁλικῶς τὸν Χριστὸν ἀγαπήσας, πανεύφημε, ἐμιμήσω αὐτὸν ὡς ἱεράρχης ἔννομος προθεὶς τὴν ψυχήν σου ὑπὲρ τοῦ ποιμνίου καὶ βασιλέων ἔμπροσθεν ἵστασο μηδ᾽ ὅλως πτοούμενος· ἀντὶ γὰρ πάντων, ὧν σύπερ ἔπασχες κέρδος τὸν Χριστὸν εἶχες ἀδάπανον, αὐτὸν διώκων, αὐτὸν κατέχων καὶ συσταυρούμενος αὐτῷ· ἱνὰ καὶ ζήσῃς ἐν αὐτῷ· διὰ τοῦτο ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.: “Σῖτος εἴμι θεοῦ καθαρός,„ ἀνεκραύγαζες, “καὶ σπουδάζω λοιπὸν ἀλησθῆναι δεινότατα ὑπὸ τῶν θηρίων, ὅπως τῷ δεσπότῃ ἔντιμος ἄρτος ὅλος γενήσομαι καὶ τούτου θεάσομαι κάλλος τὸ θεῖον· ὃ φανταζόμενος ξίφος τε καὶ πῦρ καὶ περιστάσεις δεινὰς οὐδὲν ἡγοῦμαι, Χριστὸν γὰρ ἔχω ἔνδον λαλοῦντα ἐν ἐμοί· ‛Πρὸς τὸν πατέρα δεῦρο νῦν‚.„ διὰ τοῦτο ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ῥητορεύων, σοφέ, τὰ θεόφθεγκτα δόγματα τῶν ῥητόρων πλοκὰς τῇ ἀπλόκῳ σοφίᾳ σου διέλυσας, Παῦλος γενόμενος ἄλλος, ὥσπερ ἐκεῖνος πάντας τοῖς λόγοις σου στηρίζων, Ἰγνάτιε· ἐπὶ γὰρ Ῥώμην τρέχων ὡς ἥλιος ηὔγασας ψυχὰς ζεζοφωμένας δεινῶς καὶ ἐπιστέλλων θαρρεῖν ἐβόας ἐν τῷ Χριστῷ τοὺς τὴν αὐτοῦ ποίμνην διέποντας καλῶς· διὰ τοῦτο ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ὢ τῆς σῆς κορυφῆς, ἱεράρχα Ἰγνάτιε, ὅτι θείας χειρὸς ἐπὶ γῆς κατηξίωται· ἐντεῦθεν γὰρ ἤδη τὴν πληροφορίαν ἀπεκληρώσω τῆς πολιτείας σου καὶ θείας βιώσεως· διὸ καὶ μάρτυς χαίρων γεγένησαι σκάμμα φοβερὸν τελέσας, ἔνδοξε, ὑπὲρ τοὺς ἄλλους προηθληκότας· διὸ διπλοῖς σε ὁ Χριστὸς στεφάνοις ἔστεψε φαιδρῶς· διὰ τοῦτο ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Μαθητεύσας καλῶς, θεοφόρε πατὴρ ἡμῶν, τῷ υἱῷ τῆς βροντῆς ἅπασιν ἀνεπήγασας διδάγματα θεῖα ἐκ τῆς σῆς καρδίας, καὶ τοὺς ἀθέους πάντας ἐβύθισας τῷ ῥοίζῳ τοῦ πνεύματος, μισητὰς ἔχων τοὺς διεχθραίνοντας πρὸς Χριστὸν τὸν σὸν ἔρωτα, ἅγιε· ὃ ἐν τοῖς στέρνοις τοῖς σοῖς βαστάζων τὸ ζῆν οὐκ ἔσχες ἐραστόν, ἀλλὰ τὸ θνῄσκειν ποθητόν· διὰ τοῦτο ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ἀρχιερατικὴν στολὴν ἐπενδυσάμενος ἀληθινὸς ποιμὴν ὤφθης, ὦ 〈παμ〉μακάριστε, ἐλέγχων, διδάσκων καὶ ἐπιστηρίζων· ὅθεν παρέστης Τραϊανῷ, σοφέ, τῷ τότε ἀνάκτορι ἐλέγχων τούτου τὴν ἀθεότητα καὶ τὰς ἀπειλὰς μὴ δεδιὼς τὰς αὐτοῦ, ἀλλ᾽ ὅλος σπεύδων πρὸς τὸ βραβεῖον καὶ τὸν ποθούμενον ζητῶν χαίρων ἐπέτυχες λοιπόν· διὰ τοῦτο ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Νόμον θεῖον τελῶν ἀθλητικῶς διέδραμες ὑπὸ δέκα θηρῶν ἀνθρωπομόρφων, ἅγιε, τὴν ὁδοιπορίαν ποιούμενος πᾶσαν· καὶ φθάσας, ἔνθα ἦν τὸ μαρτύριον, τοὺς θῆρας ἠρέθισας ὀδοῦσι τούτων καταβρωθῆναι σε· πῦρ γὰρ τὸ ἐν σοὶ οὐκ ἦν φιλόϋλον· ὕδωρ δὲ μᾶλλον ζῶν καὶ λαλοῦν σοι· “Πρὸς τὸν πατέρα δεῦρο νῦν,„ ὕδωρ ἁλλόμενον ζωῆς, ὃ διψήσας τὸν δρόμον ἐτέλεσας, καὶ θ<εο>φόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ὁ θεόφρων ἡμᾶς ἑστιάσατο σήμερον ἐν τῇ μνήμῃ αὐτοῦ Ἰγνάτιος· δεῦτ᾽ ἅπαντες τοῖς ἄθλοις τοῖς τούτου συνεστιαθῶμεν, ὅπως ταῖς τούτου θείαις ἐντεύξεσι Χριστῷ ὑπαντήσωμεν ἐν τῷ σπηλαίῳ μέλλοντι τίκτεσθαι, δῶρα τε αὐτῷ ἐπικομίσωμεν πίστιν, ἐλπίδα καὶ τὴν ἀγάπην, δι᾽ ὧν ὁ μάρτυς ἐκ τῆς γῆς ἀποχωρίσας παρ᾽ ἡμῶν νῦν τὸν ὕμνον ἀκούει· καὶ γὰρ ἀξίως θ<εο>φόρος |προσηγορεύθη Ἰγνάτιος ὁ πάνσοφος.:
Ὑπὸ τῶν ἡδονῶν δεινῶς κλυδωνιζόμενος καὶ τοῦ βίου κακῶς ταῖς συμφοραῖς βαλλόμενος πρὸς σὲ καταφεύγω χεῖρα βοηθείας ζητῶν, θεόφρον, ὅπως σωζόμενος τὸν ὕμνον προσφέρω σοι, ὃν ἐξ ἀπόρων χειλέων ἔπλεξα, νέμων μοι ἀεὶ λύσιν ὧν ἔπραξα· ὡς ἱεράρχης γὰρ ἐξουσίαν πρὸς τὸν σὸν ἔχεις ἐραστήν, δι᾽ ὃν τὸ αἷμα σου ἐν γῇ ἐκκενώσας ἀξίως ὑπὸ πάντων θεοφόρος |προσηγορεύθης, Ἰγνάτιε πάνσοφε.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.