Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνοι εις τήν Γέννησιν τού Κυρίου
Το μυστήριο της θείας ενανθρωπήσεως, η προσκύνηση των μάγων και των ποιμένων και η παγκόσμια δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι εις τήν Γέννησιν τού Κυρίου
Το μυστήριο της θείας ενανθρωπήσεως, η προσκύνηση των μάγων και των ποιμένων και η παγκόσμια δοξολογία.
ΑΙΝΟΣ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ[Υ] Ε<ΕΙ>Σ ΤΑ ΓΕΝΕΘΛΙΑ Αἱ ἀγγελικαί (App. Metr. M) Αἱ ἀγγελικαὶ προπορεύεσθε δυνάμεις, οἱ ἐν Βηθλεὲμ ἑτοιμάσατε τὴν φάτνην· ὁ λόγος γὰρ γεννᾶται, ἡ σοφία προέρχεται· δέχου ἀσπασμόν, ἡ ἐκκλησία, εἰς τὴν χαρὰν τῆς θεοτόκου· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἰδὼν Ἰωσὴφ ἐπουράνιους δυνάμεις εἰς προσκύνησιν ⟦τοῦ⟧ σαρκωθέντος προσδραμούσας, ἠπόρει τὸ μυστήριον τοῦ τεχθέντος βασιλέως· μάγους μετὰ δώρων προσκυνοῦντας τὸν ἐκ τῆς παρθένου προελθόντα, διὸ ἔλεγε· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Νίκην κατ᾽ ἐχθρῶν κεκτημένοι τὸν τεχθέντα, καταβάλωμεν ⟦τὴν⟧ δυναστείαν τοῦ Βελίαρ· Χριστοῦ γὰρ γεννηθέντος, ἐδεσμεύθη ὁ τύραννος· ὅθεν προσκυνοῦμεν σοῦ τὸν τόκον τῆς εὐλογημένης θεοτόκου πιστῶς κράζοντες· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ὄρος νοητὸν ἀνεδείχθης, ὦ παρθένε· ἐτμήθη γὰρ ἐκ σοῦ ⟦ὁ⟧ ἀκρογωνιαῖος λίθος, ὃν εἶδεν ὁ προφήτης τὴν εἰκόνα ὀλέσαντα· οὗτος γὰρ συνέτριψε τὸ κράτος τοῦ δεινοῦ φθορέως τῶν ἀνθρώπων, διὸ εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Σάλπιγγος φωνὴν ἀναλάβετε, ποιμένες· λόγους μαγικοὺς ἀπορρίψατε, οἱ μάγοι· σκιρτήσατε, τὰ ὄρη, ὁ θεὸς ἐμφανίζεται· δεῦτε, θυγατέρες βασιλέων, εἰς τὴν χαρὰν τῆς θεοτόκου, λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Τέτοκε χαρὰν ἡ ἀπείρανδρος Μαρία· πέπαυται λοιπὸν τοῦ προπάτορος ἡ λύπη· ὁ ἄκτιστος γεννᾶται, ὁ ἀχώρητος χωρεῖται· σήμερον ἡ πλάνη κατεπόθη διὰ τοῦ τεχθέντος βασιλέως· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Αὐλῶν ποιμενικῶν ἀποβάλλεσθε, ποιμένες, τὸν ἐν Βηθλεὲμ ἀνυμνήσατε δεσπότην· ἐκ κόρης γὰρ προῆλθεν ὁ λυτρούμενος τὸν κόσμον· λέλυται τῆς Εὔας ἡ κατάρα διὰ τοῦ τεχθέντος βασιλέως, διὸ εἴπωμεν· |“Εὐλογημένος ὁ καρπός, ἁγνή, τῆς κοιλίας σου.„:
Ποῖος νοῦς βροτῶν ἑρμηνεύσει σου τὸν τόκον; τὶ καλέσωμεν ⟦σέ⟧, ὑπερένδοξε Μαρία; ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ τὴν κτίσιν πλαστουργήσας· “Χαῖρε„ σοι βοήσω τῇ παρθένῳ, “χαῖρε„ σοι προσείπω τῇ ἀμνάδι· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἐν ἀλαλαγμῷ νῦν κροτήσωμεν τὰς χεῖρας, τὴν ἀγγελικὴν συστησώμεθα χορείαν· ἐτέχθη γὰρ ὁ κύριος ἐκ Μαρίας τῆς παρθένου, ἵνα τὸν Ἀδὰμ ἀνακαινίσῃ καὶ τοὺς πεπτωκότας ἀνορθώσῃ πιστῶς κράζοντας· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἰδοὺ τέτοκεν τὸν Ἐμμανουὴλ ⟦ἡ⟧ παρθένος καὶ πεπλήρωνται ⟦τῶν⟧ θεοφόρων προφητεῖαι· ἐβλάστησεν ἡ ῥάβδος, καθὼς εἶπεν Ἠσαΐας· ἐγνώσθης ἐν μέσῳ δύο ζῴων, ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου· πιστοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Νόμου ποιητὴς ὑπὸ νόμον ἐσαρκώθη· ἄχρονος υἱὸς ἐκ παρθένου ἐγεννήθη· ὁ πλάστης τῶν ἁπάντων ἐν τῇ φάτνῃ ἀνεκλίθη· ἐκ πατρὸς ἀμήτωρ γὰρ ὑπάρχων γέγονεν ἀπάτωρ ἐκ παρθένου· διὸ κράξωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ὄντως ἡ χαρὰ ἐν σπηλαίῳ νῦν ἐτέχθη, σήμερον χοροὶ ἀσώματοι ἀγάλλονται· αἰνοῦσιν ἔθνη πάντα τὴν ἀμόλυντον παρθένον· σήμερον γὰρ τίκτει τὸν σωτῆρα, σήμερον χορεύει ὁ προπάτωρ· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ὕμνον ὁ χορὸς τῶν ἀγγέλων ἀναμέλπει σοι τῇ φωτεινῇ καὶ ἀπείρανδρῳ Μαρίᾳ· γηθόμενος χορεύει ἐν τῷ τόκῳ σου ἀξίως· χαῖρε, ἡ ἐλπὶς τῶν οἰκετῶν σου, χαῖρε προστασία ὀρθοδόξων· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ῥάμνος θεϊκὸς ἀνακέκλιται ἐν φάτνῃ ἄνω σὺν πατρὶ δοξαζόμενος ἐν θρόνῳ· ἑκὼν γὰρ ἐσαρκώθη μὴ κενώσας οὐράνια· δέος καὶ χαρὰ δορυφορεῖται γόνασι μητρὸς καὶ ταῖς ἀγκάλαις· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ὥσπερ ἐκ πατρὸς ἀνεβλάστησας ἀμήτωρ, οὕτως ἐκ μητρὸς ἐνηνθρώπησας ἀπάτωρ, τὸ μὲν γὰρ ἀσωμάτως, τὸ δὲ πάλιν ἐν σώματι· ὅθεν Χερουβὶμ δοξολογοῦσιν· “Δόξα σοι θεῷ τῷ ἐν ὑψίστοις.„ λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Μέγα τοῦ πατρὸς πεφανέρωται ἐκ κόρης, θεῖον, εὐσεβὲς καὶ μυστήριον τῷ κόσμῳ· παιδίον γὰρ ἐτέχθη ὁ κατέχων τὰ σύμπαντα, μόρφωσιν ἑκὼν τοῦ πρωτοπλάστου εἴληφεν σαφῶς ἐξ ἀπειράνδρου· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἄνθος Ἰεσσαὶ ἐξελεύσεται ἐκ ῥάβδου, ὑπὸ τοῦ φαιδροῦ προηγόρευται προφήτου· ὁρῶμεν γὰρ παρθένον ὑπὲρ φύσιν κυήσασαν ῥάμνον ποθεινὸν ἐξ οὐρανόθεν σύνθρονον πατρὸς ἐν τοῖς ὑψίστοις· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Νέεσθε λοιπὸν οἱ φυλάσσοντες ποιμένες· ἴδετε θεὸν νηπιάσαντα ἀτρέπτως καὶ παύσασθε αὐλοῦντες καὶ σκιρτῶντες θαυμάσατε, ὅτι ἐν χερσὶν ἡ θεοτόκος φέρει ὑϊὸν πρὸ ἑωσφόρου· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ὄρος τοῦ θεοῦ προετύπωσεν σε πάλαι, ἄνανδρε σεμνή, ὑπερένδοξε, προφήτης· ὁ λίθος γὰρ ἐτμήθη ἐκ γαστρός σου, σωτήρ ἡμων· νέμεται Ἀδὰμ ἐλευθερίαν, λύει 〈τὰ〉 δεσμὰ τῆς ἁμαρτίας· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ὕμνον αἰνετὸν ἀνυμνήσατε ἀπαύστως τῷ ἐν Βηθλεὲμ ἀνατείλαντι δεσπότῃ, ἀσπόρως γὰρ σαρκοῦται, ἀληθῶς ἐγεγέννηται· μέλψωμεν λαοὶ σὺν τοῖς ἀγγέλοις· “Δόξα τῷ θεῷ ἐν τοῖς ὑψίστοις„, πιστῶς κράζοντες· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„: ⟦Ὑμνῶ σε, βασιλεῦ, τοῖς σπαργάνοις ἑλιχθέντα, λύεις γὰρ σειρὰς τῶν ἐμῶν παραπτωμάτων, καὶ δόξῃ ἀκηράτῳ καὶ ἀφθάρτῳ συνδήσας με ὅλον τῷ πατρὶ προσῳκειώσω δημιουργῶν καὶ ἀναπλάττων· διὸ κράζω σοι· |“Εὐλογημένος 〈ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι„〉.:⟧ Ἔδειξεν ἡμῖν συναγάλλεσθαι, παρθένε, τόκος μυστικὸς σπαργανούμενος ἐν φάτνῃ· οἰκήσας γὰρ ἐν μήτρᾳ παρθενίαν οὐκ ἔλυσεν· φαίνεται ἑκὼν ἐνανθρωπήσας ⟦ὁ⟧ λόγος σαρκωθεὶς ἀνερμηνεύτως· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„: 〈Ε〉Ιδοσαν λαοὶ τὸ σωτήριον τῆς δόξης ἐκ παρθενικῆς ἀνατείλαντα νηδύος· ποιμένες μὲν θαυμάζουσι, οἱ δὲ μάγοι προσάγουσι λίβανον, χρυσὸν καὶ εἶδος σμύρνης, τύπωμα πιστὸν τὸ τῆς τριάδος· λαοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Σήμερον Ἀδὰμ ἀνακέκληται ἐκ πλάνης καὶ τῆς ζοφερᾶς τοῦ ἀλάστορος ἀπάτης· Χριστὸς γὰρ ἐκ παρθένου σωματοῦται ὡς ἄνθρωπος, ὃς καὶ τὸν Ἀδὰμ ἀνακαλέσας ἦρεν τὴν ἀρὰν διὰ παρθένου· διὸ εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Τύπος κιβωτοῦ προτετύπωται παρθένος τέξασα θεὸν ἱλαστήριον τοῦ κόσμου, ἐν ᾗ μὲν γὰρ καὶ στάμνος ἡ τὸ μάννα κατέχουσα, δι᾽ ἧς Ἰσραὴλ ἐποδηγεῖτο· διὸ καὶ ἡμεῖς τῇ θεοτόκῳ, πιστοί, εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἄφραστον, φρικτὸν τὸ μυστήριον τοῦ λόγου πᾶσιν ἐπὶ γῆς καὶ στρατεύμασι πυρίνοις· λαθὼν γὰρ ἀσωμάτων τὰς δυνάμεις σεσάρκωται· φαίνεται θεὸς ἐνανθρωπήσας· πῶς δὲ προῆλθεν λαθὼν πάντας; διὸ εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Γῆ καὶ οὐρανός, συναγάλλεσθε ὁρῶντες τὸν Ἐμμανουήλ, ὃν ἐκήρυξαν προφῆται, ὡς ἄνθρωπον ὀφθέντα καὶ ἐν φάτνῃ καθεύδοντα· ὅνπερ οἱ χοροὶ τῶν ἀσωμάτων τρομοῦσιν ἀεὶ ἐνατενίζειν· αὐτῷ εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἔγνωσαν σαφῶς, ὅτι σήμερον ἐτέχθη ὁ σὺν τῷ πατρὶ συστησάμενος τὰ πάντα, αἱ τάξεις τῶν ἀγγέλων καὶ οἱ μάγοι ἐκραύγαζον· “Σήμερον Χριστὸς ἐκ τῆς παρθένου τίκτεται ἥμιν εἰς σωτῆρα, διὸ κράξατε· |‛Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι‚.„: “Νῦν τὴν Βηθλεὲμ καταλάβωμεν σπουδαίως καὶ τὴν τῆς φωνῆς ἱστορήσωμεν ἐλπίδα,„ ποιμένες ἀγραυλοῦντες πρὸς ἀλλήλους ἀπέφηναν· “Ξένα γὰρ εἰσὶ τὰ λαληθέντα, εἰσὶν δὲ φρικτὰ τὰ ἀκουσθέντα, διὸ κράξωμεν· |‛Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι‚.„:
Ἐν τῇ πενιχρᾷ θεασάμενος ὡς βρέφος ἄγραυλος χορὸς ἀνακείμενον ἐν φάτνῃ τὸν μόνον εὐεργέτην τῶν ἁπάντων καὶ κύριον ἔκραζον φαιδρῶς σὺν τοῖς ἀγγέλοις· “Δόξα τῷ θεῷ τῷ ἐν ὑψίστοις„· διὸ εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Θεόθεν σαφῶς παιδευόμενοι οἱ μάγοι ἀπ᾽ ἀνατολῶν παρεγένοντο σπουδαίως ζητοῦντες τὸν τεχθέντα βασιλέα τῆς κτίσεως· εἶδον γὰρ αὐτοῦ τὸν ἑωσφόρον λάμποντα φαιδρῶς καὶ σοφισθέντες λαμπρῶς ἔλεγον· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Λίβανον, χρυσὸν κομισάμενοι καὶ σμύρναν, καινῇ τῇ φανῇ τοῦ ἐκλάμποντος ἀστέρος οἱ μάγοι ἐκτρωθέντες τῷ τεχθέντι προσέφερον· ὅθεν καὶ θεὸν προσωμολόγουν τὸν ἐκ τῆς ἁγνῆς ἐμφανισθέντα, διὸ ἔκραζον· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„: “Ἰδού„, ἡ ἁγνὴ ἀνεβόησε παρθένος, “τίκτω νῦν υἱὸν ὑπὲρ ἔννοιαν καὶ λόγον, θεὸν τὸν Ἠσαΐου, καταυγάζοντα σύμπαντα·„ ἄφθορον αὐτὴν διαφυλάττων, λύσας τοῦ Ἀδὰμ τὴν ἁμαρτίαν, διὸ εἴπωμεν· |“Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι.„:
Ἄνω στρατιαὶ καὶ οὐράνιοι δυνάμεις ὕμνον ἐκτενῆ καὶ ἀσίγητον βοῶσιν· βροτοὶ δὲ ἐν σπηλαίῳ προσκυνοῦντες κραυγάζουσιν· “Δόξα σοι, Χριστέ, τῷ κατελθόντι σῶσαι χοϊκοὺς ἐκ τῆς κατάρας· διὸ ψάλλωμεν· |‛Εὐλογημένος ὁ τεχθεὶς θεὸς ἡμῶν, δόξα σοι‚.„:
Δεῦτε πάντες πιστοὶ προσκυνήσωμεν τὸν σωτῆρα Χριστὸν καὶ φιλάνθρωπον, τὸν υἱὸν τοῦ θεοῦ καὶ μακρόθυμον, τὸν δεσπότην καὶ μόνον ἀθάνατον, ὃν ὑμνοῦσιν ἀγγέλων τὰ τάγματα, ἀσωμάτων οἱ δῆμοι δοξάζουσιν, ἐκ πυρίνων γλωσσῶν ἀνακράζουσι, τρισαγίαις φωναῖς ἀναμέλπουσι, τὸν τρισάγιον ὕμνον ἐξᾴδοντες, ἐπινίκιον αἶνον προσφέροντες· τὸν πατέρα ὑμνοῦσι καὶ κύριον, τὸν υἱὸν σὺν τῷ πνεύματι σύνθρονον· τῇ οὐσίᾳ μονάς ἐστιν ἄτμητος, ἐν τρισὶ τοῖς προσώποις μερίζεται· ἡ ὑπέρθεος δύναμις σέβεται, ὑπὸ πάσης τῆς κτίσεως ᾄδεται. — θεοτόκε, παρθένε, παντάνασσα, μὴ παρίδῃς ἡμᾶς τοὺς οἰκέτας σου κινδυνεύοντας βίου τῷ κλύδωνι καὶ ἀστάτῳ θηρὶ προσριπτούμενοι· ὑπερτέρα τῶν ἄνω δυνάμεων, ⟦περιστερὰ χρυσωθεῖσα τῷ πνεύματι,⟧ ἀποστόλων τὸ κλέος καὶ καύχημα, προφητῶν καὶ μαρτύρων τὸ σύστημα καὶ τοῦ κόσμου παντὸς ἡ βοήθεια, † χρυσοπλοκώτατε † πύργε καὶ πάντιμε, δωδεκάπυλε πόλις, παράδεισε, μυροθήκη τοῦ πνεύματος πάντερπνε, τεῖχος ἄμαχον θεῖον καὶ στήριγμα, τῶν πιστῶν ἀνακτόρων προπύργιον καὶ ψυχῶν εὐσεβῶν ἀμυντήριον καὶ σωμάτων ἁγνῶν φυλακτήριον, σὲ γεραίρομεν, ἄχραντε δέσποινα, τὸν υἱόν σου ὑμνοῦμεν καὶ κύριον, τὸν Χριστὸν καὶ τὸν μόνον φιλάνθρωπον, ὅπως εὕρωμεν χάριν καὶ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, δέσποινα. — τότε, κύριε, κύριε, ῥῦσαι με, τοῦ πυρὸς τοῦ ἀσβέστου με λύτρωσαι· μή με λάβῃ Σατὰν ὁ παμπόνηρος, μή με δείξῃς δαιμόνων ἐπίχαρμα· ὅτι μόνος ἐγὼ ἐπλημμέλησα, τὴν ψυχὴν καὶ τὸ σῶμα ἐσπίλωσα καὶ τὸν βίον μου ὅλον ἐρρύπωσα.
τί ποιήσω οὐκ οἴδα ὁ ἄθλιος· διὰ τοῦτο κραυγάζω τὸ “ἥμαρτον„· ὡς ὁ ἄσωτος ἦλθον καὶ δέομαι ὡς ἡ πόρνη τὰ δάκρυα †κλαίουσα·† ἀλλά, κύριε, κύριε, ῥῦσαι με ἐκ βορβόρου τῶν ἔργων καὶ σῶσον με· ὡς ποιμὴν ἀγαθὸς μὴ ἐάσῃς με τῶν παθῶν τοῖς κρημνοῖς πελαζόμενον· κεχωσμένον τοῖς πάθεσιν ἔξελε καὶ τῷ θείῳ φωτί σου με κάθαρον, ἵνα βλέψω τὴν θείαν εἰκόνα σου καθαρῷ συνειδότι καὶ φθέγξωμαι· “Σοὶ γὰρ πρέπει τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ υἱῷ σὺν τῷ πνεύματι ὑπὸ πάσης τῆς κτίσεως πάντοτε εἰς αἰῶνας αἰώνων, φιλάνθρωπε.„
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.