Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις το μαρτύριον των αγίων στην παγωμένη λίμνη

Η εκούσια άθληση των μαρτύρων στην παγωμένη λίμνη ως μίμηση του Χριστού, η συντριβή και η ήττα του διαβόλου, και η αναφορά στη χάρη των ιερών λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 5 από 7

ΤΟΥ ΚΥΡΟΥ ΡΩΜΑΝΟΥ ΕΠ[Η]Η Ἰδιόμελον Τὸ ξίφος τὸ ὑγρὸν οὐκ ἐπτοήθητε θαρροῦντες εἰς τὸ πῦρ τὸ τῆς θεότητος, ὃ ἐνεδύσασθε, ἅγιοι μάρτυρες· πρὸς παγετὸν γὰρ καὶ κρύος παραταξάμενοι καὶ τὰς ἐξ ὕψους ἀκτῖνας ὑποδεξάμενοι |στεφάνων ἐτύχετε.:

Χορὸς ἀγγελικός (App. Metr. xxxviii) Τὰ ὅπλα τῆς σαρκὸς ἀπορρίψαντες πάντα εἰσήλθετε γυμνοὶ εἰς τὸ μέσον τῆς λίμνης τῷ κρύει σφιγγόμενοι καὶ τῇ πίστει θαλπόμενοι· διελθόντες δὲ διὰ πυρός, ἀθλοφόροι, καὶ τοῦ ὕδατος παρὰ θεοῦ ἐπαξίως |στεφάνων ἐτύχετε.:

Χορὸς ἀγγελικός (App. Metr. xxxviii) Τὸ ξίφος τὸ ὑγρὸν 〈μὴ〉 πτοούμενοι, ἅγιοι, ἐν λίμνῃ κρυερᾶ ἐμβληθέντες προθύμως, γενναίως ⟦ὑπ⟧ἐμείνατε τῶν τυράννων τὰς μάστιγας· νῦν ἀγάλλονται τῶν οὐρανῶν αἱ δυνάμεις, τέρπει, χαίρεται καὶ τῶν ἀνθρώπων τὸ γένος, ὅτι |στεφάνων ἐτύχετε.:

Τὸ φοβερόν σου κριτήρων (App. Metr. iv) Τοῦ Ἰησοῦ τὰ παθήματα καὶ τὰ θαύματα κατιδόντες οἱ μάρτυρες καὶ τὸν ἑκούσιον θάνατον σπεύδουσιν παθόντα ἀνταμείψασθαι πάθεσι καὶ θανάτῳ τὸν θάνατον· “Εἰ γὰρ ἔπαθε”, λέγοντες, “ὁ ὢν ἀνεύθυνος, πόσῳ μᾶλλον οἱ ὑπεύθυνοι· εἰ ἁμαρτίαν ὁ μὴ ποιήσας θελήσει ἐσταυρώθη, πάθωμεν ἡμεῖς προθύμως συλληφθέντες ἀνομίαις”. ταῦτα καὶ τοιαῦτα λέγοντες εἰκότως τυράννων κατεπέβητε· βασάνους μὴ πτήξαντες, εἰς τέλος ἐμμένοντες |στεφάνων ἐτύχετε.:

Ὅλον τὸν βίον ἡγούμενοι ματαιότητα καὶ ὡς ὄναρ παράγοντα, φθαρτὸν ὁμοῦ καὶ φιλόφθορον τῶν ἀεὶ μενόντων ἐγενήθητε ἔμποροι, ζωὴν θανάτῳ πορίσαντες. τὸ γὰρ σκῆνος ὡς σκάφος ὑμῶν λογισάμενοι ζάλην κόσμου ἐφύγετε, πνοὰς ἀνέμων μὴ πτοηθέντες, τῷ πνεύματι θαρροῦντες· τὸν βυθὸν δὲ ἀφριῶντα ἐγελάσατε περῶντες καὶ τὸν μαργαρίτην οὐκ ἐν τῇ ἀβύσσῳ ἐφεύρατε, πανάγιοι, ἀλλ᾽ ἄνω πετάσαντες τὸν νοῦν σὺν τοῖς ὄμμασι |στεφάνων ἐτύχετε.:

Ὕβριν ὑμῖν ὁ πολέμιος ὑπελάμβανεν τὰ δεσμὰ καὶ τὴν φρούρησιν καὶ ἀτιμίαν τὰς μάστιγας· ὤφθη δὲ ἡ ὕβρις αὖχος δόξαν προσφέρουσα, καὶ ὁ πόνος τὸν ἔπαινον. αἱ ἁλύσεις γὰρ λύσιν ὑμῖν προεξένησαν, καὶ στεφάνους αἱ βάσανοι. ἐμαστιγώθητε μὴ σφαλέντες, ἀλλ᾽ ὡς Χριστὸν ποθοῦντες τὸν μηδὲν ἠδικηκότα καὶ βουλήματι θανόντα· τοῦτον θεωροῦντες καλῶς προεστῶτα τῶν ἄθλων ὡς πολύαθλοι τῇ πάλῃ ἐπέβητε καὶ τὸν ἐχθρὸν ῥήξαντες |στεφάνων ἐτύχετε.:

Καύσας ὑμᾶς διεσκόρπισεν ὁ πολέμιος, ἀπολλύειν οἰόμενος γαῖαν καὶ θάλασσαν ἔπλησεν· ὅθεν ὁ συλλέξας τὰ ὀστᾶ ὑμῶν εὕρηκεν εὐρωστίαν καὶ ἴασιν. ὁ γὰρ πίστει κτησάμενος ὑμῶν ἕνα λείψανον ἑαυτῷ πάντας κέκτηται. λιμὸν καὶ δίψαν οὐχ ὑπομένει, οὐ γύμνωσιν ὑφίσταται, ἀλλ᾽ ἐκ πάντων τῶν λυπούντων ταῖς εὐχαῖς ὑμῶν ἐκφεύγει καὶ τῶν πολεμίων λόγον οὐ ποιεῖται μαθών, ὅτι τὸν τύραννον ὑμεῖς ἐνικήσατε· εἰς γῆν τοῦτον ῥίψαντες |στεφάνων ἐτύχετε.:

Ὕψους αὐτὸν κατεβάλετε οὐ κρατήματι, ἀλλὰ ῥήματι, ἅγιοι, “Χριστιανοί ἐσμεν”, λέξαντες· ἤκουσε τοῦ λόγου καὶ τοῦ θρόνου κατήνεκται καὶ τὸ κράτος ἀπώλεσε· καὶ ὁ πρότερον ἄνωθεν πεσὼν ὀλέθριος κάτω ἕρπει ὁ ἄθλιος. τῆς γῆς καυχώμενος κυριεύειν, ποῦ στῆναι οὐχ εὑρίσκει· ὁ θρασὺς κατὰ τῶν πράων τούτους πράως κολακεύει· ὧν ἔτεμεν κάρας, τούτων ὑπὸ πόδας καὶ κεῖται καὶ νενίκηται· παλάμην ἀνέτεινε καὶ κράζει πατούμενος· |“Στεφάνων ἐτύχετε.”:

Ῥίψας τὸ βέλος ὁ δόλιος πάλαι ἔτρωσε τὸν Ἀδὰμ καὶ ἐνέκρωσε καὶ ἀσθενῆ ἀπειργάσατο· νῦν δὲ τῶν γενναίων κἂν ἐπάταξε σώματα, τὰς ψυχὰς οὐκ ἀπέκτεινεν. τὸν πρωτόπλαστον ῥήμασι πεσεῖν ὑπέπεισε, τούτους δὲ οὔτε πράγμασιν· ἐκείνῳ βασκαίνων ὑπισχνεῖτο καὶ τούτοις ἐπηγγέλλετο, τῷ Ἀδὰμ θεοποιΐαν καὶ τοῖς μάρτυσιν ἀξίαν. ἃ οὐκ ἔχει, παρέχε· ὧν οὐκ ἐξουσία, δωρεῖσθαι ὑποτίθεται· διὸ τὴν βουλὴν αὐτοῦ σκεδάσαντες, ἅγιοι, |στεφάνων ἐτύχετε.:

Οὕτως τὸν Κάϊν ἠρέθισεν ὁ πολέμιος ἀνελεῖν τὸν συναίμονα λέγων αὐτῷ ὅτι γίνεται μόνος γῆς κληροῦχος μετὰ θάνατον τοῦ Ἄβελ· καὶ πιστεύσας ἐφόνευσε. τὸν Ἀδὰμ καὶ τὸν Κάϊν πλανήσας ὁ δόλιος τοὺς ἁγίους οὐκ ἔλαθε· δεικνὺς ἀξίαν καὶ τιμωρίαν ἐγνώσθη ὁ πανοῦργος, ὅτι πρῶτον κολακεύει καὶ μετέπειτα κολάζει. τούτου τὰς παγίδας γνόντες, ἀθλοφόροι, ἐφύγετε τὰ θήρατρα· Χριστοῦ δὲ τοῖς ῥήμασι καλῶς ἀγρευόμενοι |στεφάνων ἐτύχετε.:

Ὕμνησεν πᾶσα ἡ ἤπειρος καὶ ἡ θάλασσα Σολομῶντος τὴν σύνεσιν· ἀλλ᾽ ὁ πανοῦργος διάβολος ἤμβλυνε τὰς φρένας τοῦ σοφοῦ διὰ λαγνείας, καὶ εἰδώλοις ἐσπείσατο· ἀλλ᾽ ἐκεῖ δυναστεύσας ἐνταῦθα ἠσθένησε· τότ᾽ ἰσχύσας νῦν δ᾽ ἔπεσε· τὸν Σολομῶντα ὡς ῥαθυμοῦντα κατέσχεν ὑπουργοῦντα· τοὺς ἁγίους δὲ ἐφεῦρε φροντιστὰς τῆς εὐσεβείας· ἄνακτα δουλώσας, δυνάστας πατήσας πτωχῶν ποσὶ πεπάτηται. πτωχεύει ὡς ἀεὶ πτωχός· ὑμεῖς δὲ ὡς πλούσιοι |στεφάνων ἐτύχετε.:

Ῥέπειν τοὺς πάντας ἐδίδαξεν πρὸς τὰ εἴδωλα, βασιλεῖς τε καὶ ἄρχοντας, γῆς τὴν εὐπρέπειαν ἤμβλυνεν, οὐρανοῦ δὲ κάλλος ἐκμολύνων ἠμαύρωσεν ἐκ καπνοῦ τῶν θυσίων αὐτοῦ· διὰ τοῦτο ὁ ὕψιστος ἐξ ὕψους διέκυψεν γῆν ἰδεῖν τὴν αἱμόφυρτον· ὁ γεννηθεὶς ἄνω πρὸ αἰώνων ἀρχὴν λαμβάνει κάτω ἐκ μὲν τοῦ πατρὸς ἀχρόνως, ἐκ δὲ τῆς μητρὸς ἀφθόρως. τούτου τὴν ἀγάπην τὴν πρὸς τοὺς ἀνθρώπους μαθόντες οἱ πανάγιοι σφαγῆναι ᾑρήσαντο· Χριστῷ ζῆν ποθήσαντες |στεφάνων ἐτύχετε.:

Ὤλοντο πάντα τὰ εἴδωλα καὶ ἀπώλοντο τοῦ Χριστοῦ ἐνδημήσαντος· θάμβος κρατεῖ τὸν διάβολον· δρᾶσαι οὐκ ἰσχύει, ἃ σκεπτόμενος ηὕρισκε· τὴν γὰρ δύναμιν λέλυται· καὶ 〈ὁμοῦ〉 συνταράττεται καὶ τεταπείνωται καὶ εἰς χάος λελόγισται. διπλοῦς αὐτῷ ἔστι φόβος, Χριστοῦ καὶ τῶν ἁγίων· τὸν Χριστὸν ἀκούων φρίττει καὶ τοὺς μάρτυρας πτοεῖται. τοῦ σταυροῦ τὸ ξύλον βλέψαι οὐκ ἰσχύει, μαρτύρων δὲ τὰ μνήματα πτοεῖται θεώμενος καὶ κράζει πατούμενος· |“Στεφάνων ἐτύχετε.”:

Μάτην φασὶν οἱ ἀνόητοι ὡς τὰ μέλλοντα προγινώσκει διάβολος· μάτην πλανᾶσαι, ὦ ἄνθρωπε· ὅτι γὰρ οὐκ οἶδεν, διδαξάτω σε τὸ πέρας καὶ τῶν ἔργων ἡ ἔκβασις· εἰ ἠπίστατο ὅτι ζωὴν μετὰ θάνατον κομιοῦνται οἱ ἅγιοι, οὐκ ἐθανάτου τοὺς ἀθλοφόρους, ἱνὰ ζωῆς μὴ τύχωσιν· εἰ συνῆκεν ὅτι ὄντως εἰς παράδεισον χωροῦσιν, οὐκ ἔσφαζε τούτους· παντὶ γὰρ σπουδάζει κεκλεῖσθαι τὸν παράδεισον. διὰ τὴν βουλὴν αὐτοῦ νικήσαντες, μάρτυρες, |στεφάνων ἐτύχετε.:

Ἄρα ποῖον αἱρετώτερον τῷ Βελίαρ ἦν, θεωρεῖν τὸν πρωτόπλαστον μόνον οἰκοῦντα παράδεισον, ἢ γὰρ ὅτι βλέπει πλῆθος νῦν τῶν πιστευόντων; ἀλλ᾽ οὐκ ᾔδει τὰ μέλλοντα· αἱρετὸν ἦν αὐτῷ 〈τὸν〉 Ἀδὰμ βλέπειν ἔντιμον ἢ λῃστὴν βλέπειν ἔνδοξον· ἡδὺς αὐτῷ Κάϊν μὴ φονεύσας ἢ ὁ τελώνης νήψας· Σολομῶντα οὐκ ἐζήτει, τὴν δὲ πόρνην ἐπεπόθει· πῶς ταῦτα οὐκ ἔγνω, εἰ πάντα γινώσκει; πῶς ἔλαθεν τὸν δόλιον, ὅτι ἐκ τοῦ †Ἀδὰμ γίνεται πιστοὺς προσκυνεῖν βοῶν†· |“Στεφάνων ἐτύχετε.”:

Νύξ ἐστι φύσει διάβολος καὶ τὰ μέλλοντα φαεινὰ οὐκ ἐπίσταται· ἄπωσαι τοῦτον, ὦ ἄνθρωπε· γνῶθι τὸν εἰδότα καρδιῶν ἐνθυμήματα καὶ προσκύνει ὡς εὔσπλαγχνον· ὁμιλίαι κακαί γαρ χρηστὰ ἤθη φθείρουσιν, ὥς φησιν ὁ ἀπόστολος· κενῆς σοφίας ἀπάτῃ λόγων μηδεὶς περιφερέσθω· κωφωθῶμεν, ὅταν δίχα τοῦ Χριστοῦ ἡμῖν λαλῶσι, καὶ τοὺς ἀθλοφόρους ζηλώσωμεν πάντες, οὓς πρώην ὁ πολέμιος καὶ λόγοις καὶ πράγμασι μὴ πείσας ἐκραύγαζε· |“Στεφάνων ἐτύχετε.”:

Ὄντως ἡμεῖς ἀνεδείχθητε ὑπὲρ ἄνθρωπον, καίπερ ὄντες ἐν σώματι· σιδήρου δίκην διήλθετε, πῦρ καὶ τὰς βασάνους καὶ στρεβλώσεις ὡς λίθινοι ὑπεμείνατε, ἅγιοι· οὐχ ὑμῶν δὲ ἡ δύναμις, ἀλλὰ τοῦ λέξαντος· “Μεθ᾽ ὑμῶν εἰμι πάντοτε”· τοῦ προειπόντος· “Μὴ μεριμνᾶτε, τὸ πῶς ἢ τί λαλήσετε· ἐν ὑμῖν ἐγὼ λαλήσω καὶ ὑμᾶς ἐγὼ θαρρύνω”. τοῦτον θεωροῦντες καλῶς προεστῶτα τῶν ἄθλων, ὦ πολύαθλοι, τῇ πάλῃ ἐπέβητε καὶ ῥήξαντες τὸν Σατὰν |στεφάνων ἐτύχετε:

Ὕδατος δίκην ἐξέχεαν οἱ ἀνόητοι τῶν ἁγίων τὰ αἵματα, ἵν᾽ ἥμεις σχῶμεν ἰάματα· τούτων δὲ τὰς σάρκας τῷ πυρὶ παραδίδοντες κλέος μέγα ἐπέθηκαν· κα<ὶ ἐ>γενήθησαν ὄνειδος οἱ ἀποκτείνατες, οἱ κτανθάντες δὲ καύχημα· ἐμυκτηρίσθησαν οἱ μανέντες κατὰ τῶν ἀθλοφόρων· μετὰ θάνατον γὰρ ζῶσι καὶ ψυχὰς πιστῶν φρουροῦσι· τούτους νῦν ἐν τάφῳ ὥσπερ ἐν θαλάμῳ ὁρῶντες, ἱκετεύομεν· “Δεσμῶν ἡμᾶς ῥύσασθε· δεσμὰ γὰρ πατήσαντες |στεφάνων ἐτύχετε.”:

Ἔλαβεν λίμνη τοὺς μάρτυρας ὥσπερ βάπτισμα ἀποπλῦνον τὰ πταίσματα· ἐκεῖ γὰρ τότε ὑπάρχοντες εὗρον ἀφθαρσίαν τὸν ἐχθρὸν καταβάλλοντες, φωτισθέντες τῷ πνεύματι· τὰ δὲ στέμματα βλέποντες ⟦ἔτι⟧ πλείω ἐθάρρησαν οὐρανόθεν ἐρχόμενοι· ἀλλ᾽ ὁ Ἰούδαν πάλαι συλήσας καὶ ὧδε ἕνα κλέπτει καὶ χωρίζει τῶν ἁγίων τῷ λουτρῷ ἀποπλανήσας· ὅμως δὲ ἡ χάρις ἄλλον ἀντεισάγει εἰς τόπον 〈τοῦ〉 ὀκλάσαντος βοῶσα τοῖς μάρτυσι· “Τὴν πίστιν τηρήσαντες |στεφάνων ἐτύχετε.”:

Πάντα τὰ πάθη ἐνίκησε μήτηρ φέρουσα ψυχορραγοῦντα ὃν ἔτεκεν· ὡς γὰρ οἱ πάντες προέλαβον ἔπαθλα λαβόντες τῆς ζωῆς τῆς αἰωνίου τῷ Χριστῷ παριστάμενοι, τὸν υἱὸν θεωρήσασα μὴ τελευτήσαντα ἀνεβόα σὺν δάκρυσιν· “Ὡς ἐν κοιλίᾳ πάλιν βαστάζω, ὃν ἔτεκον ἐν πόνοις· ἐγὼ νῦν τοὺς ὤμους δείξω ὥσπερ μήτραν μου δευτέραν· φθάσον τοὺς προλαβόντας, στῆθι ἐπὶ θρόνου· Χριστός σε ἀνεκδέχεται· μὴ λάθῃ μου, τέκνον μου, ὡς χάριτι πίστεως |στεφάνων ἐτύχετε.”: ⟦Ἦν θεωρῆσαι τὸ γύναιον ὡς ἐγγάστριον ὀδυνοῦσαν τὸ δεύτερον, ἀγωνιῶσαν καὶ κράζουσαν· “Μὴ τὴν εὐφορίαν τῆς ἐμῆς μήτρας ἄκαρπον δείξῃς, τέκος γλυκύτατον· τοκετοῦ καὶ τροφείων σου τῶν ἐκ τοῦ γάλακτος τῶν ἐμῶν μασθῶν μνήσθητι· τοῦτο γνωρίζω εἶναι μοι τέκνον, τὸ νῦν ὑπὲρ τὸ πρῶτον τοῦτον στέργουσα τὸν τόκον ἄνωθεν κυοφορῆσαι· βλέψον ἐμοὺς ὤμους μήτραν μιμουμένους καὶ τοὺς ἐν γήρει ἵδρωτας· σκιρτήσω, εἴπω χαίρουσα· ‘ἀξίως ὑμεῖς, ἅγιοι, |στεφάνων ἐτύχετε.’”:⟧ Ἥλιε ἄδυτε, ἄσβεστε, ἀκατάληπτε, ἐπιλάμπων τοῖς μάρτυσι καὶ τῇ ψυχῇ μου καταύγασον· σὲ καθικετεύω ταῖς πρεσβείαις τῆς μητρός σου, τῆς ἀφθάρτως τεκούσης σε· τῶν ἁγίων τοῖς αἵμασιν ἡμᾶς ἁγίασον, ἵνα ὦμεν συμμέτοχοι τῶν ἑλομένων σφαγιασθῆναι καὶ ὑπὲρ σοῦ θανῆναι· τὴν τερπνήν σου ταύτην ποίμνην ἐν τῷ φόβῳ σου στηρίξαις, ἵνα δοξολογοῦμεν σῶν ἁγίων μνήμην τῶν θλίψεων λυτρούμενοι· αὐτοῖς γὰρ κραυγάζομεν· “Χριστὸν ἀγαπήσαντες |στεφάνων ἐτύχετε.”: