Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Λειτουργικὸν ὑπόμνημα (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Αντίφωνα, Μικρή Είσοδος και Τρισάγιος ύμνος

Θεολογική ανάλυση των Αντιφώνων, της Μικρής Εισόδου ως φανέρωσης του Χριστού και του Τρισαγίου ύμνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 6

ιβʹ.

Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἀρχῇ πάσης ἑωθινῆς τε καὶ λυχνικῆς τελετῆς, πρῶτον τῆς Παλαιᾶς ψάλλονται οἱ ψαλμοὶ, εἶτα τῆς νέας χάριτος ᾄσματα, ἵν’ ἔχοιεν εἰδέναι πάντες, ὡς εἷς καὶ αὐτὸς ὁ Θεὸς καὶ Δεσπότης ἐστὶν ὁ ταῦτα κἀκεῖνα νομοθετήσας Χριστός, ᾌδονται τοιγαροῦν, ὡς εἵρηται, μετὰ τὴν πρώτην αἴτησιν τὰ ἀντίφωνα, πρῶτον μὲν προτρεπόμενα τὸ ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ τεχθέντι ἐπὶ σωτηρίαν παντὸς τοῦ ἀνθρωπίνου γένους· δεύτερον κηρύττοντα μεγαλοφώνως τὸ, «Ὁ Κύριος ἐβασίλευσεν,» τουτέστι, νῦν μειζόνως βασιλεύει ὁ πρὸ αἰώνων βασιλεὺς Κύριος, ἐνδυσάμενος τὴν ταπεινὴν ταύτην σάρκα ἡμῶν, ἢν καὶ δύναμιν προσηγόρευσε, καθάπερ τὴν δοκοῦσαν τοῖς πολλοῖς αἰσχύνην τὴν ἐπὶ τοῦ σταυροῦ, δοῦλον αὐτὸν ἐπωνόμασεν· ὥσπερ γὰρ βασιλεύς τις ἀεὶ μὲν τὸ κράτος καὶ τὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, καὶ μὴ κεχρημένος τούτοις πρὸς ἄμυναν τῶν ἐχθρῶν, ὕστερον δὲ θέλων ἐκδικῆσαι τοὺς ὑπηκόους, διαναστὰς ἐν σμικρῷ τινι ὅπλῳ θραύει τοὺς πολεμίους· καὶ βυθῷ ἀπωλείας τούτους παραδοὺς, ἀκούει παρὰ πάντων τῶν ἐλευθερωθέντων τῆς τυραννίδος, «Νῦν ἐβασίλευσεν ὁ Δεσπότης ἡμῶν, νῦν ἐνεδύσατο δύναμιν·» τὴν βουλὴν αὐτοῦ καὶ τὴν θέλησιν τῆς ἐκδικήσεως, βασιλείαν καὶ δύναμιν ὀνομαζόντων· οὕτως καὶ ὁ Προφήτης προορῶν τὴν ἐν σαρκὶ παρουσίαν τοῦ Θεοῦ Λόγου, τὸν χρόνον καὶ τὴν ἐκδίκησιν τοῦ ἀνθρωπίνου γένους, τήν τε τοῦ ἐχθροῦ καὶ τῶν σὺν αὐτῷ δαιμόνων κατάλυσιν, ἔτι γε μὴν καὶ τοῦ θανάτου νέκρωσιν, καὶ τὴν τῶν παρ’ αὐτοῦ κατεχομένων ἐλευθερίαν, καὶ εἰονεὶ τῇ γεννήσει τοῦ Κυρίου παρὼν τῷ σπηλαίῳ, τὰ, «Νῦν ἐβασίλευσεν, ἐξεφώνησεν,» καὶ «Νῦν ἐνεδύσατο δύναμιν·» οὐχ ὡς οὐχ ὑπάρχουσαν παρ’ αὐτῷ, ἀλλ’ ὡς ἀεὶ μὲν συνοῦσαν, εἰς προορώμενον δὲ καιρὸν ταμιευομένην ἐκλάμψαι.

Εἴωθεν δὲ ἡ τοῦ Πνεύματος χάρις ἡ πάντως βεβαιοῦσα τὰ μέλλοντα ὡς ἐνεστῶτα καὶ γεγενημένα ἀνακηρύττειν. ιγʹ. Συντέτακται δὲ τῷ τέλει τοῦ πρώτου ἀντιφώνου τὸ, «Ταῖς πρεσβείαις τῆς Θεοτόκου σῶσον ἡμᾶς·» τίνος χάριν, ἢ πάντως βεβαιοῦσα τὰ πρότερον εἰρημένα παρὰ αὐτοῦ τύπου περὶ τῆς Ἀειπαρθένου;

Τοῦ δευτέρου δὲ τὸ ἐφύμνιον, «Ταῖς πρεσβείαις τῶν ἁγίων σου·» ἐπεὶ γὰρ ὑπὲρ τῶν ψυχῶν καὶ συγχωρήσεως πταισμάτων τὴν θείαν τελοῦμεν μυσταγωγίαν, εἰκότως ὡς ὑπερτέραν οὖσαν τὴν Θεοῦ Μητέρα πάντων τῶν ἁγίων, ἢ καὶ αὐτῶν τῶν ἐπουρανίων δυνάμεων, εἰς ἱκεσίαν προσκαλούμεθα· εἶτα τοὺς εὐαρεστήσαντας τῷ ταύτης Υἱῷ. Τὸ δὲ «Ὁ μονογενὴς Υἱὸς,» παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐμπεφώνηται· ὅπερ δείκνυσιν, ὡς ὁ Υἱὸς τοῦ Θεοῦ ἀτρέπτως καὶ ἄνθρωπος ἐχρημάτισεν ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπίνου γένους.

Ὁ ἱερεὺς ἐξέρχεται βαστάζων τὸ Εὐαγγέλιον, ὡς ὁ Χριστὸς τὸν σταυρόν· εἰ δὲ ὁ διάκονος βαστάζει, μιμεῖται τὸν ἀγγαρευθέντα Σίμωνα. Τὰ κηρία ὀψικεύοντα ἐν τῇ εἰσόδῳ, δεικνύουσι τὸ θεῖον φῶς. Ἡ μέντοι εἴσοδος τοῦ ἀρχιερέως τὴν ἐπὶ τοῦ Ἰορδάνου ἀνάδειξιν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· μέχρι γὰρ ταύτης, εἰ καὶ ἦν ἀρχιερεὺς, ἀλλ’ οὐχὶ πᾶσι δῆλος καὶ γνώριμος, οὐδὲ εἰς μέσον ἑστὼς καὶ κατὰ τὴν ὑπερφυῆ καὶ ἐξαίσια τελῶν· ἀλλ’ ὁ τὸν καιρὸν λαχὼν ἱερεὺς ὡς πρόδρομος ἐνήργει τὸ διὰ μετανοίας βάπτισμα· ὃς εἰσελθόντα ἰδὼν τὸν ἀρχιερέα, μεθίσταται· μονονουχὶ ταῦτα τῷ Ἰωάννῃ φθεγγόμενος πρὸς ἑαυτόν· «Τοῦτον δεῖ αὐξάνεσθαι, ἐκεῖνον δὲ ἐλαττοῦσθαι, καὶ εὐθὺς παραχωρεῖ τῷ ἀρχιερεῖ τὰ μείζονα τελεσιουργεῖν.» ιδʹ. Βαστάζει δὲ ὁ διάκονος τὸ ἅγιον Εὐαγγέλιον ὡς θείαν κέλευσιν τοῦ βασιλέως τοῖς στρατηγοῖς τοῦ πιστοῦ λαοῦ προσάγων αὐτὸ, τοῦ ἱερέως ὄπισθεν ἐρχομένου καὶ διὰ τῆς στολῆς αὐτοῦ, ὡς καύχημα ἐν ταπεινώσει καρδίας, φέροντος τὰ πάντα τῆς σταυρώσεως. Εἶτα οἱ ψάλται ἀνέρχονται ἐν τῷ ἄμβωνι, ψάλλουσι δὲ τὸ, «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ» τούτῳ συμφωνοῦσι καὶ οἱ κάτω, δεικνύντες τὴν συμφωνίαν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· συμφωνοῦσι δὲ τούτῳ καὶ οἱ ἀπόστολοι· οἱ μὲν γὰρ ἔλεγον «Δεῦτε, εὑρήκαμεν τὸν ποθούμενον·» οἱ δὲ· «Ἔρχου καὶ ἴδε.»

Ἦλθον, φησὶ, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· καὶ τ’ ἄλλα ἀπλῶς ὅσα ἐχόμενα τοῦ βαπτίσματος.

Τὸ, «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει,» τοῦτο δηλοῖ· Ἐπειδὴ, φησὶν, οὗτος ὁ νῦν φανεὶς, προαιώνιος μέν ἐστι Θεὸς, καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης δημιουργός· γέγονε δὲ νῦν ἄνθρωπος καθ’ ἡμᾶς πάντα τὰ τῆς ἀνθρωπίνης φύσεως ἴδια ἔχων πλὴν μόνης τῆς ἁμαρτίας· μέλλει δὲ αὖθις ἐν ὑστέροις καιροῖς μετὰ τοῦ αὐτοῦ προσώπου καὶ τῆς αὐτῆς ὑποστάσεως ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς· οὐκέτι μὲν τοιούτῳ σώματι, οὐκ ἀσωμάτως δέ. Δεῦτε, προσκυνήσωμεν αὐτῷ πιστεύοντες ὡς Θεῷ, προσπίπτοντες ὑπὲρ ὧν ἡμάρτομεν· προφθάσωμεν δὲ καὶ καταλάβωμεν τὸ πρόσωπον αὐτοῦ ἐνταῦθα ἐν ἐξομολογήσει καὶ συντριβῇ καρδίας, ἵν’ αὐτὸν ἐκεῖθεν ἵλεων εὕροιμεν κρίνοντα ιεʹ. Μετὰ δὲ τὴν πλήρωσιν τούτων, εὐθὺς ὁ Τρισάγιος ὕμνος ᾄδεται, τῆς θεότητος τοῦ Υἱοῦ δηλῶν τὴν ὑπόστασιν, ναὶ μὴν καὶ αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ ζωοποιοῦ Πνεύματος· τὸ, «Ἅγιος ὁ Θεὸς,» οἱ τῆς ὑποστάσεως ἰδιότητα διαιροῦντες τῷ Πατρὶ προσνέμουσι.

Τὸ «Ἅγιος ἰσχυρὸς,» τῇ ἰδιότητι τῆς ὑποστάσεως τοῦ Υἱοῦ καὶ Λόγου ἀφορίζουσι· τὸ δὲ, «Ἅγιος ἀθάνατος,» τῇ τοῦ ὁμοουσίου καὶ ζωοποιοῦ Πνεύματος ἀφιεροῦσιν· ἁρμόττει δὲ ταῦτα καὶ μιᾷ ἑκάστῃ ὑποστάσει· ἑκάστη γὰρ τούτων καὶ ἁγία ἐστὶν καὶ ἰσχυρὰ καὶ ἀθάνατος· φύσις μὲν γὰρ καὶ οὐσία τοῖς τρισὶ μία· ὄνομα δὲ κοινὸν ἡ θεότης· τούτου μέντοι τοῦ Τρισαγίου ὕμνου διὰ βραχέων τὰς ῥήσεις ὁ Δαβὶδ προανακέκραγεν· «Ἐδίψησε, λέγων, ἡ ψυχή μου πρὸς τὸν ἰσχυρὸν τὸν ζῶντα·» καὶ ἀλλαχοῦ· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ· Πνεῦμα ἡ δύναμις αὐτῶν·» καὶ ἑτέρωθι· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὁ δὲ ὑπὸ τοῦ Ἡσαΐου ἐκφωνηθεὶς σεραφικὸς ὕμνος, καὶ τὰ τρία ἅγια εἰς μίαν κυριότητα συνάγων, τίνα διαφορὰν φέρει τοῦ παρ’ ἡμῶν ᾀδομένου Τρισαγίου;