Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Λειτουργικὸν ὑπόμνημα (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Ο συμβολισμός του ναού, των σκευών και της ιερωσύνης

Ερμηνεία της αρχιτεκτονικής του ιερού ναού, των λειτουργικών σκευών, των βαθμών της ιερωσύνης και των ιερών αμφίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 6

βʹ. Ἐπεὶ δὲ περὶ τῶν ἐν τῇ θείᾳ ἱερουργίᾳ τελουμένων πρόκειται λέγειν ἡμῖν, ἀναγκαῖον πρότερον εἰπεῖν τί τε δὴ Ἐκκλησία, καὶ τίνων δήλωσις καθέστηκεν ἡ κόγχη, τὸ σύνθρονον, ὁ μύαξ, καὶ τὰ τοιαῦτα· Ἐκκλησία λέγεται ὡς ἐν ταύτῃ συναγειρομένων καὶ καλουμένων τῶν ὀρθοδόξων· ὀνομάζεται δὲ περιοχὴ, ὥσπερ ἔχουσα τὰ τοῦ Θεοῦ τεράστεια· κόγχη δὲ κατὰ τὸ ἐν Βηθλεὲμ σπήλαιον, καὶ κατὰ τὸ σπήλαιον ἔνθα ἐτάφη· τὸ σύνθρονόν ἐστι τύπος τοῦ Δεσποτικοῦ θρόνου, ἐν ᾧ νικήσας τὸν κόσμον μετὰ σαρκὸς ἀνελήφθη, καὶ ἐν αὐτῷ ἐκάθισε· σύνθρονον δὲ λέγεται καὶ οὐ θρόνος, διὰ τὸ συγκαθέζεσθαι τὸν Υἱὸν μετὰ τοῦ Πατρός· τὰ λοιπὰ σύνθρονα δηλοῦσι τὴν τιμὴν, ἢν μετὰ τὴν ἀνάστασιν ὀφείλουσιν ἀπολαβεῖν οἱ δίκαιοι· κατὰ τὸ, «Ἐγὼ εἶπα· Θεοί ἐστε·» συγκαθέζονται δὲ οἱ ἱερεῖς ὡς τῷ Χριστῷ συνσταυρωθέντες σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τῶν διακόνων ἱσταμένων εἰς τύπον τῶν ἀγγέλων· ἁγία τράπεζα δηλοῖ τὸ ἅγιον μνημεῖον, ἐν ᾧ ἐτάφη· ἡ δὲ ἁγία πρόθεσις ὁ τοῦ Κρανίου τόπος ἐν ᾧ ἐσταυρώθη· καὶ διὰ τοῦτο θύεται ἐν αὐτῷ· ὁ κιβώριός ἐστιν εἰς τύπον τῆς κιβωτοῦ τοῦ Νῶε· τὸ μὲν γὰρ κὶβ κιβωτὸς, τὸ δὲ ὥριον τουτέστι διάταξις αὐτοῦ· τὰ δὲ παρακιόνια κατὰ μίμησιν τῶν τεσσάρων ζώων τῶν ὀφθέντων τῷ προφήτῃ.

γʹ. Θυσιαστήριον λέγεται κατὰ τὸ ἐπουράνιον καὶ νοερὸν θυσιαστήριον ἐν ᾧ ἀντιτυποῦσι τὰς νοερὰς καὶ ἀΰλους ἱεραρχίας οἱ ἔνυλοι ἱερεῖς· τούτους δὲ εἶναι ὡς πῦρ φλέγον· ἢ κατὰ τὸ ἅγιον μνῆμα Χριστοῦ, ἐν ᾧ θυσίαν ἑαυτὸν προσήγαγεν τῷ Θεῷ καὶ Πατρὶ ὁ Χριστός. Μύαξ ὁ ἐπάνω τοῦ βήματος, τύπος τοῦ πρώτου οὐρανοῦ· τὸ δὲ λοιπὸν στέγος τῆς Ἐκκλησίας εἰς τύπον τοῦ φαινομένου οὐρανοῦ, τὰς κανδήλας ὑφαπτούσας κάτωθεν ἔχον ἀντὶ τῶν ἀστέρων· τὸ δὲ βῆμά ἐστι κατὰ μίμησιν τοῦ ἐπουρανίου θυσιαστηρίου· καὶ ὥσπερ λειτουργοῦσιν ἄγγελοι τοῦ Θεοῦ, οὕτως ἐν τῷ ἁγίῳ βήματι ἵστανται καὶ οἱ ἔνυλοι ἱερεῖς παρεστῶτες καὶ λατρεύοντες τῷ Κυρίῳ διαπαντός· καὶ διὰ τοῦτο ἁρμόζει τὸν ἱερέα, ὡς πῦρ φλέγον εἶναι, καθάπερ τε καὶ ἄμεμπτον ἀπὸ παντὸς ῥύπου καὶ μώμου· οἱ ἱερεῖς ὁμοιοῦνται ἀρχαγγέλοις· ἢ γὰρ ὥσπερ Σεραφὶμ ἔλαβε τὸν ἄνθρακα καὶ δέδωκε τῷ Ἡσαΐᾳ, οὕτως καὶ οἱ ἱερεῖς λαμβάνουσι τὸν ἄρτον ἤτοι τὸ Δεσποτικὸν σῶμα καὶ διδόασι τῷ λαῷ.

Μηδεὶς οὖν δοκείτω ἀντίτυπα εἶναι τὰ ἅγια τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, ἀλλὰ τὸν ἄρτον καὶ τὸν οἶνον πιστευέτω προσφερόμενον μεταβάλλεσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ. Ἄλλως· Τὸ βῆμα ἐστὶ τόπος ὑπόβαθρος· ὑποδεικνύει δὲ τὴν δευτέραν παρουσίαν, διὰ τὸ καθέντα ἐν αὐτῇ μέλλειν κρῖναι ζῶντας καὶ νεκρούς.

δʹ. Κοσμητὴς ἐστὶ κατὰ τὸ νομικὸν καὶ ἅγιον κόσμιον, ἐμφαῖνον τοῦ σταυρωθέντος Χριστοῦ τὸ ἐκσφράγισμα διὰ σταυροῦ κοσμούμενον, ἢ εἰς τύπον ὁ κοσμητὴς τοῦ καταπετάσματος· τὰ κάγκελλα ἀντίτυπα τῶν τοῦ τάφου καγκέλλων· χαλκᾶ δὲ διὰ τὸ μὴ εἰσέρχεσθαί τινα ἁπλῶς· δηλοῦσι δὲ καὶ τόπον προσευχῆς, ἐν ᾧ σημαίνει τὴν μὲν ἔξωθεν τοῦ λαοῦ εἴσοδον, τὴν δὲ ἔσωθεν τὰ Ἅγια τῶν ἁγίων ὑπάρχουσαν, καὶ μόνοις τοῖς ἱερεῦσι βατήν. Ἡ σωλεία εἰς τύπον τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ χωρίζοντος τοὺς ἁμαρτωλοὺς ἐκ τῶν δικαίων, κατὰ τὸν Παῦλον λέγοντα· «Ἑκάστου τὸ ἔργον τὸ πῦρ δοκιμάσει.» Ὁ ἄμβων ἐκφαίνει τὸ σχῆμα τοῦ λίθου, ὃν κυλίσας ὁ ἄγγελος ἐκάθητο ἐπάνω αὐτοῦ, πλησίον τῆς θύρας τοῦ μνήματος, ἀναβοῶν ταῖς μυροφόροις τὴν ἀνάστασιν· αἱ βαθμίδες τοῦ ἄμβωνος δηλοῦσι τὴν τοῦ Ἰακὼβ κλίμακα. Ἡ γυναικωνῖτις γέγονεν ἵνα διαιρῶνται αἱ γυναῖκες ἀπὸ τῶν ἀνδρῶν· καθὼς αἱ μυροφόροι οὐκ εἰσῆλθον εἰς τὸν τάφον μετὰ Ἰωσὴφ καὶ Νικοδήμου, ἀλλ’ ἱστάμεναι ἔξω ἐθρήνουν. Νάρθηξ ἐστὶ διὰ τὸ ἑστάναι τὸν λαὸν ἔξω ἐν τῇ τοῦ θυμιάματος ὥρᾳ. Τὰ κατηχούμενα εἰς τύπον τῶν μὴ κατερχομένων ἀγγέλων ἐπὶ τῆς γῆς, ἀλλ’ ἐκ τῶν οὐρανῶν σκοπούντων τὰς ἐν γῇ ἱεροτελεστίας· ἢ διὰ τὸ λέγειν τὴν Γραφὴν, «Ἄρατε πύλας.» εʹ.

Τὸ σημαντήριον αἰνίττεται τὰς τῶν ἀγγέλων σάλπιγγας, ἐν αἷς οἱ ἄγγελοι μέλλουσιν σαλπίσειν ἐν ἐσχάτῃ ἡμέρᾳ καὶ ἐξυπνίσαι πάντα τὰ ἔθνη. Ἡ ἐνδοτὴ [ἐνδυτὴ?] ὁ κόλπος τῆς Θεοτόκου. Τὸ εἰλιτὸν [εἱλητὸν?] ἡ σινδόνη μεθ’ ἧς ἐνεταφιάσθη. Ὁ δίσκος νεφέλης τύπον ἐπέχει ἐν μικρᾷ περιγραφῇ. Τὸ ποτήριον, περὶ οὗ εἶπε· «Πίετε πάντες.» Ἡ λαβὶς κατὰ τὸν προφήτην Ἡσαΐαν λέγοντα· «Ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ·» σημαίνει δὲ καὶ τὴν Παρθένον, βαστάζουσαν καὶ αὐτὸν τὸν οὐράνιον ἄρτον. Ἀστερίσκος καθὼς τὰ τέσσαρα ζῶα ἐπικαλύπτει τὸν οὐράνιον ἄνθρακα· ἔστιν δὲ καὶ διὰ τὸ μὴ κολλᾶσθαι τοὺς μαργαρίτας ἐν τῷ δισκοκαλύμματι. Ἠθμὸς διὰ τὸ μήτι κοινὸν ἐμπεσεῖν εἰς τὸν θεῖον κρατῆρα. Αἱ κανδῆλαι καὶ οἱ κηροὶ τύπος εἰσὶ τοῦ αἰωνίου φωτός· δεικνύουσι δὲ καὶ τὸ φῶς ὅπερ ἐκλάμψουσιν οἱ δίκαιοι.

Κυριακὴ λέγεται διὰ τὸ τὸν Χριστὸν ἐν αὐτῇ ἐγερθῆναι· σημαίνει δὲ ἄκος παρὰ Κυρίου· ἐν αὐτῇ γὰρ ἐθεράπευσεν τὸ Ἀδαμιαῖον πάθος· οὐ κλίνομεν δὲ γόνυ ἐν αὐτῇ, διότι τὰ πίστεως ἀνωρθώθη διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ· οὐ κλίνομεν γόνυ μέχρι τῆς Κυριακῆς τῆς Πεντηκοστῆς, διά τε τὰς ἑπτὰ ἡμέρας μετὰ τὸ ἅγιον πάσχα ἑπταπλωμένως κρατεῖν· ἤγουν ἑπτὰ ἐπὶ ἑπτὰ μθʹ καὶ ἡ Κυριακὴ νʹ, ἥτις τύπος τοῦ μέλλοντος αἰῶνος· εὐχόμεθα δὲ κατὰ ἀνατολὴν καὶ δι’ ἄλλα μὲν, μάλιστα [δὲ] διότι ἐλπίζομεν τὴν ἐν Ἐδὲμ ἀπολαμβάνειν τροφὴν τὴν κατὰ ἀνατολὴν πεφυτευμένην.

ϛʹ. Ἀρχιερεὺς τύπος ἐστὶ τοῦ Δεσπότου· ὥσπερ γὰρ ὁ Δεσπότης ἀποστέλλει τοὺς ἀγγέλους, οὕτως καὶ ὁ ἐπίσκοπος τοὺς ἱερεῖς. Λευκὴν στολὴν περιβέβληται ὁ ἐπίσκοπος διὰ τὴν μορφὴν τῶν ἄνω δυνάμεων, τουτέστι τοῦ Δεσπότου· καθὼς καὶ Ἰωάννης περὶ αὐτοῦ λέγει· «Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών.» Τριπλοῦν τὸ ὠμοφόριον περιβέβληται, διότι τὴν Τριάδα ὑφίεται. Ἡ ἐν τῇ κεφαλῇ τοῦ ἱερέως στρογγύλη κουρὰ, δηλοῖ τὸν ἀκάνθινον στέφανον, καὶ ὅτι ὁ διπλοῦς στέφανος ἐκ τῆς τῶν τριχῶν σημειώσεως, εἰκονίζει τὴν τοῦ κορυφαίου ἀποστόλου τιμίαν κάραν, ἣν ἀποκαρεὶς ὑπὸ τῶν ἀπειθούντων ἐνεπαίζετο· ταύτην ηὐλόγησεν ὁ Χριστός.

Κορυφὴ δὲ τοῦ δωδεκαλίθου, ὡς ἔστιν ὁ ἀπόστολος Πέτρος, πυροειδὴς ἱστὸς τοῦ ἱερέως κατὰ τὸν προφήτην, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» καὶ πάλιν, «Τίς οὖτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;» ὃ λέγεται κόκκινον· καὶ πάλιν ὅτι χλαμύδα κοκκίνην ἐφόρεσεν ὁ Χριστὸς ἐν τῷ πάθει· οἱ πρεσβύτεροι κατὰ μίμησιν Σεραφίμ εἰσι, ταῖς μὲν στολαῖς δίκην πτερῶν κατακεκαλυμμένοι, ταῖς δυσὶ πτέρυξι τῶν χειλέων τὸν ὕμνον βοῶντες, καὶ κατέχοντες τὸν νοητὸν ἄνθρακα Χριστὸν, ἐν τῷ θυσιαστηρίῳ τῇ λαβίδι τῆς χειρὸς φέροντες.

ζʹ. Οἱ δὲ διάκονοι εἰς τύπον τῶν ἀγγελικῶν δυνάμεων ταῖς λεπταῖς τῶν λινῶν ὡραρίων πτέρυξιν ὡς λειτουργικὰ πνεύματα εἰς διακονίαν περιτρέχουσι, Στιχάριον λέγεται διότι ἕστηκεν ἡ χάρις τοῦ Θεοῦ ἐν αὐτῷ· τύπος δέ ἐστι τῆς σαρκὸς τοῦ Χριστοῦ ὡς λευκὸν, καθὼς καὶ ἡ ἀνθρωπίνῃ σάρξ· ἔχει δὲ καὶ μασχάλας διὰ τὴν ἐκ λόγχης κεντηθεῖσαν πλευράν.

Τὰ εἰς τὰ μανίκια λωρία δεικνύουσι τὰ δεσμὰ τῶν χειρῶν αὐτοῦ, δι’ ὧν ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν καὶ Καϊάφαν· οὐ γὰρ ὄπισθεν, ἀλλ’ ἔμπροσθεν ἔδησαν αὐτόν. Ἀνακολαφὴ τοῦ στιχαρίου ἀντὶ τῆς αἰσθητῆς ζώνης. Τὸ ζώννυσθαι τὸν ἱερέα διὰ τὸ εἶναι αὐτὸν ἐν πνευματικῇ διαγωγῇ διεζωσμένον, καὶ τὸ λογικὸν αὐτοῦ περισφίγγεσθαι. Τὸ φελώνιόν ἐστιν ὁ χιτὼν ὁ ἄῤῥαφος ὁ ἐκ τοῦ ἁγίου Πνεύματος ἐκφανθεὶς, ἔστι δὲ ἡ κοκκίνη χλαμύς. Τὸ ἐγχείριον τὸ λέντιόν ἐστι εἰ ἔστι στιχαροφελώνιον πυροειδὲς, διὰ τὸ λέγειν τὴν Γραφήν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;» εἰ δὲ λευκά εἰσι, δεικνύουσι τὴν μεταμόρφωσιν, καὶ ὅτι ὁ ἄγγελος ἐφάνη ταῖς γυναιξὶ λευκὸς, δεικνύων διὰ τῆς λευκότητος τὴν ἔλλαμψιν τῆς ἀναστάσεως· ὁ δὲ κάλαμός ἐστι παντὸς τοῦ λαοῦ. Τὸ ὠμοφόριον ἐστὶ κατὰ τὴν στολὴν Ἀαρὼν, ὅπερ ἐφόρουν οἱ ἐν νόμῳ ἀρχιερεῖς, σουδάρια μικρὰ ἐν τῷ εὐωνύμῳ μέρει περιτιθέντες.

ηʹ. Ἡ κουρὰ δηλοῖ, ὡς καὶ τοῦ ἱερέως, διότι στέφανον ἐξ ἀκανθῶν ἔθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τὸ ἐπιτρούλλιον τῆς κεφαλῆς αὐτοῦ, ἑδραίωμα τοῦ χερουβικοῦ θρόνου· «Ἐπαναπαύσεται γὰρ εἰς τὴν κεφαλὴν αὐτοῦ τὰ Χερουβίμ·» δηλοῖ δὲ καὶ ἀγγέλων θεωρίαν. Τὸ δὲ στιχάριον λευχεῖμον ὡς ἀγγέλου. Τὸ δὲ ὡράριον εἰς τύπον τῶν πτερῶν ἀγγέλων, διότι καταχέεται ἕως τῶν ποδῶν, καὶ ἐπίκειται τῷ ἀριστερῷ ὤμῳ, μηνύον τὰς δύο Διαθήκας, τὴν μὲν Νέαν ἔμπροσθεν, τὴν δὲ Παλαιὰν ὄπισθεν· διὰ τοῦτο ἐν τῇ κοινωνίᾳ, ἐὰν μὴ μίξει τὴν Παλαιὰν καὶ τὴν Νέαν, οὐ κοινωνεῖ. Τὰ ἐγχειρίδια ἅπερ βαστάζουσιν οἱ διάκονοι, εἰσὶ τὰ σουδάρια τοῦ χρωτὸς τῶν ἀποστόλων.